Delphi Complete Works of Procopius
Page 285
The Buildings of Justinian
BOOK I.
[1] Οὐκ ἀρετῆς ἐπίδειξιν ποιεῖσθαι ἐθέλων, οὐδὲ λόγου δυνάμει θαρσῶν, οὐδὲ χωρίων ἐπὶ τῇ ἐμπειρίᾳ φιλοτιμούμενος, ἐς τῆσδε τῆς ἱστορίας τὴν γραφὴν ὥρμηκα· ἐπεὶ οὐκ εἶχον οὐδὲν ὑφ᾽ οὗ ἂν παρρησίας ἐς τόδε ἀγοίμην. [2] ἀλλά μοι πολλάκις ἔννοια γέγονεν ὁπόσων τε καὶ πηλίκων ἀγαθῶν αἴτιον ἱστορία ταῖς πόλεσι γίνεσθαι εἴωθε, παραπέμπουσά τε εἰς τοὺς ἐπιγόνους τῶν προγεγενημένων τὴν μνήμην, καὶ ἀνταγωνιζομένη τῷ χρόνῳ κρυφαῖα ποιεῖσθαι διατεινομένῳ τὰ πράγματα, καὶ τὴν μὲν ἀρετὴν εὐφημίαις ἀεὶ τῶν ἀναλεγομένων αὐτὴν ἐπαίρουσα, τῆς δὲ κακίας ἐπιλαμβανομένη διηνεκές, ταύτῃ τε ἀποκρουομένη τὴν αὐτῆς δύναμιν. [3] τούτου οὖν δὴ μόνου ἐπιμελητέον ἡμῖν, ὅπως δὴ ἔνδηλα τὰ πεπραγμένα διαφανῶς ἔσται καὶ ὑφ᾽ ὅτου ἐργασθείη τῶν πάντων ἀνθρώπων. ταῦτα δέ, οἶμαι, οὐδὲ γλώσσῃ τραυλιζούσῃ τε καὶ ἰσχνοφώνῳ οὔσῃ ἀμήχανά ἐστι. [4] χωρὶς δὲ τούτων εὐγνώμονας μὲν ἱστορία ἐς τοὺς εὐεργέτας ἐνδείκνυται γεγονέναι τῶν ἀρχομένων τοὺς εὖ πεπονθότας, ἐν μείζοσι δὲ p[4]αὐτοῖς ἐκτετικέναι τὰ χαριστήρια, οἵ γε, ἂν οὕτω τύχοι, ἐπὶ καιροῦ μὲν τῆς ἀγαθοεργίας τῶν ἐν σφίσιν ἡγησαμένων ἀπώναντο, ἀθάνατον δὲ αὐτοῖς τῶν εἰς τὸ ἔπειτα ἐσομένων τῇ μνήμῃ τὴν ἀρετὴν διασώζουσι. [5] διὰ ταῦτα γὰρ καὶ τῶν ἐπιγινομένων πολλοὶ ἀρετῶσι μὲν τὰς τῶν προγεγενημένων ζηλοῦντες τιμάς, ἐς δὲ τὰς βλασφημίας χαλεπῶς ἔχοντες τῶν ἐπιτηδευμάτων τὰ πονηρότατα, ὡς τὸ εἰκός, ἀναδύονται. ὅτου δὲ δὴ ἕνεκα ταῦτα ὑπεῖνον αὐτίκα δηλώσω.
