Delphi Complete Works of Procopius
Page 283
XXVIII
Πρίσκος τις ἐν τῇ Ἐμεσηνῶν ἐγένετο πόλει, ὅσπερ ἀλλότρια γράμματα μιμεῖσθαι εὐφυῶς ἐξηπίστατο, τεχνίτης τε ἦν περὶ τὸ κακὸν τοῦτο δεξιὸς ἄγαν. [2] ἐτύγχανε δὲ ἡ τῶν Ἐμεσηνῶν ἐκκλησία τῶν τινος ἐπιφανῶν κληρονόμος γεγενημένη χρόνοις τισὶ πολλοῖς ἔμπροσθεν. [3] ἦν δὲ οὗτος ἀνὴρ πατρίκιος μὲν τὸ ἀξίωμα, Μαμμιανὸς δὲ ὄνομα, γένει λαμπρὸς καὶ περιουσίᾳ χρημάτων. [4] ἐπὶ δὲ Ἰουστινιανοῦ βασιλεύοντος ὁ Πρίσκος διερευνησάμενος πόλεως τῆς εἰρημένης τὰς οἰκίας πάσας, εἴ τινας εὗρέ τε πλούτῳ ἀκμάζοντας καὶ πρὸς ζημίαν χρημάτων μεγάλων διαρκῶς ἔχοντας, τούτων διερευνησάμενος ἐς τὸ ἀκριβὲς τοὺς προπάτορας, γράμμασιν αὐτῶν παλαιοῖς ἐντυχὼν, βιβλίδια πολλὰ ὡς παῤ ἐκείνων γεγραμμένα πεποίηται, ὁμολογούντων πολλὰ χρήματα τῷ Μαμμιανῷ ἀποδώσειν ἅτε παρακαταθήκης λόγῳ ταῦτα πρὸς ἐκείνου κεκομισμένων. [5] τό τε ὡμολογημένον ἐν τούτοις δὴ τοῖς καταπλάστοις γραμματείοις χρυσίον ξυνῄει οὐχ ἧσσον ἢ ἐς ἑκατὸν κεντηνάρια. [6] καὶ ἀνδρὸς δέ τινος, ὅσπερ ἐπὶ τῆς ἀγορᾶς τηνικάδε τοῦ χρόνου καθήμενος, ἡνίκα ὁ Μαμμιανὸς περιῆν, δόξαν τε πολλὴν ἐπὶ τῇ ἀληθείᾳ καὶ τῇ ἄλλῃ ἀρετῇ ἔχων, ἅπαντα ἐπετέλει τὰ τῶν πολιτῶν γραμματεῖα, ἕκαστον οἰκείοις ἐπισφραγίζων αὐτὸς γράμμασιν, ὅνπερ ταβελλίωνα καλοῦσι Ῥωμαῖοι, τὰ γράμματα δαιμονίως μιμησάμενος τοῖς διοικουμένοις τὰ πράγματα τῆς Ἐμεσηνῶν ἐκκλησίας παρέδωκεν, ὡμολογηκόσι μοῖραν αὐτῷ τινα κεῖσθαι τῶν ἐνθένδε πορισθησομένων χρημάτων. [7] ἐπεὶ δὲ ὁ νόμος ἐμποδὼν ἵστατο, τὰς μὲν ἄλλας δίκας ἁπάσας ἐς τριακοντοῦτιν παραγραφὴν ἄγων, ὀλίγας δὲ ἄττας καὶ τὰς ὑποθηκαρίας καλουμένας τεσσαράκοντα ἐνιαυτῶν μήκει ἐκκρούων, [8] μηχανῶνται τοιάδε. ἐς Βυζάντιον ἀφικόμενοι καὶ χρήματα μεγάλα τῷ βασιλεῖ τούτῳ προέμενοι ἐδέοντο σφίσι τὸν τῶν πολιτῶν ὄλεθρον οὐδὲν ὠφληκότων ξυγκατεργάζεσθαι. [9] ὁ δὲ τὰ χρήματα κεκομισμένος μελλήσει οὐδεμιᾷ νόμον ἔγραψεν, οὐ χρόνοις τὰς ἐκκλησίας τοῖς καθήκουσιν, ἀλλ̓ ἐνιαυτῶν ἑκατὸν πλήθει δικῶν τῶν αὐταῖς προσηκουσῶν