Delphi Complete Works of Procopius

Home > Other > Delphi Complete Works of Procopius > Page 286
Delphi Complete Works of Procopius Page 286

by Procopius of Caesarea


  [50] Μηχαναῖς δὲ πολλαῖς βασιλεύς τε Ἰουστινιανὸς καὶ Ἀνθέμιος ὁ μηχανοποιὸς σὺν τῷ Ἰσιδώρῳ οὕτω δὴ μετεωριζομένην τὴν ἐκκλησίαν ἐν τῷ ἀσφαλεῖ διεπράξαντο εἶναι· ὥσπερ τὰς μὲν ἄλλας ἁπάσας ἐμοὶ εἰδέναι τε ἄπορον καὶ λόγῳ φράσαι ἀμήχανον, μία δέ μοι μόνον ἔν γε τῷ παρόντι γεγράψεται ᾗ δύναιτ᾽ ἄν τις σύμπασαν τοῦ ἔργου τεκμηριῶσαι τὴν δύναμιν. [51] ἔχει γὰρ ὧδε· οἱ λόφοι, ὧνπερ ἐπεμνήσθην ἀρτίως, οὐ κατὰ ταὐτὰ ταῖς ἄλλαις οἰκοδομίαις πεποίηνται, ἀλλὰ τρόπῳ τοιῷδε. λίθων ἐπιβολῇ ἐν τετραγώνῳ διαπεπόνηται,[52] σκληρῶν μὲν φύσιν, ἐργασίαν δὲ λείων, ἐντομὴν δέ, εἰ μὲν τὰ προὔχοντα ποιεῖσθαι τῶν τοῦ λόφου πλευρῶν μέλλοιεν, ἐγγωνίων, εἰ δὲ τὴν μεταξὺ κεκλήρωνται χώραν, ἐν τετραπλεύρῳ γεγενημένων. [53] συνήρμοσε δὲ αὐτοὺς οὐ τίτανος, ἥνπερ ἄσβεστον ὀνομάζουσιν, οὐκ ἄσφαλτος, ἡ Σεμιράμιδος ἐν Βαβυλῶνι φιλοτιμία, οὐκ p[24]ἄλλο τοιοῦτον οὐδέν, ἀλλὰ μόλιβδος ἐς τέλμα χυθείς, καὶ μεταξὺ πανταχόσε χωρήσας, τῶν τε λίθων τῇ ἁρμονίᾳ ἐντετηκὼς καὶ συνδέων ἀλλήλοις αὐτούς. [54] τοῦτο μὲν οὖν ταύτῃ ἐξείργασται. ἐπὶ τὰ λειπόμενα δὲ τοῦ νεὼ ἴωμεν.

  Χρυσῷ μὲν ἀκιβδήλῳ καταλήλειπται ἡ ὀροφὴ πᾶσα, κεραννῦσα τὸν κόμπον τῷ κάλλει, νικᾷ μέντοι ἡ ἐκ τῶν λίθων αὐγή ἀνταστράπτουσα τῷ χρυσῷ. [55] στοαί τέ εἰσιν ἑκατέρωθι δύο, οἰκοδομίᾳ μὲν τοῦ νεὼ οὐδεμίᾳ διειργόμεναι, ἀλλὰ καὶ μεῖζον αὐτοῦ ποιοῦσαι τοῦ εὔρους τὸ μέτρον, καὶ τῷ μήκει μέχρι ἐς τὸ πέρας συνεξικνούμεναι, τὸ δέ γε ὕψος καταδεέστεραι. [56] καὶ αὐταῖς δὲ ἥ τε ὀροφὴ θόλος καὶ ὁ χρυσὸς ἐγκαλλώπισμα. ταύταιν δὲ ταῖν στοαῖν ἁτέρα μὲν τοὺς ἄνδρας εὐχομένους διακεκλήρωται, γυναιξὶ δὲ ταὐτὸ ποιουμέναις ἡ ἄλλη ἀνεῖται. [57] παραλλὰξ δὲ οὐδὲν ἔχουσιν, οὐδὲ διαφέρουσι δήπου ἀλλήλαιν, ἀλλὰ καὶ τὸ ἴσον αὐταῖν τῷ ἱερῷ ἐς p[26]κάλλος διήκει καὶ ὡραΐζει τὸ ἐμφερές. [58] τίς δ᾽ ἂν τῶν ὑπερῴων τῆς γυναικονίτιδος ἑρμηνεὺς γένοιτο, ἢ τάς τε παμπληθεῖς διηγοῖτο στοὰς καὶ τὰς περιστύλους αὐλάς, αἷς ὁ νεὼς περιβέβληται; [59] τίς δὲ τῶν τε κιόνων καὶ λίθων διαριθμήσαιτο τὴν εὐπρεπείαν, οἷς τὸ ἱερὸν κεκαλλώπισται; λειμῶνί τις ἂν ἐντετυχηκέναι δόξειεν ὡραίῳ τὸ ἄνθος. [60] θαυμάσειε γὰρ ἂν εἰκότως τῶν μὲν τὸ ἁλουργόν, τῶν δὲ τὸ χλοάζον, καὶ οἷς τὸ φοινικοῦν ἐπανθεῖ καὶ ὧν τὸ λευκὸν ἀπαστράπτει, ἔτι μέντοι καὶ οὓς ταῖς ἐναντιωτάταις ποικίλλει χροιαῖς ὥσπερ τις ζωγράφος ἡ φύσις. [61] ὁπηνίκα δέ τις εὐξόμενος ἐς αὐτὸ ἴοι, ξυνίησι μὲν εὐθὺς ὡς οὐκ ἀνθρωπείᾳ δυνάμει ἢ τέχνη, ἀλλὰ θεοῦ ῥοπῇ τὸ ἔργον τοῦτο ἀποτετόρνευται. ὁ νοῦς δέ οἱ πρὸς τὸν θεὸν ἐπαιρόμενος ἀεροβατεῖ, οὐ μακράν που ἡγούμενος αὐτὸν εἶναι, ἀλλ᾽ ἐμφιλοχωρεῖν μάλιστα οἷς αὐτὸς εἵλετο. [62] καὶ τοῦτο οὐ τὴν πρώτην μόνον ἰδόντι ξυμβαίνει, ἀλλὰ διηνεκὲς ἑκάστῳ ταὐτὸ τοῦτο δοκεῖ, ὥσπερ ἐνταῦθα τῆς ὄψεως ἀεὶ ἀρχομένης. [63] τούτου κόρον οὐδεὶς τοῦ θεάματος ἔλαβε πώποτε, ἀλλὰ παρόντες μὲν τῷ ἱερῷ ἄνθρωποι τοῖς ὁρωμένοις γεγήθασιν, ἀπιόντες δὲ τοῖς ὑπὲρ αὐτοῦ διαλόγοις ἀποσεμνύνονται. [64] ἔτι μέντοι τῶν κειμηλίων τοῦ νεὼ τοῦδε τά τε χρυσώματα καὶ τὰ ἐν ἀργύρῳ καὶ λίθοις ἐντίμοις ξύμπαντα μὲν φράσαι ἀκριβολογουμένῳ ἀμήχανον ἅπερ Ἰουστινιανὸς βασιλεὺς τῇδε ἀνέθηκεν· ἑνὶ δὲ μόνῳ τεκμηριοῦσθαι τοῖς τάδε ἀναλεγομένοις ἐφίημι· [65] ὁ γὰρ τοῦ p[28]ἱεροῦ τὰ μάλιστα χῶρος ἀβέβηλος καὶ μόνοις ἱερεῦσι βατός, ὅνπερ καλοῦσι θυσιαστήριον, λιτρῶν ἀργύρου μυριάδας ἐπιφέρεται τέτταρας.

