Delphi Complete Works of Procopius
Page 259
Ἐν ᾧ δὲ ταῦτα ἐπράσσετο τῇδε, ἐν τούτῳ τάδε ξυνηνέχθη γενέσθαι. Ἰλδιγισὰλ Λαγγοβάρδας ἀνήρ, οὗπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην ἅτε τοῦ Αὐδουὶν ὄντος ἐχθροῦ, ὃς τούτων δὴ τῶν βαρβάρων ἡγεῖτο ῾αὐτῷ γὰρ τὴν ἀρχὴν κατὰ γένος προσήκουσαν Αὐδουὶν βιασάμενος ἔσχεν̓ ἐξ ἠθῶν ἀποδρὰς τῶν πατρίων ἐπὶ Βυζαντίου κομίζεται. [2] οὗ δὴ αὐτὸν ἀφικόμενον Ἰουστινιανὸς βασιλεὺς ἐν τοῖς μάλιστα φιλοφροσύνης ἠξίωσεν, ἄρχοντά τε κατεστήσατο ἑνὸς τῶν ἐπὶ τοῦ Παλατίου φυλακῆς τεταγμένων λόχων, οὕσπερ σχολὰς ὀνομάζουσιν. [3] εἵποντο δὲ αὐτῷ τοῦ Λαγγοβαρδῶν ἔθνους ἄνδρες ἀγαθοὶ τὰ πολέμια οὐχ ἥσσους ἢ τριακόσιοι, οἳ δὴ μίαν πρῶτον ἐπὶ Θρᾴκης δίαιταν εἶχον. [4] τὸν Ἰλδιγισὰλ οὖν Αὐδουὶν μὲν πρὸς βασιλέως Ἰουστινιανοῦ ἐξῃτεῖτο ἅτε φίλος τε Ῥωμαίοις καὶ ξύμμαχος ὤν, μισθὸν τῆς φιλίας τὴν προδοσίαν αὐτῷ τοῦ ἱκέτου εἰσπραττόμενος, ὁ δὲ τρόπῳ οὐδενὶ ἐδίδου. [5] Χρόνῳ δὲ ὕστερον Ἰλδιγισάλ, ἐνδεέστερον ἢ κατὰ τὴν ἀξίαν αὐτοῦ καὶ τὴν Ῥωμαίων δόξαν ἐπικαλῶν οἱ αὐτῷ τήν τε τιμὴν καὶ τὰ ἐπιτήδεια εἶναι, δυσφορουμένῳ ἐπὶ πλεῖστον ἐῴκει. ὃ δὴ Γόαρ κατενόησε, Γότθος ἀνήρ, πάλαι τε δορυάλωτος ἐν τῷδε τῷ πολέμῳ ἐκ Δαλματίας ἐνταῦθα ἥκων, ἡνίκα τὸν πόλεμον Οὐίττιγις ὁ Γότθων βασιλεὺς πρὸς Ῥωμαίους διέφερε: [6] θυμοειδὴς δὲ ὢν καὶ δραστήριος ἄγαν πρὸς τύχην τὴν παροῦσαν ζυγομαχῶν διαγέγονεν. ἐπειδὴ δὲ Γότθοι μετὰ τὴν Οὐιττίγιδος ἐπικράτησιν ἐς ἀπόστασιν εἶδον, βασιλεῖ ὅπλα ἀντάραντες, κακουργῶν ἐπὶ τῇ πολιτείᾳ διαφανῶς ἥλω. φυγῇ δὲ ζημιωθεὶς τῆς Αἰγύπτου ἐς τὴν Ἀντινόου κομίζεται, καὶ χρόνος αὐτῷ πολὺς ἐν τῇ ποινῇ ταύτῃ ἐτρίβη. [7] ἀλλ̓ ὕστερον οἰκτισάμενος βασιλεὺς κατήγαγεν ἐς Βυζάντιον. οὗτος ὁ Γόαρ τὸν Ἰλδιγισὰλ ἰδὼν ἀσχάλλοντα, ᾗπέρ μοι εἴρηται, ἐνδελεχέστατα νουθετῶν ἀναπείθει δρασμῷ χρήσασθαι, ξὺν αὐτῷ ὁμολογήσας ἐκ Βυζαντίου ἀπαλλαγήσεσθαι. [8] ἐπειδὴ δὲ αὐτοῖς ἡ βουλὴ ἤρεσκε, φεύγουσι μὲν ἐξαπιναίως ξὺν ὀλίγοις τισίν, ἐς δὲ Ἄπρων ἀφικόμενοι τὴν Θρᾳκῶν πόλιν ἀναμίγνυνται Λαγγοβάρδαις τοῖς τῇδε οὖσι. τοῖς τε βασιλικοῖς ἱπποφορβίοις κατατυχόντες μέγα τι