ἀποκεκλεῖσθαι, καὶ ταῦτα οὐκ ἐν Ἐμέσῃ μόνον κύρια εἶναι, ἀλλὰ καὶ ἀνὰ πᾶσαν τὴν Ῥωμαίων ἀρχήν. [10] Ἐμεσηνοῖς τε τὸ πρᾶγμα τοῦτο διαιτᾶν ἔταξε Λογγῖνόν τινα δραστήριόν τε ἄνδρα καὶ τὸ σῶμα ἰσχυρὸν ἄγαν, ὃς καὶ τὴν τοῦ δήμου ἀρχὴν ἐν Βυζαντίῳ ὕστερον ἔσχεν. [11] οἱ δὲ τῆς ἐκκλησίας τὰ πράγματα διοικούμενοι τὰ μὲν πρῶτα τῶν τινι τῶν πολιτῶν δίκην κεντηναρίοιν ἐκ βιβλίων τῶν εἰρημένων λαχόντες δυοῖν, κατεδικάσαντο τοῦ ἀνθρώπου εὐθὺς, ὅ τι καὶ ἀπολογήσαιτο οὐδαμῆ ἔχοντος διά τε χρόνου τοσόνδε μῆκος καὶ ἄγνοιαν τῶν τότε πεπραγμένων. [12] ἐν πένθει δὲ μεγάλῳ ἐκάθηντο οἵ τε ἄλλοι ξύμπαντες ἄνθρωποι ὁμῶς τοῖς συκοφάνταις ἐκκείμενοι καὶ πάντων μάλιστα οἱ τῶν Ἐμεσηνῶν λογιμώτατοι. [13] τοῦ δὲ κακοῦ ἐς τοὺς πλείστους ἤδη τῶν πολιτῶν ἐπιρρέοντος προμήθειάν τινα τοῦ θεοῦ ξυνηνέχθη γενέσθαι τοιάνδε. [14] Πρίσκον ὁ Λογγῖνος τὸν τοῦτο δὴ τὸ σκαιώρημα ἐργασάμενον ἅπαντα ὁμοῦ κομίζειν οἱ τὰ γράμματα ἐκέλευσεν, ἀναδυόμενόν τε τὴν πρᾶξιν ἐρράπισε δυνάμει τῇ πάσῃ. [15] ὁ δὲ ἀνδρὸς ἰσχυροῦ λίαν τὴν πληγὴν οὐδαμῆ ἐνεγκὼν ἔπεσεν ὕπτιος, τρέμων δὲ ἤδη καὶ περιδεὴς γεγονὼς, ὅλως τε Λογγῖνον ᾐσθῆσθαι τὰ πεπραγμένα ὑπονοῶν ὡμολόγει, οὕτω τε τῆς σκαιωρίας ἁπάσης ἐς φῶς ἐνεχθείσης τὴν συκοφαντίαν πεπαῦσθαι ξυνέβη. [16] Ταῦτα δὲ οὐ μόνον ἐς τοὺς νόμους ἀεὶ καὶ καθ̓ ἑκάστην εἰργάζετο τοὺς Ῥωμαίων, ἀλλὰ καὶ οὓς Ἑβραῖοι τιμῶσι καταλύειν ὅδε βασιλεὺς ἐν σπουδῇ εἶχεν. [17] ἢν γάρ ποτε αὐτοῖς ἐπανιὼν ὁ χρόνος τὴν Πασχαλίαν ἑορτὴν πρὸ τῶν Χριστιανῶν ἀγαγὼν τύχοι, οὐκ εἴα ταύτην τοὺς Ἰουδαίους καιροῖς τοῖς καθήκουσιν ἄγειν, οὐδέ τι ἐν ταύτῃ δεξιοῦσθαι τῷ θεῷ ἢ ἐπιτελεῖν τῶν ἐν σφίσιν αὐτοῖς νομίμων. [18] πολλούς τε αὐτῶν οἱ ἐπὶ τῶν ἀρχῶν τεταγμένοι ἅτε προβατείων κρεῶν ἐν τούτῳ γευσαμένους τῷ χρόνῳ, τῆς ἐς τὴν πολιτείαν παρανομίας ὑπάγοντες χρήμασιν ἐζημίουν πολλοῖς. [19] ἔργα μὲν οὖν καὶ ἄλλα τοιαῦτα Ἰουστινιανοῦ ἀνάριθμα ἐξεπιστάμενος οὐκ ἄν τι ἐνθείην, ἐπεὶ πέρας δοτέον τῷ λόγῳ. ἀποχρήσει γὰρ καὶ δἰ αὐτῶν τὸ τοῦ ἀνθρώπου ἦθος σημῆναι.
