[11] Ἐκ δὲ τῆς Προποντίδος ἐσπλέοντι ἐς τὰ πρὸς ἕω τῆς πόλεως, βαλανεῖον ἐν ἀριστερᾷ ἐν δημοσίῳ ἐστίν. ὅπερ Ἀρκαδιαναὶ μὲν ἐπικαλεῖται, Κωνσταντινούπολιν δὲ πηλίκην οὖσαν ἐπικοσμεῖ. [2] αὐλὴν ἐνταῦθα ὁ βασιλεὺς οὗτος p[88]ἐδείματο, τῆς μὲν πόλεως προβεβλημένην, καὶ τοῖς μὲν ἐκείνῃ διατριβὴν ἔχουσιν ἐς περιπάτους ἀεὶ ἀνειμένην, ἐς δὲ τὸ ἐνορμίσασθαι τοῖς περιπλέουσι. [3] ταύτην ἥλιος καταλάμπει μὲν ἀνίσχων τῇ αἴγλῃ, ἐκτρεπόμενος δὲ ἀμφὶ τὰ πρὸς ἑσπέραν ἐν ἐπιτηδείῳ ἐπισκιάζει. ταύτην ἡ θάλασσα περιρρεῖ ἀτρεμὴς ἐν ἡσυχίᾳ περιχεομένη τῷ ῥείθρῳ, ποταμοῦ τρόπον ἐκ Πόντου ἰοῦσα· ὥστε καὶ προσδιαλέγονται τοῖς περιπλέουσιν οἱ τοὺς περιπάτους ποιούμενοι. [4] ἡ γὰρ θάλασσα κατατείνουσα μὲν ἐς ἄβυσσον μέχρι ἐς τῆς αὐλῆς τὴν κρηπῖδα πλώιμος ἐνταῦθα ταῖς ναυσὶ γίνεται, τῆς δὲ γαλήνης τῷ ὑπερβάλλοντι τοὺς ἑκατέρωθι ὄντας ἐπιμίγνυσιν ἐς τοὺς διαλόγους ἀλλήλοις. [5] τὰ μὲν οὖν κατὰ τῆς θαλάσσης τὸ γειτόνημα τῇ αὐλῇ τῇδέ πη ἔχει, καλλωπιζομένῃ μὲν τῇ ἐς αὐτὴν ὄψει, περιπνεομένῃ δὲ ἁπαλαῖς οὔσαις ταῖς ἀπ᾽ αὐτῆς αὔραις. [6] καὶ κιόνων δὲ καὶ μαρμάρων κάλλει ὑπερφυεῖ τά τε αὐτῆς ἐδάφη καὶ τὰ ὕπερθεν καλύπτεται πάντα· ὧν ἡ αἴγλη ὑπεράγαν λευκή τίς ἐστι, ταῖς τοῦ ἡλίου αὐγαῖς ἐπιεικῶς ἀπαστράπτουσα. [7] καὶ μὴν καὶ εἰκόνες αὐτὴν κοσμοῦσι παμπληθεῖς, αἱ μὲν χαλκαῖ, αἱ δὲ τῷ λίθῳ ἐπιξυσθεῖσαι, θέαμα λόγου πολλοῦ ἄξιον. εἰκάσαις ἂν ἡ Φειδίου τοῦ Ἀθηναίου ἢ τοῦ Σικυωνίου Λυσίππου ἔργον ἢ Πραξιτέλους αὐτὰς γεγονέναι. [8] ἐνταῦθα καὶ Θεοδώρα ἡ βασιλὶς ἐπὶ κίονος ἕστηκε· τοῦτο γὰρ ἀνατέθεικεν ἡ πόλις αὐτῇ ὑπὲρ τῆς αὐλῆς χαριστήριον. [9] καὶ ἡ μὲν εἴκων εὐπρόσωπος, ἀλλὰ τῆς βασιλίδος τῷ κάλλει ἐλάσσων, ἐπεὶ αὐτῆς τὴν εὐπρεπείαν λόγῳ τε p[90]φράσαι καὶ ἰνδάλματι ἀπομιμεῖσθαι ἀνθρώπῳ γε ὄντι παντάπασιν ἀμήχανα ἦν· ἁλουργὸς δὲ ὁ κίων καὶ πρὸ τοῦ ἐκτυπώματος ὅτι δὴ βασιλίδα φέρει διαφανῶς ἐνδεικνύμενος.
[10] Ὅπερ δὲ ὕδατος εὐπορίας πέρι ἐνταῦθα διαπεπόνηται τῷ βασιλεῖ τούτῳ αὐτίκα δηλώσω. θέρους ὥρᾳ ἡ βασιλὶς πόλις ὕδατος ὑπεσπάνιζεν ἐκ τοῦ ἐπὶ πλεῖστον, καίπερ ἐς τοὺς ἄλλους καιροὺς διαρκὲς ἔχουσα. [11] τοῦ γὰρ καιροῦ τηνικάδε αὐχμοὺς ἔχοντος ἐλασσόνως ἢ κατὰ τὰς ἄλλας ὥρας αἱ πηγαὶ τὸ ὕδωρ ἀποβλυστάνουσαι καταδεεστέραν παρείχοντο τὴν ὀχεταγωγίαν τῇ πόλει. [12] διὸ δὴ ὁ βασιλεὺς ἐπενόει τοιάδε. κατὰ τὴν βασιλέως στοάν, ἵνα δὴ τὰς δίκας παρασκευάζονται οἵ τε ῥήτορες καὶ εἰσαγωγεῖς καὶ εἴ τινες ἄλλοι τοῦ ἔργου τούτου ἐπιμελοῦνται, αὐλή τίς ἐστιν ὑπερμεγέθης, περιμήκης μὲν καὶ εὔρους ἱκανῶς ἔχουσα, ἐν τετραπλεύρῳ δὲ περίστυλος οὖσα, οὐκ ἐπὶ γεώδους ἐδάφους τοῖς αὐτὴν δειμαμένοις, ἀλλ᾽ ἐπὶ πέτρας πεποιημένη. [13] στοαί τε τὴν αὐλὴν περιβάλλουσι τέσσαρες, κατὰ πλευρὰν ἑκάστην ἑστῶσαι. ταύτην τε οὖν καὶ τῶν στοