Book Read Free

Delphi Complete Works of Procopius

Page 255

by Procopius of Caesarea


  Οὕτω μὲν οὖν τὰ κατὰ τοὺς πολέμους ἐν χώρᾳ ἑκάστῃ ξυνηνέχθη γενέσθαι. ὁ δὲ Γοτθικὸς πόλεμος ἐφέρετο ὧδε. Βελισάριον μὲν ἐς Βυζάντιον μεταπεμψάμενος βασιλεύς, ᾗπέρ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, διὰ τιμῆς ἦγε, καὶ οὐδὲ Γερμανοῦ τετελευτηκότος πέμπειν αὐτὸν ἐς τὴν Ἰταλίαν διενοεῖτο, ἀλλὰ καὶ στρατηγὸν τῆς ἑῴας ὄντα, τῶν βασιλικῶν σωματοφυλάκων ἄρχοντα καταστησάμενος, αὐτοῦ κατεῖχεν. [2] ἦν τε τῷ ἀξιώματι πρῶτος ὁ Βελισάριος Ῥωμαίων ἁπάντων, καίτοι τινὲς αὐτῶν πρότεροι ἀνάγραπτοί τε ἐς πατρικίους γενόνασι καὶ ἐς αὐτὸν ἀναβεβήκεσαν τῶν ὑπάτων τὸν δίφρον. [3] ἀλλὰ καὶ ὣς αὐτῷ τῶν πρωτείων ἐξίσταντο πάντες, αἰσχυνόμενοι κατὰ τῆς ἀρετῆς τῷ νόμῳ χρῆσθαι καὶ τὸ ἀπ̓ αὐτοῦ δικαίωμα περιβάλλεσθαι. [4] ταῦτά τε βασιλέα κομιδῆ ἤρεσκεν. Ἰωάννης δὲ ὁ Βιταλιανοῦ διεχείμαζεν ἐν Σάλωσι. προσδεχόμενοί τε αὐτὸν ἐν Ἰταλίᾳ τοῦτον δὴ τὸν χρόνον οἱ τοῦ Ῥωμαίων στρατοῦ ἄπρακτοι ἔμενον. καὶ ὁ χειμὼν ἔληγε, καὶ τὸ ἑκκαιδέκατον ἔτος ἐτελεύτα τῷ Γοτθικῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψε. [5] Τῷ δὲ ἐπιγενομένῳ ἐνιαυτῷ Ἰωάννης μὲν διενοεῖτο ἐκ Σαλώνων τε ἐξανίστασθαι καὶ τῷ στρατῷ ἐξηγεῖσθαι ὅτι τάχιστα ἐπὶ Τουτίλαν τε καὶ Γότθους. [6] βασιλεὺς δὲ αὐτὸν διεκώλυεν, αὐτοῦ τε μένειν ἐπέστελλεν, ἕως Ναρσῆς ὁ εὐνοῦχος ἀφίκηται. αὐτὸν γὰρ τοῦδε αὐτοκράτορα καταστήσασθαι τοῦ πολέμου ἐβούλευσεν. [7] ὅτου δὲ δὴ ἕνεκα ταῦτα βουλομένῳ βασιλεῖ εἴη διαρρήδην μὲν τῶν πάντων οὐδενὶ φανερὸν γέγονε: βασιλέως γὰρ βούλευμα ἔκπυστον ὅτι μὴ αὐτοῦ ἐθελουσίου ἀμήχανά ἐστιν: ἃ δὲ ὑποπτεύοντες ἄνθρωποι ἔλεγον, ἐγὼ δηλώσω. [8] ἔννοια Ἰουστινιανῷ βασιλεῖ γέγονεν ὡς οἱ ἄλλοι τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες Ἰωάννου ἐπακούειν ὡς ἥκιστα ἐθελήσουσιν, οὐκ ἀξιοῦντες καταδεέστεροί τι αὐτοῦ τὸ ἀξίωμα εἶναι. [9] καὶ ἀπ̓ αὐτοῦ ἔδεισε μὴ διχοστατοῦντες τῇ γνώμῃ ἢ ἐθελοκακοῦντες τῷ φθόνῳ ξυγχέωσι τὰ πρασσόμενα. [10] Ἤκουσα δὲ καὶ τόνδε τὸν λόγον ἀπαγγέλλοντος Ῥωμαίου ἀνδρός, ἡνίκα ἐπὶ Ῥώμης διατριβὴν εἶχον: ἦν δὲ οὗτος ἀνὴρ τῶν ἀπὸ τῆς συγκλήτου