Delphi Complete Works of Procopius

Home > Other > Delphi Complete Works of Procopius > Page 289
Delphi Complete Works of Procopius Page 289

by Procopius of Caesarea


  [8] Οὕτω μὲν οὖν ὑπογέγραπται Ἰουστινιανῷ βασιλεῖ τὸ Κέρας ὁ κόλπος. καὶ πορθμοῖν δὲ τοῖν ἄλλοιν δυοῖν, ὧνπερ ἐπεμνήσθην ἀρτίως, οἰκοδομίαις τὰς ἠϊόνας ἐς μέγα τι κάλλος ἐξείργασται p[70]τρόπῳ τοιῷδε. [2] ἱερὰ δύο τῷ ἀρχαγγέλῳ Μιχαὴλ ἀνειμένα καταντικρὺ ἀλλήλοιν ἑστῶτα τοῦ πορθμοῦ ἑκατέρωθι ξυνέβαινεν εἶναι, θάτερον μὲν ἐν χώρῳ καλουμένῳ Ἀνάπλῳ ἐν ἀριστερᾷ εἰσπλέοντι τὸν Εὔξεινον Πόντον, τὸ δὲ δὴ ἕτερον ἐν τῇ ἀντιπέρας ἀκτῇ· [3] Προόχθους μὲν ἐκάλουν οἱ παλαιοὶ ἄνθρωποι τὴν ἀκτήν, ὅτι δὴ προβέβληται, οἶμαι, κατὰ πολὺ τῆς ταύτῃ ἠϊόνος, νῦν δὲ Βρόχοι ἐπικαλεῖται, διαφθειρούσης τὰ ὀνόματα τῆς τῶν ἐπιχωρίων ἀγνοίας τῷ μήκει τοῦ χρόνου. [4] ταῦτα δὲ τὰ δύο τεμένη οἱ μὲν αὐτῶν ἱερεῖς κατερρακωμένα ὑπὸ τοῦ χρόνου θεώμενοι καὶ περίφοβοι γεγενημένοι ὡς μὴ αὐτίκα δὴ μάλα σφίσιν ἐμπέσοιεν, βασιλέως ἐδέοντο ἀνοικοδομήσασθαι ἄμφω ἐφ᾽ οὗπερ σχήματος τὸ παλαιὸν ἦν. [5] οὐ γὰρ οἷόν τε ἦν ἐπὶ τούτου βασιλεύοντος ἐκκλησίαν τινὰ ἢ γίνεσθαι πρῶτον, ἢ καταπεπονηκυῖαν ἐπανορθοῦσθαι, ὅτι μὴ ἐκ χρημάτων βασιλικῶν, οὐκ ἐν Βυζαντίῳ μόνον, ἀλλὰ καὶ πανταχόθι τῆς Ῥωμαίων ἀρχῆς. [6] βασιλεὺς δὲ αὐτίκα τῆς προφάσεως τυχὼν τῆσδε καθεῖλε μὲν ἑκάτερον ἐς τὸ ἔδαφος, ὡς μή τι αὐτοῖς τῆς προτέρας ἀκοσμίας ἀπολειφθῆναι. ἀνῳκοδομήσατο δὲ τὸν μὲν ἐπὶ τοῦ Ἀνάπλου τρόπῳ τοιῷδε. [7] πετρῶν ἐμβολῇ τὴν ἐκείνῃ ἀκτὴν εἴσω περιελίξας ἐς σκέπας λιμένος, τὴν τῆς θαλάττης ἠϊόνα ἐς μεταμόρφωσιν ἀγορᾶς ἤνεγκεν. [8] ἡσύχιος γὰρ ὑπεράγαν ἐνταῦθα ἡ θάλασσα οὖσα τῇ γῇ ἐπικοινοῦται συναλλαγάς. [9] ταῖς τε ἀκάτοις οἱ τῶν ἐμπόρων θαλάσσιοι παρὰ τὴν ἐμβολὴν τῶν p[72]πετρῶν ὁρμισάμενοι