XXIX
Ὅτι δὲ εἴρων τε καὶ κατάπλαστος ἦν, αὐτίκα δηλώσω. τὸν Λιβέριον τοῦτον, οὗπερ ἐμνήσθην ἀρτίως, παραλύσας ἧς εἶχεν ἀρχῆς, Ἰωάννην ἀντ̓ αὐτοῦ κατεστήσατο Αἰγύπτιον γένος, ἐπίκλησιν Λαξαρίωνα. [2] ὅπερ ἐπεὶ Πελάγιος ἔγνω Λιβερίῳ φίλος ἐς τὰ μάλιστα ὢν, τοῦ αὐτοκράτορος ἀνεπυνθάνετο εἴπερ ὁ ἀμφὶ Λαξαρίωνα λόγος ἀληθὴς εἴη. [3] καὶ ὃς εὐθὺς ἀπηρνήσατο μηδὲν πεπραγέναι τοιοῦτο ἀπισχυρισάμενος, γράμματά τε αὐτῷ πρὸς Λιβέριον ἐνεχείρισεν, ἐντελλόμενος βεβαιότατα τῆς ἀρχῆς ἔχεσθαι, καὶ μηδενὶ αὐτῆς τρόπῳ μεθίεσθαι. [4] οὐ γὰρ ταύτης ἐθέλειν ἐν τῷ παρόντι αὐτὸν παραλῦσαι. ἦν δέ τις τῷ Ἰωάννῃ ἐν Βυζαντίῳ θεῖος, Εὐδαίμων ὄνομα, ἔς τε τὸ τῶν ὑπάτων ἀξίωμα ἥκων καὶ χρήματα περιβεβλημένος πολλὰ ἐπίτροπος τέως τῆς βασιλέως οὐσίας ἰδίας. [5] οὗτος Εὐδαίμων ἐπειδὴ ταῦτα ἠκηκόει ἅπερ ἐρρήθη, κ�
�ὶ αὐτὸς βασιλέως ἀνεπυνθάνετο εἰ ἐν βεβαίῳ τῷ ἀδελφιδῷ τὰ τῆς ἀρχῆς εἴη. [6] ὁ δὲ ὅσα οἱ πρὸς Λιβέριον ἐγέγραπτο ἀρνησάμενος, πρὸς τὸν Ἰωάννην γράμματα γράψας ἀντιλαβέσθαι τῆς ἀρχῆς δυνάμει πάσῃ ἐπέστελλεν. [7] οὐδὲ γὰρ οὐδ̓ αὐτῷ νεώτερον ἀμφ̓ αὐτῇ βεβουλεῦσθαι. οἷσπερ ὁ Ἰωάννης ἀναπεισθεὶς Λιβέριον ἀναχωρεῖν τοῦ τῆς ἀρχῆς καταγωγίου ἅτε αὐτῆς παραλελυμένον ἐκέλευε. [8] Λιβέριος δὲ αὐτῷ πείθεσθαι οὐδαμῆ ἔφασκεν, ἠγμένος δηλονότι τοῖς βασιλέως καὶ αὐτὸς γράμμασιν. [9] ὁ μὲν οὖν Ἰωάννης τούς οἱ ἑπομένους ὁπλίσας ἐπὶ τὸν Λιβέριον ᾔει, ὁ δὲ ξὺν τοῖς ἀμφ̓ αὑτὸν εἰς ἀντίστασιν εἶδε. μάχης τε γενομένης, ἄλλοι τε πολλοὶ πίπτουσι καὶ Ἰωάννης αὐτὸς ὁ τὴν ἀρχὴν ἔχων. [10] Εὐδαίμονος οὖν ἰσχυρότατα ἐγκειμένου, μετάπεμπτος εὐθὺς ἐς Βυζάντιον ὁ Λιβέριος ἦν, ἥ τε σύγκλητος βουλὴ τὴν διάγνωσιν ποιουμένη τῶν πεπραγμένων, ἀπεψηφίσατο τοῦ ἀνθρώπου, ἐπεὶ αὐτοῦ οὐκ ἐπελθόντος, ἀλλ̓ ἀμυνομένου τὸ μίασμα ξυνηνέχθη γενέσθαι. [11] βασιλεὺς μέντοι οὐ πρότερον ἀπέστη ἕως αὐτὸν ἐζημίωσε χρήμασι λάθρα. [12] Οὕτω μὲν οὖν Ἰουστινιανὸς ἀληθίζεσθαί τε ἠπίστατο καὶ εὐθύγλωσσος ἦν. ἐγὼ δὲ πάρεργόν τι τοῦδε τοῦ λόγου εἰπεῖν οὐκ ἄπο τοῦ καιροῦ οἴομαι εἶναι. ὁ μὲν γὰρ Εὐδαίμων οὗτος ἐτελεύτησεν οὐ πολλῷ ὕστερον, ξυγγενῶν μέν οἱ ἀπολελειμμένων πολλῶν, οὔτε διαθήκην τινὰ διαθέμενος οὔτε τι ἄλλο τὸ παράπαν εἰπών. [13] ὑπὸ χρόνον τε τὸν αὐτὸν καί τις ἄρχων γεγονὼς τῶν ἐν Παλατίῳ εὐνούχων ὄνομα Εὐφρατᾶς ἀπελύθη τοῦ βίου, ἀδελφιδοῦν μὲν ἀπολιπὼν, οὐδὲν δὲ ἐπὶ τῇ οὐσίᾳ διαθέμενος τῇ αὑτοῦ πολλῇ ἐς ἄγαν [14] οὔσῃ. ἄμφω δὲ βασιλεὺς τὰς οὐσίας ἀφείλετο, κληρονόμος γεγενημένος αὐτόματος καὶ οὐδὲ τριώβολόν τινι τῶν νομίμων κληρονόμων προέμενος. [15] τοσαύτῃ αἰδοῖ ἔς τε τοὺς νόμους καὶ τῶν ἐπιτηδείων τοὺς ξυγγενεῖς ὁ βασιλεὺς οὗτος ἐχρῆτο. [16] οὕτως καὶ τὰ Εἰρηναίου πολλῷ ἔμπροσθεν τελευτήσαντος δικαίωμα οὐδ̓ ὁτιοῦν ἐπ̓ αὐτοῖς ἔχων ἀφείλετο. [17] Τούτων δὲ τὸ ἐχόμενον ὑπὸ χρόνον τε τὸν αὐτὸν γεγονὸς οὐκ ἂν σιωπῴην. Ἀνατόλιός τις ἦν ἐν Ἀσκαλωνιτῶν τῷ λευκώματι τὰ πρωτεῖα ἔχων. τούτου τὴν παῖδα γαμετὴν γυναῖκα τῶν τις Καισαρέων πεποίηται, [18] Μαμιλιανὸς ὄνομα, οἰκίας ἐπιφανοῦς ἄγαν. ἦν δὲ ἡ κόρη ἐπίκληρος, ἐπεὶ μόνης αὐτῆς Ἀνατόλιος ἐγεγόνει πατήρ. [19] νόμῳ δὲ ἄνωθεν διωρισμένον, ἐπειδὰν βουλευτὴς τῶν τινος πόλεων οὐκ ἀπολελειμμένων οἱ παίδων γόνου ἄρρενος ἐξ ἀνθρώπων ἀφανισθείη, τῶν ἀπολελειμμένων ὑπὸ τούτου χρημάτων τὸ μὲν τεταρτημόριον δίδοσθαι τῷ τῆς πόλεως βουλευτηρίῳ, πάντων δὲ τῶν ἄλλων τοὺς κληρονόμους τοῦ τετελευτηκότος ἀπόνασθαι, γνώρισμα ἤθους τοῦ οἰκείου κἀνταῦθα ὁ αὐτοκράτωρ ἐνδεικνύμενος, νόμον ἔναγχος ἐτύγχανε γράψας, ἔμπαλιν τὰ τοῦ πράγματος διοικούμενον ὅπως δὴ, ἐπειδὰν βουλευτὴς ἄπαις τελευτῴη γόνου ἄρρενος τῆς οὐσίας οἱ μὲν κληρονόμοι τὸ τέταρτον ἔχοιεν, τἄλλα δὲ πάντα τό τε δημόσιον καὶ τὸ τῆς πόλεως λεύκωμα φέροιντο. [20] καίτοι οὐδεπώποτε δημόσιον ἢ βασιλεὺς ἀφ̓ οὗ γεγόνασιν ἄνθρωποι χρημάτων βουλευτικῶν μετασχεῖν ἔσχε. [21] τούτου τοίνυν κειμένου τοῦ νόμου, Ἀνατολίῳ μὲν