Book Read Free

Delphi Complete Works of Procopius

Page 272

by Procopius of Caesarea


  XII

  Ἦν τις ἐν Βυζαντίῳ Ζήνων ὄνομα, ἐκείνου Ἀνθεμίου υἱωνὸς, ὅσπερ ἐν τῇ ἑσπερίᾳ τὴν βασιλείαν τὰ πρότερα ἔσχε. τοῦτον δὴ ἐξεπίτηδες ἄρχοντα ἐπ̓ Αἰγύπτου καταστησάμενοι ἔστελλον. [2] ἀλλ̓ ὁ μὲν χρημάτων τὸ πλοῖον τῶν τιμιωτάτων ἐμπλησάμενος τὰ ἐς τὴν ἀναγωγὴν διέθετο: ἦσαν γὰρ αὐτῷ σταθμός τε ἀργύρου ἀναρίθμητος καὶ χρυσώματα μαργάροις τε καὶ σμαράγδοις καλλωπισθέντα καὶ λίθοις ἄλλοις τοιούτοις ἐντίμοις: οἱ δὲ τινας ἀναπείσαντες τῶν οἱ πιστοτάτων εἷναι δοκούντων τὰ μὲν χρήματα ἐνθένδε ὅτι τάχιστα ἐκφορήσαντες, πῦρ δὲ ἐν κοίλῃ νηὶ ἐμβεβλημένοι τῷ Ζήνωνι ἀπαγγέλλειν ἐκέλευον ἀπὸ ταὐτομάτου τήν τε φλόγα ἐν τῷ πλοίῳ ξυνενηνέχθαι καὶ διολωλέναι τὰ χρήματα. [3] χρόνῳ δὲ ὕστερον Ζήνωνι μὲν ἐξαπιναίως ἀπογενέσθαι ξυνέπεσεν, αὐτοὶ δὲ κύριοι τῆς οὐσίας εὐθὺς ἅτε κληρονόμοι γεγόνασι. [4] διαθήκην γάρ τινα προὔφερον, ἥνπερ οὐ παῤ ἐκείνου ξυγκεῖσθαι διατεθρύλληται. [5] Καὶ Τατιανοῦ τε καὶ Δημοσθένους καὶ τῆς Ἱλαρᾶς τρόπῳ τῷ ὁμοίῳ σφᾶς αὐτοὺς κληρονόμους πεποίηνται, οἵπερ τά τε ἄλλα καὶ τὸ ἀξίωμα πρῶτοι ἔν γε Ῥωμαίων τῇ βουλῇ ἦσαν. τινῶν δὲ οὐ διαθήκας, ἀλλ̓ ἐπιστολὰς διεσκευασμένοι τὴν οὐσίαν ἔσχον. [6] οὕτω γὰρ Διονυσίου τε κληρονόμοι γεγόνασιν, ὃς ἐν Λιβάνῳ ᾤκει, καὶ Ἰωάννου τοῦ Βασιλείου παιδὸς, ὃς δὴ ἐπιφανέστατος μὲν Ἐδεσσηνῶν ἐγεγόνει πάντων, βίᾳ δὲ πρὸς Βελισαρίου ἐν ὁμήρων λόγῳ ἐκδέδοται τοῖς Πέρσαις, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη. [7] τοῦτον γὰρ τὸν Ἰωάννην ὁ μὲν Χοσρόης οὐκέτι ἠφίει, ἐπικαλῶν Ῥωμαίοις ἠλογηκέναι τὰ ξυγκείμενα πάντα, ἐφ̓ οἷς αὐτῷ πρὸς Βελισαρίου δοθεὶς ἐτύγχανεν ἀποδίδοσθαι μέντοι ἅτε δορυάλωτον γεγονότα ἠξίου. [8] ἡ δὲ τοῦ ἀνδρὸς μάμμη ῾περιοῦσα γὰρ ἔτι ἐτύγχανἐ τὰ λύτρα παρεχομένη οὐχ ἧσσον ἢ δισχιλίας λίτρας ἀργύρου τὸν υἱωνὸν ὠνήσεσθαι ἐπίδοξος ἦν. [9] ἀλλ̓ ἐπεὶ τὰ λύτρα ταῦτα ἐς Δάρας ἦλθε, μαθὼν ὁ βασιλεὺς τὸ συμβόλαιον γενέσθαι οὐκ εἴα, ὡς μὴ ἐς τοὺς