Delphi Complete Works of Procopius

Home > Other > Delphi Complete Works of Procopius > Page 281
Delphi Complete Works of Procopius Page 281

by Procopius of Caesarea


  XXV

  Τοὺς μὲν στρατευομένους οὕτως ὁ τύραννος ὅδε διεχρήσατο. ἅπερ δὲ αὐτῷ ἐς ἐμπόρους τε καὶ ναύτας καὶ βαναύσους καὶ ἀγοραίους ἀνθρώπους, δἰ αὐτῶν τε καὶ ἐς τοὺς ἄλλους ἅπαντας εἴργασται, [2] φράσων ἔρχομαι. πορθμὼ δύο ἑκατέρωθεν Βυζαντίου ἐστὸν, ἅτερος μὲν ἐφ̓ Ἑλλησπόντου ἀμφὶ Σηστόν τε καὶ Ἄβυδον, ὁ δὲ δὴ ἕτερος ἐπὶ τοῦ στόματος τοῦ Εὐξείνου καλουμένου Πόντου, οὗ τὸ Ἱερὸν ὀνομάζεται. [3] ἐν μὲν οὖν τῷ Ἑλλησπόντου πορθμῷ τελωνεῖον μὲν ἐν δημοσίῳ ὡς ἥκιστα ἦν, ἄρχων δέ τις ἐκ βασιλέως στελλόμενος ἐν Ἀβύδῳ καθῆστο, διερευνώμενος μὲν, ἢν ναῦς ὅπλα φέρουσα ἐς Βυζάντιον οὐ βασιλέως ἴοι γνώμῃ, καὶ ἤν τις ἐκ Βυζαντίου ἀνάγοιτο οὐ φερόμενος γράμματα τῶν ἀνδρῶν καὶ σημεῖα οἷς ἐπίκειται ἡ τιμὴ αὕτη ῾οὐ γὰρ θέμις τινὰ ἐκ Βυζαντίου ἀνάγεσθαι οὐκ ἀφειμένον πρὸς τῶν ἀνδρῶν, οἳ τῇ τοῦ μαγίστρου καλουμένου ἀρχῇ ὑπουργοῦσἰ πραττόμενος δὲ τοὺς τῶν πλοίων κυρίους τέλος δὲ οὐδενὶ αἴσθησιν παρεχόμενον ἀλλ̓ ὥσπερ τινὰ μισθὸν ὁ ταύτην δὴ τὴν ἀρχὴν ἔχων τοῦ ἔργου τούτου λαμβάνειν ἠξίου: [4] ὁ μέντοι ἐπὶ πορθμοῦ τοῦ ἑτέρου στελλόμενος τὸν μισθὸν ἀεὶ πρὸς βασιλέως κεκομισμένος ἦν καὶ διερευνώμενος ἐς τὸ ἀκριβὲς ταῦτά τε, ἅπερ μοι εἴρηται, καὶ ἤν τι ἐς τοὺς βαρβάρους κομίζοιτο, οἳ παρὰ τὸν Εὔξεινον ἵδρυνται Πόντον, ὧνπερ οὐ θέμις ἐκ Ῥωμαίων τῆς γῆς ἐς τοὺς πολεμίους κομίζεσθαι. οὐδὲν μέντοι ἐξῆν τῷ ἀνδρὶ τούτῳ πρὸς τῶν τῇδε ναυτιλλομένων προσίεσθαι. [5] ἐξ οὗ δὲ Ἰουστινιανὸς τὴν βασιλείαν παρέλαβε, τελωνεῖόν τε δημόσιον κατεστήσατο ἐν πορθμῷ ἑκατέρῳ καὶ μισθοφόρους ἄρχοντας δύο ἐς ἀεὶ πέμπων μίσθωσιν μὲν αὐτοῖς παρείχετο τὴν ξυγκειμένην, ἐπήγγελλε δὲ χρήματά οἱ ὅτι πλεῖστα ἐνθένδε ἀποφέρειν δυνάμει τῇ πάσῃ. [6] οἱ δὲ ἄλλο οὐδὲν ἢ εὔνοιάν οἱ τὴν ἐς αὐτὸν ἐνδείκνυσθαι ἐν σπουδῇ ἔχοντες ἁπαξάπαντα πρὸς τῶν πλεόντων τὰ τῶν φορτίων τιμήματα ληϊζόμενοι ἀπηλλάσσοντο. [7] Ἐν μὲν οὖν πορθμῷ ἑκατέρῳ ταῦτα ἐποίει: ἐν δὲ Βυζαντίῳ ἐπενόει τάδε. τῶν τινά οἱ ἐπιτηδείων προὐστήσατο, Σύρον μὲν γένος, ὄνομα δὲ Ἀδδαῖον, ᾧ δὴ ἐπήγγελλεν ἐκ νηῶν τῶν ἐνταῦθα καταιρουσῶν ὄνησίν τινά οἱ πορίζεσθαι. [8] ὁ δὲ πλοῖα ἅπαντα τὰ καταίροντα ἐς τὸν Βυζάντιον λιμένα οὐκέτι ἐνθένδε ἠφίει, ἀλλὰ τοὺς ναυκλήρους ἢ τοῖς τιμήμασιν ἐζημίου νηῶν τῶν σφετέρων ἢ ἀναφορεῖν ἔς τε Λιβύην καὶ [9] Ἰταλίαν ἠνάγκαζε. καὶ αὐτῶν οἱ μὲν οὔτε ἀντιφορτίζεσθαι οὔτε θαλαττουργεῖν ἔτι ἤθελον, ἀλλὰ καύσαντες τὰ σφέτερα πλοῖα εὐθὺς ἄσμενοι ἀπηλλάσσοντο. [10] ὅσοις μέντοι ἐπάναγκες ἦν ἐκ ταύτης δὴ τῆς ἐργασίας τὸν βίον ποιεῖσθαι, οὗτοι δὴ τριπλασίαν πρὸς τῶν ἐμπόρων τὴν μίσθωσιν κεκομισμένοι τὸ λοιπὸν ἐφορτίζοντο τοῖς τε ἐμπόροις περιειστήκει ταύτην σφίσιν αὐτοῖς τὴν ζημίαν πρὸς τῶν τὰ φορτία ὠνουμένων ἰάσασθαι, οὕτω τε λιμοκτονεῖσθαι πάσῃ μηχανῇ τοὺς Ῥωμαίους ξυνέβαινεν. [11] Ἀλλὰ ταῦτα μὲν τῇδε κατὰ τὴν πολιτείαν ἐφέρετο. ἃ δὲ καὶ ἐς τὰ κέρματα τοῖς βασιλεῦσιν εἴργασται, οὔ μοι παριτέον οἴομαι εἶναι. [12] τῶν γὰρ ἀργυραμοιβῶν πρότερον δέκα καὶ διακοσίους ὀβολοὺς, οὓς φόλλεις καλοῦσιν, ὑπὲρ ἑνὸς στατῆρος χρυσοῦ προΐεσθαι τοῖς ξυμβάλλουσιν εἰωθότων, αὐτοὶ ἐπιτεχνώμενοι κέρδη οἰκεῖα ὀγδοήκοντα καὶ ἑκατὸν μόνους ὑπὲρ τοῦ στατῆρος δίδοσθαι τοὺς ὀβολοὺς διετάξαντο. ταύτῃ δὲ νομίσματος ἑκάστου χρυσοῦ ἕκτην ἀπέτεμον μοῖραν πάντων ἀνθρώπων. [13] Ἐπεὶ δὲ οἱ βασιλεῖς οὗτοι τῶν ὠνίων τὰ πλεῖστα εἰς τὰ καλούμενα περιστήσαντες μονοπώλια, τούς τι ὠνήσασθαι βουλομένους ἀεὶ καθ̓ ἑκάστην ἀπέπνιγον, μόνα δὲ αὐτοῖς ἀνέφαπτα τὰ τῆς ἐσθῆτος ἐλέλειπτο πωλητήρια, μηχανῶνται καὶ ἀμφ̓ αὐτοῖς τάδε. [14] ἱμάτια τὰ ἐκ μετάξης ἐν Βηρυτῷ μὲν καὶ Τύρῳ πόλεσι ταῖς ἐπὶ Φοινίκης ἐργάζεσθαι ἐκ παλαιοῦ εἰώθει. [15] οἵ τε τούτων ἔμποροί τε καὶ ἐπιδημιουργοὶ καὶ τεχνῖται ἐνταῦθα τὸ ἀνέκαθεν ᾤκουν, ἐνθένδε τε ἐς γῆν ἅπασαν φέρεσθαι τὸ ἐμπόλημα τοῦτο ξυνέβαινεν. [16] ἐπεὶ δὲ Ἰουστινιανοῦ βασιλεύοντος οἱ ἐπὶ ταύτῃ τῇ ἐργασίᾳ ἔν τε Βυζαντίῳ καὶ πόλεσι ταῖς ἄλλαις ὄντες ἀξιωτέραν ἀπεδίδοντο τὴν ἐσθῆτα ταύτην, αἰτιώμενοι μεῖζον μὲν ἢ πρότερον ἐν χρόνῳ τῷ παρόντι ὑπὲρ αὐτῆς καταβάλλεσθαι τὸ τίμημα Πέρσαις, πλείω δὲ νῦν τὰ δεκατευτήρια εἶναι ἐν γῇ τῇ Ῥωμαίων, δόκησιν ἅπασιν ὁ αὐτοκράτωρ παρεχόμενος ὅτι δὴ ἐπὶ τούτῳ ἀγανακτοίη, νόμῳ ἅπασιν ἀπεῖπε μὴ πλέον ἢ ὀκτὼ χρυσῶν τῆς τοιαύτης ἐσθῆτος τὴν λίτραν εἶναι. [17] καὶ προστίμημα ἔκειτο τοῖς παραβησομένοις τὸν νόμον τῶν