Delphi Complete Works of Procopius

Home > Other > Delphi Complete Works of Procopius > Page 287
Delphi Complete Works of Procopius Page 287

by Procopius of Caesarea


  [13] Ἐκκλησίᾳ δὲ τῇ μεγάλῃ ὅμορον οὖσαν καὶ συγκαταφλεχθεῖσαν αὐτῇ πρότερον τὴν τῆς Εἰρήνης ἐπώνυμον Ἰουστινιανὸς βασιλεὺς ὑπερμεγέθη ἐδείματο, ἱερῶν τῶν ἐν Βυζαντίῳ σχεδόν τι ἁπάντων, μετά γε τῆς Σοφίας τὸν νεών, οὐδενὸς δεύτερον. [14] ἦν δέ τις μεταξὺ ταύταιν δὴ ταῖν ἐκκλησίαιν ξενών, ἀνθρώποις ἀνειμένος ἀπορουμένοις τε καὶ νοσοῦσι τὰ ἔσχατα, εἰ πρὸς τῇ οὐσίᾳ καὶ τὸ σῶμα νοσοῖεν. [15] τοῦτον ἀνήρ τις θεοσεβὴς ἐν τοῖς ἄνω χρόνοις ἐδείματο, Σαμψὼν ὄνομα. ἔμεινε δὲ οὐδὲ αὐτὸς τοῖς στασιώταις ἀνεπαφὸς, ἀλλ᾽ ἐκκλησίᾳ ἑκατέρᾳ συγκαταφλεχθεὶς ἀπολώλει. [16] Ἰουστινιανὸς δὲ αὐτὸν ἀνῳκοδομήσατο βασιλεύς, κάλλει μὲν κατασκευῆς ἀξιώτερον, πλήθει δὲ οἰκιδίων παρὰ πολὺ μείζω· προσόδῳ τε αὐτὸν ἐπετείων δεδώρηται χρημάτων μεγάλων, ὅπως δὴ πλείοσιν ἐς ἀεὶ ταλαιπωρουμένοις ἀνθρώποις ἰῷτο τὰ πάθη. [17] κόρον δὲ τῆς εἰς τὸν θεὸν τιμῆς ἢ πλησμονήν τινα ὡς ἥκιστα ἔχων, δύο ξενῶνας ἑτέρους ἀπ᾽ ἐναντίας αὐτῷ ἔθετο ἐν ταῖς Ἰσιδώρου τε καὶ Ἀρκαδίου καλουμέναις οἰκίαις, τῆς βασιλίδος Θεοδώρας αὐτῷ τοῦτο δὴ τῶν ἔργων ξυνεπιλαμβανομένης τὸ ἱερώτατον. [18] τὰ δὲ δὴ ἀλλὰ ἱερὰ ξύμπαντα, ὅσα τῷ Χριστῷ ὁ βασιλεὺς οὗτος ἀνέθηκε, τοσαῦτα τὸ πλῆθος καὶ τοιαῦτα τὸ μέγεθός ἐστιν, ὥστε λεπτολογεῖσθαι μὲν ἀμφ᾽ αὐτοῖς ἀμήχανα εἶναι. [19] οὐ γὰρ ἂν οὐδὲ ὁ λόγος οὐδὲ ὁ πᾶς ἡμῖν αἰὼν p[38]ἐπαρκέσοι κατάλογον πεποιημένοις ἀποστοματίσαι πρὸς ὄνομα τούτων δὴ ἕκαστον. ἄχρι τοῦδε εἰπεῖν ἡμῖν ἀποχρήσει.

  [3] [1] Ἀρκτέον δὲ ἀπὸ τῶν τῆς θεοτόκου Μαρίας νεών. τοῦτο γὰρ καὶ αὐτῷ βασιλεῖ ἐξεπιστάμεθα βουλομένῳ εἶναι, καὶ διαφανῶς εἰσηγεῖται ὁ ἀληθὴς λόγος ὅτι δὴ ἐκ τοῦ θεοῦ ἐπὶ τὴν αὐτοῦ μητέρα ἰτέον. [2] πολλὰς τοίνυν ἐκκλησίας Ἰουστινιανὸς βασιλεὺς τῇ θεοτόκῳ ἐδείματο πανταχόθι τῆς Ῥωμαίων ἀρχῆς οὕτω δὴ μεγαλοπρεπεῖς τε καὶ παμμεγέθεις καὶ χρημάτων ὄγκῳ ἐξεργασθείσας ὑπερφυεῖ, ὥστε ἤν τις αὐτῶν μίαν κατὰ μόνας θεῷτο, εἰκάσειεν ἂν τοῦτο αὐτῷ μόνον εἰργᾶσθαι τὸ ἔργον καὶ περὶ τοῦτο ἠσχολημένον ἅπαντα τῆς βασιλείας κατατρῖψαι τὸν χρόνον. [3] ἀλλὰ νῦν, ὅπερ εἶπον, τὰ ἐπὶ Βυζαντίου ἱερά μοι γεγράψεται. τὸν μὲν οὖν ἕνα τῆς θεοτόκου νεὼν ᾠκοδομήσατο πρὸ τοῦ περιβόλου ἐν χώρῳ καλουμένῳ Βλαχέρναις· αὐτῷ γὰρ λογιστέον καὶ τὰ Ἰουστίνῳ εἰργασμένα τῷ θείῳ, ἐπεὶ καὶ αὐτοῦ τὴν βασιλείαν κατ᾽ ἐξουσίαν αὐτὸς διῳκεῖτο· ἐπιθαλάσσιος δὲ ὁ νεώς ἐστιν, ἱερώτατος τε καὶ σεμνὸς ἄγαν, ἐπιμήκης μέν, κατὰ λόγον δὲ περιβεβλημένος τῷ μήκει τὸ εὖρος, τά τε ἄνω καὶ τὰ κάτω ἄλλῳ οὐδενὶ ἀνεχόμενος ὅτι μὴ τμήμασι λίθου Παρίου ἐν κιόνων λόγῳ ἐνταῦθα ἑστῶσι. [4] καὶ τὰ μὲν ἄλλα τοῦ νεὼ μέρη κατ᾽ εὐθὺ ἑστᾶσιν οἱ κίονες, κατὰ δὲ τὰ μέσα ὑποστέλλονται εἴσω. [5] μάλιστα δὲ ἂν τις ἀγασθείη τοῦ ἱεροῦ τοῦδε εἴσω γενόμενος τὸ μὲν p[40]ὑπέρογκον τοῦ σφαλεροῦ χωρὶς τεταγμένον ὁρῶν, τὸ δὲ μεγαλοπρεπὲς τοῦ ἀπειροκάλου ἐλεύθερον.

  [6] Ἕτερον δὲ ἱερὸν αὐτῇ ἐν χώρῳ καλουμένῳ Πηγῇ ἀνέθηκεν. ἐνταῦθά ἐστι δάσος κυπαρίσσων ἀμφιλαφές, λειμὼν ἐν ἁπαλαῖς ταῖς ἀρούραις τεθηλὼς ἄνθεσι, παράδεισος εὐφορῶν τὰ ὡραῖα, πηγὴ ἀψοφητὶ βλύζουσα γαληνὸν τὸ ὕδωρ καὶ πότιμον, ἱεροπρεπῆ ἐπιεικῶς πάντα. [7] ταῦτα μὲν ὁ ἀμφὶ τὸ τέμενος χῶρος· αὐτὸν δὲ τὸν νεὼν οὐδὲ ὀνόμασιν ἐπαξίοις συλλαβεῖν ῥᾴδιον, οὐδὲ διανοίᾳ σκιαγραφῆσαι, οὐδὲ διαψιθυρίσαι τῷ λόγῳ. [8] τοσοῦτον δὲ μόνον εἰπεῖν ἀποχρήσει, ὡς τῶν ἱερῶν κάλλει τε καὶ μεγέθει ὑπεραίρει τὰ πλεῖστα. [9] ταῦτα δὲ ἄμφω τὰ ἱερὰ πρὸ τοῦ τῆς πόλεως πεποίηται τείχους, τὸ μὲν ἀρχομένου παρὰ τὴν τῆς θαλάσσης ἠϊόνα, τὸ δὲ ἄγχιστά πη τῶν Χρυσῶν καλουμένων Πυλῶν, ἃς δὴ ἀμφὶ τὸ τοῦ ἐρύματος πέρας συμβαίνει εἶναι, ὅπως δὴ ἄμφω ἀκαταγώνιστα φυλακτήρια τῷ περιβόλῳ τῆς πόλεως εἶεν. [10] ἔτι μέντοι κἂν τῷ Ἡραίῳ, ὅπερ Ἱερὸν καλοῦσι τανῦν, τῇ θεοτόκῳ νεὼν οὐκ εὐδιήγητον κατεστήσατο.