βαρβάρους, [10] εἰπὼν, ὁ Ῥωμαίων κομίζηται πλοῦτος. οὐ πολλῷ δὲ ὕστερον τῷ μὲν Ἰωάννῃ νοσήσαντι ξυνέβη ἐξ ἀνθρώπων ἀφανισθῆναι, ὁ δὲ τὴν πόλιν ἐπιτροπεύων ἐπιστολὴν ἀναπλάσας τινὰ ἔφη πρὸς αὐτὸν ἅτε φίλον οὐ πολλῷ ἔμπροσθεν τὸν Ἰωάννην γράψαι ὥς οἱ αὐτῷ βουλομένῳ εἰη εἰς τὸν βασιλέα τὴν οὐσίαν ἐλθεῖν. [11] πάντων δὲ τῶν ἄλλων τὰ ὀνόματα καταλέγειν οὐκ ἂν δυναίμην ὧνπερ αὐτόματοι κληρονόμοι γεγένηνται. [12] Ἀλλὰ μέχρι μὲν οὖν ἡ τοῦ Νίκα καλουμένη στάσις ἐγένετο, κατὰ μίαν διαλέγεσθαι τὰς τῶν εὐδαιμόνων οὐσίας ἠξίουν: ἐπεὶ δὲ ταύτην, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, γενέσθαι ξυνέβη, τότε δὴ ἀθρόας σχεδόν τι εἰπεῖν ἁπάντων τῶν ἀπὸ τῆς συγκλήτου βουλῆς τὰς οὐσίας δημοσιώσαντες, τὰ μὲν ἔπιπλα πάντα καὶ τῶν χωρίων ὅσα κάλλιστα ἦν ᾗπερ ἐβούλοντο διεχείρισαν, ἀπολέξαντες δὲ τὰ φόρου πικροῦ τε καὶ βαρυτάτου ὑποτελῆ ὄντα, φιλανθρωπίας προσχήματι τοῖς πάλαι κεκτημένοις ἀπέδοντο. [13] διὸ δὴ πρός τε τῶν φορολόγων ἀγχόμενοι καὶ ἀποκναιόμενοι τόκοις ὀφλημάτων ἀειρρύτοις τισὶ δυσθανατοῦντες ἀκούσιοι διεβίωσαν. [14] διὸ δὴ ἐμοί τε καὶ τοῖς πολλοῖς ἡμῶν οὐδεπώποτε ἔδοξαν οὗτοι ἄνθρωποι εἶναι, ἀλλὰ δαίμονες παλαμναῖοί τινες καὶ ὥσπερ οἱ ποιηταὶ λέγουσι βροτολοιγὼ ἤστην, οἳ δὴ ἐπὶ κοινῆς βουλευσάμενοι ὅπως ἅπαντα ἀνθρώπεια γένη τε καὶ ἔργα ὡς ῥᾷστα καὶ τάχιστα διαφθείρειν ἱκανοὶ εἶεν, ἀνθρώπειόν τε ἠμπίσχοντο σχῆμα καὶ ἀνθρωποδαίμονες γεγενημένοι τῷ τρόπῳ τούτῳ ξύμπασαν τὴν οἰκουμένην κατέσεισαν. [15] τεκμηριώσαι δ̓ ἄν τις τὸ τοιοῦτο πολλοῖς τε καὶ ἄλλοις καὶ τῇ τῶν πεπραγμένων δυνάμει. τὰ γὰρ δαιμόνια τῶν ἀνθρωπείων ξυμβαίνει πολλῷ τῷ διαλλάσσοντι διακεκρίσθαι. [16] πολλῶν ἀμέλει γεγονότων ἐκ τοῦ παντὸς αἰῶνος ἀνθρώπων τύχῃ ἢ φύσει φοβερῶν ἐς τὰ μάλιστα, οἱ μὲν πόλεις, οἱ δὲ χώρας, ἢ ἄλλο τι τοιοῦτο καθ̓ αὑτοὺς ἔσφηλαν, ὄλεθρον δὲ ξυμπάντων ἀνθρώπων ξυμφοράς τε γῆς τῆς οἰκουμένης ἁπάσης οὐδεὶς ὅτι μὴ οὗτοι ἄνθρωποι ἐργάζεσθαι ἱκανῶς ἔσχον, ὧν δὴ καὶ ἡ τύχη ὑπούργει τῇ γνώμῃ συγκατεργαζομένη