[6] Ἐν χρόνῳ τῷ καθ᾽ ἡμᾶς Ἰουστινιανὸς ὁ βασιλεὺς γέγονεν, ὃς τὴν πολιτείαν πλημμελῶς κινουμένην παραλαβὼν μεγέθει μὲν αὐτὴν μείζω τε καὶ πολλῷ ἐπιφανεστέραν εἰργάσατο, ἐξελάσας ἐνθένδε τοὺς ἐκ παλαιοῦ βιασαμένους αὐτὴν βαρβάρους, ὥσπερ μοι λεπτολογουμένῳ ἐν τοῖς ὑπὲρ τῶν πολέμων δεδήλωται λόγοις. [7] καίτοι λέγουσί ποτε Θεμιστοκλέα τὸν Νεοκλέους ἀποσεμνύνεσθαι ὅτι δὴ οὐκ ἀνεπιστημόνως ἔχοι πόλιν μικρὰν ποιῆσαι μεγάλην. [8] ὁ δὲ δὴ οὐκ ἀμελέτητός ἐστιν ἐμπορίζεσθαι πολιτείας ἑτέρας· πολλὰς ἀμέλει προσεποίησεν ἤδη τῇ Ῥωμαίων ἀρχῇ ἀλλοτρίας καθ᾽ αὑτὸν οὔσας, πόλεις δὲ ἀναρίθμους δεδημιούργηκεν οὐ πρότερον οὔσας. [9] πλανωμένην δὲ εὑρὼν τὴν ἀμφὶ τῷ θεῷ δόξαν τὰ πρότερα ἐς πολλά τε ἀναγκαζομένην ἰέναι, συντρίψας ἁπάσας τὰς ἐπὶ τὰς πλάνας φερούσας ὁδούς, διεπράξατο ἐν τῶν βεβαίῳ τῆς πίστεως ἐπὶ μιᾶς ἑστάναι κρηπῖδος. p[610] πρὸς δὲ καὶ τοὺς νόμους λαβὼν τῷ τε παμπληθεῖς οὐ δέον γεγονέναι σκοτεινοὺς ὄντας καὶ ξυγχεομένους διαφανῶς τῷ ἀπ᾽ ἐναντίας ἀλλήλοις ἰέναι, καὶ τοῦ μὲν ὄχλου αὐτοὺς τῆς τερθρείας ἀποκαθάρας, τὸ δὲ ἐς ἀλλήλους διχοστατεῖν βεβαιότατα κρατυνόμενος διεσώσατο. καὶ τοῖς μὲν ἐπιβουλεύουσιν αὐτεπάγγελτος τὰς αἰτίας ἀφείς, τοὺς δὲ βίου δεομένους πλούτῳ πεποιημένος κατακορεῖς καὶ τύχην αὐτοῖς τὴν ἐπηρεάζουσαν βιασάμενος, εὐδαίμονι βίῳ τὴν πολιτείαν ξυνῴκισεν. [11] ἀλλὰ καὶ βαρβάροις πανταχόθεν ὑποκειμένην τῇ Ῥωμαίων ἀρχὴν στρατιωτῶν τε πλήθει ἐπέρρωσε καὶ ὀχυρωμάτων οἰκοδομίαις ἁπάσας αὐτῆς τὰς ἐσχατιὰς ἐτειχίσατο.
[12] Ἀλλὰ τῶν μὲν ἄλλων τὰ πλεῖστα ἐν ἑτέροις μοι συγγέγραπται λόγοις, ὅσα δὲ αὐτῷ ἀγαθὰ οἰκοδομουμένῳ δεδημιούργηται, ἐν τῷ παρόντι γεγράψεται. ἄριστον μὲν δὴ βασιλέα γεγονέναι Κῦρον τὸν Πέρσην φασίν, ὧν ἀκοῇ ἴσμεν, τοῖς τε ὁμογενέσιν αἰτιώτατον τῆς βασιλείας. [13] εἰ δὲ τοιοῦτός τις ἦν ὁ Κῦρος ἐκεῖνος οἷος δὴ ὑπὸ Ξενοφῶντι τῷ Ἀθηναίῳ παιδεύεται, οὐκ ἔχω εἰδέναι. [14] τάχα γάρ που καὶ ἡ τοῦ γεγραφότος αὐτὰ δεξιότης κεκομψευμένῃ δυνάμει τοῦ λόγου ἐγκαλλώπισμα τῶν ἔργων γενέσθαι διαρκῶς ἴσχυσε. [15] τοῦ δὲ p[8]καθ᾽ ἡμᾶς βασιλέως Ἰουστινιανοῦ (ὃν δὴ καὶ φύσει βασιλέα καλῶν τις, οἶμαι, ὀρθῶς ἂν εἴποι, ἐπεὶ καὶ πατὴρ ὢς ἤπιός ἐστι, καθ᾽ Ὅμηρον), εἴ τις ἐς τὸ ἀκριβὲς τὴν βασιλείαν διασκοποῖτο, παιδιάν τινα τὴν Κύρου ἀρχὴν οἰήσεται εἶναι. [16] τεκμηριώσει δὲ τὸ τοιοῦτο ἡ μὲν πολιτεία πρὸς αὐτοῦ, ᾗπέρ μοι ἔναγχος εἴρηται, τῇ τε χώρᾳ καὶ τῇ ἄλλῃ δυνάμει πλεῖν ἢ διπλάσια γεγενημένη, οἱ δὲ τὴν ἐπιβουλὴν αὐτῷ σκαιωρησάμενοι μέχρι ἐς φόνον μὴ ὅτι βιοτεύοντες ἐς τόδε τοῦ χρόνου καὶ τὰ σφέτερα αὐτῶν ἔχοντες, καίπερ ἐξεληλεγμένοι διαφανῶς, ἀλλὰ καὶ στρατηγοῦντες Ῥωμαίων ἔτι καὶ ἐς τὸ τῶν ὑπάτων ἀναγεγραμμένοι τελοῦσιν ἀξίωμα.
[17] Τανῦν δέ, ὅπερ εἶπον, ἐπὶ τὰς οἰκοδομίας τούτου δὴ τοῦ βασιλέως ἡμῖν ἰτέον, ὡς μὴ ἀπιστεῖν τῷ τε πλήθει καὶ τῷ μεγέθει ἐς τὸν ὄπισθεν χρόνον τοῖς αὐτὰς θεωμένοις ξυμβαίη ὅτι δὴ ἀνδρὸς ἑνὸς ἔργα τυγχάνει ὄντα. [18] πολλὰ γὰρ ἤδη τῶν προγεγενημένων οὐκ ἐμπεδωθέντα τῷ λόγῳ τῷ ὑπερβάλλοντι τῆς ἀρετῆς ἄπιστα γέγονεν. εἴη δ᾽ ἂν εἰκότως τὰ ἐν Βυζαντίῳ παρὰ πάντα τῷ λόγῳ κρηπίς. [19] ἀρχομένου γὰρ ἔργου, κατὰ δὴ τὸν παλαιὸν λόγον, πρόσωπον χρὴ θέμεναι τηλαυγές.
[20] Ἄνδρες ἀγελαῖοί ποτε καὶ ὁ συρφετὸς ὅλος p[10]Ἰουστινιανῷ βασιλεῖ ἐν Βυζαντίῳ ἐπαναστάντες τὴν Νίκα καλουμένην στάσιν εἰργ�
�σαντο, ᾗπέρ μοι ἀπαρακαλύπτως ἀκριβολογουμένῳ ἐν τοῖς ὑπὲρ τῶν πολέμων δεδιήγηται λόγοις. [21] ἐνδεικνύμενοι δὲ ὡς οὐκ ἐπὶ τὸν βασιλέα μόνον, ἀλλ᾽ οὐδέν τι ἧσσον ἐπὶ τὸν θεὸν ἅτε ἀποφράδες τὰ ὅπλα ἀντῆραν, ἐμπρῆσαι τῶν Χριστιανῶν τὴν ἐκκλησίαν ἐτόλμησαν (Σοφίαν καλοῦσιν οἱ Βυζάντιοι τὸν νεὼν ἐπικαιριώτατα τῷ θεῷ τὴν ἐπωνυμίαν ἀπεργασάμενοι), ἐπεχώρει δὲ αὐτοῖς ὁ θεὸς διαπράξασθαι τὸ ἀσέβημα, προειδὼς εἰς ὅσον τι κάλλος τοῦτο τὸ ἱερὸν μεταστήσεσθαι ἔμελλεν. [22] ἡ μὲν οὖν ἐκκλησία ἐξηνθρακωμένη τότε ξύμπασα ἔκειτο. βασιλεὺς δὲ Ἰουστινιανὸς τοιαύτην ἀποτετόρνευται οὐ πολλῷ ὕστερον ὥστε, εἰ τῶν Χριστιανῶν τις ἐπύθετο πρότερον εἰ βουλομένοις αὐτοῖς διολωλέναι τὴν ἐκκλησίαν εἴη καὶ τοιάνδε γενέσθαι, δείξας τι αὐτοῖς τῶν νῦν φαινομένων ἐκτύπωμα, δοκοῦσιν ἄν μοι ὡς συντομώτατα εὔξασθαι πεπονθυῖαν σφίσι τὴν ἐκκλησίαν θεάσασθαι, ὅπως δὴ αὐτοῖς ἐς τὸ παρὸν μεταβάλοιτο σχῆμα. [23] ὁ μὲν οὖν βασιλεὺς ἀφροντιστήσας χρημάτων ἁπάντων ἐς τὴν οἰκοδομῆν σπουδῇ ἵετο, καὶ τοὺς τεχνίτας ἐκ πάσης γῆς ἤγειρεν ἅπαντας. [24] Ἀνθέμιος δὲ Τραλλιανός, ἐπὶ σοφίᾳ τῇ καλουμένῃ μηχανικῇ λογιώτατος, οὐ τῶν κατ᾽ αὐτὸν μόνον ἁπάντων, p[12]ἀλλὰ καὶ τῶν αὐτοῦ προγεγενημένων πολλῷ, τῇ βασιλέως ὑπούργει σπουδῇ, τοῖς τεκταινομένοις τὰ ἔργα ῥυθμίζων, τῶν τε γενησομένων προδιασκευάζων ἰνδάλματα, καὶ μηχανοποιὸς σὺν αὐτῷ ἕτερος, Ἰσίδωρος ὄνομα, Μιλήσιος γένος, ἔμφρων τε ἄλλως καὶ πρέπων Ἰουστινιανῷ ὑπουργεῖν βασιλεῖ. [25] ἦν δὲ ἄρα καὶ τοῦτο τῆς τοῦ θεοῦ περὶ τὸν βασιλέα τιμῆς, προκαταστησαμένου τοὺς ἐς τὰ πραχθησόμενα χρησιμωτάτους αὐτῷ ἐσομένους. [26] καὶ αὐτοῦ δὲ τοῦ βασιλέως τὸν νοῦν εἰκότως ἄν τις ἀγασθείη τούτου δὴ ἕνεκα, ὅτι δὴ ἐκ πάντων ἀνθρώπων ἐς τῶν πραγμάτων τὰ σπουδαιότατα τοὺς καιριωτάτους ἀπολέξασθαι ἔσχε.
[27] Θέαμα τοίνυν ἡ ἐκκλησία κεκαλλιστευμένον γεγένηται, τοῖς μὲν ὁρῶσιν ὑπερφυές, τοῖς δὲ ἀκούουσι παντελῶς ἄπιστον· ἐπῆρται μὲν γὰρ ἐς ὕψος οὐράνιον ὅσον, καὶ ὥσπερ τῶν ἄλλων οἰκοδομημάτων ἀποσαλεύουσα ἐπινένευκεν ὑπερκειμένη τῇ ἄλλη πόλει, κοσμοῦσα μὲν αὐτήν, ὅτι αὐτῆς ἐστιν, ὡραϊζομένη δέ, ὅτι αὐτῆς οὖσα καὶ ἐπεμβαίνουσα τοσοῦτον ἀνέχει ὥστε δὴ ἐνθένδε ἡ πόλις ἐκ περιωπῆς ἀποσκοπεῖται. [28] εὖρος δὲ αὐτῆς καὶ μῆκος οὕτως ἐν ἐπιτηδείῳ ἀποτετόρνευται, ὥστε καὶ περιμήκης καὶ ὅλως εὐρεῖα οὐκ ἀπὸ τρόπου εἰρήσεται. κάλλει δὲ ἀμυθήτῳ p[16]ἀποσεμνύνεται.