  [11] Ἐν χωρίῳ δὲ τῆς πόλεως ὁ Δεύτερον ἐπικαλεῖται, ἱεροπρεπές τε καὶ ἀγαστὸν ὅλως ἀνέθηκεν ἕδος Ἄννῃ ἁγίᾳ, ἣν τῆς μὲν θεοτόκου γεγονέναι μητέρα τινὲς οἴονται, τοῦ δὲ Χριστοῦ τιτθήν. p[421][2] ἄνθρωπος γὰρ ᾗπερ ἐβούλετο γεγονὼς ὁ θεὸς καὶ τριγονίας ἀνέχεται καὶ γενεαλογεῖται τὰ ἐκ μητρὸς ἀνθρώπῳ ἴσα. [13] τούτου δὲ δὴ τοῦ νεὼ οὐ πολλῷ ἄποθεν ἀμφὶ τῆς πόλεως ἀγυιὰν ἐσχάτην Ζωῇ μάρτυρι σεμνὸν ἐπιεικῶς ἕδος πεποίηται.

  [14] Τοῦ δὲ ἀρχαγγέλου Μιχαὴλ ἱερὸν εὗρεν ἐν Βυζαντίῳ βραχύ τε καὶ ἀφεγγὲς ἄγαν καὶ ὡς ἥκιστα τῷ ἀρχαγγέλῳ ἀνεῖσθαι πρέπον πρὸς σενάτορός τινος τῶν πατρικίων ἐν χρόνῳ γεγενημένον τῷ ἔμπροσθεν, κοιτωνίσκῳ οἰκίας ἀτεχνῶς ἐμφερὲς οὐδὲ λίαν εὐδαίμονος. [15] διὸ δὴ καθεῖλε μὲν αὐτὸ ἐς τὸ ἔδαφος ἐκ τῶν θεμελίων, ὡς μή τι αὐτῷ τῆς προτέρας ἀκοσμίας ἀπολειφθείη. [16] εὐμέγεθες δὲ τεκτηνάμενος κατὰ τὸν νῦν φαινόμενον τρόπον, ἐς κάλλος μεταβιβάζει θαυμάσιον οἷον. [17] ἐν τετραπλεύρῳ μὲν γὰρ τὸ τέμενός ἐστιν, οὐ κατὰ πολὺ δὲ φαίνεται προέχον τοῦ εὔρους τὸ μῆκος. τῆς δὲ πλευρᾶς ἣ πρὸς ἀνίσχοντα ἥλιον τέτραπται
κατὰ μὲν τὰ ἄκρα παχὺς ἑκατέρωθεν τοῖχος λίθοις ἐν πλήθει ξυγκειμένοις ἀποτετόρνευται, κατὰ δὲ τὰ μέσα ἐξ ὑπαγωγῆς ἀποχωρῶν ὑποστέλλεται. [18] καὶ αὐτῆς ἐφ᾽ ἑκάτερα μὲν ἀνέχουσι τὸν νεὼν κίονες χροιαῖς τισι ποικιλλόμενοι φύσει. ὁ δὲ καταντικρὺ πρὸς δύοντά που τὸν ἥλιον τοῖχος ταῖς εἰς τὸν νεὼν εἰσαγούσαις διῄρηται θύραις.