χρῆμα ἵππων ἐνθένδε ἐπαγόμενοι πρόσω ἐχώρουν. [9] Ὧνπερ ἐπειδὴ βασιλεὺς ᾔσθετο, ἔς τε Θρᾴκην ὅλην καὶ Ἰλλυριοὺς στείλας ἄρχουσί τε πᾶσι καὶ στρατιώταις ἐπέστελλε τοῖς δραπέταις τούτοις σθένει παντὶ ὑπαντιάσαι. [10] καὶ πρῶτα μὲν Οὔννων τῶν Κουτριγούρων καλουμένων ὀλίγοι τινὲς ῾οἳ δὴ ἐξ ἠθῶν τῶν πατρίων ἐξαναστάντες, ᾗπέρ μοι οὐ πολλῷ ἔμπροσθεν δεδιήγηται, δόντος βασιλέως ἐπὶ τῆς Θρᾴκης ἱδρύσαντὀ τοῖς φεύγουσι τούτοις ἐς χεῖρας ἦλθον. [11] ἡσσηθέντες δὲ μάχῃ τινὲς μὲν πίπτουσιν, οἱ δὲ λοιποὶ τραπόμενοι οὐκέτι ἐδίωκον, ἀλλ̓ αὐτοῦ ἔμενον. οὕτω τε Θρᾴκην ὅλην διεληλύθασιν Ἰλδιγισάλ τε καὶ Γόαρ ξὺν τοῖς ἑπομένοις, οὐδενὸς ἐνοχλοῦντος. [12] ἐν Ἰλλυριοῖς δὲ γενόμενοι Ῥωμαίων στρατὸν εὗρον ἐπὶ τῷ σφῶν πονηρῷ ξὺν ἐπιμελείᾳ ξυνειλεγμένον. [13] τοῦ δὲ στρατοῦ τούτου ἄλλοι τέ τινες καὶ Ἀράτιός τε καὶ Ῥεκίθαγγος καὶ Λεωνιανὸς καὶ Ἀριμοὺθ ἦρχον, οἳ δὴ ἐτύγχανον τὴν ἡμέραν ἱππεύσαντες ὅλην. [14] ἔς τε χῶρον ὑλώδη ἀφικόμενοι περὶ λύχνων ἁφὰς ἔστησαν, ὡς αὐλισόμενοί τε καὶ διανυκτερεύσοντες ἐνταῦθα τὴν νύκτα ἐκείνην. [15] τοῖς μὲν οὖν στρατιώταις ἐπέστελλον οἱ ἄρχοντες οὗτοι τά τε ἄλλα καὶ ἵππων τῶν σφετέρων ἐπιμελεῖσθαι καὶ παρὰ τὸν ταύτῃ ῥέοντα ποταμὸν αὑτοὺς ἀναψύχειν, παρηγοροῦντας τὸν τῆς ὁδοῦ κόπον. [16] αὐτοί τε κατὰ τρεῖς ἢ τέτταρας ἕκαστος δορυφόρους ἐπαγόμενοι ἀποκεκρυμμένως τοῦ ποταμοῦ ἔπινον: δίψει γάρ, ὡς τὸ εἰκός, χαλεπῇ εἴχοντο. [17] οἱ δὲ ἀμφὶ Γόαρ καὶ Ἰλδιγισὰλ ἀγχοῦ που ὄντες καὶ σκοποὺς πέμψαντες ταῦτα ἔγνωσαν. ἀπροσδόκητοί τε πίνουσιν αὐτοῖς ἐπιστάντες ἅπαντας ἔκτειναν, καὶ τὸ λοιπὸν ἀδεέστερον σφίσιν αὐτοῖς τὰ ἐς τὴν πορείαν ᾗπερ ἐβούλοντο διῳκήσαντο. [18] ἄναρχοι γὰρ οἱ στρατιῶται γενόμενοι διηποροῦντό τε καὶ παντάπασιν ἀμηχανοῦντες ὀπίσω ἀπήλαυνον. Γόαρ μὲν οὖν καὶ Ἰλδιγισὰλ οὕτω διαφυγόντες ἐς Γήπαιδας ἦλθον. [19] Ἐτύγχανε δὲ καί τις ἐκ Γηπαίδων, Οὐστρίγοτθος ὄνομα, ἐς Λαγγοβάρδας φυγὼν τρόπῳ τοιῷδε. Ἐλεμοῦνδος μὲν ὁ Γηπαίδων γεγονὼς βασιλεὺς οὐ πολλῷ ἔμπροσθεν ἐξ ἀνθρώπων ἠφάνιστο νόσῳ, τούτου δή οἱ μόνου τοῦ Οὐστριγότθου ἀπολελειμμένου παιδός, ὅνπερ ὁ Θορισὶν βιασάμενος ῾μειράκιον γὰρ ἦν ἔτἰ τὴν ἀρχὴν ἔσχε. [20] διὸ δὴ ὁ παῖς οὐκ ἔχων τὸν ἠδικηκότα καθ̓ ὅ τι ἀμύνηται, ἐξ ἠθῶν ἀναστὰς τῶν πατρίων ἐς Λαγγοβάρδας Γήπαισι πολεμίους ὄντας ἀπιὼν ᾤχετο. [21] ἐγένοντο δὲ Γήπαισιν ὀλίγῳ ὕστερον πρός τε βασιλέα Ἰουστινιανὸν καὶ τὸ Λαγγοβαρδῶν ἔθνος διαλλαγαί, ὁρκίοις τε ἀλλήλους δεινοτάτοις κατέλαβον ἦ μὴν τὸ λοιπὸν φιλίαν τὴν ἐς ἀλλήλους ἀπέραντον διασώσασθαι. [22] ἐπειδή τε αὐτοῖς τὰ ἐς τὰς διαλλαγὰς βεβαιότατα ξυνετελέσθη, βασιλεύς τε Ἰουστινιανὸς καὶ Αὐδουὶν ὁ τῶν Λαγγοβαρδῶν ἡγούμενος παρὰ Θορισὶν τὸν Γηπαίδων ἄρχοντα πέμψαντες τὸν Ἰλδιγισὰλ ἅτε κοινὸν ἐχθρὸν ἐξῃτοῦντο, τὴν ἐς τὸν ἱκέτην τὸν αὐτοῦ προδοσίαν
δεόμενοι δήλωσιν τῆς ἐς αὐτοὺς φιλίας ποιήσασθαι πρώτην. [23] Καὶ ὃς τοῖς Γηπαίδων λογίοις κοινολογησάμενος τὰ παρόντα σπουδῇ ἀνεπυνθάνετο εἰ ποιητέα οἱ τὰ πρὸς τοῖν βασιλέοιν αἰτ̣̣̔̓μενα εἴη. [24] οἱ δὲ ἄντικρυς μὴ ποιήσειν ἀπεῖπον, κρεῖσσον ἀπισχυρισάμενοι εἶναι Γηπαίδων τῷ ἔθνει αὐταῖς τε γυναιξὶ καὶ γόνῳ παντὶ διολωλέναι αὐτίκα δὴ μάλα ἢ ἀνοσίοις ἐπ̓ ἀσεβήματι γενέσθαι τοιούτῳ. [25] ταῦτα ἀκούσας ὁ Θορισὶν ἐς ἀμηχανίαν ἐξέπιπτεν. οὔτε γὰρ ἀκουσίων τῶν ἀρχομένων ἐπιτελέσαι τὸ ἔργον εἶχεν οὔτε ἀνακυκλεῖν πόλεμον, πόνῳ τε καὶ χρόνῳ πεπαυμένον πολλῷ, πρός τε Ῥωμαίους καὶ Λαγγοβάρδας ἔτι ἤθελεν. ὕστερον μέντοι ἐπενόει τάδε. [26] πέμψας παρὰ τὸν Αὐδουὶν ἐξῃτεῖτο τὸν Ἐλεμούνδου υἱὸν Οὐστρίγοτθον, ἐπὶ τὴν ὁμοίαν αὐτῷ ἁμαρτάδα ὁρμῶν, τῶν τε ἱκετῶν ἀνταλλάσσεσθαι τὴν προδοσίαν παρακαλῶν. [27] τῇ γὰρ τῆς ἐμφεροῦς ἀτοπίας ὀκνήσει τὴν ἐπίταξιν αὐτῶν ἀναχαιτίσειν ἐλπίδα εἶχεν, ἀλλ Ἄὐδουὶν αὐτὸν μηδεμιᾷ μελλήσει τῇ παρανομίᾳ καὶ ὁμολογίᾳ λήψεσθαι. [28] τούτων τε αὐτοῖς δεδογμένων ἐξεπιστάμενοι ὡς οὔτε Λαγγοβάρδαι οὔτε Γήπαιδες ἐθέλουσι τοῦ μιάσματος μεταλαχεῖν σφίσιν, ἐς μὲν τὸ ἐμφανὲς οὐδὲν ἔδρασαν, ἑκάτερος δὲ δόλῳ τὸν θατέρου ἐχθρὸν ἔκτεινεν. [29] ὅντινα μέντοι τρόπον, ἀφίημι λέγειν: οὐ γὰρ ὁμολογοῦσιν ἀλλήλοις οἱ ἀμφ̓ αὐτοῖν λόγοι, ἀλλὰ κατὰ πολὺ διαλλάσσουσιν οἷά γε τῶν πραγμάτων τὰ λαθραιότατα. τὰ μὲν οὖν κατὰ Ἰλδιγισὰλ καὶ Οὐστρίγοτθον ἐς τοῦτο ἐτελεύτα.