συμβάλλονται τοῖς ἐγγείοις ἀπὸ τῶν καταστρωμάτων τὰ ἐμπολήματα. [10] αὐλὴ μετὰ τὴν παραλίαν ἀγορὰν τοῦ νεὼ πρόκειται. καὶ μαρμάροις μὲν ὡραίοις τε καὶ χιόσιν ἡ αὐλὴ τὸ χρῶμα ὅμοιοί. [11] οἱ δὲ τοὺς περιπάτους τῇδε ποιούμενοι εὐπρεπείᾳ μὲν ἥδονται λίθων, γεγήθασι δὲ θαλάσσης ὄψει, ἐναβρύνονται δὲ κοιναῖς ταῖς αὔραις ἔκ τε τοῦ ῥοθίου ἐπεγειρομέναις καὶ λόφων ἐπανεστηκότων τῇ γῇ. [12] στοὰ τὸν νεὼν περιβάλλει ἐγκύκλιος ἐς τὰ πρὸς ἕω διαλιποῦσα μόνον. ἐπὶ μέσης τὸ ἱερὸν χρώμασι μυρίοις πεποίκιλται λίθων. [13] ὄροφος ἐν θόλῳ μετάρσιος ὑπερῃώρηται. τί ἄν τις διαριθμησάμενος ἐπαξίως τοῦ ἔργου φράσοι τὰς ᾐωρημένας στοάς, τἃς ὑπεσταλμένας οἰκοδομίας, τὸ τῶν μαρμάρων ἐπίχαρι, οἷς δὴ οἵ τε τοῖχοι καὶ τὰ ἐδάφη παντάπασι περιβέβληνται; [14] πρὸς ἐπὶ τούτοις δὲ καὶ χρυσοῦ πλῆθος ἐξαίσιον πανταχόσε τοῦ ἱεροῦ καθάπερ αὐτῷ πεφυκὸς περικέχυται. [15] τοσαῦτα εἰπόντι καὶ τὸ Ἰωάννου τοῦ Βαπτιστοῦ τέμενός μοι δεδήλωται, ὅπερ αὐτῷ βασιλεὺς Ἰουστινιανὸς ἔναγχος ἐν τῷ Ἑβδόμῳ καλουμένῳ ἀνέθηκεν. [16] ἐμφερέστατα γὰρ ἄμφω ἀλλήλοιν τὰ τεμένη τυγχάνει ὄντα, πλήν γε δὴ ὅτι οὐκ ἐπιθαλάσσιον τὸ τοῦ Βαπτιστοῦ ξυμβαίνει εἶναι.

  [17] Ὁ μὲν οὖν ἐν τῷ Ἀνάπλῳ καλουμένῳ τοῦ ἀρχαγγέλου ναὸς τῇδε πεπόνηται. [18] κατὰ δὲ τὴν ἀντιπέρας ἀκτὴν ὀλίγῳ τῆς θαλάσσης διέχει τις χῶρος, ὁμαλὸς μὲν φύσιν, συνθέσει δὲ λίθων ὑψοῦ ἀνέχων. [19] ἐνταῦθα τὸ τοῦ ἀρχαγγέλου δεδημιούργηται p[74]τέμενος, εὐπρεπείᾳ μὲν ἐξαίσιον, μεγέθει δὲ πρῶτον, πολυτελείᾳ δὲ ἀνακεῖσθαι μὲν τῷ Μιχαὴλ πρέπον, ἀναθεῖναι δὲ Ἰουστινιανῷ βασιλεῖ. [20] τούτου δὲ δὴ οὐ πολλῷ ἄποθεν τοῦ νεὼ τέμενος ἅγιον τῇ θεοτόκῳ ἀνενεώσατο τρόπῳ τῷ αὐτῷ καταπεπονηκὸς πολλῷ πρότερον, οὗ δὴ τὸ σεμνὸν μακρὸν ἂν εἴη καὶ διερευνήσασθαι καὶ λόγῳ σημῆναι· ἐκδέχεται δὲ ἡ πάλαι τῆς ἱστορίας προσδοκωμένη μοῖρα.