  [4] [1] Ἐς δὲ τοῦ Χριστοῦ ἀποστόλους τὸ πιστὸν ἐπιδέδεικται τρόπῳ τοιῷδε. πρῶτα μὲν Πέτρῳ καὶ Παύλῳ νεὼν οὐ πρότερον ὄντα ἐν Βυζαντίῳ p[44]ἐδείματο παρὰ τὴν βασιλέως αὐλήν, ἣ Ὁρμίσδου τὸ παλαιὸν ἐπώνυμος ἦν· [2] ταύτην γὰρ οἰκίαν αὑτοῦ ἰδίαν Παλάτιον εἶναι δοκεῖν τε καὶ πρέπειν τῷ μεγαλοπρεπεῖ τῆς οἰκοδομίας διαπραξάμενος, ἐπειδὴ αὐτοκράτωρ κατέστη Ῥωμαίοις, τοῖς ἄλλοις βασιλείοις ἐνῆψεν. [3] οὗ δὴ καὶ τέμενος ἄλλο ἁγίοις ἐπιφανέσι Σεργίῳ τε καὶ Βάκχῳ ἐδείματο, καὶ ἔπειτα καὶ τέμενος ἄλλο ἐκ πλαγίου τούτῳ παρακείμενον. [4] ἄμφω δὲ τούτω τὼ νεὼ οὐκ ἀντιπροσώπω, ἀλλ᾽ ἐκ πλαγίας ἀλλήλοιν ἑστᾶσι, συνημμένοι τε καὶ ἀλλήλοις ἐνάμιλλοι ὄντες, καὶ τὰς εἰσόδους ἐπικοινούμενοι, καὶ ἴσα ἀλλήλοις τά τε ἄλλα πάντα καὶ τὰ κράσπεδα περιβεβλημένοι, καὶ ἅτερος θατέρου οὔτε κάλλους πέρι οὔτε μεγέθους οὔτε ἄλλου οὐδενὸς πλεονεκτῶν ἢ ἐλασσούμενος δείκνυται. [5] ὁμοίως μὲν γὰρ ἑκάτερος τῇ αἴγλη τῶν λίθων ὑπεραστράπτει τὸν ἥλιον, ὁμοίως δὲ χρυσοῦ περιουσίᾳ πανταχόθι κατακορής ἐστι καὶ κατακομᾷ τοῖς ἀναθήμασιν. [6] ἑνὶ μέντοι διαλλάσσουσι μόνῳ. τὸ μὲν γὰρ μῆκος αὐτοῖν τῷ μὲν κατ᾽ εὐθὺ διαπεπόνηται, τῷ δὲ οἱ κίονες ἐν ἡμικύκλῳ ἐκ τοῦ ἐπὶ πλεῖστον ἑστᾶσιν. [7] ἔστι δὲ αὐτοῖς μία μὲν ἡ ἐπὶ τῶν προθύρων στοὰ ἐπὶ τοῦ νάρθηκος τῷ περιμήκης εἶναι ὠνομασμένη· ἐπὶ κοινῆς δὲ προπύλαια p[48]πάντα, ἥ τε αὐλὴ καὶ μέταυλοι θύραι καὶ τὸ προσήκειν τοῖς βασιλείοις. [8] οὕτω δὲ ἄμφω ἀγαστὰ τὰ ἱερὰ τάδε ξυμβαίνει εἶναι ὥστε διαφανῶς τῆς τε πόλεως ὅλης καὶ οὐχ ἥκιστα τῶν βασιλείων ἐγκαλλώπισμα τυγχάνει ὄντα.

