Delphi Complete Works of Procopius

Home > Other > Delphi Complete Works of Procopius > Page 282
Delphi Complete Works of Procopius Page 282

by Procopius of Caesarea


  XXVII

  Τὰ μὲν οὖν Ἰουστινιανῷ εἰργασμένα τοσαῦτά ἐστιν, ὥστε μηδὲ τὸν πάντα αἰῶνα τῷ περὶ αὐτῶν λόγῳ ἐπαρκεῖν δύνασθαι. [2] ὀλίγα δέ μοι ἄττα ἐκ πάντων ἀπολεξαμένῳ εἰπεῖν ἀποχρήσει, δἰ ὧν αὐτοῦ ἔνδηλον καὶ τοῖς ὄπισθεν γενησομένοις τὸ ἦθος ἅπαν διαφανῶς ἔσται, καὶ ὡς εἴρων τε ἦν καὶ οὔτε θεοῦ οὔτε ἱερέων οὔτε νόμων αὐτῷ ἔμελεν, οὔτε δήμου κατεσπουδασμένου αὐτῷ δοκοῦντος εἶναι, οὐ μὴν οὔτε τινὸς τὸ παράπαν αἰδοῦς ἢ τοῦ τῆς πολιτείας ξυμφόρου ἢ ὅτου τι προὔργου ἐς αὐτὴν γένοιτο, ἢ ὅπως σκήψεώς τινος τὰ πρασσόμενα τυχεῖν δύναιτο, οὔτε ἄλλο τι αὐτὸν ἐσῄει, ὅτι μὴ μόνη ἀφαίρεσις τῶν ἐν πάσῃ γῇ κειμένων χρημάτων. ἄρξομαι δὲ ἐνθένδε. [3] Ἀρχιερέα κατεστήσατο Ἀλεξανδρεῦσιν αὐτὸς Παῦλον ὄνομα. ἐτύγχανε δὲ Ῥόδων τις, Φοῖνιξ γένος, ἔχων τηνικάδε τὴν Ἀλεξανδρείας ἀρχήν. [4] ᾧ δὴ ἐπέστελλεν ἐς ἅπαντα Παύλῳ ὑπηρετεῖν προθυμίᾳ τῇ πάσῃ, ὅπως δὴ ἀτελεύτητον μένοι τῶν πρὸς αὐτοῦ ἐπαγγελλομένων μηδέν. [5] ταύτῃ γὰρ τῶν Ἀλεξανδρέων τοὺς αἱρετικοὺς ἑταιρίζεσθαι αὐτὸν ἐς τὴν ἐν Καλχηδόνι σύνοδον ᾤετο δυνατὸν ἔσεσθαι. [6] ἦν δέ τις Ἀρσένιος, Παλαιστῖνος γένος, ὅσπερ Θεοδώρᾳ τῇ βασιλίδι ἐν τοῖς μάλιστα ἀναγκαιοτάτοις ἐπιτήδειος γεγονὼς, καὶ ἀπ̓ αὐτοῦ δύναμίν τε πολλὴν μεγάλα τε περιβαλλόμενος χρήματα ἐς βουλῆς ἀξίωμα ἦλθε, καίπερ μιαρώτατος ὤν. [7] οὗτος Σαμαρείτης μὲν ἦν, τοῦ δὲ μὴ τὴν ὑπάρχουσαν προέσθαι δύναμιν ὀνόματος ἀντιλαβέσθαι τοῦ Χριστιανῶν ἔγνω. [8] ὁ μέντοι πατήρ τε καὶ ἀδελφὸς τῇ τούτου δυνάμει θαρσοῦντες διαγεγόνασι μὲν ἐν Σκυθοπόλει, περιστέλλοντες τὴν πάτριον δόξαν, γνώμῃ δὲ αὐτοῦ ἀνήκεστα τοὺς Χριστιανοὺς εἰργάζοντο πάντας. [9] διὸ δὴ οἱ πολῖται σφίσιν ἐπαναστάντες ἄμφω ἔκτειναν θανάτῳ οἰκτίστῳ, κακά τε πολλὰ ξυνηνέχθη Παλαιστίνοις ἐνθένδε γενέσθαι. [10] τότε μὲν οὖν αὐτὸν οὔτε Ἰουστινιανὸς οὔτε βασιλὶς κακόν τι ἔδρασαν, καίπερ αἰτιώτατον γεγονότα δυσκόλων ἁπάντων, ἀπεῖπον δὲ αὐτῷ ἐς Παλάτιον μηκέτι ἰέναι: ἐνδελεχέστατα γὰρ τούτου δὴ ἕνεκα πρὸς τῶν Χριστιανῶν ἠνωχλοῦντο. [11] οὗτος Ἀρσένιος βασιλεῖ χαριεῖσθαι οἰόμενος οὐ πολλῷ ὕστερον