Τουτίλας δὲ πολλῷ πρότερον Γότθων στράτευμα ἐς Πικηνοὺς ἐτύγχανε πέμψας, ἐφ̓ ᾧ δὴ τὸν Ἀγκῶνα ἐξελοῦσιν: οἷς δὴ ἄρχοντας τοὺς ἐν Γότθοις δοκιμωτάτους ἐπέστησε, Σκιποῦάρ τε καὶ Γίβαλ καὶ Γουνδούλφ, ὅσπερ Βελισαρίου δορυφόρος ἐγεγόνει ποτέ. [2] τινὲς δὲ αὐτὸν Ἰνδοὺλφ ἐκάλουν. οἷς δὴ καὶ πλοῖα μακρὰ ἑπτὰ καὶ τεσσαράκοντα ἔδωκεν, ὅπως τὸ φρούριον κατὰ γῆν τε καὶ θάλασσαν πολιορκοῦντες ῥᾷόν τε καὶ ἀπονώτερον τὴν αὐτοῦ ἐπικράτειαν θήσονται. [3] χρόνου δὲ ταύτῃ τῇ προσεδρείᾳ τριβέντος συχνοῦ, συνέβαινε τοὺς πολιορκουμένους τῇ τῶν ἀναγκαίων ἀπορίᾳ πιέζεσθαι. [4] Ἅπερ ἐπεὶ Βαλεριανὸς ἔμαθεν, ἐπὶ Ῥαβέννης διατριβὴν ἔχων, ἀμύνειν τε κατὰ μόνας τοῖς ἐν τῷ Ἀγκῶνι Ῥωμαίοις οὐχ οἷός τε ὤν, πέμψας πρὸς Ἰωάννην τὸν Βιταλιανοῦ ἀδελφιδοῦν ἐπὶ Σαλώνων ὄντα ἔγραψε τάδε: ‘Μόνος ὁ Ἀγκὼν ἡμῖν τοῦ κόλπου ἐντὸς ἀπολέλειπται, ὡς αὐτὸς οἶσθα, εἴπερ ἔτι νῦν ἀπολέλειπται. [5] οὕτω γὰρ τοῖς ἐν τούτῳ Ῥωμαίοις πικρότατα πολιορκουμένοις τὰ πράγματα ἔχει ὥστε δέδοικα μὴ βοηθοῦντες ἔξωροι ὦμεν, ὀπίσω τοῦ καιροῦ τὴν σπουδὴν ἔχοντες, ἕωλόν τε τὴν ὑπὲρ αὐτοῦ προθυμίαν ποιούμενοι. [6] ἀλλὰ παύσομαι. ἡ γὰρ τῶν πολιορκουμένων ἀνάγκη μακροτέραν τὴν ἐπιστολὴν οὐκ ἐᾷ γίνεσθαι, τὸν χρόνον ἐφ̓ ἑαυτὴν ἀκριβῶς σφίγγουσα καὶ ὁ κίνδυνος ὀξυτέραν τοῦ [7] λόγου τὴν ἐπικουρίαν ζητῶν.’ ταύτην Ἰωάννης ἀναλεξάμενος τὴν ἐπιστολήν, καίπερ αὐτῷ πρὸς βασιλέως ἀπορρηθέν, αὐτοκέλευστος ἐτόλμα ἰέναι, τῶν οἱ πρὸς αὐτοκράτορος ἐπηγγελμένων προὐργιαιτέραν τὴν ἀπὸ τῆς τύχης στενοχωρίαν πεποιημένος. [8] ἄνδρας τε ἀπολεξάμενος οὓς μάλιστα πάντων ἀγαθοὺς τὰ πολέμια ᾤετο εἶναι, καὶ αὐτῶν ὀκτὼ καὶ τριάκοντα πλοῖα μακρὰ ἐμπλησάμενος πλέοντά τε ὡς τάχιστα καὶ πρὸς πόλεμον