  [9] Μετὰ δὲ καὶ τοὺς ἀποστόλους ἅπαντας ὑπερφυῶς σέβων ἐποίει τοιάδε. ἦν τις ἐν Βυζαντίῳ ἐκ παλαιοῦ τοῖς ἀποστόλοις νεὼς ἅπασι μήκει τε χρόνου κατασεισθεὶς ἤδη καὶ πρὸς τὸ μηκέτι ἑστήξειν γεγονὼς ὕποπτος. [10] τοῦτον περιελὼν Ἰουστινιανὸς βασιλεὺς ὅλον οὐχ ὅσον ἀνανεώσασθαι διὰ σπουδῆς ἔσχεν, ἀλλὰ καὶ μεγέθους καὶ κάλλους πέρι ἀξιώτερον καταστήσασθαι. [11] ὑπετέλεσε δὲ τὸ σπούδασμα τρόπῳ τοιῷδε. εὐθεῖαι συνημμέναι κατὰ μέσον ἀλλήλοιν ἐπὶ σταυροῦ σχήματος πεποίηνται δύο, ἡ μὲν ὀρθὴ πρὸς ἀνίσχοντά τε καὶ δύοντα τὸν ἥλιον οὖσα, ἐγκαρσία δὲ ἡ ἕτερα πρός τε ἄρκτον τετραμμένη καὶ ἄνεμον νότον. [12] τοίχοις μὲν ἐκ περιφεροῦς ἀποπεφραγμέναι τὰ ἔξωθεν, ἐντὸς δὲ περιβαλλόμεναι κίοσιν ἄνω τε καὶ κάτω ἑστῶσι· κατὰ δὲ ταῖν δυοῖν εὐθείαιν τὸ ζεῦγμα, εἴη δ᾽ ἂν κατὰ μέσον αὐταῖν μάλιστα, τοῖς οὐκ ὀργιάζουσιν ἄβατος τετέλεσται χῶρος, ὅνπερ ἱερατεῖον, ὡς τὸ εἰκός, ὀνομάζουσι. [13] καὶ αὐτοῦ αἱ μὲν ἐφ᾽ ἑκάτερα πλευραὶ τῆς ἐν τῷ ἐγκαρσίῳ κειμένης εὐθείας p[50]ἶσαι ἀλλήλαις τυγχάνουσιν οὖσαι, τῆς μέντοι ὀρθῆς ἡ πρὸς δύοντα ἥλιον ἐς τόσον τῆς ἑτέρας πεποίηται μείζων ὅσον ἀπεργάσασθαι τὸ τοῦ σταυροῦ σχῆμα. [14] τῆς δὲ ὀροφῆς τὰ μὲν τοῦ ἱερατείου καλουμένου καθύπερθεν τῷ τῆς Σοφίας ἱερῷ κατά γε τὰ μέσα ἐμφερῆ εἴργασται, πλήν γε δὴ ὅτι ταῦτα ἐκείνων ἐλασσοῦσθαι μεγέθει συμβαίνει. [15] αἵ τε γὰρ ἀψῖδες τέσσαρες οὖσαι κατὰ τὸν αὐτὸν ᾐώρηνταί τε καὶ συνδέονται ἀλλήλαις τρόπον καὶ τὸ κυκλοτερὲς ὑπερανεστηκὸς κατὰ τὰς θυρίδας διῄρηται, τό τε σφαιροειδὲς ἐπικυρτούμενον ὕπερθεν μετεωρίζεσθαί που δοκεῖ καὶ οὐκ ἐπὶ στερρᾶς τῆς οἰκοδομίας ἑστάναι, καίπερ ἀσφαλείας εὖ ἔχον. [16] τὸ μὲν οὖν τῆς ὀροφῆς μέσον τῇδε πεποίηται· κατὰ δὲ τὰς πλευρὰς τέσσαρας οὔσας, ᾗπέρ μοι εἴρηται, κατὰ ταὐτὰ τῷ μέσῳ τὸ μέγεθος εἴργασται, τούτου δὴ μόνου ἐνδέοντος, ὅτι δὴ τοῦ σφαιρικοῦ ἔνερθεν οὐ διῄρηται ἡ οἰκοδομία θυρίσιν. [17] ἐπειδὴ δὲ αὐτῷ τὸ ἁγίστευμα τοῦτο ἐξείργαστο, καταφανεῖς οἱ ἀπόστολοι πεποίηνται πᾶσιν ὡς γεγήθασί τε τῇ τοῦ βασιλέως τιμῇ καὶ κατακόρως ἐναβρύνονται. [18] σώματα γοῦν τῶν ἀποστόλων Ἀνδρέου τε καὶ Λουκᾶ καὶ Τιμοθέου ἄδηλά τε καὶ ὅλως κρυφαῖα τὰ πρότερα ὄντα τηνικάδε πᾶσιν ἔνδηλα γέγονεν, οὐκ ἁπαξιούντων, οἶμαι, τὴν βασιλέως πίστιν, ἀλλ᾽ ἐπιχωρούντων αὐτῷ διαρρήδην ὁρῶντί τε αὐτοὺς καὶ προσιόντι καὶ ἁπτομένῳ τῆς ἐνθένδε ὠφελείας τε καὶ περὶ τὸν βίον ἀσφαλείας ἀπόνασθαι. ἐγνώσθη δὲ ὧδε.