ὑπαρχόντων στερεῖσθαι χρημάτων. ταῦτα τοῖς ἀνθρώποις ἀμήχανά τε καὶ ἄπορα ἐδόκει παντάπασιν εἶναι. οὐ γὰρ οἷόν τε ἦν τοὺς ἐμπόρους μείζονος τιμῆς τὰ φορτία ταῦτα ἐωνημένους ἐλάσσονος αὐτὰ τοῖς ξυμβάλλουσιν ἀποδίδοσθαι. [18] διὸ δὴ ταύτην μὲν τὴν ἐμπορίαν ἐργολαβεῖν οὐκέτι ἠξίουν, ἐπικλοπώτερον δὲ φορτίων τῶν σφίσιν ἀπολελειμμένων ἐποιοῦντο κατὰ βραχὺ τὰς πράσεις, δηλονότι τῶν γνωρίμων τισὶν, οἷσπερ τὰ τοιαῦτα καλλωπίζειν τὰ σφέτερα αὐτῶν προϊεμένοις ἐν ἡδονῇ ἦν ἢ τρόπῳ τῳ ἀναγκαῖον ἐγ
ίνετο. [19] ὧν δὴ ἡ βασιλὶς ἐπιψιθυριζόντων τινῶν αἰσθομένη, καίπερ οὐ βασανίσασα τὰ θρυλλούμενα, ξύμπαντα εὐθὺς τὰ φορτία τοὺς ἀνθρώπους ἀφείλετο, καὶ χρυσίον αὐτοὺς ἐς κεντηνάριον ἐπιτιμησαμένη. ἄρχει δὲ ταύτης ἔν γε Ῥωμαίοις τῆς ἐργασίας ὁ τοῖς βασιλικοῖς ἐφεστὼς θησαυροῖς. [20] Πέτρον οὖν τὸν Βαρσύμην ἐπίκλησιν ἐπὶ ταύτης καταστησάμενοι τῆς τιμῆς οὐ πολλῷ ὕστερον ἐπεχώρουν αὐτῷ πράσσειν ἀνόσια ἔργα. [21] τοὺς μὲν γὰρ ἄλλους ἅπαντας τὸν νόμον ἐς τὸ ἀκριβὲς ἐδικαίου τηρεῖν, τοὺς δὲ τοῦ ἔργου τούτου τεχνίτας αὑτῷ μόνῳ ἀναγκάζων ἐργάζεσθαι ἀπεδίδοτο, οὐκέτι ἐπικρυπτόμενος, ἀλλ̓ ἐν τῷ δημοσίῳ τῆς ἀγορᾶς βαφῆς μὲν τῆς προστυχούσης τὴν οὐγκίαν οὐχ ἧσσον ἢ κατὰ ἓξ χρυσῶν, βάμματος δὲ τοῦ βασιλικοῦ, ὅπερ καλεῖν ὁλόβηρον νενομίκασι, πλέον ἢ τεσσάρων καὶ εἴκοσι χρυσῶν. [22] καὶ βασιλεῖ μὲν ἐνθένδε μεγάλα χρήματα ἔφερεν, αὐτὸς δὲ περιβαλλόμενος πλείω ἐλάνθανεν, [23] ὅπερ ἀπ̓ αὐτοῦ ἀρξάμενον ἐς ἀεὶ ἔμεινε. μόνος γὰρ ἐς τόδε τοῦ χρόνου ἔμπορός τε ἀπαρακαλύπτως καὶ κάπηλος τοῦ ἐμπολήματος τοῦδε καθίσταται. [24] ἔμποροι μὲν οὖν ὅσοι πρότερον τὴν ἐργασίαν ταύτην μετῄεσαν ἔν τε Βυζαντίῳ καὶ πόλει ἑκάστῃ θαλαττουργοί τε καὶ ἔγγειοι ἐφέροντο ὡς τὸ εἰκὸς τὰ ἐκ τῆς ἐργασίας κακά. [25] ἐν δὲ πόλεσιν ὁ δῆμος σχεδόν τι ὅλος ταῖς εἰρημέναις προσαιτητὴς ἐξαπιναίως ἐγένετο. βάναυσοι γὰρ ἄνθρωποι καὶ χειρώνακτες λιμῷ παλαίειν, ὡς τὸ εἰκὸς, ἠναγκάζοντο, πολλοί τε ἀπ̓ αὐτοῦ τὴν πολιτείαν μεταβαλλόμενοι φεύγοντες ᾤχοντο ἐς τὰ Περσῶν ἤθη. [26] μόνος δὲ ἀεὶ ὁ τῶν θησαυρῶν ἄρχων ἐνεργολαβῶν τὸ ἐμπόλημα τοῦτο μοῖραν μὲν βασιλεῖ, ὥσπερ εἴρηται, πόρων τῶν ἐνθένδε ἀποφέρειν ἠξίου, αὐτὸς δὲ τὰ πλείω φερόμενος δημοσίαις συμφοραῖς ἐπλούτει. ταῦτα μὲν οὖν τῇδε κεχώρηκεν.