Τοῖς δὲ ἀμφὶ Ναρσῆν ἀφικομένοις ἐς Ῥάβενναν πόλιν ἀνεμίγνυντο Βαλεριανὸς καὶ Ἰουστῖνος οἱ στρατηγοί, καὶ εἴ τι ἄλλο στράτευμα Ῥωμαίων ταύτῃ ἐλέλειπτο. [2] ἐπειδὴ δὲ αὐτοῖς ἐννέα ἡμερῶν χρόνος ἐς Ῥάβενναν ἐτέτριπτο, Οὐσδρίλας, Γότθος ἀνήρ, διαφερόντως ἀγαθὸς τὰ πολέμια, τοῦ ἐν Αριμίνῳ φυλακτηρίου ἄρχων, πρὸς Βαλεριανὸν ἔγραψε τάδε: [3] ‘Πάντα ταῖς φήμαις καταλαβόντες, τοῖς τε φάσμασιν ἤδη ξύμπασαν Ἰταλίαν συσχόντες καὶ ὀφρυάσαντες οὐχ ὅσα γε τὰ ἀνθρώπεια, ταύτῃ τε Γότθους, ὥσπερ οἴεσθε, δεδιξάμενοι, εἶτα κάθησθε νῦν ἐν Ῥαβέννῃ τῷ μὲν ἀποκεκρύφθαι ὡς ἥκιστα τοῖς πολεμίοις ἔνδηλοι, οἶμαι, ξυμφρουροῦντες ἔτι τὸ φρόνημα τοῦτο, βαρβάρων δὲ παμμίκτῳ ὁμίλῳ τὴν οὐδαμόθεν προσήκουσαν ὑμῖν κατατρίβοντες χώραν. ἀλλ̓ ἀνάστητε ὅτι τάχιστα καὶ πολεμίων ἔργων τὸ λοιπὸν ἅπτεσθε, δείξατέ τε ὑμᾶς αὐτοὺς Γότθοις, μηδὲ ἀναρτήσητε μακροτέραις ἐλπίσιν ἡμᾶς, [4] προσδεχομένους ἐκ παλαιοῦ τὸ θέαρα.’ ἡ μὲν γραφὴ τοσαῦτα ἐδήλου. Ἐπειδὴ δὲ ταῦτα Ναρσῆς ἀπενεχθέντα εἶδε, Γότθων τῆς ἀλαζονείας γελάσας, καθίστατο εὐθὺς παντὶ τῷ στρατῷ ἐς τὴν ἔξοδον, φρουρὰν ξὺν Ἰουστίνῳ ἐν Ῥαβέννῃ ἀπολιπών. [5] γενόμενοί τε πόλεως Ἀριμίνου ἄγχιστα, εὗρον οὐκ εὐπετῆ σφίσι τὸ ἐνθένδε τὴν δίοδον οὖσαν, Γότθων περιῃρηκότων τὴν ἐκείνῃ γέφυραν οὐ πολλῷ πρότερον. [6] ὁ γὰρ ποταμὸς ὁ τὴν Ἀρίμινον παραρρέων ἀνδρὶ μὲν ἀόπλῳ ἑνὶ πεζῇ ἰόντι μόλις διαβατὸς γίνεται διὰ τῆς γεφύρας πόνῳ τε καὶ ταλαιπωρίᾳ πολλῇ, καὶ ταῦτα μηδενὸς ἐνοχλοῦντος ἢ τὴν δίοδον ἀναστέλλοντος: πλήθει δὲ ἀνθρώπων καὶ διαφερόντως ἐξωπλισμένων, ἄλλως τε καὶ πολεμίων ἀντιστατούντων, τρόπῳ ὁτῳοῦν ἐνταῦθα διαπορθμεύσασθαι ἀδύνατά ἐστι. [7] διόπερ ὁ Ναρσῆς ἐν τῷ γεφύρας χώρῳ γενόμενος ξὺν ὀλίγοις τισὶν ἀπορούμενος ἐπὶ πλεῖστον διεσκοπεῖτο ὁπόθεν ἄν ποτε πόρον τινὰ τῷ πράγματι εὕροι. [8] οὗ δὴ καὶ Οὐσδρίλας τινὰς ἐπαγαγόμενος ἱππέων ἦλθε, μή τι τῶν πρασσομένων