  p[52] [19] Κωνστάντιος μὲν βασιλεὺς τοῦτον δὴ τὸν νεὼν ἔς τε τὴν τιμὴν καὶ τὸ ὄνομα τῶν ἀποστόλων ἐδείματο, τὰς θῆκας γενέσθαι αὑτῷ τε καὶ τοῖς ἐς τὸ ἔπειτα βασιλεύσουσιν ἐνταῦθα τάξας, οὐκ ἀνδράσι μόνον, ἀλλὰ καὶ γυναιξὶν οὐδέν τι ἧσσον· ὅπερ καὶ διασώζεται ἐς τόνδε τὸν χρόνον· οὗ δὴ καὶ Κωνσταντίνου τοῦ πατρὸς τὸν νεκρὸν ἔθετο. [20] ἀποστόλων δὲ σώματα ἐνταῦθα εἶναι ὡς ἥκιστά πη ἐπεσημήνατο, οὐδέ τις ἐνταῦθα ἐφαίνετο χῶρος σώμασιν ἁγίοις ἀνεῖσθαι δοκῶν. [21] ἀλλὰ νῦν Ἰουστινιανοῦ βασιλέως ἀνοικοδομουμένο
υ τὸ ἱερὸν τοῦτο, οἱ μὲν λιθουργοὶ τὸ ἔδαφος διώρυσσον ὅλον, τοῦ μή τι ἄκοσμον τῇδε λελεῖφθαι· θῆκας δὲ ξυλίνας ἐνταῦθά πη ἀπημελημένας τεθέανται τρεῖς, γράμμασιν ἐγκειμένοις σφίσι δηλούσας, ὡς Ἀνδρέου τε καὶ Λουκᾶ καὶ Τιμοθέου τῶν ἀποστόλων σώματα εἶεν· [22] ἅπερ ἀσμενέστατα βασιλεύς τε αὐτὸς καὶ Χριστιανοὶ ξύμπαντες εἶδον, πομπήν τε αὐτοῖς καὶ πανήγυριν ἐπιτετελεκότες, τῇ τε περὶ αὐτοὺς τιμῇ ἐξοσιωσάμενοι τὰ εἰωθότα καὶ περιστείλαντες τὰς θῆκας αὖθις τῇ γῇ ἔκρυψαν, οὐκ ἄσημον οὐδὲ ἀγείτονα λιπόντες τὸν χῶρον, ἀλλὰ σώμασιν ἀποστόλων ἀνειμένον καταστησάμενοι ξὺν εὐσεβείᾳ. [23] εὔδηλον δὲ ὡς ἀμειβόμενοι, ὅπερ μοι εἴρηται, οἱ ἀπόστολοι οἶδε τὴν ἐς αὐτοὺς βασιλέως τιμῆς πεφήνασι τοῖς ἀνθρώποις τανῦν. [24] βασιλέως γὰρ εὐσεβοῦντος οὐδὲ ἀποφοιτᾷ τῶν ἀνθρωπείων τὰ θεῖα πραγμάτων p[54]ἀλλ᾽ ἐπιμίγνυσθαί τε καὶ ἐμφιλοχωρεῖν τῇ ἐς τοὺς ἀνθρώπους ὁμιλίᾳ φιλεῖ.

 

‹ Prev