Delphi Complete Works of Procopius

Home > Other > Delphi Complete Works of Procopius > Page 250
Delphi Complete Works of Procopius Page 250

by Procopius of Caesarea


  Μερμερόης δέ, δείσας μή τι Πέτρᾳ τε καὶ Πέρσαις τοῖς τῇδε ἀπολελειμμένοις φλαῦρον διὰ χρόνου μῆκος ξυμβαίη, ἄρας παντὶ τῷ στρατῷ ἐνταῦθα ᾔει, ἐπεὶ αὐτὸν ὁ καιρὸς μετὰ τὴν τοῦ χειμῶνος ὥραν ἐς τοῦτο ἐνῆγε. [2] μεταξὺ δὲ τὰ ξυμπεσόντα μαθὼν ἅπαντα τῆς μὲν ὁδοῦ ταύτης τὸ παράπαν ἀπέσχετο, εὖ εἰδὼς ὅτι δὴ ἐκτὸς ποταμοῦ Φάσιδος ἄλλο τι χωρίον Λαζοῖς ὅτι μὴ τὸ ἐν Πέτρᾳ οὐκ ἦν. [3] ἀναστρέψας δὲ καὶ καταλαβὼν τὰς ἐξ Ἰβηρίας ἐπὶ γῆν τὴν Κολχίδα εἰσόδους, ἵνα δὴ ὁ Φᾶσις διαβατός ἐστιν, αὐτόν τε πεζῇ διαμείψας καὶ οὐχ ἥκιστα ποταμόν, Ῥέοντα ὄνομα, οὐδὲ αὐτὸν ἐκείνῃ ναυσίπορον ὄντα, τοῦ τε Φάσιδος ἐν δεξιᾷ ταύτῃ γενόμενος ἐπὶ πόλιν, Ἀρχαιόπολιν ὄνομα, ἣ πρώτη τε καὶ μεγίστη ἐν Λαζοῖς ἐστίν, ἐπῆγε τὸ στράτευμα. [4] ἦσαν δὲ ὀλίγων χωρὶς ἱππεῖς ἅπαντες, καὶ αὐτοῖς ἐλέφαντες ὀκτὼ εἵποντο. ἐφ̓ ὧν δὴ ἔμελλον ἱστάμενοι Πέρσαι τοὺς πολεμίους ὥσπερ ἐκ πύργων κατὰ κορυφῆς ἐνθένδε βάλλειν. [5] ὥστε εἰκότως ἄν τις Περσῶν τὴν ἐς τοὺς πολέμους ταλαιπωρίαν τε καὶ ἐπιτέχνησιν ἀγασθείη, οἵ γε τὴν ἐξ Ἰβηρίας ἐς τὴν Κολχίδα ὁδὸν φέρουσαν, κρημνώδεσί τε νάπαις καὶ δυσχωρίαις λοχμώδεσι πανταχόθι ξυνεχομένην, ὕλαις τε οὕτως ἀμφιλαφέσι καλυπτομένην, ὡς καὶ ἀνδρὶ εὐζώνῳ δοκεῖν ἀπόρευτον τὰ πρότερα εἶναι, οὕτως ὁμαλῆ κατεστήσαντο ὥστε οὐχ ὅσον τὴν ἵππον αὐτῶν ὅλην πόνῳ οὐδενὶ ἐνθένδε ἰέναι, ἀλλὰ καὶ τῶν ἐλεφάντων ὅσους βούλοιντο ἐπαγομένους ταύτῃ στρατεύειν. [6] ἦλθον δὲ αὐτοῖς καὶ σύμμαχοι Οὖννοι ἐκ τῶν Σαβείρων καλουμένων δισχίλιοί τε καὶ μύριοι. [7] ἀλλὰ δείσας ὁ Μερμερόης μὴ ἐς πλῆθος τοσοῦτον ὄντες οἱ βάρβαροι οὗτοι μήτε τι αὐτῷ ὑπακούειν ἐπαγγέλλοντι ἐθελήσωσιν, ἀλλὰ καί τι ἀνήκεστον ἐς τὸ Περσῶν στράτευμα δράσωσι, τετρακισχιλίους μὲν ξυστρατεύεσθαι σφίσιν εἴασε, τοὺς δὲ λοιποὺς χρήμασι πολλοῖς δωρησάμενος ἐς τὰ πάτρια ἤθη ἀφῆκεν ἰέναι. [8] Ὁ δὲ Ῥωμαίων στρατὸς δισχίλιοι μὲν καὶ μύριοι ἦσαν, οὐ μὴν ἀγηγερμένοι ἐς ταὐτὸ ἅπαντες, ἀλλ̓ ἐν μὲν τῷ ἐν Ἀρχαιοπόλει φυλακτηρίῳ τρισχίλιοι