τὸν ἐν θαλάσσῃ ὡς ἄριστα πεποιημένα, ἔνιά τε αὐτοῖς τῶν ἐπιτηδείων ἐνθέμενος, ἄρας ἐκ Σαλώνων τῷ Σκάρδωνι προσέσχεν. οὗ δὴ καὶ Βαλεριανὸς ξὺν ναυσὶ δώδεκα οὐκ ἐς μακρὰν ἦλθεν. [9] Ἐπειδὴ δὲ ἀλλήλοις ξυνέμιξαν, κοινολογησάμενοί τε καὶ τὰ σφίσι ξύμφορα δόξαντα εἶναι βεβουλευμένοι, ἐνθένδε μὲν ἀποπλέουσιν, ἐς δὲ ἤπειρον τὴν ἀντιπέρας κατάραντες ἐς χωρίον ὁρμίζονται ὃ δὴ Σενογαλλίαν Ῥωμαῖοι καλοῦσι, [10] τοῦ Ἀγκῶνος οὐ πολλῷ ἄποθεν. ὅπερ ἐπεὶ οἱ Γότθων στρατηγοὶ ἔμαθον, πλοῖα μακρὰ καὶ αὐτοὶ τὰ σφίσι παρόντα, ἑπτὰ καὶ τεσσαράκοντα ὄντα, Γότθων τῶν λογίμων αὐτίκα ἐπλήρουν. [11] τὸ δὲ ἄλλο στράτευμα ἐπὶ τῇ προσεδρείᾳ τοῦ φρουρίου ἀπολιπόντες εὐθὺ τῶν πολεμίων ἐχώρουν. [12] ἡγεῖτο δὲ τῶν μὲν ἐπὶ τῇ πολιορκίᾳ μεμενηκότων ὁ Σκιποῦαρ, τῶν δὲ δὴ ἐν ταῖς ναυσὶν ὄντων Γίβαλ τε καὶ Γουνδούλφ. [13] ἐπειδή τε ἄγχιστα ἀλλήλων ἐγένοντο, τάς τε ναῦς ἑκάτεροι ἀνεκώχευον καὶ ξυναγαγόντες αὐτὰς ἐς ὀλίγον παραίνεσιν ἐς τοὺς στρατιώτας ἐποιοῦντό τινα. [14] Πρῶτοί τε Ἰωάννης καὶ Βαλεριανὸς ἔλεξαν τοιάδε: ‘Μηδεὶς ὑμῶν, ὦ ξυστρατιῶται, ὑπὲρ τοῦ Ἀγκῶνος μόνου τούτου καὶ τῶν ἐν αὐτῷ πολιορκουμένων Ῥωμαίων ἀγωνιεῖσθαι τανῦν οἰέσθω, μηδὲ ἄχρι τοῦδε ἀποκριθήσεσθαι ἡμῖν τὴν ξυμβολὴν τήνδε, ἀλλὰ ξύμπαν, ὡς συνελόντας εἰπεῖν, τὸ τοῦ πολέμου κεφάλαιον ἐνταῦθα ἑστάναι, ἔνθα τε ἂν ἀποκλῖναι ξυμβαίη τὴν μάχην, συγκληροῦσθαι αὐτῇ καὶ τῆς τύχης τὸ πέρας. [15] οὑτωσὶ γὰρ περὶ τῶν παρόντων σκοπεῖσθε: πολλή τις ἐπὶ ταῖς δαπάναις ἀπόκειται τοῦ πολέμου ῥοπή, τούς τε τῶν ἐπιτηδείων σπανίζοντας ἡττᾶσθαι τῶν πολεμίων ἐπάναγκες. [16] λιμῷ γὰρ οὐκ οἶδεν ἡ ἀρετὴ ξυνοικίζεσθαι, πεινῆν τε καὶ ἀνδραγαθίζεσθαι οὐκ ἀνεχομένης τῆς φύσεως. [17] τούτων δὲ τοιούτων ὄντων ἄλλο μὲν οὐδὲν ὀχύρωμα ἡμῖν ἐκ τοῦ Δρυοῦντος ἐς Ῥάβενναν ἀπολέλειπται, ὅπη ἂν τὰ ἐδώδιμα ἡμῖν τε καὶ ἵπποις τοῖς ἡμετέροις ἀποκεῖσθαι δεήσει, οὕτω τε οἱ πολέμιοι κρατοῦσι τῆς χώρας ὥστε φίλιον οὐδὲν μεμένηκεν ἡμῖν ἐνταῦθα χωρίον, ὅθεν ἂν καὶ κατὰ βραχὺ τῶν τι ἐπιτηδείων ἐκπορίζεσθαι χρή. [18] ἐς δὲ τὸν Ἀγκῶνα ἡμῖν ἡ προσδοκία μεμένηκε πᾶσα τοῦ καὶ τοῖς ἐξ ἠπείρου τῆς ἀντιπέρας καταίρουσιν ἐνταῦθα προσχεῖν δυνατοῖς εἶναι καὶ ἀσφάλειαν ἔχειν. [19] οὐκοῦν εὐημερήσαντες ἐν τῇ ξυμβολῇ τήμερον καὶ βασιλεῖ τὸν Ἀγκῶνα, ὡς τὸ εἰκός, κρατυνάμενοι τάχα ἂν καὶ τὰ ἄλλα τοῦ πρὸς Γότθους πολέμου ἐν ἐλπίσιν ἀγαθαῖς τὸ λοιπὸν ἕξομεν. [20] σφαλέντες δὲ ἐν ταύτῃ τῇ μάχῃ, ἄλλο μέντοι πικρὸν οὐκ ἂν εἴποιμεν, ἀλλὰ δοίη τὴν Ἰταλίας ἐπικράτησιν ὁ θεὸς Ῥωμαίοις διηνεκῆ εἶναι. κἀκεῖνο δὲ λογίζεσθαι ἡμῖν ἄξιον, ὡς κακοῖς ἐν τῷ ἔργῳ γινομένοις ἡμῖν οὐδὲ ἀποφεύγειν ἐξόν. [21] οὔτε γὰρ τὴν γῆν ἕξετε πρὸς τῶν ἐναντίων κατειλημμένην οὔτε τὴν θάλασσαν πλώϊμον, οὕτω θαλασσοκρατούντων τῶν πολεμίων, ἀλλὰ περιέστηκεν ἡμῖν ἡ τῆς σωτηρίας ἐλπὶς ἐν ταῖς χερσὶν οὖσα καὶ ξυμμεταβαλλομένη τοῖς κατὰ τὴν ἀγώνισιν ἔργοις. [22] ἀνδραγαθίζεσθε τοίνυν ὅση δύναμις, τοῦτο ἐκεῖνο ἐκλογιζόμενοι, ὡς ἡσσηθέντες μὲν ἐν τῷ παρόντι τὴν ὑστάτην ἧτταν κληρώσεσθε, νενικηκότες δὲ μετὰ τῶν ἄγαν εὐδαιμόνων ξὺν τῇ εὐκλείᾳ τετάξεσθε.’ [23] Ἰωάννης μὲν καὶ Βαλεριανὸς τοσαῦτα εἶπον. καὶ οἱ Γότθων δὲ ἄρ�
�οντες τοιάνδε τὴν παράκλησιν ἐποιήσαντο: ‘Ἐπειδὴ πάσης ἀπεληλαμένοι τῆς Ἰταλίας καὶ πολύν τινα χρόνον οὐκ ἴσμεν ἐν ὁποίοις ποτὲ μυχοῖς οἵδε οἱ κατάρατοι τῆς γῆς ἢ τῆς θαλάσσης διαλαθόντες τανῦν ἡμῖν τετολμήκασιν ἐς χεῖρας ἰέναι, καὶ ὡς ἀναμαχούμενοι ἐφ̓ ἡμᾶς ἥκουσιν, ἐπάναγκες αὐτοῖς τὸ ἐκ τῆς ἀβουλίας ἐγγενόμενον θράσος ἀναχαιτίζειν προθυμίᾳ τῇ πάσῃ, ὡς μὴ ἐνδιδόντων ἡμῶν τὰ τῆς ἀπονοίας αὐτοῖς ἐς μέγα χωροίη. [24] ἀμαθία γὰρ οὐ κατ̓ ἀρχὰς ἀναστελλομένη ἀναβαίνει μὲν ἐπ̓ ἄπειρον τόλμαν, ἐς ἀνηκέστους δὲ τῶν παραπιπτόντων τελευτᾷ συμφοράς. [25] δείξατε τοίνυν αὐτοῖς ὅτι τάχιστα ὡς Γραικοί τέ εἰσι καὶ ἄνανδροι φύσει καὶ ἡσσημένοι θρασύνονται, μηδὲ συγχωρήσητε τὴν διάπειραν αὐτοῖς πρόσω ἰέναι. [26] ἀνανδρία γὰρ καταφρονηθεῖσα ἐπὶ παρρησίαν ἐξάγεται μείζω, [27] ἐπεὶ τῷ προϊέναι τὸ θάρσος ἄοκνον γίνεται. ἐπὶ πολὺ δὲ ἀνθέξειν αὐτοὺς ἀνδραγαθιζομένοις ὑμῖν μηδαμῶς οἴεσθε. φρόνημα γὰρ τῇ δυνάμει τῶν αὐτῷ χρωμένων μὴ συμμετρούμενον πρὸ μὲν τοῦ ἔργου ἐπαιρόμενον ἐν ἀκμῇ φαινεται, ἀρξαμένης δὲ τῆς ξυμβολῆς καταρρεῖν εἴωθεν. [28] ὅτε τοίνυν ταῦτα οὕτως ἔχει, ἀναμνήσθητε μὲν ὅντινα τρόπον οἱ πολέμιοι πολλάκις ἀποπειρασάμενοι τῆς ἀρετῆς τῆς ὑμετέρας ἀπήλλαξαν, ἐκλογίζεσθε δὲ ὡς οὐκ ἀμείνους ἐκ τοῦ αἰφνιδίου γεγενημένοι ἐφ̓ ἡμᾶς ὥρμηνται, ἀλλὰ τὰ παραπλήσια τοῖς προλαβοῦσι τετολμηκότες, τὴν ὁμοίαν καὶ νῦν κληρώσονται τύχην.’ [29] Τοσαῦτα καὶ οἱ τῶν Γότθων ἄρχοντες παρακελευσάμενοι καὶ τοῖς πολεμίοις ὑπαντιάσαντες μελλήσει οὐδεμιᾷ ἐς χεῖρας ἦλθον. ἦν τε ἡ ναυμαχία ἐσάγαν ἰσχυρά, πεζομαχίᾳ ἐμφερὴς οὖσα. [30] τάς τε γὰρ ναῦς μετωπηδὸν ἀντιπρώρους ταῖς τῶν ἐναντίων ἑκάτεροι στήσαντες τὰ τοξεύματα ἐς ἀλλήλους ἀφίεσαν, καὶ αὐτῶν ὅσοι ἀρετῆς τι μετεποιοῦντο, ἄγχιστά πη ἀλλήλων γινόμενοι ἐν χρῷ τε ξυνιόντες ἀπὸ τῶν καταστρωμάτων ξυνέμισγον, ξίφεσί τε καὶ δόρασιν, ὥσπερ ἐν πεδίῳ, μαχόμενοι. [31] καὶ τὰ μὲν προοίμια τοῦ ἀγῶνος τοῦδε τοιαῦτα ἐγεγόνει. Ὕστερον δὲ οἱ βάρβαροι