βουλῆς. [11] ἔλεγεν οὖν ὁ Ῥωμαῖος οὗτος ὡς ἄρχοι μὲν Ἰταλίας ποτὲ Ἀταλάριχος ὁ Θευδερίχου θυγατριδοῦς, βοῶν δέ τις ἀγέλη ἐς Ῥώμην ὑπὸ τοῦτον τὸν χρόνον ἀμφὶ δείλην ὀψίαν ἐξ ἀγροῦ ἥκει διὰ τῆς ἀγορᾶς ἣν Φόρον Εἰρήνης καλοῦσι Ῥωμαῖοι: [12] ἐνταῦθα γάρ πη ὁ τῆς Εἰρήνης νεὼς κεραυνόβλητος γενόμενος ἐκ παλαιοῦ κεῖται. ἔστι δέ τις ἀρχαία πρὸ ταύτης δὴ τῆς ἀγορᾶς κρήνη, καὶ βοῦς ἐπὶ ταύτης χαλκοῦς ἕστηκε, Φειδίου, οἶμαι, τοῦ Ἀθηναίου ἢ Λυσίππου ἔργον. [13] ἀγάλματα γὰρ ἐν χώρῳ τούτῳ πολλὰ τούτοιν δὴ τοῖν ἀνδροῖν ποιήματά ἐστιν. οὗ δὴ καὶ Φειδίου ἔργον ἕτερον: τοῦτο γὰρ λέγει τὰ ἐν τῷ ἀγάλματι γράμματα. [14] ἐνταῦθα καὶ τὸ τοῦ Μύρωνος βοΐδιον. ἐπιμελὲς γὰρ ἐγεγόνει τοῖς πάλαι Ῥωμαίοις τῆς Ἑλλάδος τὰ κάλλιστα πάντα ἐγκαλλωπίσματα Ῥώμης ποιήσασθαι. [15] ἕνα δὲ ταῦρον ἔφη τῶν τηνικάδε παριόντων εὐνοῦχον τῆς τε ἀγέλης ἀπολειπόμενον καὶ ταύτης δὴ τῆς κρήνης ἐπιβατεύσαντα καθύπερθεν βοὸς τοῦ χαλκοῦ στῆναι. [16] τύχῃ δέ τινι παριόντα τινά, Τοῦσκον γένος, κομιδῆ ἄγροικον δόξαντα εἶναι, ξυμβάλλοντα τὸ ποιούμενον φάναι ῾εἰσὶ γὰρ μαντικοὶ καὶ ἐς ἐμὲ Τοῦσκοἰ ὡς εὐνοῦχός ποτε καταλύσει τὸν ἄρχοντα Ῥώμης. [17] καὶ τηνικάδε μὲν ὅ τε Τοῦσκος ἐκεῖνος καὶ ὁ παῤ αὐτοῦ λόγος γέλωτα ὦφλε. πρὸ γὰρ τῆς πείρας ἀεὶ ἄνθρωποι τὰς προρρήσεις φιλοῦσι χλευάζειν, οὐκ ἀναχαιτίζοντος αὐτοὺς τοῦ ἐλέγχου, τῷ μήτε ἀποβεβηκέναι τὰ πράγματα μήτε τὸν περὶ αὐτῶν λόγον εἶναι πιστόν, ἀλλὰ μύθῳ τινὶ γελοιώδει ἐμφερῆ φαίνεσθαι. [18] Νῦν δὲ δὴ ἅπαντες τὸ ξύμβολον τοῦτο ῾τοῖς ἀποβεβηκόσιν ὑποχωροῦντες᾿ θαυμάζουσι. [19] καὶ διὰ τοῦτο ἴσως ἐπὶ Τουτίλαν ἐστρατήγει Ναρσῆς, ἢ στοχαζομένης τοῦ ἐσομένου τῆς βασιλέως γνώμης, ἢ πρυτανευούσης τὸ δέον τῆς τύχης. [20] ὁ μὲν οὖν Ναρσῆς στράτευμά τε λόγου ἄξιον καὶ χρήματα μεγάλα πρὸς βασιλέως κεκομισμένος ἐστέλλετο. [21] ἐπειδὴ δὲ ξὺν τοῖς ἑπομένοις ἐν μέσῃ Θρᾴκῃ ἐγένετο, χρόνον τινὰ ἐν Φιλιππουπόλει ἀποκεκλεισμένος τῆς ὁδοῦ ἔμεινε. [22] στράτευμα γὰρ Οὐννικὸν ἐπισκῆψαν τῇ Ῥωμαίων ἀρχῇ ἅπαντα ἦγόν τε καὶ ἔφερον, οὐδενὸς σφίσιν ἀντιστατοῦντος. ἐπειδὴ δὲ αὐτῶν οἱ μέν τινες ἐπὶ Θεσσαλονίκην, οἱ δὲ τὴν ἐπὶ τὸ Βυζάντιον ᾔεσαν, μόλις ἐνθένδε ἀπαλλαγεὶς ἐπίπροσθεν ᾔει.

