Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον τῇδε Ῥωμαίοις τὰ πράγματα εἶχεν ἐν Σικελίᾳ. Λιβέριος μὲν ἐνθένδε βασιλεῖ ἐς Βυζάντιον μετάπεμπτος ἦλθεν, Ἀρταβάνης δέ, τοῦτο βασιλεῖ δεδογμένον, παντὸς ἦρχε τοῦ ἐν Σικελίᾳ Ῥωμαίων στρατοῦ. [2] ὃς δὴ Γότθους τοὺς ἐν τοῖς ἐκείνῃ φρουρίοις ἀπολελειμμένους, ὀλίγους κομιδῆ ὄντας, πολιορκῶν, μάχῃ τε αὐτῶν τοὺς ἐπεξιόντας νικήσας ἐς πᾶσάν τε ἀπορίαν τῶν ἀναγκαίων καταστησάμενος ὕστερον ὁμολογίᾳ ξύμπαντας εἷλεν. [3] οἷς οἱ Γότθοι περίφοβοί τε γεγενημένοι καὶ τοῖς κατὰ τὴν ναυμαχίαν ξυμπεπτωκόσι περιαλγοῦντες τὸν πόλεμον ἀπεγίνωσκον, ἤδη δυσέλπιδες τὸ παράπαν γεγενημένοι, λογιζόμενοί τε ὡς ἐν τῷ παρόντι δὴ αἰσχρῶς ἡσσημένοι τῶν πολεμίων καὶ παντάπασι διεφθαρμένοι, ἤν τις Ῥωμαίοις βοήθεια καὶ κατὰ βραχὺ ἐπιγένηται, τρόπῳ οὐδενὶ ἀντέχειν αὐτοῖς οὐδὲ χρόνου ῥοπήν τινα ἱκανοὶ ἔσονται ἢ ἐπὶ τῆς Ἰταλίας ἑστήξειν. οὐ μὴν οὐδὲ κατὰ πρεσβείαν διαπράξασθαί τι ἐκ βασιλέως ἐν ἐλπίδι εἶχον. [4] πολλάκις γὰρ ἐς αὐτὸν πρέσβεις ὁ Τουτίλας ἐτύγχανε πέμψας. οἵ, ἐπεὶ ἐς ὄψιν Ἰουστινιανῷ βασιλεῖ ἦλθον, ἀνεδίδαξαν μὲν ὡς τῆς Ἰταλίας τὰ μὲν πολλὰ κατέλαβον Φράγγοι, ἡ δὲ λοιπὴ ἔρημος ἀνθρώπων τῷ πολέμῳ ἐπὶ πλεῖστον γεγένηται, Σικελίας δὲ καὶ Δαλματίας, αἵπερ ἀκραιφνεῖς διέμειναν μόναι, Ῥωμαίοις ἐξίστανται Γότθοι, δασμοὺς δὲ καὶ φόρους ὑπὲρ τῆς ἐρήμου ἀποφέρειν ὁμολογοῦσιν ἀνὰ πᾶν ἔτος καὶ συμμαχήσειν ἐφ̓ οὓς ἂν βασιλεὺς βούλοιτο καὶ τὰ ἄλλα κατήκοοι αὐτῷ ἔσεσθαι: [5] ἀλλὰ βασιλεὺς μάθησιν οὐδεμίαν τῶν λεγομένων ποιούμενος τοὺς πρέσβεις ἅπαντας ἀπεπέμπετο, πρὸς τὸ Γότθων ὄνομα χαλεπῶς ἔχων, ἄρδην τε αὐτὸ τῆς Ῥωμαίων ἀρχῆς ἐξελάσαι διανοούμενος. ταῦτα μὲν οὖν τῇδε ξυνηνέχθη γενέσθαι. [6] Θευδίβερτος δέ, ὁ Φράγγων ἀρχηγός, οὐ πολλῷ ἔμπροσθεν ἐξ ἀνθρώπων ἠφάνιστο νόσῳ, Λιγουρίας τε χωρία ἄττα καὶ Ἄλπεις Κουτίας καὶ Βενετιῶν τὰ πολλὰ οὐδενὶ λόγῳ ἐς ἀπαγωγὴν φόρου ὑποτελῆ ποιησάμενος. [7] τὴν γὰρ ἀσχολίαν τῶν