  [9] Ἐπὶ ταύτης δὴ τῆς ἀκτῆς ἀξιοθέατα ἐκ παλαιοῦ βασίλεια ἐτύγχανεν ὄντα. ταῦτα βασιλεὺς Ἰουστινιανὸς ἀνατέθεικε τῷ θεῷ ἅπαντα, τὸν ἐνθένδε τῆς εὐσεβείας καρπὸν τῆς παραυτίκα παραψυχῆς ἀλλαξάμενος τρόπῳ τοιῷδε. [2] ὅμιλος ἦν ἐπὶ Βυζαντίου γυναίων ἐν μαστροπείῳ λελαγνευμένων οὐχ ἑκούσιον, ἀλλὰ βιαίαν τινὰ μισητίαν. [3] τῆς γὰρ πενίας τῷ ὑπερβάλλοντι ὑπὸ πορνοβοσκῷ τρεφομέναις ἀεὶ καὶ καθ᾽ ἑκάστην ἀκολασταίνειν ἐπάναγκες ἦν, ἀνδράσι τε ἀγνῶσι καὶ παραπεπτωκόσιν ἐξαπιναίως ἐσποδιοῦντο συνδυαζόμεναι. [4] πορνοβοσκῶν γὰρ ἐνταῦθα ἦν ἐκ παλαιοῦ ἑταιρία πολλή, ἐπ᾽ ἐργαστηρίου τὸ τῆς ἀκολασίας διαχειριζόντων ἐμπόλημα, ἔν τε τῷ δημοσίῳ τῆς ἀγορᾶς ὥραν ἀποδιδομένων τὴν ἀλλοτρίαν καὶ δουλαγωγούντων τὸ σῶφρον. [5] βασιλεὺς δὲ Ἰουστινιανὸς καὶ βασιλὶς Θεοδώρα (τὴν γὰρ εὐσέβειαν ἀλλήλοις ἐπικοινούμενοι ἅπαντα ἔπρασσον) ἐπενόουν τάδε. [6] τὴν μὲν πολιτείαν τοῦ τῶν μαστροπείων ἄγους ἐκάθηραν, ἐξελάσαντες τὸ τῶν πορνοβοσκῶν ὄνομα, τῶν δὲ γυναικῶν p[76]τὰς πενίᾳ ταλαιπωρουμένας πολλῇ ἀκολασίας τῆς δουλοπρεποῦς ἠλευθέρωσαν, βίοτον μὲν σφίσιν αὐτόνομον, ἐλευθέραν δὲ τὴν σωφροσύνην πεπορισμένοι. ταῦτα μὲν οὖν διῳκήσαντο τῇδε. [7] παρὰ ταύτην δὴ τοῦ πορθμοῦ τὴν ἀκτὴν ἥ ἐστιν ἐν δεξιᾷ εἰσπλέοντι τὸν Εὔξεινον καλούμενον Πόντον, βασιλεία πρότερον ὄντα μοναστήριον μεγαλοπρεπὲς κατεστήσαντο καταγώγιον ταῖς μεταμελουμέναις γυναιξὶν ἐπὶ τῷ
προτέρῳ βίῳ ἐσόμενον· [8] ἐφ᾽ ᾧ τῇ ἐνταῦθα περί τε τὸν θεὸν καὶ τὴν εὐσέβειαν ἀσχολίᾳ γενησομένῃ περικαθῆραι τὰς ἁμαρτάδας δύναται εἶεν τῆς ἐν μαστροπείῳ διαίτης. [9] διὸ δὴ καὶ Μετάνοιαν τοῦτο δὴ τῶν γυναικῶν τὸ διαιτητήριον ὁμωνύμως τῷ ἔργῳ ἐπονομάζουσι. [10] καὶ πολλαῖς μὲν χρημάτων προσόδοις οἱ βασιλεῖς οὗτοι τὸ μοναστήριον δεδώρηνται τοῦτο, πολλὰ δὲ οἰκίᾳ κάλλει τε καὶ πολυτελείᾳ διαφερόντως ἐξαίσια, ταῖς γυναιξὶ παραψυχὴν ἐσόμενα, ᾠκοδομήσαντο, ὡς μηδενὶ ἀναγκασθεῖσαι πρὸς τὰ τῆς σωφροσύνης ἐπιτηδεύματα τρόπῳ ὁτῳοῦν ἀποκνήσουσι. ταῦτα μὲν οὖν τῇδε πη ἔχει.