  Ἐν ᾧ δὲ ὁ μὲν Ἰωάννης ἐπὶ Σαλώνων Ναρσῆν ἔμενε, Ναρσῆς δὲ Οὔννων τῇ ἐφόδῳ συμποδιζόμενος σχολαίτερον ᾔει, ἐν τούτῳ ὁ Τουτίλας προσδεχόμενος τὴν Ναρσοῦ στρατιὰν ἐποίει τάδε. [2] ἄλλους τε Ῥωμαίους καί τινας τῶν ἀπὸ τῆς συγκλήτου βουλῆς ἐν Ῥώμῃ καθίστη, τοὺς λοιποὺς ἐπὶ Καμπανίας ἐάσας. [3] καὶ αὐτοὺς ἐκέλευεν ὅση δύναμις ἐπιμελεῖσθαι τῆς πόλεως, ἐνδεικνύμενος ὅτι δὴ αὐτῷ μεταμέλει τῶν οἱ ἐς Ῥώμην εἰργασμένων τὰ πρότερα, ἐπεὶ ἐμπρήσας αὐτῆς πολλὰ ἔτυχεν, ἄλλως τε καὶ ὑπὲρ Τίβεριν ποταμόν. [4] οἱ δὲ καθεστῶτες ἐν αἰχμαλώτων λόγῳ καὶ περιῃρημένοι χρήματα πάντα, μὴ ὅτι τῶν κοινῶν, ἀλλ̓ οὐδὲ τῶν ἰδίᾳ σφίσι προσηκόντω�
� δυνατοὶ ἦσαν μεταποιεῖσθαι. [5] Καίτοι ἀνθρώπων μάλιστα πάντων ὧν ἡμεῖς ἴσμεν φιλοπόλιδες Ῥωμαῖοι τυγχάνουσιν ὄντες, περιστέλλειν τε τὰ πάτρια πάντα καὶ διασώζεσθαι ἐν σπουδῇ ἔχουσιν, ὅπως δὴ μηδὲν ἀφανίζηται Ῥώμῃ τοῦ παλαιοῦ κόσμου. [6] οἵ γε καὶ πολύν τινα βεβαρβαρωμένοι αἰῶνα τάς τε πόλεως διεσώσαντο οἰκοδομίας καὶ τῶν ἐγκαλλωπισμάτων τὰ πλεῖστα, ὅσα οἷόν τε ἦν χρόνῳ τε τοσούτῳ τὸ μῆκος καὶ τῷ ἀπαμελεῖσθαι δἰ ἀρετὴν τῶν πεποιημένων ἀντέχειν. [7] ἔτι μέντοι καὶ ὅσα μνημεῖα τοῦ γένους ἐλέλειπτο ἔτι, ἐν τοῖς καὶ ἡ ναῦς Αἰνείου, τοῦ τῆς πόλεως οἰκιστοῦ, καὶ εἰς τόδε κεῖται, θέαμα παντελῶς ἄπιστον. [8] νεώσοικον γὰρ ποιησάμενοι ἐν μέσῃ τῇ πόλει, παρὰ τὴν τοῦ Τιβέριδος ὄχθην, ἐνταῦθά τε αὐτὴν καταθέμενοι, ἐξ ἐκείνου τηροῦσιν. ἥπερ ὁποία ποτέ ἐστιν αὐτὸς θεασάμενος ἐρῶν ἔρχομαι. [9] Μονήρης τε ἡ ναῦς ἥδε καὶ περιμήκης ἄγαν τυγχάνει οὖσα, μῆκος μὲν ποδῶν εἴκοσι καὶ ἑκατόν, εὖρος δὲ πέντε καὶ εἴκοσι, τὸ δέ γε ὕψος τοσαύτη ἐστὶν ὅσον αὐτὴν ἐρέσσεσθαι μὴ ἀδύνατα εἶναι. [10] ξύλων δὲ κόλλημα οὐδὲ ἓν τὸ παράπαν ἐνταῦθά ἐστιν οὐδὲ σιδήρων ἄλλῃ τινὶ μηχανῇ τὰ ξύλα τοῦ πλοίου εἰς ἄλληλά πη ἐρήρεισται, ἀλλὰ μονοειδῆ ξύμπαντά ἐστι λόγου τε καὶ ἀκοῆς κρείσσω καὶ μόνῳ γεγονότα, ὅσα γε ἡμᾶς εἰδέναι, ἐν τῷδε τῷ πλοίῳ. [11] ἥ τε γὰρ τρόπις μονοφυὴς οὖσα ἐκ πρύμνης ἄκρας ἄχρι ἐς τὴν πρῷραν διήκει, κατὰ βραχὺ μὲν θαυμασίως ἐπὶ τὸ κοῖλον ὑποχωροῦσα, καὶ αὖ πάλιν ἐνθένδε κατὰ λόγον εὖ μάλα ἐπὶ τὸ ὀρθόν τε καὶ διατεταμένον ἐπανιοῦσα. [12] τά τε παχέα ξύμπαντα ξύλα ἐς τὴν τρόπιν ἐναρμοσθέντα ῾ἅπερ οἱ μὲν ποιηταὶ δρυόχους καλοῦσιν, ἕτεροι δὲ νομέας᾿ ἐκ τοίχου μὲν ἕκαστον θατέρου ἄχρι ἐς τῆς νεὼς διήκει τὸν ἕτερον τοῖχον. [13] ὑφιζάνοντα δὲ καὶ αὐτὰ ἐξ ἑκατέρας ἄκρας καμπὴν ποιεῖται διαφερόντως εὐπρόσωπον, ὅπως ἂν τὴν νῆα μάλιστα κοίλην ἀποτετορνεῦσθαι ξυμβαίη, εἴτε τῆς φύσεως κατὰ τὴν τῆς χρείας ἀνάγκην τά τε ξύλα διακοψάσης καὶ ξυναρμοσαμένης τὰ πρότερα τὸ κύρτωμα τοῦτο εἴτε χειροποιήτῳ τέχνῃ τε καὶ μηχανῇ ἄλλῃ τῆς τῶν νομέων ἀνωμαλίας ἐν ἐπιτηδείῳ γεγενημένης. [14] σανίς τε πρὸς ἐπὶ τούτοις ἑκάστη ἐκ πρύμνης ἄκρας ἐς τῆς νηὸς ἐξικνεῖται τὴν ἑτέραν ἀρχήν, μονοειδὴς οὖσα καὶ κέντρα σιδηρᾶ τούτου ἕνεκα προσλαβοῦσα μόνον, ὅπως δὴ ταῖς δοκοῖς ἐναρμοσθεῖσα τὸν τοῖχον ποιῇ. [15] οὕτω μὲν ἡ ναῦς ἥδε πεποιημένη κρείσσω παρέχεται τοῦ λόγου τὴν ὄψιν, ἐπεὶ τῶν ἔργων τὰ πλείστῳ παραλόγῳ ξυμβαίνοντα οὐκ εὐδιήγητα τίθεται τοῖς ἀνθρώποις ἀεὶ τῶν πραγμάτων ἡ φύσις, ἀλλὰ ταῖς ἐπινοίαις τὰ ξυνειθισμένα νικῶσα καὶ τοῦ λόγου κρατεῖ. [16] τούτων δὲ δὴ τῶν ξύλων οὐδὲν οὔτε σέσηπεν οὔτε τι ὑποφαίνει ὡς σαπρὸν εἴη, ἀλλ̓ ἀκραιφνὴς πανταχόθι οὖσα ἡ ναῦς, ὥσπερ ὑπόγυον τῷ τεχνίτῃ τῷ αὐτῆς, ὅστις ποτ̓ ἦν, νεναυπηγημένη, ἔρρωται