  XXVI

  Ὅντινα δὲ τρόπον τῶν πόλεων τοὺς κόσμους καὶ τὰ ἐγκαλλωπίσματα πάντα ἔν τε Βυζαντίῳ καὶ πόλει ἑκάστῃ καθελεῖν ἴσχυσεν αὐτίκα ἐροῦμεν. [2] πρῶτα μὲν καταλύειν τὸ τῶν ῥητόρων ἀξίωμα ἔγνω. τά τε γὰρ ἔπαθλα αὐτοὺς ἀφείλετο εὐθὺς ἅπαντα, οἷσπερ τρυφᾶν τε τὰ πρότερα καὶ ἐγκαλλωπίζεσθαι τῆς συνηγορίας ἀφειμένοι εἰώθασι, καὶ διωμότους συνίστασθαι τοὺς διαφερομένους ἐκέλευσε, καὶ ἀπ̓ αὐτοῦ περιυβρισμένοι ἐν πολλῇ ἀθυμίᾳ ἐγένοντο. [3] ἐπεὶ δὲ τῶν τε ἀπὸ τῆς συγκλήτου βουλῆς καὶ τῶν ἄλλων εὐδαιμόνων δοκούντων εἶναι ἔν τε Βυζαντίῳ καὶ πάσῃ τῇ Ῥωμαίων ἀρχῇ πάσας, ὥσπερ ἐρρήθη, τὰς οὐσίας ἀφείλετο, ἀργεῖν τὸ λοιπὸν τῷ ἐπιτηδεύματι τούτῳ ἐλέλειπτο. [4] οὐ γὰρ εἶχον ἄνθρωποι λόγου ὁτουοῦν οὐδὲν ἄξιον, οὗπερ ἂν καὶ ἀμφισβητοῖεν ἀλλήλοις. αὐτίκα τοίνυν ἐκ πολλῶν μὲν ὀλίγοι, ἐξ ἐνδόξων δὲ λίαν κομιδῆ ἄδοξοι πανταχόθι γεγονότες τῆς γῆς πενίᾳ μὲν, ὡς τὸ εἰκὸς, πολλῇ εἴχοντο, μόνην δὲ ὕβριν τὴν ἀπὸ τοῦ ἔργου φερόμενοι ἀπηλλάσσοντο. [5] Ἀλλὰ καὶ τοὺς ἰατρούς τε καὶ διδασκάλους τῶν ἐλευθερίων τῶν ἀναγκαίων ἀπορεῖσθαι πεποίηκε. τάς τε γὰρ σιτήσεις, ἃς οἱ πρότερον βεβασιλευκότες ἐκ τοῦ δημοσίου χορηγεῖσθαι τούτοις δὴ τοῖς ἐπιτηδεύμασιν ἔταξαν, ταύτας δὴ οὗτος ἀφείλετο πάσας. [6] καὶ μὴν καὶ ὅσους οἱ τὰς πόλεις οἰκοῦντες ἁπάσας πολιτικῶν σφίσιν ἢ θεωρητικῶν οἴκοθεν πεποίηνται πόρους, καὶ τούτους μεταγαγὼν φόροις ἀναμῖξαι τοῖς δημοσίοις ἐτόλμησε. [7] καὶ οὔτε ἰατρῶν τις ἢ διδασκάλων τὸ λοιπὸν ἐγίνετο λόγος οὔτε δημοσίας τις ἔτι οἰκοδομίας προνοεῖν ἴσχυσεν οὔτε λύχνα ταῖς πόλεσιν ἐν δημοσίῳ ἐκάετο οὔτε τις ἦν ἄλλη παραψυχὴ τοῖς ταύτας οἰκοῦσι. [8] τά τε γὰρ θέατρα καὶ ἱππόδρομοι καὶ κυνηγέσια ἐκ τοῦ ἐπὶ πλεῖστον ἅπαντα ἤργει, οὗ δή οἱ τὴν γυναῖκα τετέχθαι τε καὶ τεθράφθαι καὶ πεπαιδεῦσθαι ξυνέβαινεν. [9] ὕστερον δὲ ταῦτα δὴ ἀργεῖν ἐν Βυζαντίῳ ἐκέλευσε τὰ θεάματα, τοῦ μὴ τὰ εἰωθότα χορηγεῖν τὸ δημόσιον πολλοῖς τε καὶ σχεδόν τι ἀναρίθμοις οὖσιν, [10] οἷς ἐνθένδε ὁ βίος. ἦν τε ἰδίᾳ τε καὶ κοινῇ λύπη τε καὶ κατήφεια, ὥσπερ ἄλλο τι τῶν ἀπ̓ οὐρανοῦ ἐπισκήψασαι πάθος, καὶ βίος πᾶσιν ἀγέλαστος. [11] ἄλλο