  [11] Ἐς δὲ τὸν Εὔξεινον Πόντον ἐνθένδε ἰόντι ἄκρα τις ἀπορρὼξ παρὰ τὴν τοῦ πορθμοῦ προβέβληται ἠϊόνα, ἐφ᾽ ἧς μαρτύριον Παντελεήμονος ἁγίου εἱστήκει, ἀρχήν τε ἀπημελημένως πεποιημένον καὶ χρόνῳ μακρῷ πεπονηκὸς ἄγαν· ὅπερ ἐνθένδε περιελὼν Ἰουστινιανὸς βασιλεύς, τοῦτόν τε μεγαλοπρεπῶς τὰ μάλιστα οἰκοδομησάμενος p[78]τὸν ἐκείνῃ τανῦν ὄντα νεών, τῷ τε μάρτυρι διεσώσατο τὴν τιμὴν καὶ τῷ πορθμῷ κάλλος ἐντέθεικεν, ἑκατέρωθι τὰ ἱερὰ ταῦτα πηξάμενος. [12] τούτου δὲ τοῦ τεμένους ἐπίπροσθεν ἐν χώρῳ τῷ καλουμένῳ Ἀργυρωνίῳ πτωχῶν ἦν ἐκ παλαιοῦ καταγώγιον οἷσπερ ἡ νόσος τὰ ἀνήκεστα ἐλωβήσατο. [13] ὅπερ τῷ χρόνῳ διερρωγὸς ἤδη τὰ ἔσχατα προθυμίᾳ τῇ πάσῃ ἀνενεώσατο, γενησόμενον τοῖς οὕτω ταλαιπωρουμένοις ἀνάπαυλαν. ἀκτὴ δέ τίς ἐστι Μωχάδιον ὄνομα τοῦ χώρου ἐγγὺς ὃ καὶ νῦν Ἱερὸν ὀνομάζεται. [14] ἐνταῦθα νεὼν τῷ ἀρχαγγέλῳ ἄλλον ἐδείματο ἱεροπρεπῆ τε διαφερόντως, καὶ τῶν τοῦ ἀρχαγγέλου ἱερῶν ὧνπερ ἐπεμνήσθην ἀρτίως, οὐδενὸς ἀξιώματι ἀποδέοντα.

  [15] Καὶ Τρύφωνι δὲ ἀνέθηκεν ἱερὸν μάρτυρι, πόνῳ τε καὶ χρόνῳ πολλῷ ἐς κάλλος ἀποτετορνευμένον ἀμύθητον ὅλως, ἐν τῇ τῆς πόλεως ἀγυῖᾳ ἣ τοῦ Πελαργοῦ ἐπώνυμός ἐστιν. [16] ἔτι δὲ Μηνᾷ καὶ Μηναίῳ μάρτυσιν ἕδος ἐν τῷ Ἑβδόμῳ ἀνέθηκεν. ἐν ἀριστερᾷ δὲ εἰσιόντι ἐς τὰς Χρυσᾶς καλουμένας Πύλας Ἴας ἁγίας μαρτύριον εὑρὼν καταπεπτωκός, πολυτελείᾳ τῇ πάσῃ ἀνενεώσατο. [17] τὰ μὲν οὖν ἀμφὶ τοῖς ἐν Βυζαντίῳ ἱεροῖς εἰργασμένα Ἰουστινιανῷ βασιλεῖ τοιαῦτά ἐστι, τὰ δὲ ἀνὰ πᾶσαν διαπεπονημένα τὴν Ῥωμαίων ἀρχὴν ἕκαστα διαριθμεῖσθαι χαλεπόν τέ ἐστι καὶ λόγῳ παντελῶς ἄπορον. [18] ἀλλ᾽ ἡνίκα ἡμῖν δεήσει πόλεως ἢ χωρίου p[80]τοῦ πρὸς ὄνομα ἐπιμνησθῆναι, καὶ τὰ ἐνταῦθα ἱερὰ ἐν ἐπιτηδείῳ γεγράψεται.