ἀπειρίᾳ τοῦ ναυμαχεῖν ξὺν πολλῇ ἀταξίᾳ τὴν ξυμβολὴν τήνδε διέφερον: οἱ μὲν γὰρ αὐτῶν οὕτως ἀπ̓ ἀλλήλων διίσταντο ὥστε διδόναι τοῖς πολεμίοις αὐτοὺς κατὰ μόνας ἐμβάλλειν, οἱ δὲ συχνοὶ ἐς ταὐτὸ ξυνιόντες πρὸς ἀλλήλων ἀεὶ τῇ τῶν πλοίων στενοχωρία ξυνεποδίζοντο. [32] εἴκασεν ἄν τις φορμηδὸν αὐτοῖς τὰ τῶν πλοίων ἰκρία ξυγκεῖσθαι. καὶ οὐδὲ τοξεύειν ἐς τῶν ἐναντίων τοὺς διεστῶτας ἠδύναντο, ὅτι μὴ ὀψέ τε καὶ μόλις, οὐδὲ ξίφεσιν ἢ δόρασι χρῆσθαι, ἡνίκα ἂν σφίσιν ἐγκειμένους αὐτοὺς ἴδοιεν, ἀλλὰ κραυγῇ τε καὶ ὠθισμῷ ἐν σφίσιν αὐτοῖς διηνεκῶς εἴχοντο, ξυγκρούοντές τε ἀεὶ ἐς ἀλλήλους καὶ τοῖς κοντοῖς αὖθις διωθούμενοι οὐδενὶ κόσμῳ, καὶ πὴ μὲν συμφύροντες τῇ στενοχωρίᾳ τὸ μέτωπον, πὴ δὲ ἀποφοιτῶντες πολλῷ ἄποθεν ἐπὶ πονηρῷ τῶν σφετέρων ἑκάτεροι. [33] τάς τε παρακελεύσεις αὐτῶν ἕκαστος ἐς τοὺς ἄγχιστα ὄντας ξὺν ὀλολυγῇ πολλῇ ἐποιοῦντο, οὐκ ἐπὶ τοὺς πολεμίους, ἀλλ̓ ὅπως τὰς διαστάσεις αὐτοὶ ἀπ̓ ἀλλήλων ἐργάζωνται. [34] ἠσχολημένοι τε τῇ ἐς ἀλλήλους ἀμηχανίᾳ τῆς κατὰ σφῶν νίκης αἰτιώτατοι τοῖς πολεμίοις ἐγίνοντο. Οἱ δὲ Ῥωμαῖοι ἀνδρείως μὲν τὰ ἐς τὴν ξυμβολήν, ἐμπείρως δὲ τὰ ἐς τὴν ναυμαχίαν διαχειρίζοντες, τά τε πλοῖα μετωπηδὸν στήσαντες, καὶ οὔτε κατὰ πολὺ διεστῶτες ἀλλήλων οὔτε μὴν ἄγχιστα ξυνιόντες περαιτέρω τῆς χρείας, ἀλλὰ συμμέτρους ἀεὶ τάς τε ξυνόδους καὶ διαστάσεις ποιούμενοι, ἢν μὲν ναῦν πολεμίαν ἀποσκεδαννυμένην τῶν ἄλλων θεῷντο, κατέδυον ἐμβάλλοντες οὐδενὶ πόνῳ, εἰ δέ που ξύγχυσιν ἐς τῶν πολεμίων τινὰς ἴδοιεν, ἐνταῦθα τά τε τοξεύματα συχνὰ ἔπεμπον καὶ ἡνίκα σφίσιν ἐπιπέσοιεν, ἀτάκτοις οὖσι καὶ συντριβέσι γεγενημένοις τῷ τῆς ἀταξίας καμάτῳ, [35] ἐκ χειρὸς αὐτοὺς διεχρῶντο. ἀπειρηκότες οὖν οἱ βάρβαροι πρός