τε τὸ παράπαν οὐδὲν ἐφέρετο τοῖς ἀνθρώποις ἐν διηγήμασιν, οἴκοι τε οὖσι καὶ ἀγοράζουσι κἀν τοῖς ἱεροῖς διατρίβουσιν ἢ συμφοραί τε καὶ πάθη καὶ καινοτέρων ἀτυχημάτων ὑπερβολή. [12] Ταῦτα μὲν οὕτω ταῖς πόλεσιν εἶχεν. ὃ δὲ τῷ λόγῳ λείπεται, τοῦτο εἰπεῖν ἄξιον. ὕπατοι Ῥωμαίων ἀνὰ πᾶν ἔτος ἐγινέσθην δύο, ἅτερος μὲν ἐν Ῥώμῃ, ὁ δὲ δὴ ἕτερος ἐν Βυζαντίῳ. [13] ὅστις δὲ εἰς τὴν τιμὴν ἐκαλεῖτο ταύτην πλέον ἢ κεντηνάρια χρυσοῦ εἴκοσιν ἐς τὴν πολιτείαν ἀναλοῦν ἔμελλεν, ὀλίγα μὲν οἰκεῖα, [14] τὰ δὲ πλεῖστα πρὸς βασιλέως κεκομισμένος. ταῦτά τε τὰ χρήματα ἔς τε τοὺς ἄλλους, ὧνπερ ἐμνήσθην, καὶ ἐς τῶν βίων τοὺς ἀπορωτέρους ἐκ τοῦ ἐπὶ πλεῖστον φερόμενα καὶ διαφερόντως ἐς τοὺς ἐπὶ σκηνῆς ἅπαντα τὰ πράγματα ἐς ἀεὶ τῇ πόλει ἀνίστη. [15] ἐξ οὗ δὲ Ἰουστινιανὸς τὴν βασιλείαν παρέλαβεν, οὐκέτι καιροῖς τοῖς καθήκουσι ταῦτα ἐπράσσετο: ἀλλὰ τὰ μὲν πρῶτα πολλοῦ Ῥωμαίοις ὕπατος καθίστατο χρόνου, τελευτῶντες δὲ οὐδὲ ὄναρ τὸ πρᾶγμα ἑώρων, ἐξ οὗ δὴ πενίᾳ τινὶ ἐνδελεχέστατα ἐσφί�
�γετο τὰ ἀνθρώπεια, τὰ μὲν εἰωθότα τοῦ βασιλέως οὐκέτι τοῖς ὑπηκόοις παρεχομένου, τὰ δὲ ὑπάρχοντα τρόποις ἅπασι πανταχόθεν ἀφαιρουμένου. [16] Ὡς μὲν οὖν τὰ δημόσια καταπιὼν ξύμπαντα χρήματα τοὺς ἐκ τῆς συγκλήτου βουλῆς ὁ λυμεὼν οὗτος ἕκαστόν τε ἰδίᾳ καὶ κοινῇ ξύμπαντας τὰς οὐσίας ἀφῄρηται, [17] διαρκῶς δεδιηγῆσθαι οἶμαι. ὡς δὲ καὶ τοὺς ἄλλους εὐδαίμονας δοκοῦντας εἶναι συκοφαντίᾳ περιιὼν ἀφαιρεῖσθαι τὰ χρήματα ἴσχυσεν, ἱκανώτατά μοι εἰρῆσθαι νομίζω, οὐ μέντοι στρατιώτας τε καὶ ἄρχουσι πᾶσιν ὑπηρετοῦντας καὶ τοὺς ἐν Παλατίῳ στρατευομένους, γεωργούς τε καὶ χωρίων κτήτορας καὶ κυρίους καὶ οἷς ἐν λόγοις τὰ ἐπιτηδεύματά ἐστιν, ἀλλὰ μὴν ἐμπόρους τε καὶ ναυκλήρους καὶ ναύτας βαναύσους τε καὶ χειρώνακτας καὶ ἀγοραίους καὶ οἷς ἀπὸ τῶν ἐπὶ τῆς σκηνῆς ἐπιτηδευμάτων ὁ βίος, καὶ μὴν καὶ τοὺς ἄλλους ὡς εἰπεῖν ἅπαντας, ἐς οὓς διικνεῖσθαι βλάβος τὸ ἐκ τοῦδε συμβαίνει. [18] Οἷα δὲ τούς τε προσαιτητὰς καὶ ἀγελαίους ἀνθρώπους καὶ πτωχούς τε καὶ λώβῃ πάσῃ ἐχομένους εἰργάσατο, αὐτίκα ἐροῦμεν: τὰ γὰρ ἀμφὶ τοῖς ἱερεῦσιν αὐτῷ πεπραγμένα ἐν τοῖς ὄπισθεν λόγοις