τῶν ἀνθρώπων διαφθοράν [17] σεισμοῖς τε γὰρ καὶ λοιμοῖς καὶ ὑδάτων ποταμίων ἐπιρροαῖς ὑπὸ τὸν χρόνον τοῦτον πλεῖστα διολωλέναι τετύχηκεν, ὥς μοι αὐτίκα λελέξεται. οὕτως οὐκ ἀνθρωπείῳ, ἀλλ̓ ἑτέρῳ σθένει. τὰ δεινὰ ἔπρασσον. [18] Λέγουσι δὲ αὐτοῦ καὶ τὴν μητέρα φάναι τῶν ἐπιτηδείων τισὶν ὡς οὐ Σαββατίου τοῦ αὐτῆς ἀνδρὸς οὐδὲ ἀνθρώπων τινὸς υἱὸς εἴη. [19] ἡνίκα γὰρ αὐτὸν κύειν ἔμελλεν, ἐπιφοιτᾶν αὐτῇ δαιμόνιον οὐχ ὁρώμενον, ἀλλ̓ αἴσθησίν τινα ὅτι δὴ πάρεστιν αὐτῇ παρασχὸν ἅτε ἄνδρα γυναικὶ πλησιάσαντα, καθάπερ ἐν ὀνείρῳ ἀφανισθῆναι. [20] Τινὲς δὲ τῶν αὐτῷ παρόντων τε πόρρω που τῶν νυκτῶν καὶ ξυγγινομένων ἐν Παλατίῳ δηλονότι, οἷσπερ ἐν καθαρῷ ἡ ψυχὴ ἦν, φάντασμά τι θεάσασθαι δαιμόνιον ἄηθες σφίσιν ἀντ̓ αὐτοῦ ἔδοξαν. [21] ὁ μὲν γὰρ ἔφασκεν ἄφνω μὲν αὐτὸν θρόνου τοῦ βασιλείου ἐξαναστάντα περιπάτους ἐνταῦθα ποιεῖν: συχνὸν γὰρ καθῆσθαι οὐδαμῆ εἴθιστο: τῆς δὲ κεφαλῆς ἐν τῷ παραυτίκα τῷ Ἰουστινι�
�νῷ ἀφανισθείσης τὸ ἄλλο οἱ σῶμα τούτους δὴ τοὺς μακροὺς διαύλους ποιεῖν δοκεῖν, αὐτόν τε ἅτε οἱ τῶν ὀμμάτων περὶ τὴν θέαν ὡς ἥκιστα ὑγιαινόντων, ἀσχάλλοντα καὶ διαπορούμενον ἐπὶ πλεῖστον ἑστάναι. [22] ὕστερον μέντοι τῆς κεφαλῆς τῷ σώματι ἐπανηκούσης τὰ τέως λειπόμενα οἴεσθαι [23] παρὰ δόξαν ἀναπιμπλάναι. ἄλλος δὲ παρεστάναι οἱ καθημένῳ ἔφη, ἐκ δὲ τοῦ αἰφνιδίου τὸ πρόσωπόν οἱ κρέατι ἀσήμῳ ἰδεῖν ἐμφερὲς γεγονός: οὔτε γὰρ ὀφρῦς οὔτε ὀφθαλμοὺς ἐπὶ χώρας τῆς αὐτῶν ὄντας οὔτε ἄλλο τι τὸ παράπαν ἔφερε γνώρισμα: χρόνου μέντοι αὐτῷ τὸ σχῆμα τῆς ὄψεως ἐπανῆκον ἰδεῖν. ταῦτα οὐκ αὐτὸς θεασάμενος γράφω, ἀλλὰ τῶν τότε θεάσασθαι ἰσχυριζομένων ἀκούσας. [24] Λέγουσι δὲ καὶ μοναχόν τινα τῷ θεῷ ἐς τὰ μάλιστα φίλον πρὸς τῶν αὐτῷ γῆν τὴν ἔρημον ξυνοικούντων ἀναπεισθέντα σταλῆναι μὲν ἐς Βυζάντιον τοῖς ἄγχιστα σφίσιν ἐνῳκημένοις ἐπαμυνοῦντα, βιαζομένοις τε καὶ ἀδικουμένοις ἀνύποιστα, ἐνταῦθα δὲ ἀφικόμενον αὐτίκα εἰσόδου τῆς παρὰ τὸν βασιλέα τυχεῖν: [25] μέλλοντα δὲ εἴσω παῤ αὐτὸν γενέσθαι, ἀμεῖψαι μὲν τὸν ἐκείνῃ οὐδὸν