ἦσαν, ὧν Ὀδόναχός τε καὶ Βάβας ἦρχον, ἄμφω ἀγαθοὶ τὰ πολέμια: [9] οἱ δὲ δὴ ἄλλοι ἐντὸς τῶν ἐκβολῶν ποταμοῦ Φάσιδος ἐνστρατοπεδευσάμενοι ἔμενον, ἐκεῖνο διανοούμενοι, ὥστε ἤν πη ἐπισκήψῃ ὁ τῶν πολεμίων στρατός, αὐτοὶ ἐνθένδε ἐξανιστάμενοι βοηθοῖεν δυνάμει τῇ πάσῃ. [10] ἦρχον δὲ αὐτῶν Βενῖλός τε καὶ Οὐλίγαγος: ξυνῆν δὲ αὐτοῖς καὶ Οὐαράζης ὁ Περσαρμένιος, ἄρτι ἐξ Ἰταλίας ἥκων, ᾧ δὴ Τζάνοι ὀκτακόσιοι εἵποντο. [11] Βέσσας γάρ, ἐπειδὴ τάχιστα τὴν Πέτραν εἷλε, πονεῖν μὲν ἔτι οὐδαμῆ ἤθελεν, ἐς δὲ Ποντικοὺς καὶ Ἀρμενίους ἀποχωρήσας ἐπεμελεῖτο ὡς ἔνι μάλιστα τῶν ἀπὸ τῆς ἀρχῆς αὐτοῦ πόρων, ταύτῃ τε τῇ σμικρολογία τὰ Ῥωμαίων αὖθις πράγματα ἔσφηλεν. [12] εἰ γὰρ εὐθὺς τότε νενικηκώς, ᾗπέρ μοι εἴρηται, καὶ τὴν Πέτραν ἑλὼν ἐς τὰ Λαζῶν τε καὶ Ἰβήρων ὅρια ἦλθε καὶ τὰς ἐκείνῃ δυσχωρίας ἐφράξατο, οὐκ ἄν, μοι δοκεῖ, ἔτι Περσῶν στράτευμα ἐς Λαζικὴν ᾔει. [13] νῦν δὲ ὁ στρατηγὸς οὗτος τοῦ πόνου τούτου ὀλιγωρήσας μόνον οὐχὶ τοῖς πολεμίοις Λαζικὴν αὐτοχειρὶ παραδέδωκε, τῆς ἐκ βασιλέως ὀργῆς ὀλίγα φροντίσας. [14] εἰώθει γὰρ Ἰουστινιανὸς βασιλεὺς ἐπιχωρεῖν τὰ πολλὰ τοῖς ἄρχουσιν ἁμαρτάνουσι, καὶ ἀπ̓ αὐτοῦ ἔς τε τὴν δίαιταν καὶ τὴν πολιτείαν ἐκ τοῦ ἐπὶ πλεῖστον παρανομοῦντες ἡλίσκοντο. [15] Ἦν δὲ Λαζῶν φρούρια δύο πρὸς αὐτοῖς μάλιστα τοῖς Ἰβηρίας ὁρίοις, Σκάνδα τε καὶ Σαραπανίς. ἅπερ ἐν δυσχωρίαις κείμενα χαλεπαῖς τισὶ καὶ ὅλως δυσκόλοις δυσπρόσοδα ὑπερφυῶς ὄντα ἐτύγχανε. [16] ταῦτα Λαζοὶ μὲν τὸ παλαιὸν πόνῳ πολλῷ ἐφρούρουν, ἐπεὶ ἐνταῦθα τῶν ἐδωδίμων τὸ παράπαν οὐδὲν φύεται, ἀλλὰ φέροντες ἄνθρωποι ἐπὶ τῶν ὤμων τὰ ἐπιτήδεια ἐσεκομίζοντο. [17] βασιλεὺς δὲ Ἰουστινιανὸς κατ̓ ἀρχὰς τοῦδε τοῦ πολέμου Λαζοὺς ἀναστήσας ἐνθένδε Ῥωμαίων φρουρὰν στρατιωτῶν κατεστήσατο. [18] οἳ δὴ οὐ πολλῷ ὕστερον, πιεζόμενοι τῶν ἀναγκαίων τῇ ἀπορίᾳ, τὰ φρούρια ταῦτα ἐξέλιπον, ἐπεὶ αὐτοὶ μὲν ἐλύμοις ἀποζῆν ὥσπερ οἱ Κόλχοι ἐς πλείω χρόνον, οὐκ εἰωθὸς σφίσιν, ὡς ἥκιστα εἶχον, Λαζοὶ δὲ αὐτοῖς μακρὰν ὁδὸν πορευόμενοι φέροντές τε τὰ ἐπιτήδεια πάντα οὐκέτι ἀντεῖχον. [19] Πέρσαι δὲ αὐτὰ καταλαβόντες ἔσχον, ἔν τε ταῖς σπονδαῖς αὐτὰ Ῥωμαῖοι ἀπέλαβον τὰς ἀντιδόσεις Βώλου τε τοῦ φρουρίου καὶ τοῦ Φαραγγίου πεποιημένοι, ὥσπερ μοι ταῦτα ἐν τοῖς ἔμπροσθεν λόγοις πάντα ἐρρήθη. [20] Λαζοὶ μὲν οὖν ταῦτα τὰ φρούρια ἐς ἔδαφος καθεῖλον, ὡς μὴ αὐτὰ Πέρσαι ἐπιτειχίσματα κατὰ σφῶν ἔχοιεν. Πέρσαι δὲ αὐτοῖν θάτερον, ὅπερ Σκάνδα καλοῦσιν, αὖθις οἰκοδομησάμενοι ἔσχον, ὅ τε Μερμερόης ἐπίπροσθεν ἦγε τὸν Μήδων στρατόν. [21] Ἦν δὲ πόλις ἐν τῷ πεδίῳ, Ῥοδόπολις ὄνομα, ἥπερ ὑπηντίαζε πρώτη τοῖς ἐς τὴν Κολχίδα ἐξ Ἰβηρίας ἐσβάλλουσιν, εὐέφοδός τε καὶ ἐπιμαχωτάτη ἐς τὰ μάλιστα. [22] διὸ δὴ αὐτὴν πολλῷ πρότερον δείσαντες Λαζοὶ τὴν Περσῶν ἔφοδον ἐς ἔδαφος καθεῖλον. ὅπερ ἐπεὶ οἱ Πέρσαι ἔμαθον, [23] εὐθὺ Ἀρχαιοπόλεως ᾔεσαν. γνοὺς δὲ ὁ Μερμερόης τοὺς πολεμίους ἀμφὶ τὰς ἐκβολὰς ἐνστρατοπεδεύεσθαι ποτα
μοῦ Φάσιδος ἐπ̓ αὐτοὺς ἤλαυνεν. [24] ἄμεινον γάρ οἱ ἔδοξεν εἶναι τούτους πρότερον ἐξελόντι οὕτω δὴ ἐς τῆς Ἀρχαιοπόλεως τὴν πολιορκίαν καθίστασθαι, ὡς μὴ ὄπισθεν αὐτοὶ ἰόντες κακουργήσωσι τὸ Περσῶν στράτευμα. [25] ὡς ἀγχοτάτω δὲ τοῦ Ἀρχαιοπόλεως περιβόλου γενόμενος ἠσπάσατο ἐρεσχελῶν τε τοὺς ταύτῃ Ῥωμαίους, καί τι νεανιευσάμενος ὡς αὐτίκα δὴ μάλα ἐπανήξει σφίσι. [26] βουλομένῳ γάρ οἱ αὐτῷ ἔφασκεν εἶναι Ῥωμαίους τοὺς ἄλλους προσειπεῖν πρότερον, οἳ δὴ ἐνστρατοπεδεύονται ἀμφὶ ποταμὸν Φᾶσιν. [27] οἱ δὲ ἀποκρινάμενοι ἰέναι μὲν αὐτὸν ἐκέλευον ὅπη βούλοιτο, ἰσχυρίσαντο μέντοι ὡς, ἢν τοῖς ἐκείνῃ Ῥωμαίοις ἐντύχῃ, οὐ μή ποτε αὐτοῖς ἐπανήξει. [28] ταῦτα ἐπεὶ οἱ τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες ἔμαθον, κατωρρώδησάν τε καὶ ἥσσους οἰόμενοι εἶναι ἢ φέρειν τῶν ἐπιόντων τὴν δύναμιν ἐς τὰς σφίσι παρεσκευασμένας ἀκάτους ἐμβάντες ποταμὸν Φᾶσιν διεπορθμεύσαντο ἅπαντες, τῶν σφίσι παρόντων ἐπιτηδείων, ὅσα μὲν διακομίζειν οἷοί τε ἦσαν, ἐν ταῖς ἀκάτοις ἐνθέμενοι, τὰ δὲ ἄλλα ἐς τὸν ποταμὸν ἐμβεβλημένοι, ὅπως μὴ αὐτοῖς οἱ πολέμιοι τρυφᾶν δύνωνται. [29] γενόμενος οὖν ἐνταῦθα παντὶ τῷ στρατῷ ὁ Μερμερόης οὐ πολλῷ ὕστερον, ἔρημόν τε παντάπασιν ἰδὼν τὸ τῶν πολεμίων στρατόπεδον ἤσχαλλέ τε καὶ ἀπορούμενος ἐδυσφορεῖτο. [30] καύσας τε τὸ Ῥωμαίων χαράκωμα καὶ τῷ θυμῷ ζέων ἀνέστρεφεν αὐτίκα καὶ τὸ στράτευμα ἐπὶ τὴν Ἀρχαιόπολιν ἦγε.

 

‹ Prev