καὶ ἐς ἐμὲ θαυμαστὸν ὅσον. τὰ μὲν οὖν ἀμφὶ τῇ τοῦ Αἰνείου νηὶ ταύτῃ ἔχει. [17] Τουτίλας δὲ πλοῖα μακρὰ ἐς τριακόσια Γότθων πληρώσας ἐς τὴν Ἑλλάδα ἐκέλευεν ἰέναι, ληΐζεσθαι τοὺς παραπίπτοντας ἐπιστείλας δυνάμει τῇ πάσῃ. [18] οὗτος δὲ ὁ στόλος ἄχρι ἐς τὴν Φαιάκων χώραν, ἣ νῦν Κέρκυρα ἐπικαλεῖται, οὐδὲν ἄχαρι ἐργάζεσθαι ἔσχε. [19] νῆσον γὰρ οὐδεμίαν ἐν τῷδε τῷ διάπλῳ οἰκουμένην ξυμβαίνει εἶναι ἐκ τοῦ κατὰ τὴν Χάρυβδιν πορθμοῦ μέχρι ἐς τὴν Κέρκυραν, ὥστε πολλάκις ἐγὼ ἐνταῦθα γενόμενος διηπορούμην ὅπη ποτὲ ἄρα τῆς Καλυψοῦς ἡ νῆσος εἴη. [20] ταύτης γὰρ τῆς θαλάσσης οὐδαμῆ νῆσον τεθέαμαι, ὅτι μὴ τρεῖς, οὐ πολλῷ ἄποθεν τῆς Φαιακίδος, ἀλλ̓ ὅσον ἀπὸ σταδίων τριακοσίων, ἄγχιστά πη ἀλλήλων οὔσας, βραχείας κομιδῆ καὶ οὐδὲ ἀνθρώπων οἰκία ἐχούσας οὔτε ζῴων οὔτε ἄλλων τὸ παράπαν οὐδέν. Ὀθονοὶ δὲ καλοῦνται τανῦν αἱ νῆσοι αὗται. [21] καὶ φαίη ἄν τις τὴν Καλυψὼ ἐνταῦθα γενέσθαι, καὶ ἀπ̓ αὐτοῦ τὸν Ὀδυσσέα γῆς τῆς Φαιακίδος ὄντα οὐ πολλῷ ἄποθεν ἢ σχεδίᾳ, ὥς φησιν Ὅμηρος, ἢ ἄλλῳ τῳ τρόπῳ νεώς τινος χωρὶς ἐνθένδε διαπορθμεύσασθαι. ἀλλὰ ταῦτα ἡμῖν ὅσον τεκμηριοῦσθαι εἰρήσθω. [22] τοῖς γὰρ παλαιοτάτοις ἐς τὸ ἀκριβὲς ἐναρμόσασθαι τὸν ἀληθῆ λόγον οὐ ῥᾴδιον, ἐπεὶ ὁ πολὺς χρόνος τά τε τῶν χωρίων ὀνόματα καὶ τὴν ἀμφ̓ αὐτοῖς δόξαν ἐκ τοῦ ἐπὶ πλεῖστον μεταβάλλειν φιλεῖ. [23] Τὸ πλοῖον ἀμέλει ὅπερ ἐν γῇ τῇ Φαιάκων ἐκ λίθου λευκοῦ πεποιημένον παρὰ τὴν ταύτης ἀκτὴν ἕστηκεν, ἐκεῖνό τινες οἴονται εἶναι ὃ τὸν Ὀδυσσέα ἐς τὴν Ἰθάκην ἐκόμισεν, ἡνίκα ξεναγεῖσθαι αὐτὸν ἐνταῦθα ξυνέβη. [24] καίτοι οὐ μονοειδὲς τὸ πλοῖον τοῦτό ἐστιν, ἀλλὰ ἐκ λίθων ὅτι μάλιστα πολλῶν ξύγκειται. [25] καὶ γράμματα ἐν αὐτῷ ἐγκεκόλαπται καὶ διαρρήδην