ἐπεγένετο ἡ τέλειος ἡμέρα τοῦ βίου, ἡ δὲ τούτου παῖς τὸν τούτου κλῆρον πρός τε τὸ δημόσιον καὶ τὸ τῆς πόλεως βουλευτήριον κατὰ τὸν νόμον ἐνείματο, καὶ αὐτῇ γράμματα βασιλεύς τε αὐτὸς καὶ Ἀσκαλωνιτῶν οἱ τοῦ λευκώματος ἔγραψαν, τῆς περὶ τούτων αὐτὴν ἀφιέντες ἀντιλογίας ἅτε τὰ σφίσι προσήκοντα κεκομισμένοι ὀρθῶς καὶ δικαίως. [22] ὕστερον καὶ Μαμιλιανὸς ἀπελύθη τοῦ βίου, ὅσπερ Ἀνατολίῳ κηδεστὴς ἐγεγόνει, παιδός οἱ ἀπολελειμμένης μιᾶς, ἥπερ καὶ μόνη τὴν τοῦ πατρὸς οὐσίαν, ὡς τὸ εἰκὸς, ἔσχε. [23] μετὰ δὲ καὶ αὕτη περιούσης ἔτι οἱ τῆς μητρὸς ἀφίκετο ἐς τὸ μέτρον τοῦ βίου, ἀνδρὶ μὲν ξυνοικισθεῖσα τῶν λογίμων τινὶ, μήτηρ δὲ οὔτε θήλεος οὔτε ἄρσενος γενομένη γόνου. [24] ἀλλ̓ Ἰουστινιανὸς πάντων ἀντελάβετο τῶν χρημάτων εὐθὺς, ἐκεῖνο ἀποφθεγξάμενος τὸ θαυμάσιον, ὡς τὴν Ἀνατολίου παῖδα γυναῖκα γραῦν οὖσαν τοῖς τε τοῦ ἀνδρὸς καὶ τοῖς τοῦ πατρὸς πλουτεῖν χρήμασιν οὐχ ὅσιον εἴη. [25] ὅπως δὲ ἡ γυνὴ μὴ ἐν τοῖς προσαιτηταῖς τὸ ἐνθένδε τετάξεται, στατῆρα χρυσοῦν ἐς ἡμέραν ἑκάστην τὴν γυναῖκα φέρεσθαι ταύτην διώρισεν, ἕως ἂν περιῇ, τοῦτο θέμενος ἐν τοῖς γράμμασι, δἰ ὧν τὰ χρήματα ἐληΐσατο ταῦτα, ὡς τὸν στατῆρα προεῖται τῆς εὐσεβείας ἕνεκα τοῦτον: ‘ἔθος γάρ μοι’, ἔφη, ‘τά τε ὅσια καὶ εὐσεβῆ πράττειν’. [26] Ἀλλὰ περὶ μὲν τούτων ἀπόχρη λέγειν, ὅπως μὴ ὁ λόγος κατακόρως ἔχοι, ἐπεὶ οὐδὲ ἁπάντων ἀνθρώπῳ γε ὄντι δυνατὸν ἀπομνημονεῦσαι. [27] ὅτι δὲ οὐ Βενέτων τῶν οἱ ἐσπουδασμένων δοκούντων εἶναι λόγον τινὰ πεποίηται χρημάτων παρόντων, ἐγὼ δηλώσω. [28] Μαλθάνης τις ἐγεγόνει ἐν Κίλιξι Λέοντος ἐκείνου γαμβρὸς, ὃς περιεῖπεν, ὥσπερ μοι ἔμπροσθεν εἴρηται, τὴν τοῦ καλουμένου ῥεφερενδαρίου τιμήν. [29] τοῦτον βίας ἀναστέλλειν ἐπέστελλε τὰς ἐν Κίλιξι. ταύτης τε τῆς σκήψεως ὁ Μαλθάνης λαβόμενος ἀνήκεστα κακὰ Κιλίκων τοὺς πλείστους εἰργάζετο, καὶ τὰ χρήματα ληϊζόμενος τ