θατέρῳ τοῖν ποδοῖν, ἐξαπιναίως δὲ ἀναποδίζοντα ὀπίσω ἰέναι. [26] εὐνοῦχον μὲν οὖν τὸν εἰσαγωγέα καὶ τοὺς τῇδε παρόντας πολλὰ τὸν ἄνθρωπον λιπαρεῖν ἐπίπροσθεν βαίνειν, τὸν δὲ οὐδέν τι ἀποκρινάμενον, ἀλλὰ καὶ παραπλῆγι ἐοικότα ἐνθένδε ἀπαλλαγῆναι ἐς τὸ δωμάτιον, οὗ δὴ κατέλυε, γεγονότα: τῶν τέ οἱ ἑπομένων ἀναπυνθανομένων ὅτου ἕνεκα ταῦτα ποιοίη, φάναι λέγουσιν αὐτὸν ἄντικρυς ὡς τῶν δαιμόνων τὸν ἄρχοντα ἐν τῷ Παλατίῳ ἐπὶ τοῦ θρόνου καθήμενον ἴδοι, ᾧ δὴ ξυγγενέσθαι ἤ τι παῤ αὐτοῦ αἰτεῖσθαι οὐκ ἂν ἀξιοίη. [27] πῶς δὲ οὐκ ἔμελλεν ὅδε ὁ ἀνὴρ δαίμων τις ἀλιτήριος εἶναι, ὅς γε ποτοῦ ἢ σιτίων ἢ ὕπνου εἰς κόρον οὐδέποτε ἦλθεν, ἀλλ̓ ἀμηγέπη τῶν παρατεθέντων ἀπογευσάμενος ἀωρὶ νύκτωρ περιήρχετο τὰ βασίλεια, καίπερ ἐς τὰ ἀφροδίσια δαιμονίως ἐσπουδακώς. [28] Λέγουσι δὲ καὶ τῶν Θεοδώρας ἐραστῶν τινες, ἡνίκα ἐπὶ τῆς σκηνῆς ἦν, νύκτωρ τι αὐτοῖς ἐπισκῆψαν δαιμόνιον ἐξελάσαι τοῦ δωματίου, ἵνα δὴ σὺν αὐτῇ ἐνυκτέρευον: ὀρχηστρὶς δέ τις Μακεδονία ὄνομα ἐγεγόνει τοῖς ἐν Ἀντιοχεῦσι Βενέτοις, δύναμιν περιβεβλημένη πολλήν. [29] γράμματα γὰρ Ἰουστινιανῷ γράφουσα ἔτι τοῦ Ἰουστίνου διοικουμένῳ τὴν βασιλείαν, οὓς ἂν βούλοιτο τῶν ἐν τοῖς ἑῴοις λογίμων ἀνῄρει οὐδενὶ πόνῳ, καὶ αὐτῶν τὰ χρήματα ἐποίει ἀνάγραπτα ἐς τὸ δημόσιον γίνεσθαι. [30] ταύτην τὴν Μακεδονίαν φασὶν ἐξ Αἰγύπτου τε καὶ Λιβύης ποτὲ ἥκουσαν τὴν Θεοδώραν ἀσπαζομένην, ἐπειδὴ λίαν δυσφορουμένην τε αὐτὴν καὶ ἀσχάλλουσαν εἶδεν οἷς δὴ περιύβριστό τε πρὸς τοῦ Ἑκηβολίου καὶ χρήματά οἱ ἐν τῇ ὁδῷ ταύτῃ ἀπολώλει, πολλὰ παρηγορεῖν τε καὶ παραθρασύνειν τὴν ἄνθρωπον ἅτε τῆς τύχης οἵας τε οὔσης καὶ αὖθις αὐτῇ χορηγοῦ γενέσθαι χρημάτων μεγάλων. [31] τότε λέγουσι τὴν Θεοδώραν εἰπεῖν ὡς καὶ ὄναρ αὐτῇ ἐπισκῆψαν τὴν νύκτα ἐκείνην πλούτου ἕνεκα μηδεμίαν κελεύσαι ποιεῖσθαι φροντίδα. [32] ἐπειδὰν γὰρ εἰς Βυζάντιον ἵκοιτο, τῷ τῶν δαιμόνων ἄρχοντι ἐς εὐνὴν ἥξειν, τούτῳ τε ἅτε γαμετὴν γυναῖκα ξυνοικήσεσθαι μηχανῇ πάσῃ, καὶ ἀπ̓ αὐτοῦ κυρίαν αὐτὴν πάντων χρημάτων γενήσεσθαι.

 

‹ Prev