μαχομένων οἰκείαν οἱ Φράγγοι εὐκαιρίαν πεποιημένοι τοῖς ἐκείνων περιμαχήτοις αὐτοὶ ἀκινδύνως ἐπλούτουν. [8] καὶ Γότθοις μὲν πολίσματα ὀλίγα ἐν Βενετίοις διέμεινε, τά τε ἐπιθαλασσίδια χωρία Ῥωμαίοις: τὰ δὲ ἄλλα ὑποχείρια σφίσιν ἅπαντα πεποίηνται Φράγγοι. [9] Ῥωμαίων τε καὶ Γότθων πόλεμον τόνδε ᾗπέρ μοι εἴρηται πρὸς ἀλλήλους διαφερόντων καὶ πολεμίους οὐ δυναμένων ἐπικτᾶσθαι καινούς, Γότθοι τε καὶ Φράγγοι ἐς λόγους ἀλλήλοις ξυνίασι, καὶ ξυνέκειτο, μέχρι μὲν ἂν Γότθοι πρὸς Ῥωμαίους τὸν πόλεμον διαφέροιεν, ἔχοντας ἑκατέρους ὧνπερ ἐγένοντο ἐγκρατεῖς ἡσυχῆ μένειν, μηδέν τε σφίσι πρὸς ἀλλήλους πολέμιον εἶναι. [10] ἢν δέ γε βασιλέως ποτὲ Ἰουστινιανοῦ περιέσεσθαι Τουτίλαν τῷ πολέμῳ συμβαίη, τηνικάδε Γότθους τε καὶ Φράγγους διοικήσασθαι ταῦτα, ὅπη ἂν συνοίσειν ἑκατέροις δοκῇ. ἀλλὰ ταῦτα μὲν τῇδε ξυνέκειτο. [11] τὴν δὲ Θευδιβέρτου ἀρχὴν διεδέξατο Θευδίβαλδος ὁ παῖς. βασιλεύς τε Ἰουστινιανὸς Λεόντιον, τὸν Ἀθανασίου γαμβρόν, ἄνδρα ἐκ βουλῆς, πρεσβευτὴν παῤ αὐτὸν ἔπεμψεν ἔς τε ὁμαιχμίαν παρακαλῶν ἐπὶ Τουτίλαν τε καὶ Γότθους καὶ Χωρίων ἐκστῆναι τῶν ἐπὶ τῆς Ἰταλίας αἰτούμενος ὧνπερ Θευδίβερτος οὐ δέον ἐπιβατεῦσαι διὰ σπουδῆς ἔσχε. [12] Λεόντιος δέ, ἐπειδὴ παρὰ Θευδίβαλδον ἀφίκετο, ἔλεξεν ὧδε: ‘Ἴσως μέν τι καὶ ἄλλοις παρὰ τὰς ἐλπίδας τισὶ τετυχηκέναι ξυνέπεσεν, ὁποῖον δὲ Ῥωμαίοις τανῦν πρὸς ὑμῶν γεγονέναι ξυνέβη, οὐδενί, οἶμαι, ξυνηνέχθη πώποτε τῶν πάντων ἀνθρώπων. [13] βασιλεὺς μὲν γὰρ Ἰουστινιανὸς οὐ πρότερον κατέστη ἐς πόλεμον τόνδε, οὐδὲ Γότθοις πολεμησείων ἔνδηλος γέγονεν, ἕως αὐτῷ Φράγγοι φιλίας τε καὶ ξυμμαχίας ὀνόματι χρήματα μεγάλα κεκομισμένοι τὴν ἀγωνίαν ξυλλήψεσθαι ὡμολόγησαν. [14] οἱ δὲ οὐχ ὅπως τι δρᾶν τῶν ὡμολογημένων ἠξίωσαν, ἀλλὰ καὶ προσηδικήκασι Ῥωμαίους τοιαῦτα οἷα οὐδ̓ ἄν τις ὑποπτεῦσαι ῥᾳδίως ἔσχεν. [15] ὁ γὰρ πατὴρ ὁ σὸς Θευδίβερτος χώρας ἐπιβατεῦσαι ὑπέστη, οὐδὲν αὐτῷ προσῆκον, ἧσπερ βασιλεὺς πόνῳ τε πολλῷ καὶ κινδύνοις πολέμου, καὶ ταῦτα Φράγγων ἁπάντων ἐκποδὼν ἱσταμένων, κύριος γέγονε. [16] διόπερ τανῦν ἐς ὑμᾶς ἥκω, οὐχ ὅπως μέμψομαι ἢ αἰτιάσομαι, ἀλλ̓ αἰτησόμενός τε καὶ παραινέσων ὅσα ξυνοίσειν ὑμῖν αὐτοῖς μέλλει. [17] λέγω δὲ ὅπως βεβαιότατα μὲν διασώζητε τὴν ὑπάρχουσαν ὑμῖν εὐπραξίαν, συγχωρήσητε δὲ Ῥωμαίους ἔχειν τὰ αὐτῶν ἴδια: [18] τοὺς γὰρ δύναμιν περιβεβλημένους μεγάλην καὶ βραχέων τινῶν οὐχ ὁσία κτῆσις ἀφαιρεῖσθαι πολλάκις τὰ παρόντα αὐτοῖς ἐκ παλαιοῦ ἀγαθὰ ἴσχυσεν, ἐπεὶ τὸ εὔδαιμον τῷ ἀδίκῳ ἐς ταὐτὸ ξυνιέναι οὐδαμῆ εἴωθε, καὶ μὴν καὶ ὅπως ἡμῖν τὸν πρὸς Τουτίλαν ξυνδιενέγκητε πόλεμον, τὴν τοῦ πατρὸς ὑποτελοῦντες ὁμολογίαν. [19] τοῦτο γὰρ ἂν πρέπον γνησίοις παισὶ πάντων μάλιστα, ἐπανορθοῦν μέν, εἴ τι τοῖς γειναμένοις ἡμαρτῆσθαι ξυμβαίνει, περιστέλλειν δὲ καὶ κρατύνεσθαι ὅσα δὴ αὐτοῖς ἄριστα εἴργασται. [20] ἐπεὶ καὶ τῶν ἀνθρώπων ταῦτα διαφερόντως εὐκτὰ τοῖς συνετωτάτοις ἂν εἴη, ὅπως δὴ αὐτῶν τὰ μὲν τῶν ἐπιτηδευμάτων ἄριστα οἱ παῖδες ζηλοῖεν, εἰ δέ τι α
ὐτοῖς οὐκ ὀρθῶς πέπρακται, μὴ ὑπ̓ ἄλλου του τὸ τοιοῦτον ἢ ὑπὸ τῶν παίδων ἄμεινον ἔσεσθαι. [21] καίτοι ἐχρῆν ὑμᾶς ἀκλήτους Ῥωμαίοις πόλεμον τόνδε ξυνάρασθαι. πρὸς Γότθους γὰρ ἡμῖν ὁ ἀγών ἐστιν, οἳ τὸ ἐξ ἀρχῆς ὲχθροί τε καὶ ὅλως ἄπιστοι γεγόνασι Φράγγοις, ἄσπονδά τε αὐτοῖς καὶ ἀκήρυκτα πολεμοῦντες τὸν πάντα αἰῶνα. [22] οἳ δὴ νῦν μὲν δέει τῷ ἐξ ἡμῶν οὐκ ἀπαξιοῦσι κολακικοὶ ἐς ὑμᾶς εἶναι: εἰ δέ ποτε ἡμῶν ἀπαλλαγεῖεν, οὐκ ἐς μακρὰν τὴν ἐς Φράγγους ἐνδείξονται γνώμην. [23] πονηροὶ γὰρ ἄνθρωποι τὸν αὑτῶν τρόπον ἀμείβειν μὲν οὐκ εὐτυχοῦντες, οὐ πράσσοντες κακῶς δύνανται, ἀποκρύπτειν δὲ αὐτὸν ἐκ τοῦ ἐπὶ πλεῖστον ἐν κακοπαθείαις εἰώθασιν, ἄλλως τε ἢν καὶ τῶν πέλας τινὸς δέωνται, τῆς χρείας αὐτοὺς συγκαλύπτειν ἀναγκαζούσης τὴν μοχθηρίαν. [24] ὧν ἐνθυμηθέντες ἀνανεοῦτε μὲν τὴν ἐς βασιλέα φιλίαν, ἀμύνεσθε δὲ τοὺς ἄνωθεν ὑμῖν δυσμενεῖς δυνάμει τῇ πάσῃ.’ [25] Λεόντιος μὲν τοσαῦτα εἶπε. Θευδίβαλδος δὲ ἀμείβεται ὧδε: ‘Συμμάχους μὲν ἐπὶ Γότθους ἡμᾶς οὐκ ὀρθῶς οὐδὲ τὰ δίκαια ποιοῦντες καλεῖτε: φίλοι γὰρ ἡμῖν τανῦν Γότθοι τυγχάνουσιν ὄντες. εἰ δὲ ἀβέβαιοι Φράγγοι ἐς αὐτοὺς εἶεν, οὐδὲ ὑμῖν ποτε πιστοὶ ἔσονται. [26] γνώμη γὰρ ἅπαξ μοχθηρὰ ἐς τοὺς φίλους ὀφθεῖσα ἐκτρέπεσθαι τῆς δικαίας ὁδοῦ ἀεὶ πέφυκεν. ὧν μέντοι ἐπεμνήσθητε χωρίων ἕνεκα, τοσαῦτα ἐροῦμεν, ὡς ὁ πατὴρ ὁ ἐμὸς Θευδίβερτος οὔτε βιάσασθαι πώποτε τῶν ὁμόρων τινὰ ἐν σπουδῇ ἔσχεν οὔτε κτήμασιν ἀλλοτρίοις ἐπιπηδᾶν. [27] τεκμήριον δέ: οὐ γάρ εἰμι πλούσιος. οὐ τοίνυν οὐδὲ τὰ χωρία ταῦτα Ῥωμαίους ἀφελόμενος, ἀλλὰ Τουτίλα ἔχοντος ἤδη αὐτὰ καὶ διαρρήδην ἐνδιδόντος καταλαβὼν ἔσχεν, ἐφ̓ ᾧ χρῆν μάλιστα βασιλέα Ἰουστινιανὸν συνήδεσθαι Φράγγοις. [28] ὁ γὰρ τούς τι ἀφελομένους τῶν αὐτοῦ κτημάτων ἰδίων ὑφ̓ ἑτέρων τινῶν βιασθέντας ὁρῶν, εἰκότως ἂν χαίροι, τὴν δίκην ἐκτετικέναι ὀρθῶς καὶ δικαίως τοὺς αὐτὸν ἠδικηκότας οἰόμενος, ἢν μὴ ἐς τοὺς βιασαμένους αὐτὸς φθονερὸς γένηται, ἐπεὶ τὸ προσποιεῖσθαι τὰ τῶν ἐχθρῶν δικαιώματα ἐς φθόνον ὡς τὰ πολλὰ περιίστασθαι οἴονται ἄνθρωποι. [29] δικασταῖς μέντοι ἐπιτρέπειν οἷοί τέ ἐσμεν τὴν περὶ τούτων διάγνωσιν, ὥστε εἴ τι Ῥωμαίους ἀφελέσθαι τὸν πατέρα τὸν ἐμὸν φανερὸν γένηται, τοῦτο ἡμᾶς ἀποτιννύναι μελλήσει οὐδεμιᾷ ἐπάναγκες εἴη. ὑπέρ τε τούτων πρέσβεις ἐς Βυζάντιον σταλήσονται παῤ ἡμῶν [30] οὐ πολλῷ ὕστερον.’ τοσαῦτα εἰπὼν τόν τε Λεόντιον ἀπεπέμψατο καὶ πρεσβευτὴν Λεύδαρδον, ἄνδρα Φράγγον, τέταρτον αὐτὸν παρὰ βασιλέα Ἰουστινιανὸν ἔστειλε. καὶ οἱ μὲν ἐς Βυζάντιον ἀφικόμενοι ἔπρασσον ὧνπερ ἕνεκα ἦλθον. [31] Τουτίλας δὲ νήσους τὰς Λιβύῃ προσηκούσας καταλαβεῖν διὰ σπουδῆς εἶχε. στόλον οὖν αὐτίκα νηῶν ἀγείρας καὶ στράτευμα τούτῳ ἐνθέμενος ἀξιόχρεων ἔς τε Κουρσικὴν καὶ Σαρδὼ στέλλει. [32] οἱ δε τὰ μὲν πρῶτα ἐς Κουρσικὴν ἀποπλεύσαντες, οὐδενὸς αὐτῆς ἀμυνομένου, τὴν νῆσον ἔσχον, [33] μετὰ δὲ καὶ Σαρδὼ κατέλαβον. ἄμφω δὲ τὰ νήσω ὁ Τουτίλας ὑποτελεῖς ἐς ἀπαγωγὴν