ὰ μὲν τῷ τυράννῳ ἔπεμπε, τοῖς δὲ αὐτὸς ἐδικαίου πλουτεῖν. [30] οἱ μὲν οὖν ἄλλοι τὰ σφίσι παρόντα σιωπῇ ἔφερον, Ταρσέων δὲ ὅσοι Βένετοι ἦσαν τῇ ἐκ βασιλέως παρρησίᾳ θαρσοῦντες ἐν τῷ δημοσίῳ τῆς ἀγορᾶς ἐς τὸν Μαλθάνην οὐ παρόντα σφίσι πολλὰ ὕβριζον. [31] ὅπερ ἐπεὶ ὁ Μαλθάνης ἔγνω, πλῆθος στρατιωτῶν ἐπαγόμενος ἐς Ταρσὸν εὐθὺς ἀφίκετο νύκτωρ περιπέμπων τε τοὺς στρατιώτας ἐς τὰς οἰκίας ὄρθρου βαθέος καταλύειν ἐκέλευεν. [32] ἔφοδον δὲ οἰόμενοι ταύτην οἱ Βένετοι εἶναι, ἐκ τῶν παρόντων ἠμύνοντο. ξυνέβη τοίνυν ἄλλα τε κακὰ ἐν σκότῳ γενέσθαι καὶ Δαμιανὸν, [33] ἄνδρα ἐκ βουλῆς, τοξεύματι βληθέντα πεσεῖν. ἦν δὲ ὁ Δαμιανὸς οὗτος τῶν τῇδε Βενέτων προστάτης. ὅπερ ἐπεὶ ἐς Βυζάντιον ἦλθεν, οἵ τε Βένετοι δυσφορούμενοι θορύβῳ ἀνὰ τὴν πόλιν πολλῷ εἴχοντο, καὶ βασιλέα μὲν ἀμφὶ τῷ πράγματι ἠνώχλουν ἄγαν, Λέοντα δὲ καὶ τὸν Μαλθάνην ξὺν δεινοτάταις ἀπειλαῖς πολλὰ ἐδυσφήμουν. [34] καὶ αὐτοκράτωρ οὐδέν τι ἧσσον ἀγριαίνεσθαι ἐπὶ τοῖς πεπραγμένοις ἐσκήπτετο. γράμμα οὖν εὐθὺς ἔγραψε, ζήτησίν τε καὶ τίσιν τῶν τῷ Μαλθάνῃ πεπολιτευμένων κελεύων γενέσθαι. [35] ἀλλὰ Λέων αὐτῷ χρυσίου προέμενος πλῆθος τοῦ τε θυμοῦ αὐτίκα καὶ τῆς ἐς τοὺς Βενέτους στοργῆς ἔπαυσε, τοῦ τε πράγματος ἀνεξετάστου μενενηκότος Μαλθάνην βασιλεὺς ἐς Βυζάντιον παῤ αὐτὸν ἥκοντα ξύν τε πολλῇ φιλοφροσύνῃ εἶδε καὶ ἐν τιμῇ ἔσχεν. [36] ἐξιόντα δὲ οἱ Βένετοι ἐκ βασιλέως τηρήσαντες πληγὰς αὐτῷ προσετρίψαντο ἐν Παλατίῳ καὶ διαχρήσασθαι ἔμελλον, εἰ μὴ αὐτῶν τινες διεκώλυσαν, οἵ γε πρὸς Λέοντος χρήματα ἤδη κεκομισμένοι λάθρα ἐτύγχανον. [37] καίτοι τίς οὐκ ἂν ταύτην τὴν πολιτείαν ἐλεεινοτάτην καλοίη, ἐν ᾗ βασιλεὺς μὲν δωροδοκήσας ἀνεξέταστα κατέλειψε τὰ ἐγκλήματα, στασιῶται δὲ βασιλέως ἐν Παλατίῳ ὄντος ἐπαναστῆναι τῶν τινι ἀρχόντων οὐδεμιᾷ ὀκνήσει ἐτόλμησαν, [38] ἀδίκων τε χειρῶν ἐπ̓ αὐτὸν ἄρξαι; τίσις μέντοι τούτων δὴ ἕνεκα οὐδεμία οὔτε εἰς τὸν Μαλθάνην ἐγένετο οὔτε εἰς τοὺς αὐτῷ ἐπαναστάντας. ἐκ τούτων δὲ εἴ τις βούλοιτο τὸ Ἰουστινιανοῦ τοῦ βασιλέως τεκμηριούσθω ἦθος.