  [10] Τὰ μὲν οὖν ἀμφὶ τοῖς ἱεροῖς ἔν τε Κωνσταντινουπόλει καὶ τοῖς τῇδε προαστείοις οὕτως Ἰουστινιανῷ δεδημιούργηται βασιλεῖ· [2] τῶν δὲ δὴ ἄλλων αὐτῷ οἰκοδομημάτων πεποιημένων ἕκαστον μὲν ἐπελθεῖν οὐ ῥᾴδιον λόγῳ, ὡς ἐν κεφαλαίῳ δὲ φράσαι, τά τε πλεῖστα καὶ ἀξιολογώτατα τῆς τε ἄλλης πόλεως καὶ τῶν βασιλείων καταφλεχθέντα τε καὶ καθῃρημένα ἐπ᾽ ἔδαφος ἀνοικοδομησάμενος ἅπαντα ἐπὶ τὸ εὐπρεπέστερον μετεστήσατο· ἅπερ μοι ἐν τῷ παρόντι λεπτολογεῖσθαι οὔτι ἀναγκαῖον ἔδοξεν εἶναι· [3] ἅπαντα γάρ μοι ἐς τὸ ἀκριβὲς ἐν τοῖς ὑπὲρ τῶν πολέμων δεδήλωται λόγοις. τοσοῦτον δὲ μόνον ἔν γε τῷ παρόντι γεγράψεται, ὡς τῶν βασιλείων τά τε προπύλαια καὶ ἡ καλουμένη Χαλκῆ μέχρι ἐς τὸν Ἄρεως καλούμενον οἶκον, ἔκ τε τῶν βασιλείων τό τε βαλανεῖον ὁ Ζεύξιππος αἵ τε μεγάλαι στοαὶ καὶ τὰ ἑκατέρωθεν ἑξῆς ἅπαντα μέχρι ἐς τὴν ἀγορὰν ἣ Κωνσταντίνου ἐπώνυμός ἐστι, τούτου δὴ ἔργα τοῦ βασιλέως τυγχάνει ὄντα. [4] πρὸς ἐπὶ τούτοις δὲ τὴν Ὁρμίσδα ἐπώνυμον οἰκίαν, ἄγχιστα οὖσαν τῶν βασιλείων, παραλλάξας τε καὶ ὅλως ἐς τὸ ἐπιφανέστερον μεθαρμοσάμενος, ὡς τοῖς βασιλείοις ἐπιεικῶς πρέπειν, τῷ Παλατίῳ ἐντέθεικεν, εὐρύτερόν τε αὐτὸ καὶ πολλῷ ἔτι μᾶλλον ἀξιώτερον ταύτῃ ἐξείργασται.