  [66] Τὰ μὲν οὖν τῆς Κωνσταντινουπόλεως ἐκκλησίας, ἥνπερ μεγάλην καλεῖν νενομίκασι, συνελόντι τε καὶ ἄκρῳ δακτύλῳ διαριθμησαμένῳ εἰπεῖν, λόγῳ τε βραχυτάτῳ τὰ τῶν πραγμάτων ἀξιολογώτατα φράσαι, τῇδε Ἰουστινιανῷ δεδημιούργηται βασιλεῖ. [67] οὐ χρήμασι δὲ αὐτὴν ὁ βασιλεὺς ἐδείματο μόνον, ἀλλὰ καὶ πονουμένῃ τῇ διανοίᾳ καὶ τῇ ἄλλῃ τῆς ψυχῆς ἀρετῇ, ὥσπερ ἐγὼ αὐτίκα δηλώσω. [68] τῶν ἀψῖδων, ὧνπερ ἐπεμνήσθην ἀρτίως (λώρους δὲ αὐτὰς οἱ μηχανοποιοὶ ἐπικαλοῦσι) μία τις, ἣ πρὸς ἀνίσχοντα ἥλιόν ἐστιν, ἐπανειστήκει μὲν ἑκατέρωθεν ἤδη, οὔπω δὲ ὅλη κατὰ τὸ μέσον συντετέλεστο, ἀλλ᾽ ἔμενεν ἔτι. [69] οἱ δὲ πεσσοὶ ὧν δὴ ὕπερθεν ἡ οἰκοδομία ἐγίνετο, τῶν ἐγκειμένων σφίσιν οὐκ ἐνεγκόντες τὸ μέγεθος, ἀμηγέπη ἐξαπιναίως ἀπορρηγνύμενοι, οὐκ ἐς μακρὰν διαλυθησομένοις ἐῴκεσαν. [70] οἱ μὲν οὐ ἀμφί τε Ἀνθέμιον καὶ Ἰσίδωρον τοῖς συμπεπτωκόσι περίφοβοι ὄντες ἐπὶ τὸν βασιλεία τὸ πρᾶγμα ἦγον, δυσέλπιδες ἐπὶ τῇ τέχνῃ γεγενημένοι. [71] αὐτίκα δὲ ὁ βασιλεύς, ὅτῳ μέν ποτε ἠγμένος οὐκ οἶδα, θεῷ δέ, οἶμαι, οὐ γάρ ἐστι μηχανικός, ἐς τὸ πέρας αὐτοῖς περιελίξαι τὴν ἁψῖδα ταύτην ἐπήγγελλεν. αὔτη γάρ, ἔφη, ἐφ᾽ ἑαυτῆς ἀνεχομένη τῶν ἔνερθεν p[30]πεσσῶν οὐκέτι δεήσει. [72] καὶ εἰ μὲν ὁ λόγος ἀμάρτυρος ἦν, εὖ οἶδα ὅτι κόλαξ τε ἂν ἔδοξεν εἶναι καὶ ἄπιστος ὅλως, ἀλλ᾽ ἐπεὶ μάρτυρες πάρεισι τῶν τηνικάδε πεπραγμένων πολλοί, οὐκ ὀκνητέα ἡμῖν ἐπὶ τὰ τοῦ λόγου λειπόμενά ἐστιν. [73] οἱ μὲν οὖν τεχνῖται τὰ ἐπιτεταγμένα ἐποίουν, ἡ δὲ ἀψὶς ἐπ᾽ ἀσφαλοῦς ᾐώρητο πᾶσα, ἐπισφραγίζουσα τῇ πείρ�
�� τὴν τῆς ἐννοίας ἀλήθειαν. [74] τοῦτο μὲν οὖν ταύτῃ ἐξείργασται, κατὰ δὲ τὰς ἄλλας ἀψῖδας αἵ τε πρὸς μεσημβρίαν τετραμμέναι εἰσὶ καὶ βορρᾶν ἄνεμον, τοιόνδε ξυνηνέχθη γενέσθαι. [75] οἱ μὲν λῶροι καλούμενοι τοῦ νεὼ τῇ οἰκοδομίᾳ ἐξωγκωμένοι ᾐώρηντο, βαρυνόμενα δὲ αὐτοῖς ἐπεπονήκει τὰ ἔνερθεν πάντα, κιονές τε οἱ τῇδε ὄντες χάλικας σμικρὰς ὥσπερ ἀποξυσθέντες ἀφίεσαν. [76] καὶ αὖθις μὲν ἄθυμοι τοῖς συμπεπτωκόσιν οἱ μηχανικοὶ γεγενημένοι τῷ βασιλεῖ τὰ σφίσι παρόντα ἐσήγγελλον. [77] αὖθις δὲ ὁ βασιλεὺς ἀντεπετεχνήσατο τάδε. τούτων δὴ τῶν πεπονηκότων τὰ ἄκρα, ὅσα τῶν ἀψῖδων ἐπέψαυε, διελεῖν μὲν ἐν τῷ παραυτίκα ἐκέλευσεν, ἐντιθέναι δὲ πολλῷ ὕστερον, ἐπειδὰν τὸ τῆς οἰκοδομίας ὑγρὸν ἀπολωφήσειεν αὐτοῖς μάλιστα. [78] καὶ οἱ μὲν κατὰ ταῦτα ἐποίουν· ἡ δὲ κτίσις διαγέγονε τὸ p[32]λοιπὸν ἐν ἀσφαλεῖ οὖσα. φέρεται δὲ τι καὶ μαρτύριον ὁ βασιλεὺς τοῦ ἔργου τοιόνδε.