[29] τῷ τε γὰρ ὄγκῳ κεκόμψευται καὶ τῇ ἁρμονίᾳ τοῦ μέτρου, οὔτε τι ὑπεράγαν οὔτε τι ἐνδεῶς ἔχουσα, ἐπεὶ καὶ τοῦ ξυνειθισμένου κομπωδεστέρα καὶ τοῦ ἀμέτρου κοσμιωτέρα ἐπιεικῶς ἐστι, φωτὶ δὲ καὶ ἡλίου μαρμαρυγαῖς ὑπερφυῶς πλήθει. [30] φαίης ἂν οὐκ ἔξωθεν καταλάμπεσθαι ἡλίῳ τὸν χῶρον, ἀλλὰ τὴν αἴγλην ἐν αὐτῷ φύεσθαι, τοσαύτη τις φωτὸς περιουσία ἐς τοῦτο δὴ τὸ ἱερὸν περικέχυται. [31] καὶ τὸ μὲν τοῦ νεὼ πρόσωπον (εἴη δ᾽ ἂν αὐτοῦ τὰ πρὸς ἀνίσχοντα ἥλιον, ἵνα δὴ τῶν θεῷ ἱερουργοῦσι τὰ ἄρρητα) τρόπῳ τοιῷδέ δεδημιούργηται. [32] οἰκοδομία τις ἐκ γῆς ἀνέχει, οὐκ ἐπ᾽ εὐθείας πεποιημένη, ἀλλ᾽ ἐκ τῶν πλαγίων ὑπεσταλμένη κατὰ βραχύ, καὶ κατὰ τὰ μέσα ὑποχωροῦσα, ἐπὶ σχῆμά τε κατὰ ἥμισυ τὸ στρογγύλον ἰοῦσα, ὅπερ οἱ περὶ τὰ τοιαῦτα σοφοὶ ἡμικύλινδρον ὀνομάζουσιν, ἐς ὕψος ἀπότομον ἐπανέστηκεν. [33] ἡ δὲ τοῦ ἔργου τούτου ὑπερβολὴ ἐς σφαίρας τεταρτημόριον ἀποκέκριται, ὕπερθέν τε μηνοειδές τι αὐτῇ ἕτερον τοῖς προσεχέσι τῆς οἰκοδομίας ἐπῆρται, τῇ μὲν εὐπρεπείᾳ θαυμάσιον, τῷ δὲ σφαλερῷ τῆς συνθέσεως δοκοῦντι εἶναι φοβερὸν ὅλως. [34] δοκεῖ γάρ πη οὐκ ἐν βεβαίῳ ἐπῃωρῆσθαι, ἀλλ᾽ ἐπικινδύνως τοῖς ἐνθάδε οὖσι μετεωρίζεσθαι. καίτοι διαφέροντως ἐν τῷ βεβαίῳ τῆς ἀσφαλείας ἐστήρικται. [35] τούτων δὲ δὴ ἐφ᾽ ἑκάτερα κίονες ἐπ᾽ ἐδάφους εἰσίν, οὐδὲ αὐτοὶ p[18]κατ᾽ εὐθὺ ἑστῶτες, ἀλλ᾽ εἴσω κατὰ σχῆμα τὸ ἡμίκυκλον ὥσπερ ἐν χορῷ ἀλλήλοις ὑπεξιστάμενοι, καὶ αὐτῶν ὑπεράνωθεν οἰκοδόμημα μηνοειδὲς ἀποκρέμαται. [36] τοῦ δὲ δὴ ἑῴου κατ᾽ ἀντικρὺ τὰς εἰσόδους ἔχων ἐγήγερται τοῖχος, καὶ αὐτοῦ ἑκατέρωθεν οἵ τε κίονες καὶ τὰ αὐτῶν ὕπερθεν ὁμοιότατα τοῖς δεδηλωμένοις ἐν ἡμικύκλῳ ἑστήκασι. [37] κατὰ δὲ τὰ τοῦ νεὼ μέσα λόφοι χειροποίητοι ἐπανεστήκασι τέσσαρες, οὓς καλοῦσι πεσσούς, δύο μὲν πρὸς βορρᾶν, δύο δὲ πρὸς ἄνεμον νότον, ἀντίοι τε καὶ ἴσοι ἀλλήλοις, κίονας ἐν μέσῳ ἑκάτεροι κατὰ τέσσαρας μάλιστα ἔχοντες. [38] πεποίηνται δὲ οἱ λόφοι λίθοις εὐμεγέθεσι σύνθετοι, λογάδην μὲν συνειλεγμένοις, ἐς ἀλλήλους δὲ πρὸς τῶν λιθολόγων ἐπισταμένως ἐναρμοσθεῖσιν, ἐς ὕψος μέγα. εἰκάσαις ἂν αὐτοὺς εἶναι σκοπέλους ὀρῶν ἀποτόμους. [39] ἐπὶ τούτοις