  [5] Ἔστι δέ τις ἀγορὰ πρὸ τῶν βασιλείων περίστυλος. p[82]Αὐγουσταῖον καλοῦσι τὴν ἀγορὰν οἱ Βυζάντιοι. ταύτης ἐν λόγοις ἐπεμνήσθην τοῖς ἔμπροσθεν, ἡνίκα τῆς Σοφίας περιηγησάμενος τὸν νεὼν τὴν ἐπὶ τῷ ἔργῳ χαλκῆν εἰκόνα τῷ βασιλεῖ ἐπὶ κίονος ὑψηλοτάτου καὶ λίθοις συνθέτου ἀνατεθεῖσαν δεδήλωκα. [6] ταύτης ἐς τὰ πρὸς ἕω τῆς ἀγορᾶς τὸ Βουλευτήριον ἵδρυται, λόγου μὲν τῇ τε πολυτελείᾳ καὶ τῇ κατασκευῇ τῇ πάσῃ κρεῖττον, Ἰουστινιανοῦ δὲ βασιλέως ἔργον. [7] ἔνθα δὴ ξυνιοῦσα ἔτους ἀρχομένου ἡ Ῥωμαίων βουλὴ σύγκλητος ἐνιαύσιον ἑορτὴν ἄγει, τὰ τῆς πολιτείας ὀργιάζουσα ἐς ἀεὶ νόμιμα. [8] ἓξ δὲ αὐτοῦ κίονες ἐπίπροσθεν ἑστᾶσιν, οἱ μὲν δύο τὸν τοῦ βουλευτηρίου τοῖχον ἐν μέσῳ ἔχοντες ὃς πρὸς δύοντα ἥλιον τέτραπται, οἱ δὲ τέσσαρες ὀλίγῳ ἐκτός, τὸ μὲν εἶδος λευκοί ἅπαντες, μέγεθος δὲ πρῶτοι τῶν ἐν γῇ, οἶμαι, κιόνων τῇ πάσῃ. [9] στοὰν δὲ ποιοῦσιν οἱ κίονες ὄροφον ἐν θόλῳ ἐλίττουσαν, τὰ δὲ ἄνω τῆς στοὰς ἅπαντα μαρμάρων μὲν κάλλει διακεκόσμηται τοῖς κίοσι τὸ εἶδος ἴσων, ἀγαλμάτων δὲ πλήθει ὑπεράνω ἑστώτων θαυμασίως ὡς ὑπογέγραπται.

  [10] Ταύτης δὲ τῆς ἀγορᾶς οὐ πολλῷ ἄποθεν τὰ βασιλέως οἰκία ἐστί, καὶ νέα μὲν τὰ βασίλεια σχεδόν τι πάντα, Ἰουστινιανῷ δέ, ᾗπέρ μοι εἴρηται, δεδημιούργηται βασιλεῖ, φράσαι δὲ αὐτὰ λόγῳ ἀμήχανά ἐστιν, ἀλλ᾽ ἀποχρήσει μὲν τοὺς
γενησομένους εἰδέναι ὅτι δὴ ἅπαντα τούτου δὴ p[84]ἔργον τοῦ βασιλέως τυγχάνει ὄντα. [11] ὥσπερ δέ φασι, τὸν λέοντα ἐξ ὄνυχος ἴσμεν, καὶ τούτων δὴ οὕτω τῶν βασιλείων τὴν δύναμιν ἐκ τοῦ προτεμενίσματος οἱ τάδε ἀναλεγόμενοι εἴσονται. τοιοῦτον δὲ τὸ προτεμένισμά ἐστιν ὃ καλοῦσι Χαλκῆν. [12] ὄρθιοι τοῖχοι οὐρανομήκεις ἐν τετραγώνῳ ἑστᾶσι τέσσαρες, τὰ μὲν ἄλλα ἰσοστάσιοι ἀλλήλοις ὄντες, μήκει δὲ ἄμφω, ὅ τε πρὸς μεσημβρίαν τετραμμένος καὶ βορρᾶν ἄνεμον, τῶν ἑτέρων οὐ παρὰ πολὺ ἀποδέοντες. [13] προβέβληται δέ τις ἀμφὶ τὴν γωνίαν αὐτῶν ἑκάστου λίθων εὖ μάλα εἰργασμένων ἀνάστασις, τῷ τοίχῳ ἐς τὴν ὑπερβολὴν ἐξ ἐδάφους