  [2] [1] Ἀγορά τις πρὸ τοῦ βουλευτηρίου ἐτύγχανεν οὖσα· καλοῦσι δὲ Αὐγουσταῖον τὴν ἀγορὰν οἱ Βυζάντιοι. ἐνταῦθα ξυνθῆκαι λίθων οὐχ ἧσσον ἡ ἑπτὰ ἐν τετραγώνῳ πεποίηνται, κατὰ μὲν ἀπόβασιν ξυγκείμεναι πᾶσαι, τοσοῦτον δὲ ἑκάστη τῆς ἔνερθεν οὔσης ἐλασσουμένη καὶ ἀποδέουσα, ὥστε δὴ τῶν λίθων ἕκαστον τῇ ἐμβολῇ προὔχοντα βαθμὸν γεγονέναι τῶν τε ἀνθρώπων τοὺς ἐκείνῃ ἀγειρομένους ἐπ᾽ αὐτῶν ὥσπερ ἐπὶ βάθρων καθῆσθαι. [2] ἐν δὲ τῇ τῶν λίθων ὑπερβολῇ κίων ἐπανέστηκεν ἐξαίσιον ὅσον, οὐ μονοειδὴς μέντοι, ἀλλὰ λίθοις ἐν περιδρόμῳ εὐμεγέθεσι σύνθετος, ἐγγωνίοις μὲν τῇ ἐντομῇ οὖσιν, ἐς δὲ ἀλλήλους ἐμπειρίᾳ τῶν λιθοδόμων ἐναρμοσθεῖσι. [3] χαλκὸς δὲ ἄριστος ἐν τε πίναξι καὶ στεφάνοις διαχυθεὶς περιβάλλει πανταχόθι τοὺς λίθους, ἐν μὲν τῷ βεβαίῳ συνδέων, ἐν κόσμῳ δὲ αὐτοὺς συγκαλύπτων, καὶ τά τε ἄλλα σχεδόν τι πάντα καὶ διαφερόντως τά τε ἄνω καὶ τὰ κάτω ἐς τοῦ κίονος τὸν τύπον ἀπομιμούμενος. [4] ὁ δὲ χαλκὸς οὗτος τὸ μὲν χρῶμά ἐστι χρυσοῦ ἀκιβδήλου πρᾳότερος, τὴν δὲ ἀξίαν οὐ παρὰ πολὺ ἀποδέων ἰσοστάσιος ἀργύρῳ εἶναι. [5] ἐν δὲ τοῦ κίονος τῇ κορυφῇ p[34]χαλκοῦς ἕστηκεν ὑπερμεγέθης ἵππος, τετραμμένος πρὸς ἕω, θέαμα λόγου πολλοῦ ἄξιον. ἔοικε δὲ βαδιουμένῳ καὶ τοῦ πρόσω λαμπρῶς ἐχομένῳ. [6] ποδῶν τῶν προσθίων ἀμέλει τὸν μὲν ἀριστερὸν μετεωρίζει, ὡς ἐπιβησόμενον τῆς ἐπίπροσθεν γῆς, ὁ δὲ δὴ ἕτερος ἐπὶ τοῦ λίθου ἠρήρεισται οὗ ὕπερθέν ἐστιν, ὡς τὴν βάσιν ἐκδεξόμενος· τοὺς δὲ ὀπισθίους οὕτω ξυνάγει ὡς, ἐπειδὰν τὸ μὴ ἑστήξειν αὐτοῖς ἐπιβάλλοι, ἐν ἑτοίμῳ εἶεν. [7] τούτῳ δὴ τῷ ἵππῳ χαλκῆ ἐπιβέβηκε τοῦ βασιλέως εἴκων κολοσσῷ ἐμφερής. ἔσταλται δὲ Ἀχιλλεύς ἡ εἰκών· [8] οὕτω γὰρ τὸ σχῆμα καλοῦσιν ὅπερ ἀμπέχεται. τάς τε γὰρ ἀρβύλας ὑποδέδεται καὶ τὰ σφυρά ἐστι κνημίδων χωρὶς. [9] εἶτα ἡρωϊκῶς τεθωράκισται καὶ κράνος αὐτῷ τὴν κεφαλὴν σκέπει δόξαν ὡς κατασείοιτο παρεχόμενον, αἴγλη τέ τις ἐνθένδε αὐτοῦ ἀπαστράπτει. [10] φαίη τις ἂν ποιητικῶς εἶναι τὸν ὀπωρινὸν ἐκεῖνον ἀστέρα. βλέπει δὲ πρὸς ἀνίσχοντά που τὸν ἥλιον, τὴν ἡνιόχησιν ἐπὶ Πέρσας, οἶμαι, ποιούμενος. [11] καὶ φέρει μὲν χειρὶ τῇ λαιᾷ πόλον, παραδηλῶν ὁ πλάστης ὅτι γῆ τε αὐτοῦ καὶ θάλασσα δεδούλωται πᾶσα, ἔχει δὲ οὔτε ξίφος οὔτε δοράτιον οὔτε ἄλλο τῶν ὅπλων οὐδέν, ἀλλὰ σταυρὸς αὐτῷ ἐπὶ τοῦ πόλου ἐπίκειται, δι᾽ οὗ δὴ μόνου τήν τε βασιλείαν καὶ τὸ τοῦ πολέμου πεπόρισται κράτος. [12] προτεινόμενος δὲ χεῖρα τὴν δεξιὰν ἐς τὰ πρὸς ἀνίσχοντα ἥλιον καὶ τοὺς δακτύλους p[36]διαπετάσας ἐγκελεύεται τοῖς ἐκείνῃ βαρβάροις καθῆσθαι οἴκοι καὶ μὴ πρόσω ἰέναι. ταῦτα μὲν οὖν ὧδέ πη ἔχει.

 

‹ Prev