φόρου πεποίηται. ὅπερ Ἰωάννης μαθών, ὃς τοῦ ἐν Λιβύῃ Ῥωμαίων στρατοῦ ἦρχε, στόλον τε νηῶν καὶ στρατιωτῶν πλῆθος ἐς Σαρδὼ ἔπεμψεν. [34] οἵπερ ἐπειδὴ Καρανάλεως πόλεως ἄγχιστα ἵκοντο, ἐνστρατοπεδευσάμενοι ἐς πολιορκίαν καθίστασθαι διενοοῦντο: τειχομαχεῖν γὰρ οὐκ ᾤοντο οἷοί τε εἶναι, ἐπεὶ Γότθοι ἐνταῦθα φυλακτήριον διαρκὲς εἶχον. [35] ἐπειδὴ δὲ ταῦτα οἱ βάρβαροι ἔγνωσαν, ἐπεξελθόντες ἐκ τῆς πόλεως καὶ τοῖς πολεμίοις ἐξαπιναίως ἐπιπεσόντες τρεψάμενοί τε αὐτοὺς οὐδενὶ πόνῳ πολλοὺς ἔκτειναν. [36] οἱ δὲ λοιποὶ φεύγοντες ἐν μὲν τῷ παραυτίκα ἐς τὰς ναῦς διεσώθησαν, ὀλίγῳ δὲ ὕστερον ἐνθένδε ἀπάραντες ἐς Καρχηδόνα παντὶ τῷ στόλῳ ἀφίκοντο. ἐνταῦθά τε διαχειμάσαντες ἔμενον, [37] ἐφ̓ ᾧ δὴ ἅμα ἦρι ἀρχομένῳ παρασκευῇ πλείονι ἐπί τε Κουρσικὴν καὶ Σαρδὼ αὖθις στρατεύσωσι. ταύτην δὲ τὴν Σαρδὼ τανῦν Σαρδινίαν καλοῦσιν. [38] ἐνταῦθα φύεσθαι ξυμβαίνει πόαν ἧς δὴ ἀπογευομένοις ἀνθρώποις αὐτίκα σπασμὸς θανάσιμος ἐπιγίνεται, οἳ δὴ τελευτῶσιν οὐ πολλῷ ὕστερον, γέλωτα γελᾶν ἀπὸ τοῦ σπασμοῦ δοκοῦντές τινα, ὅνπερ ὁμωνύμως τῇ χώρᾳ Σαρδώνιον καλοῦσι. [39] τὴν δὲ Κουρσικὴν οἱ πάλαι ἄνθρωποι Κύρνον ἐκάλουν. ἐνταῦθα, ὥσπερ ἄνθρωποι πίθηκες γίνονται, οὕτω δή τινων ἵππων ἀγέλαι εἰσὶ τῶν προβατίων ὀλίγῳ μειζόνων. ταῦτα μὲν οὖν τοιαῦτά ἐστι.
Σκλαβηνῶν δὲ πολὺς ὅμιλος Ἰλλυριοῖς ἐπισκήψαντες πάθη ἐνταῦθα οὐκ εὐδιήγητα εἰργάσαντο. βασιλεὺς δὲ Ἰουστινιανὸς στράτευμα ἐπ̓ αὐτοὺς ἔπεμψεν, οὗ δὴ ἄλλοι τε καὶ οἱ Γερμανοῦ παῖδες ἡγοῦντο. οἵπερ τῷ πλήθει τῶν [2] πολεμίων παρὰ πολὺ ἐλασσούμενοι χωρῆσαι μὲν αὐτοῖς ὁμόσε οὐδαμῆ ἴσχυσαν, ὄπισθεν δὲ ἀεὶ μένοντες τῶν βαρβάρων τοὺς ἀπολειπομένους ἐσίνοντο, [3] καὶ πολλοὺς μὲν αὐτῶν ἔκτεινον, τινὰς δὲ καὶ ζωγρήσαντες βασιλεῖ ἔπεμψαν. οὐδὲν μέντοι ἧσσον οἱ βάρβαροι οὗτοι τὰ δεινὰ ἔδρασαν. [4] ἐν ταύτῃ τε τῇ λεηλασίᾳ χρόνου τι μέγα κατατρίψαντες μῆκος τὰς μὲν ὁδοὺς νεκρῶν ἀνέπλησαν ἁπάσας, ἐξανδραποδίσαντες δὲ ἀνάριθμα πλήθη καὶ ληϊσάμενοι ξύ�
�παντα, οὐδενὸς σφίσιν ἀντιστατοῦντος, ἐπ̓ οἴκου ἀπεκομίσθησαν σὺν πάσῃ τῇ λείᾳ. [5] οὐδὲ γὰρ διαπορθμευομένους ποταμὸν Ἴστρον ἴσχυσαν σφᾶς ἐνεδρεῦσαι Ῥωμαῖοι ἢ ἄλλῳ τῳ βιάσασθαι τρόπῳ, ἐπεὶ Γήπαιδες αὐτοὺς μισθαρνήσαντες ὑπεδέξαντο καὶ διεπόρθμευσαν μακρόμισθοι γεγενημένοι. ἐπὶ κεφαλῇ γὰρ ἑκάστῃ κατὰ στατῆρα χρυσοῦν ἡ μίσθωσις ἦν. [6] διόπερ βασιλεὺς ἐδυσφορεῖτο, οὐκ ἔχων τὸ λοιπὸν ὅπη ποτὲ αὐτοὺς ἀναστέλλοι διαβαίνοντας ποταμὸν Ἴστρον ἐφ̓ ᾧ ληΐσονται τὴν Ῥωμαίων ἀρχήν, ἢ ξὺν ταῖς ὠφελίαις τὴν ἀποπορείαν ποιουμένους ἐνθένδε, ἤθελέ τε τούτων δὴ ἕνεκα Γηπαίδων τῷ ἔθνει ἐς συνθήκας καταστῆναί τινας. [7] Ἐν τούτῳ δὲ Γήπαιδές τε καὶ Λαγγοβάρδαι αὖθις πολεμησείοντες ἐπ̓ ἀλλήλους ᾔεσαν. Γήπαιδές τε τὴν Ῥωμαίων δειμαίνοντες δύναμιν ῾ἀνήκοοι γὰρ οὐδαμῆ ἦσαν ὡς Ἰουστινιανὸς βασιλεὺς ὁμαιχμίαν διωμότως πρὸς Λαγγοβάρδας πεποίηταἰ φίλοι καὶ ξύμμαχοι Ῥωμαίοις γενέσθαι ἐν σπουδῇ ἔσχον. [8] πρέσβεις οὖν ἐς Βυζάντιον εὐθὺς πέμπουσι, βασιλέα καὶ αὐτοὶ ἐς τὴν ὁμαιχμίαν παρακαλοῦντες. καὶ ὃς αὐτοῖς μελλήσει οὐδεμιᾷ ἐπὶ τῇ ξυμμαχίᾳ τὰ πιστὰ ἔδωκε. [9] δεηθέντων δὲ τῶν πρέσβεων τῶνδε καὶ τῶν ἀπὸ τῆς συγκλήτου βουλῆς ἄνδρες δυοκαίδεκα ὅρκια δόντες, ταύτας αὐτοῖς τὰς συνθήκας ἐπέρρωσαν. [10] οὐ πολλῷ δὲ ὕστερον Λαγγοβάρδαις κατὰ τὸ ξυμμαχικὸν δεομένοις στρατιὰν ἐς ξυμμαχίαν ἐπὶ Γήπαιδας Ἰουστινιανὸς βασιλεὺς ἔπεμψεν, ἐπενεγκὼν Γήπαισι Σκλαβηνῶν τινας ἐπὶ πονηρῷ τῶν Ῥωμαίων μετὰ τὰς ξυνθήκας διαβιβάσαι ποταμὸν Ἴστρον. [11] Ἡγοῦντο δὲ τῆς στρατιᾶς ταύτης Ἰουστῖνός τε καὶ Ἰουστινιανὸς οἱ Γερμανοῦ παῖδες Ἀράτιός τε καὶ Σουαρτούας, ὃς πρὸς Ἰουστινιανοῦ μὲν ἄρχων Ἐρούλοις κατέστη πρότερον, ἐπαναστάντων δέ οἱ τῶν ἀπὸ Θούλης τῆς νήσου ἡκόντων, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, ἐς βασιλέα τε ἀφίκετο φεύγων καὶ Ῥωμαίοις στρατηγὸς τῶν ἐν Βυζαντίῳ καταλόγων εὐθὺς γέγονε, καὶ Ἀμαλαφρίδας, Γότθος ἀνήρ, Ἀμαλαφρίδης μὲν θυγατριδοῦς, τῆς Θευδερίχου τοῦ Γότθων βασιλέως ἀδελφῆς, Ἑρμενεφρίδου δὲ υἱὸς τοῦ Θορίγγων ἡγησαμένου. [12] ὅνπερ Βελισάριος μὲν σὺν Οὐιττίγιδι ἐς Βυζάντιον ἤγαγε, βασιλεὺς δὲ Ῥωμαίων ἄρχοντα κατεστήσατο, καὶ τὴν αὐτοῦ ἀδελφὴν Αὐδουὶν τῷ Λαγγοβαρδῶν ἄρχοντι κατηγγύησε. [13] τοῦ δὲ στρατοῦ τούτου οὐδεὶς παρὰ Λαγγοβάρδας ἀφίκετο, ὅτι μὴ οὗτος Ἀμαλαφρίδας σὺν τοῖς ἑπομένοις. οἱ γὰρ ἄλλοι ἐν Ἰλλυριοῖς ἀμφὶ πόλιν Οὐλπίαναν βασιλέως ἐπαγγείλαντος διατριβὴν ἔσχον, στάσεως ἐνταῦθα πρὸς τῶν οἰκητόρων γεγενημένης, ὧνπερ ἕνεκα σφίσιν αὐτοῖς οἱ Χριστιανοὶ διαμάχονται, ᾗπέρ μοι ἐν λόγοις τοῖς ὑπὲρ τούτων γεγράψεται. [14] Οἱ μὲν οὖν Λαγγοβάρδαι πανδημεὶ σὺν τῷ Ἀμαλαφρίδᾳ ἐς τὰ Γηπαίδων ἤθη ἀφίκοντο, ὑπαντιασάντων δὲ τῶν Γηπαίδων σφίσι καὶ μάχης καρτερᾶς γενομένης ἡσσῶνται Γήπαιδες, καὶ αὐτῶν παμπληθεῖς φασὶν ἐν τῷ πόνῳ τούτῳ ἀποθανεῖν. [15] Αὐδουίν τε, ὁ τῶν Λαγγοβαρδῶν βασιλεύς, τῶν οἱ ἑπομένων τινὰς ἐς Βυζάντιον πέμψας εὐαγγέλια μὲν Ἰουστινιανῷ βασιλεῖ ἐδήλου, νενικημένων τῶν πολεμίων, ἐμέμφετο δὲ οὐ παραγενέσθαι οἱ κατὰ τὸ ξυμμαχικὸν τὸν τοῦ βασιλέως στρατόν, καίπερ Λαγγοβαρδῶν τοσούτων τὸ πλῆθος ἔναγχος ἐσταλμένων ἐφ̓ ᾧ Ναρσῇ ξυστρατεύσωσιν ἐπὶ Τουτίλαν τε καὶ Γότθους. ταῦτα μὲν οὖν ἐφέρετο τῇδε. [16] Ἐν τούτῳ δὲ τῷ χρόνῳ σεισμοὶ κατὰ τὴν Ἑλλάδα ἐπιπεσόντες ἐξαίσιοι τήν τε Βοιωτίαν καὶ Ἀχαίαν καὶ τὰ περὶ κόλπον τὸν Κρισαῖον κατέσεισαν. [17] καὶ χωρία μὲν ἀνάριθμα, πόλεις δὲ ὀκτὼ ἐς ἔδαφος καθεῖλον, ἐν ταῖς Χαιρώνειά τε καὶ Κορώνεια ἦν καὶ Πάτραι καὶ Ναύπακτος ὅλη, ἔνθα δὴ καὶ φόνος γέγονεν ἀνθρώπων πολύς. [18] καὶ χάος δὲ ῾τῆς γῆς πολλαχῆ ἀποσχισθείσης᾿ γεγένηται. τὰ δὲ διαιρεθέντα ἔνια μὲν αὖθις ἐς ταὐτὸ ξυνιόντα τὸ πρότερον τῇ γῇ σχῆμά τε καὶ εἶδος ἀπέδωκεν, ἔστι δὲ οὗ καὶ διεστηκότα μεμένηκεν: ὥστε οὐδὲ ἀλλήλοις ἐπιμίγνυσθαι οἱ τῇδε ἄνθρωποί εἰσι δυνατοὶ ὅτι μὴ περιόδοις πολλαῖς χρώμενοι. [19] ἐν δέ γε τῷ πορθμῷ ὅνπερ μεταξὺ Θεσσαλίας τε καὶ Βοιωτίας ξυμβαίνει