συναναβαίνουσα, τετράπλευρος μέν, ἐνημμένη δὲ κατὰ τὴν μίαν τῷ τοίχῳ πλευράν, οὐ διακόπτουσα τοῦ χώρου τὸ κάλλος, ἀλλά τι καὶ κόσμου αὐτῷ ἐντιθεῖσα τῇ τοῦ ἐμφεροῦς ἁρμονίᾳ. [14] ὑπερῃώρηνται δὲ αὐτῶν ἀψῖδες ὀκτώ, τέσσαρες μὲν ἀνέχουσαι τὸν ἐν μέσῳ τοῦ παντὸς ὄροφον ἐν σφαιροειδεῖ μεταρσίῳ ἐπικυρτούμενον, αἱ δὲ δὴ ἄλλαι δύο μὲν πρὸς νότον, δύο δὲ πρὸς βορρᾶν ἄνεμον τῷ γειτνιῶντι ἐναπερειδόμεναι τοίχῳ, τὸ μεταξὺ τέγος ἐν θόλῳ ᾐωρήμενον ἐξαιροῦσιν. [15] ἐναβρύνεται δὲ ταῖς γραφαῖς ἡ ὀροφὴ πᾶσα, οὐ τῷ κηρῷ ἐντακέντι τε καὶ διαχυθέντι ἐνταῦθα παγεῖσα, ἀλλ᾽ ἐναρμοσθεῖσα ψηφῖσι λεπταῖς τε καὶ χρώμασιν ὡραϊσμέναις παντοδαποῖς· αἳ δὴ τά τε ἄλλα πάντα καὶ ἀνθρώπους ἀπομιμοῦνται. [16] ὁποῖα δὲ αὐτῶν τὰ γράμματά ἐστιν ἐγὼ δηλώσω. p[86]ἐφ᾽ ἑκάτερα μὲν πόλεμός τέ ἐστι καὶ μάχῃ, καὶ ἁλίσκονται πόλεις παμπληθεῖς, πὴ μὲν Ἰταλίας, πὴ δὲ Λιβύης· καὶ νικᾷ μὲν βασιλεὺς Ἰουστινιανὸς ὑπὸ στρατηγοῦντι Βελισαρίῳ, ἐπάνεισι δὲ παρὰ τὸν βασιλέα, τὸ στράτευμα ἔχων ἀκραιφνές ὅλον ὁ στρατηγός, καὶ δίδωσιν αὐτῷ λάφυρα βασιλεῖς τε καὶ βασιλείας, καὶ πάντα τὰ ἐν ἀνθρώποις ἐξαίσια. [17] κατὰ δὲ τὸ μέσον ἑστᾶσιν ὅ τε βασιλεὺς καὶ ἡ βασιλὶς Θεοδώρα, ἐοικότες ἄμφω γεγηθόσι τε καὶ νικητήρια ἑορτάζουσιν ἐπί τε τῷ Βανδίλων καὶ Γότθων βασιλεῖ, δορυαλώτοις τε καὶ ἀγωγίμοις παρ᾽ αὐτοὺς ἥκουσι. [18] περιέστηκε δὲ αὐτοὺς ἡ Ῥωμαίων βουλὴ σύγκλητος, ἑορτασταὶ πάντες. τοῦτο γὰρ αἱ ψηφῖδες δηλοῦσιν ἐπὶ τοῖς προσώποις ἱλαρὸν αὐτοῖς ἐπανθοῦσαι. [19] γαυροῦνται οὖν καὶ μειδιῶσι τῷ βασιλεῖ νέμοντες ἐπὶ τῷ ὄγκῳ τῶν πεπραγμένων ἰσοθέους τιμάς· ἠμφίασται δὲ μαρμάρων εὐπρεπείᾳ τὰ ἐντὸς ἅπαντα μέχρι ἐς τὰς ὑπεράνω ψηφῖδας, οὐχ ὅσα ἐπανέστηκε μόνον, ἀλλὰ καὶ τὸ ἔδαφος ἐφεξῆς ὅλον. [20] τῶν δὲ μαρμάρων ἔνια μὲν λίθου Σπαρτιάτου ἐκεῖ σμαράγδῳ ἴσα, ἔνια δὲ πυρὸς φλόγα μιμοῦνται· λευκὸν δὲ τῶν πλειόνων τὸ εἶδος, οὐ λιτὸν μέντοι, ἀλλ᾽ ὑποκυμαίνει κυαναυγεῖ ὑπογεγραμμένον μεταξὺ χρώματι. ταῦτα μὲν οὖν τῇδέ πη ἔχει.

 

‹ Prev