βοᾷ τῶν τινὰ ἐμπόρων ἐν τοῖς ἄνω χρόνοις ἱδρύσασθαι τὸ ἀνάθημα τοῦτο Διὶ τῷ Κασίῳ. [26] Δία γὰρ Κάσιον ἐτίμων ποτὲ οἱ τῇδε ἄνθρωποι, ἐπεὶ καὶ ἡ πόλις ἐν ᾗ τὸ πλοῖον τοῦτο ἕστηκεν ἐς τόνδε τὸν χρόνον Κασώπη ἐπικαλεῖται. [27] τοῦτον δὲ τὸν τρόπον ἐκ λίθων πολλῶν καὶ ἡ ναῦς ἐκείνη πεποίηται ἣν Ἀγαμέμνων ὁ τοῦ Ἀτρέως τῆς Εὐβοίας ἐν Γεραιστῷ ἀνέθηκε τῇ Ἀρτέμιδι, ἀφοσιούμενος κἀν τούτῳ τὴν ἐς αὐτὴν ὕβριν, ἡνίκα διὰ τ�
�� τῆς Ἰφιγενείας πάθος τὸν ἀπόπλουν ἡ Ἄρτεμις ξυνεχώρει τοῖς Ἕλλησιν. [28] ἃ δὴ γράμματα ἐν πλοίῳ τούτῳ ἢ τηνικάδε ἢ ὕστερον ξυσθέντα δηλοῖ ἐν ἑξαμέτρῳ. ὧν τὰ μὲν πλεῖστα ἐξίτηλα χρόνῳ τῷ μακρῷ γέγονε, τὰ δὲ πρῶτα καὶ ἐς τόδε διαφαίνεται λέγοντα ὧδε: Νῆά με λαϊνέην ἱδρύσατο τῇδ̓ Ἀγαμέμνων, Ἑλλήνων στρατιῆς σῆμα πλοϊζομένης. [29] καὶ ἐν ἀρχῇ ἔχει: ‘Τύννιχος ἐποίει Ἀρτέμιδι Βολοσίᾳ.’ οὕτω γὰρ τὴν Εἰλείθυιαν ἐν τοῖς ἄνω χρόνοις ἐκάλουν, ἐπεὶ καὶ βολὰς τὰς ὠδῖνας ὠνόμαζον. ἐμοὶ δὲ αὖθις ὅθενπερ ἐξέβην ἰτέον. [30] Ἐπειδὴ ἐς τὴν Κέρκυραν οὗτος ὁ Γότθων στόλος ἀφίκετο, αὐτήν τε ἦγον καὶ ἔφερον ἐξ ἐπιδρομῆς καὶ ὅσαι ἄλλαι αὐτῇ νῆσοι ἐπίκεινται, [31] αἳ Συβόται καλοῦνται: διαβάντες δὲ καὶ εἰς τὴν ἤπειρον ἐξαπιναίως ἅπαντα ἐληΐζοντο τὰ ἀμφὶ Δωδώνην χωρία καὶ διαφερόντως Νικόπολίν τε καὶ Ἀγχίαλον, οὗ δὴ Ἀγχίσην, τὸν Αἰνείου πατέρα, ἐξ Ἰλίου ἁλούσης ξὺν τῷ παιδὶ πλέοντά φασιν οἱ ἐπιχώριοι ἐξ ἀνθρώπων ἀφανισθῆναι καὶ τὴν ἐπωνυμίαν τῷ χωρίῳ δοῦναι. [32] περιιόντες δὲ τὴν παραλίαν ὅλην καὶ ναυσὶ Ῥωμαίων ἐντυχόντες πολλαῖς αὐτοῖς φορτίοις ἁπάσας εἷλον. ἐν ταῖς εἶναι ξυνέβη καὶ τῶν νηῶν τινὰς αἳ τῇ Ναρσοῦ στρατιᾷ ἐκ τῆς Ἑλλάδος τὰ ἐπιτήδεια ἔφερον. ταῦτα μὲν οὖν τῇδε ξυνηνέχθη γενέσθαι.

 

‹ Prev