αὐτὸν διαλάθοι. τῶν δέ τις Ναρσῇ ἐπισπομένων τὸ τόξον ἐντείνας ἐπ̓ αὐτοὺς ἔβαλλεν, ἑνί τε τῶν ἵππων κατατυχὼν εὐθὺς ἔκτεινεν. [9] οἵ τε ἀμφὶ τὸν Οὐσδρίλαν τότε μὲν ἐνθένδε κατὰ τάχος ἀπαλλαγέντες ἐντὸς τοῦ περιβόλου ἐγένοντο, αὐτίκα δὲ καὶ ἄλλους ἐπαγαγόμενοι τῶν σφίσι μαχιμωτάτων διὰ πύλης ἑτέρας ἐπ̓ αὐτοὺς ἵεντο, ὡς ἀπροσδόκητοί τε αὐτοῖς ἐπιπεσόντες καὶ τὸν Ναρσῆν διαχρησόμενοι αὐτίκα δὴ μάλα. [10] ἐπὶ θατερα γὰρ τοῦ ποταμοὗδιερευνώμενος τῇ στρατιᾷ τὴν διάβασιν̓ ἤδη ἀφῖκτο. ἀλλὰ τῶν τινὲς Ἐρούλων τύχῃ αὐτοῖς τινὶ ἐνταῦθα ὑπαντιάσαντες κτείνουσί τε τὸν Οὐσδρίλαν, καὶ ὅστις ποτὲ ἦν ἐπιγνωσθέντα παρὰ Ῥωμαίου ἀνδρὸς τὴν κεφαλὴν ἀφαιρούμενοι, ἐς τὸ Ῥωμαίων στρατόπεδον ἦλθον, καὶ Ναρσῇ ἐπιδείξαντες τῇ προθυμίᾳ ἐπέρρωσαν πάντας, τεκμηριουμένους τῷ ξυμβεβηκότι τὰ ἐκ τοῦ θεοῦ Γότθοις πολέμια εἶναι: οἵ γε τῶν πολεμίων τῷ στρατηγῷ ἐνεδρεύσαντες αὐτοὶ οὐκ ἐξ ἐπιβουλῆς ἢ προνοίας τινὸς τὸν ἄρχοντα σφῶν ἐξαπιναίως ἀφῄρηντο. [11] Ναρσῆς δέ, καίπερ Οὐσδρίλα πεπτωκότος, ὃς τοῦ ἐν Ἀριμήνῳ φυλακτηρίου ἦρχε, πρόσω ἤπειγε τὸ στράτευμα. οὔτε γὰρ Ἀρίμηνον οὔτε ἄλλο τι χωρίον πρὸς τῶν πολεμίων ἐχόμενον ἐνοχλεῖν ἤθελεν, ὡς μή τις αὐτῷ τρίβοιτο χρόνος, μηδὲ τῷ παρέργῳ τῆς χρείας ἡ σπουδαιοτάτη διείργοιτο πρᾶξις. [12] τῶν δὲ πολεμίων ἅτε πεπτωκότος σφίσι τοῦ ἄρχοντος ἡσυχαζόντων τε καὶ οὐκέτι ἐμποδίων καθισταμένων ὁ Ναρσῆς ἀδεέστερον γεφύρᾳ τὸν ποταμὸν ζεύξας διεβίβασε πόνῳ οὐδενὶ τὸν στρατὸν ἅπαντα. [13] ὁδοῦ δὲ τῆς Φλαμηνίας ἐνθένδε ἀφέμενος ἐν ἀ�
�ιστερᾷ ᾔει. Πέτρας γὰρ τῆς Περτούσης καλουμένης, ἧσπέρ μοι τὸ τοῦ ὀχυρώματος καρτερὸν χωρίου φύσει ἐν τοῖς ἔμπροσθεν δεδιήγηται λόγοις, κατειλημμένης τοῖς ἐναντίοις πολλῷ πρότερον, ἀπόρευτα Ῥωμαίοις καὶ παντάπασιν ἀδιέξοδα, ὅσα γε κατὰ τὴν Φλαμηνίαν ὁδόν, ὄντα ἐτύγχανεν. ὁδὸν οὖν ὁ Ναρσῆς διὰ ταῦτα τὴν ἐπιτομωτέραν ἀφεὶς τὴν βάσιμον ᾔει.