ξὺν τῷ Παύλῳ ἐς τὴν Ἀλεξάνδρειαν στέλλεται, ὡς δὴ τά τε ἄλλα ὑπηρετήσων καὶ τὴν ἐς τοὺς Ἀλεξανδρεῖς πειθὼ ξυγκατεργασόμενος αὐτῷ δυνάμει τῇ πάσῃ. [12] ἰσχυρίζετο γὰρ ὑπὸ τὸν χρόνον τοῦτον, ἡνίκα οἱ τοῦ Παλατίου ἀποκεκλεῖσθαι ξυνέπεσε, τῶν ἐν Χριστιανοῖς οὐκ ἀμελέτητος γεγονέναι δογμάτων ἁπάντων. [13] ὅπερ τὴν Θεοδώραν ἠνίασε: τὴν ἐναντίαν γὰρ ἐσκήπτετο τῷ βασιλεῖ ἐς τοῦτο ἰέναι, ὥς μοι ἐν τοῖς ἔμπροσθεν λόγοις εἴρηται. [14] ἐπεὶ οὖν ἐν Ἀλεξανδρεῦσιν ἐγένοντο, διάκονόν τινα Ψόην ὄνομα Ῥόδωνι Παῦλος παρέδωκε τεθνηξόμενον, φάσκων δὴ αὐτὸν μόνον οἱ αὐτῷ ἐμποδὼν ἵστασθαι τοῦ μὴ τὰ βασιλεῖ δεδογμένα ὑποτελέσαι. [15] τοῖς δὲ βασιλέως γράμμασι Ῥόδων ἠγμένος, συχνοῖς τε οὖσι καὶ λίαν σπουδαίοις, αἰκίζεσθαι τὸν ἄνθρωπον ἔγνω. καὶ ὃς ὑπὸ τῆς βασάνου κατατεινόμενος αὐτίκα θνήσκει. [16] ἅπερ ἐπεὶ ἐς βασι λέα ἦλθεν, ἐγκειμένης ἰσχυρότατα τῆς βασιλίδος, ἅπαντα βασιλεὺς ἐπὶ Παύλῳ τε καὶ Ῥόδωνι καὶ Ἀρσενίῳ εὐθὺς ἐκίνει, ὥσπερ τῶν πρὸς αὐτοῦ τούτοις δὴ τοῖς ἀνθρώποις ἐπηγγελμένων ἐπιλελησμένος ἁπάντων. [17] Λιβέριον οὖν τῶν ἐκ Ῥώμης ἄνδρα πατρίκιον καταστησάμενος ἐπὶ τῆς Ἀλεξανδρέων ἀρχῆς καὶ τῶν δοκίμων ἱερέων τινὰς ἐς τὴν Ἀλεξάνδρειαν ἔστειλε τὴν τοῦ πράγματος ποιησομένους διάγνωσιν, ἐν οἷς καὶ ὁ Ῥώμης ἀρχιδιάκονος Πελάγιος ἦν, τὸ Βιγιλίου τοῦ ἀρχιερέως ὑποδὺς πρόσωπον, ἐπιτεταγμένον οἱ τοῦτό γε πρὸς τοῦ Βιγιλίου: [18] τοῦ τε φόνου ἐληλεγμένου Παῦλον τῆς ἱερωσύνης εὐθὺς καθεῖλον, φυγόντα δὲ Ῥόδωνα ἐς Βυζάντιον τήν τε κεφαλὴν ἀφείλετο ὁ βασιλεὺς καὶ τὰ χρήματα ἐς τὸ δημόσιον ἀνάγραπτα ἐποιήσατο, καίπερ τρισκαίδεκα ἐπιστολὰς τοῦ ἀνθρώπου ἐνδειξαμένου, ἅσπερ αὐτῷ βασιλεὺς ἔγραψε σπουδάζων τε καὶ διατεινόμενος ἄγαν ἐπαγγέλλων τε ἅπαντα τῷ Παύλῳ ὑπηρετεῖν ἐπιτάττοντι καὶ μηδ̓ ὁτιοῦν ἀντιτείνειν, ὅπως ἐπὶ τῇ δόξῃ ἐπιτελέσαι τὰ δόξαντα δυνατὸς εἴη. [19] Ἀρσένιόν τε Λιβέριος γνώμῃ Θεοδώρας ἀνεσκολόπισε, καὶ αὐτοῦ τὰ χρήματα δημοσιοῦν βασιλεὺς ἔγνω, καίπερ οὐδὲν αὐτῷ ἐπεγκαλεῖν ἔχων ἢ ὅτι ξὺν τῷ Παύλῳ δίαιταν εἶχε. [20] Ταῦτα μὲν οὖν εἴτε ὀρθῶς εἴτε ἄλλῃ πη αὐτῷ εἴργασται, οὐκ ἔχω εἰπεῖν, ὅτου δὲ δὴ ἕνεκα ταῦτά μοι εἴρηται αὐτίκα δηλώσω. [21] ὁ Παῦλος χρόνῳ τινὶ ὕστερον ἐς Βυζάντιον ἥκων ἑπτά τε χρυσοῦ κεντηνάρια τῷ βασιλεῖ τούτῳ προέμενος ἠξίου τὴν ἱερωσύνην ἀπολαβεῖν ἅτε αὐτὴν οὐδενὶ νόμῳ ἀφῃρημένος. [22] Ἰουστινιανὸς δὲ τά τε χρήματα ἐδέξατο πρᾴως καὶ τὸν ἄνθρωπον ἐν τιμῇ ἔσχεν, ἀρχιερέα τε ὡμολόγησεν Ἀλεξανδρεῦσιν αὐτὸν καταστήσεσθαι αὐτίκα δὴ μάλα, καίπερ ἑτέρου τὴν τιμὴν ἔχοντος, ὥσπερ οὐκ εἰδὼς ὅτι δὴ τοὺς αὐτῷ ξυνοικήσαντάς τε καὶ ὑπουργεῖν τετολμηκότας ἔκτεινέ τε αὐτὸς καὶ τὰς οὐσίας ἀφείλετο. [23] ὁ μὲν οὖν Σεβαστὸς ἐς ἄγαν διατεινόμενος τὸ πρᾶγμα ἐν σπουδῇ ἐποιεῖτο, Παῦλος δὲ διαρρήδην ἐπίδοξος ἦν τὴν ἱερωσύνην ἀπολήψεσθ�
�ι μηχανῇ πάσῃ. [24] ἀλλὰ Βιγίλιος τηνικάδε παρὼν εἴκειν βασιλεῖ τὸ τοιοῦτον ἐπιτάττοντι οὐδαμῇ ἔγνω. ἔφασκε γὰρ οὐχ οἷός τε εἶναι ψῆφον τὴν οἰκείαν αὐτὸς ἀνάδικον διειργάσθαι, [25] τὴν Πελαγίου παραδηλῶν γνῶσιν. οὕτως ἄλλου οὐδενὸς τῷ βασιλεῖ τούτῳ ὅτι μὴ χρημάτων ἀφαιρέσεως ἀεὶ ἔμελεν. εἰρήσεται δὲ καὶ ἄλλο τοιόνδε. [26] Φαυστῖνος ἦν τις, Παλαιστῖνος γένος, Σαμαρείτης μὲν γεγονὼς ἄνωθεν, ὀνόματος δὲ τοῦ Χριστιανῶν ἀντιλαμβανόμενος ἀνάγκῃ τοῦ νόμου. [27] οὗτος ὁ Φαυστῖνος ἔς τε βουλῆς ἀξίωμα ἦλθε καὶ τῆς χώρας τὴν ἀρχὴν ἔσχεν, ἧσπερ αὐτὸν παραλυθέντα οὐ πολλῷ ὕστερον ἔς τε τὸ Βυζάντιον ἥκοντα τῶν τινες ἱερέων διέβαλλον ἐπενεγκάμενοι ὡς Σαμαρειτῶν νόμιμα περιστέλλει, καὶ Χριστιανοὺς δράσειε τοὺς ἐν Παλαιστίνῃ ᾠκημένους ἀνόσια ἔργα. [28] Ἰουστινιανὸς δὲ ἀγριαίνεσθαί τε καὶ δεινὰ ποιεῖσθαι διὰ ταῦτα ἐδόκει, ὅτι δὴ αὐτοῦ τὴν Ῥωμαίων ἀρχὴν ἔχοντος τὸ τοῦ Χριστοῦ ὄνομα ὑφ̓ ὁτουοῦν διασύροιτο. [29] οἱ μὲν οὖν ἐκ τῆς συγκλήτου βουλῆς τὴν διάγνωσιν πεποιημένοι τοῦ πράγματος φυγῇ τὸν Φαυστῖνον ἐζημίωσαν, βασιλέως ἐγκειμένου σφίσι. [30] βασιλεὺς δὲ πρὸς αὐτοῦ χρήματα ὅσα ἐβούλετο κεκομισμένος ἀνάδικα εὐθὺς τὰ δεδικασμένα ἐποίησε. [31] Φαυστῖνος δὲ αὖθις τὸ πρότερον ἀξίωμα ἔχων, βασιλεῖ τε ὡμίλει ἐπίτροπός τε καταστὰς τῶν ἐν Παλαιστίνῃ τε καὶ Φοινίκῃ βασιλικῶν χωρίων ἀδεέστερον ἅπαντα κατειργάζετο ὅσα οἱ αὐτῷ βουλομένῳ εἴη. [32] ὅντινα μὲν οὖν Ἰουστινιανὸς τρόπον τὰ Χριστιανῶν δικαιώματα περιστέλλειν ἠξίου, καίπερ οὐ πολλῶν εἰρημένων ἡμῖν, ἀλλ̓ ἐκ τῶνδε βραχέων ὄντων τεκμηριοῦν ἔστιν. [33] ὅπως δὲ καὶ τοὺς νόμους οὐδεμιᾷ ὀκνήσει κατέσειε χρημάτων κειμένων βραχυτάτῳ δηλωθήσεται λόγῳ.

 

‹ Prev