εἶναι, γέγονέ τις ἐκ τοῦ αἰφνιδίου τῆς θαλάσσης ἐπιρροὴ ἀμφί τε πόλιν τὴν Ἐχιναίων καλουμένην καὶ τὴν ἐν Βοιωτοῖς Σκάρφειαν. [20] πόρρω τε τῆς ἠπείρου ἀναβᾶσα καὶ κατακλύσασα τὰ ἐκείνῃ χωρία ἐς ἔδαφος καθεῖλεν εὐθύς. χρόνος τε τῇ θαλάσσῃ πολὺς ἐπιχωριαζούσῃ τῇ ἠπείρῳ ἐτρίβη, ὥστε τοῖς ἀνθρώποις πεζῇ ἰοῦσι βατὰς ἐπὶ πλεῖστον γενέσθαι τὰς νήσους αἵπερ ἔντοσθεν τοῦ πορθμοῦ τούτου τυγχάνουσιν οὖσαι, τοῦ τῆς θαλάσσης δηλονότι ῥοθίου ἐκλιπόντος μὲν τὴν αὑτοῦ χώραν, ἐπιπολάζοντος δὲ παρὰ δόξαν τὴν γῆν ἄχρι ἐς τὰ ὄρη ἃ ταύτῃ ἀνέχει. [21] ἡνίκα δὲ τῇ θαλάσσῃ ἐς τὰ οἰκεῖα ἐπανιέναι ξυνέπεσεν, ἰχθύες ἐν τῇ γῇ ἀπελείποντο, ὧνπερ ἡ ὄψις ἀήθης παντάπασιν οὖσα τοῖς τῇδε ἀνθρώποις τερατώδης τις ἔδοξεν εἶναι. [22] οὓς δὴ ἐδωδίμους εἶναι οἰόμενοι ἀνείλοντο μὲν ὡς ἑψήσοντες, θέρμης δὲ αὐτῶν τῆς ἐκ τοῦ πυρὸς ἁψαμένης ἐς ἰχῶράς τε καὶ σηπεδόνας οὐ φορητὰς τὸ σῶμα ὅλον ἀποκεκρίσθαι ξυνέπεσεν. [23] ἀμφὶ δὲ τὰ ἐκείνῃ χωρία, οὗ δὴ τὸ Σχ
ίσμα ὠνόμασται, καὶ σεισμὸς ὑπερμεγέθης γενόμενος πλείω φόνον ἀνθρώπων ἢ ἐν πάσῃ τῇ ἄλλῃ Ἑλλάδι εἰργάσατο, μάλιστα ἐπεί τινα ἑορτὴν πανηγυρίζοντες ἔτυχον ἐκ πάσης τε τῆς Ἑλλάδος ἐνταῦθα τότε τούτου δὴ ἕνεκα ξυνειλεγμένοι πολλοί. [24] Ἐν δὲ Ἰταλίᾳ τάδε ξυνέπεσε. Κροτωνιᾶται καὶ στρατιῶται οἱ τὸ φυλακτήριον ταύτῃ ἔχοντες, ὧν Παλλάδιος ἦρχε, πικρότατα πρὸς Γότθων πολιορκούμενοι καὶ πιεζόμενοι τῶν ἀναγκαίων τῇ ἀπορίᾳ, πολλάκις μὲν λαθόντες τοὺς πολεμίους ἔπεμψαν ἐν Σικελίᾳ, μαρτυρόμενοι τοὺς ἐνταῦθα τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντας καὶ διαφερόντως τὸν Ἀρταβάνην, ὡς εἰ μὴ βοηθοῖεν ὅτι τάχιστα σφίσιν, [25] οὔτι ἐθελουσίως σφᾶς τε αὐτοὺς καὶ τὴν πόλιν οὐ πολλῷ ὕστερον τοῖς πολεμίοις ἐνδώσουσιν. οὐδεὶς δὲ ἐνθένθε αὐτοῖς ἐπικουρήσων ἦλθε. καὶ ὁ χειμὼν ἔληγε, καὶ τὸ ἑπτακαιδέκατον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε ὃν Προκόπιος ξυνέγραψε.
Delphi Complete Works of Procopius Page 257