λελέξεται. [19] πρῶτα μὲν, ὅπερ εἴρηται, ἅπαντα περιβεβλημένος τὰ πωλητήρια καὶ ὠνίων τῶν ἀναγκαιοτάτων τὰ λεγόμενα καταστησάμενος μονοπώλια πλέον ἢ τριπλάσια τιμήματα πάντας ἀνθρώπους ἐπράττετο. [20] καὶ τὰ μὲν ἄλλα ἐπεὶ ἀνάριθμά μοι ἔδοξεν εἶναι, οὐκ ἂν ἔγωγε λόγῳ ἀτελευτήτῳ καταλέγειν φιλονεικοίην: ἀπὸ δὲ τῶν τοὺς ἄρτους ὠνουμένων πικρότατα ἐς πάντα τὸν αἰῶνα ἐσύλει, οὓς δὴ καὶ χειρώνακτας καὶ πτωχοὺς καὶ πάσῃ λώβῃ ἐχομένους ἀνθρώπους μὴ οὐκ ὠνεῖσθαι ἀδύνατον. [21] αὐτὸς μὲν γὰρ ἐς τρία κεντηνάρια φέρεσθαι ἀνὰ πᾶν ἔτος ἐνθένδε ἠξίου, ὅπως οἱ ἄρτοι ἀξιώτεροι ὦσι καὶ σποδοῦ ἔμπλεῳ: οὐδὲ γὰρ ἐς τοῦτο δὴ τὸ τῆς αἰσχροκερδείας ἀσέβημα ὁ βασιλεὺς οὗτος ὀκνηρὸς ᾔει: [22] ταύτῃ δὲ τῇ σκήψει οἰκεῖα κέρδη ἐπιτεχνώμενοι οἷς ἐπέκειτο ἡ τιμὴ αὕτη αὐτοὶ μὲν ῥᾷστα ἐς πλοῦτόν τινα περιίσταντο μέγαν, λιμὸν δὲ τοῖς πτωχοῖς χειροποίητον ἐν εὐθηνοῦσι χρόνοις ἀεὶ παρὰ δόξαν εἰργάζοντο, ἐπεὶ οὐδὲ σῖτον ἑτέρωθέν τινι εἰσκομίζεσθαι τὸ παράπαν ἐξῆν, ἀλλὰ ἀναγκαῖον ἦν ἅπασι τούτους δὴ ὠνουμένους ἄρτους ἐσθίειν. [23] Τὸν δὲ τῆς πόλεως ὀχετὸν διερρωγότα τε ὁρῶντες καὶ μοῖραν ὕδατος ὀλίγην τινὰ ἐς τὴν πόλιν εἰσάγοντα ὑπερεώρων τε καὶ οὐδ̓ ὁτιοῦν αὐτῷ προέσθαι ἤθελον, καίπερ ὁμίλου ἀεὶ ἀμφὶ τὰς κρήνας ἀποπνιγομένου πολλοῦ, καὶ τῶν βαλανείων ἀποκεκλεισμένων ἁπάντων: καίτοι ἐς οἰκοδομίας θαλασσίους τε καὶ ἀνοήτους ἄλλας μέγεθος χρημάτων οὐδενὶ λόγῳ προΐετο, πανταχόθι τῶν προαστείων ἐπιτεχνώμενος, ὥσπερ τῶν βασιλείων αὐτοὺς οὐ χωρούντων, ἐν οἷς δὴ ἅπαντες οἱ πρότερον βεβασιλευκότες διαβιοῦν ἐς ἀεὶ ἤθελον. [24] οὕτως οὐ χρημάτων φειδοῖ, ἀλλὰ φθόρου ἀνθρώπων ἕνεκα τῆς τοῦ ὀχετοῦ οἰκοδομίας ὀλιγωρεῖν ἔγνω, ἐπεὶ οὐδεὶς ἐκ τοῦ παντὸς χρόνου Ἰουστινιανοῦ τοῦδε ἑτοιμότερος γέγονεν ἀνθρώπων ἁπάντων χρήματά τε προσποιεῖσθαι κακῶς, καὶ ταῦτα χειρόνως αὐτίκα δὴ μάλα προέσθαι. [25] δυοῖν τοίνυν ἀπολελειμμένοιν ἔν τε ποτῷ καὶ τοῖς ἐδωδίμοις τοῖς τὰ ἔσχατα πενομένοις καὶ πτωχοῖς οὖσιν, ὕδατός τε καὶ ἄρτου, δἰ ἀμφοῖν αὐτοὺς, ὥσπερ μοι δεδιήγηται, βασιλεὺς ὅδε ἔβλαψε, τὸ μὲν ἄπορον σφίσι, τὸν δὲ πολλῷ ἀξιώτερον ἐργασάμενος. [26] Οὐ μόνον δὲ τοὺς ἐν Βυζαντίῳ προσαιτητὰς, ἀλλὰ καὶ τῶν ἑτέρωθι ᾠκημένων τινὰς ἔδρασε ταῦτα, ὥσπερ μοι αὐτίκα λελέξεται. [27] Ἰταλίαν γὰρ Θευδέριχος ἑλὼν τοὺς ἐν τῷ Ῥώμης Παλατίῳ στρατευομένους αὐτοῦ εἴασεν, ὅπως τι διασώζοιτο πολιτείας ἐνταῦθα τῆς παλαιᾶς ἴχνος, μίαν ἀπολιπὼν σύνταξιν ἐς ἡμέραν ἑκάστῳ. [28] ἦσαν δὲ οὗτοι παμπληθεῖς ἄγαν. οἵ τε γὰρ σιλεντιάριοι καλούμενοι καὶ δομέστικοι καὶ σχολάριοι ἐν αὐτοῖς ἦσαν, οἷς δὴ ἄλλο οὐδὲν ἀπελέλειπτο ἢ τὸ τῆς στρατείας ὄνομα μόνον, καὶ ἡ σύνταξις αὕτη ἐς τὸ ἀποζῆν ἀποχρῶσα μόλις αὐτοῖς, ἅπερ ἔς τε παῖδας καὶ ἀπογόνους Θευδέριχος αὐτοὺς παραπέμπειν ἐκέλευσε. [29] τοῖς τε προσαιτηταῖς οἳ παρὰ τὸν Πέτρου τοῦ ἀποστόλου νεὼν δίαιταν εἶχον, τρισχιλίους σίτου μεδίμνους χορηγεῖν ἀεὶ τὸ δημόσιον ἀνὰ πᾶν ἔτος διώρισεν: ἅπερ ἅπαντες οὗτοι διαγεγόνασι κομιζόμενοι ἕως Ἀλέξανδρος ὁ Ψαλίδιος ἐς τὴν Ἰταλίαν ἀφίκετο. [30] πάντα γὰρ εὐθὺς οὗτος ἀνὴρ ὀκνήσει οὐδεμιᾷ περιελεῖν ἔγνω. ταῦτα μαθὼν Ἰουστινιανὸς Ῥωμαίων αὐτοκράτωρ τήν τε πρᾶξιν προσήκατο ταύτην καὶ τὸν Ἀλέξανδρον ἔτι μᾶλλον ἢ πρότερον διὰ τιμῆς ἔσχεν. ἐν ταύτῃ Ἀλέξανδρος τῇ πορείᾳ καὶ τοὺς Ἕλληνας εἰργάσατο τάδε. [31] Τοῦ ἐν Θερμοπύλαις φυλακτηρίου οἱ τὰ ἐκείνῃ γεωργοῦντες χωρία ἐκ παλαιοῦ ἐπεμελοῦντο, ἐκ περιτροπῆς τε τὸ ἐνταῦθα τεῖχος ἐφύλασσον, ἡνίκα δὴ ἔφοδος βαρβάρων τινῶν ὡς ἐπισκήψει ἐς τὴν Πελοπόννησον ἐπίδοξος ἦν. [32] ἀλλ̓ ἐνταῦθα γενόμενος τότε Ἀλέξανδρος οὗτος προνοεῖν Πελοποννησίων σκηπτόμενος οὐκ ἔφη γεωργοῖς τὸ ταύτῃ φυλακτήριον ἐπιτρέψειν. [33] στρατιώτας οὖν ἐνταῦθα εἰς δισχιλίους καταστησάμενος οὐκ ἐκ τοῦ δημοσίου χορηγεῖσ
θαι σφίσι τὰς συντάξεις διώρισεν, ἀλλὰ τῶν ἐν τῇ Ἑλλάδι πασῶν πόλεων τά τε πολιτικὰ καὶ θεωρητικὰ ξύμπαντα χρήματα ἐς τὸ δημόσιον ἐπὶ τῷ προσχήματι τούτῳ μετήνεγκεν, ἐφ̓ ᾧ ἐνθένδε οἱ στρατιῶται οὗτοι σιτίζοιντο, καὶ ἀπ̓ αὐτοῦ ἔν τε τῇ ἄλλῃ πάσῃ Ἑλλάδι καὶ οὐχ ἥκιστα ἐν Ἀθήναις αὐταῖς οὔτε τις ἐν δημοσίῳ οἰκοδομία ἀνενεώθη οὔτε ἄλλο ἀγαθὸν οἷόν τε ἦν γίνεσθαι. [34] Ἰουστινιανὸς μέντοι τὰ τῇδε διῳκημένα τῷ Ψαλιδίῳ οὐδεμιᾷ μελλήσει ἐπέρρωσε. [35] Ταῦτα μὲν οὖν