τε τὰ τῆς τύχης ἐναντιώματα καὶ τὰς κατὰ τὴν μάχην ἁμαρτάδας ξυμπεπτωκυίας, οὐκ εἶχον καθ̓ ὅ τι μαχέσονται, οὐδὲ ναυμαχοῦντες, οὐ μέντοι οὐδὲ καθάπερ ἐν πεζομαχίᾳ ἐπὶ τῶν καταστρωμάτων ἑστῶτες, ἀλλὰ ῥίψαντες τὴν ἀγώνισιν ἐπικινδύνως ἠτρέμιζον, ἐπὶ τῇ τύχῃ καταλιπόντες. [36] διὸ δὴ ἐς ὑπαγωγὴν οἱ Γότθοι αἰσχρὰν ξὺν πολλῇ ἀκοσμίᾳ ἐτράποντο, καὶ οὔτε ἀλκῆς οὔτε φυγῆς τινὸς εὐπρεποῦς οὔτε του ἄλλου ἐς σωτηρίαν αὐτοὺς ἄγοντος ἐμέμνηντο ἔτι, ἀλλὰ μεταξὺ πλοίων τῶν πολεμίων ὡς τὰ πολλὰ σκεδαννύμενοι διηποροῦντο. [37] καὶ αὐτῶν τινὲς ναυσὶν ἕνδεκα διέφυγον καὶ λαθόντες ἐσώθησαν, οἱ δὲ λοιποὶ ἅπαντες ὑπὸ τοῖς πολεμίοις ἐγένοντο. [38] ὧν δὴ πολλοὺς μὲν αὐτοχειρὶ Ῥωμαῖοι διέφθειρον, πολλοὺς δὲ αὐταῖς ναυσὶ καταδύοντες ἔκτεινον: τῶν δὲ στρατηγῶν Γουνδοὺλφ μὲν ξὺν ταῖς ἕνδεκα ναυσὶ λαθὼν ἔφυγε, τὸν δὲ δὴ ἕτερον ἐζώγρησαν Ῥωμαῖοι. [39] Καὶ ἔπειτα οἱ ἐν ταῖς ἕνδεκα ναυσὶν ἐς τὴν γῆν ἀποβάντες τὰ μὲν πλοῖα εὐθὺς ἔκαυσαν, ὡς μὴ ὑπὸ τῶν πολεμίων ταῖς χερσὶ γένωνται, αὐτοὶ δὲ πεζῇ ἐς τὸ στρατόπεδον ἐκομίσθησαν ὃ τοὺς ἐν Ἀγκῶνι ἐπολιόρκουν. [40] φράσαντές τε αὐτοῖς τὰ ξυμπεσόντα εὐθυωρὸν ξὺν αὐτοῖς τὴν ἀναχώρησιν
ἐποιήσαντο, τὸ στρατόπεδον τοῖς πολεμίοις ἀπολιπόντες, καὶ δρόμῳ τε καὶ θορύβῳ πολλῷ ἐς Αὔξιμον πόλιν ἐγγύς πη οὖσαν ἀνέδραμον. [41] Ῥωμαῖοι δὲ ἀφικόμενοι ἐς τὸν Ἀγκῶνα οὐ πολλῷ ὕστερον τό τε στρατόπεδον τῶν πολεμίων ἀνδρῶν ἔρημον αἱροῦσι καὶ τὰ ἐπιτήδεια τοῖς ἐν τῷ φρουρίῳ ἐσκομίσαντες ἀπέπλευσαν ἐνθένδε. [42] καὶ Βαλεριανὸς μὲν ἐπὶ Ῥαβέννης ἐχώρησεν, Ἰωάννης δὲ ἐς Σάλωνας ἀνέστρεψεν. αὕτη διαφερόντως ἡ μάχη τό τε φρόνημα καὶ τὴν δύναμιν Τουτίλα καὶ Γότθων κατέλυσεν.
Delphi Complete Works of Procopius Page 256