δὲ ἀψῖδες τέσσαρες ἐν τετραπλεύρῳ ἀνέχουσι· καὶ αὐτῶν τὰ μὲν ἄκρα ξύνδυο ξυνιόντα εἰς ἄλληλα ἐν τῇ ὑπερβολῇ ἠρήρεισται τῶν λόφων τούτων, τὰ δὲ δὴ ἄλλα ἐπηρμένα εἰς ἀπέραντον ὕψος ᾐώρηται. [40] τῶν δὲ ἀψῖδων αἱ μὲν δύο κατὰ κενοῦ τοῦ ἀέρος ἐπανεστήκασι πρὸς ἀνίσχοντά τε καὶ δύοντά που τὸν ἥλιον, αἱ δὲ λειπόμεναι οἰκοδομίαν τέ τινα καὶ κί
ονας p[20]μικροὺς κομιδῇ ἔνερθεν ἔχουσιν. [41] ὕπερθεν δὲ αὐτῶν κυκλοτερὴς οἰκοδομία ἐν στρογγύλῳ ἐπῆρται· ὅθεν ἀεὶ διαγελᾷ πρῶτον ἡ ἡμέρα. [42] ὑπεραίρει γάρ, οἶμαι, τὴν γῆν ξύμπασαν, καὶ διαλείπει τὸ οἰκοδόμημα κατὰ βραχύ, ἐξεπίτηδες παρειμένον τοσοῦτον, ὅσον τοὺς χώρους, οὗ δὴ τὸ διῃρημένον τῆς οἰκοδομίας συμβαίνει εἶναι, φέγγους διαρκῶς ἀγωγοὺς εἶναι. [43] τῶν δὲ ἀψῖδων τῆς συμπλοκῆς ἐν τετραγώνῳ ἐξειργασμένης, ἐς τρίγωνα τέσσαρα μεταξὺ τὸ ἔργον ἀποτετέλεσται. [44] καὶ ἡ μὲν τριγώνου ἑκάστη κρηπὶς πεπιεσμένη τῇ ἐς ἀλλήλας τῶν ἀψῖδων ἐνέρσει ὀξεῖαν ποιεῖται τὴν κάτω γωνίαν, συναναβαίνουσα δὲ τὸ λοιπὸν εὐρυνομένη τῇ μεταξὺ χώρᾳ ἐς τὸ κυκλοτερὲς τελευτᾷ, ταύτῃ ἀνέχει, γωνίας τε τὰς λειπομένας ἐνταῦθα ποιεῖται. [45] τούτου δὲ τοῦ κυκλοτεροῦς παμμεγέθης ἐπανεστηκυῖά τις σφαιροειδὴς θόλος ποιεῖται αὐτὸ διαφερόντως εὐπρόσωπον. [46] δοκεῖ δὲ οὐκ ἐπὶ στερρᾶς τῆς οἰκοδομίας ἑστάναι, ἀλλὰ τῇ σφαίρᾳ τῇ χρύσῃ ἀπὸ τοῦ οὐρανοῦ ἐξημμένη καλύπτειν τὸν χῶρον. [47] ταῦτα δὲ πάντα ἐς ἄλληλά τε παρὰ δόξαν ἐν μεταρσίῳ ἐναρμοσθέντα, ἐκ τε ἀλλήλων ᾐωρημένα καὶ μόνοις ἐναπερειδόμενα τοῖς ἄγχιστα οὖσι, μίαν μὲν ἁρμονίαν ἐκπρεπεστάτην τοῦ ἔργου ποιοῦνται, οὐ παρέχονται δὲ τοῖς θεωμένοις αὐτῶν τινι ἐμφιλοχωρεῖν ἐπὶ πολὺ τὴν ὄψιν, ἀλλὰ μεθέλκει τὸν ὀφθαλμὸν ἕκαστον, καὶ μεταβιβάζει ῥᾷστα ἑαυτό. [48] ἀγχίστροφός τε p[22]ἡ τῆς θέας μεταβολὴ ἐς ἀεὶ γίγνεται, ἀπολέξασθαι τοῦ ἐσορῶντος οὐδαμῆ ἔχοντος ὅ τι ἄν ποτε ἀγασθείη μᾶλλον τῶν ἄλλων ἁπάντων. [49] ἀλλὰ καὶ ὡς ἀποσκοποῦντες πανταχόσε τὸν νοῦν, τάς τε ὀφρῦς ἐπὶ πᾶσι συννενευκότες, οὐχ οἷοί τέ εἰσι ξυνεῖναι τῆς τέχνης, ἀλλ᾽ ἀπαλλάσσονται ἀεὶ ἐνθένδε καταπεπληγμένοι τῇ ἐς τὴν ὄψιν ἀμηχανίᾳ. ταῦτα μὲν οὖν τῇδέ πη ἔχει.