τῇδε κεχώρηκεν. ἰτέον δὲ καὶ εἰς τοὺς ἐν Ἀλεξανδρείᾳ πτωχούς. Ἥφαιστός τις ἐν τοῖς ἐνταῦθα ῥήτορσιν ἐγεγόνει, ὅσπερ παραλαβὼν τὴν Ἀλεξανδρέων ἀρχὴν τὸν μὲν δῆμον τοῦ στασιάζειν κατέπαυσε, φοβερὸς τοῖς στασιώταις φανεὶς, ἔσχατα δὲ ἐσχάτων κακὰ τοῖς τῇδε ᾠκημένοις ἐνδέδεικται πᾶσι. [36] πάντα γὰρ εὐθὺς τὰ τῆς πόλεως πωλητήρια ἐς τὸ καλούμενον μονοπώλιον καταστησάμενος ἄλλον μὲν ἐμπόρων οὐδένα ταύτην δὴ τὴν ἐργασίαν ἐργάζεσθαι εἴα, μόνος δὲ ἁπάντων αὐτὸς γεγονὼς κάπηλος παρεδίδοτο τὰ ὤνια πάντα, δηλονότι τὰς τούτων τιμὰς τῇ τῆς ἀρχῆς ἐξουσίᾳ σταθμώμενος, ἀπεπνίγετό τε τῇ τῶν ἀναγκαίων σπάνει ἡ τῶν Ἀλεξανδρέων πόλις, οὗ δὴ καὶ τοῖς τὰ ἔσχατα πενομένοις τὰ πρότερα εὔωνα διαρκῶς ἐγεγόνει πάντα, μάλιστα δὲ αὐτοὺς ἀμφὶ τῷ ἄρτῳ ἐπίεζε. [37] τὸν γὰρ σῖτον αὐτὸς ἐξ Αἰγυπτίων ὠνεῖτο μόνος, οὐδὲ ὅσον ἐς μέδιμνον ἕνα ἑτέρῳ ἐνδιδοὺς πρίασθαι, ταύτῃ τε τοὺς ἄρτους καὶ τὰ τῶν ἄρτων τιμήματα διετίθετο ᾗπερ ἐβούλετο. [38] πλοῦτον τοίνυν καὶ ἀμύθητον αὐτός τε δἰ ὀλίγου περιεβάλετο καὶ βασιλεῖ τὴν ἀμφὶ τούτῳ ἐπιθυμίαν ἐνεπλήσατο. [39] καὶ τῶν μὲν Ἀλεξανδρέων ὁ δῆμος δέει τοῦ Ἡφαίστου τὰ παρόντα σφίσιν ἡσυχῇ ἔφερον, ὁ δὲ αὐτοκράτωρ αἰδοῖ τῶν οἱ ἐς ἀεὶ ἐσκομιζομένων χρημάτων ἐν τοῖς μάλιστα ὑπερηγάπα τὸν ἄνθρωπον. [40] Βουλεύσας δὲ Ἥφαιστος οὗτος ὅπως τὴν βασιλέως διάνοιαν πολλῷ ἔτι μᾶλλον ἐξελεῖν δύνηται, προσεπετεχνήσατο τάδε. [41] Διοκλητιανὸς Ῥωμαίων γεγονὼς αὐτοκράτωρ σίτου μέγα τι χρῆμα δίδοσθαι παρὰ τοῦ δημοσίου τῶν Ἀλεξανδρέων τοῖς δεομένοις ἀνὰ πᾶν ἔτος διώρισε. [42] ταῦτα ὁ δῆμος τηνικάδε διαδασάμενοι ἐν σφίσιν αὐτοῖς ἐς ἀπογόνους τοὺς ἄχρι δεῦρο παρέπεμψαν. [43] ἀλλ̓ Ἥφαιστος ἐνθένδε μυριάδας ἐς διακοσίας ἐπετείους μεδίμνων τοὺς τῶν ἀναγκαίων ὑποσπανίζοντας ἀφελόμενος τῷ δημοσίῳ ἐντέθεικε, βασιλεῖ γράψας ὡς οὐ δικαίως οὐδὲ ᾗ ξυμφέρει τοῖς πράγμασι μέχρι νῦν ταῦτα οἱ ἄνδρες οὗτοι κομίζοιντο. [44] καὶ ἀπ̓ αὐτοῦ βασιλεὺς μὲν ἐμπεδώσας τὴν πρᾶξιν διὰ σπουδῆς αὐτὸν μείζονος ἔσχεν, Ἀλεξανδρέων δὲ ὅσοι ταύτην εἶχον τοῦ βίου ἐλπίδα, ταύτης δὴ ἐν τοῖς ἀναγκαιοτάτοις τῆς ἀπανθρωπίας ἀπώναντο.

 

‹ Prev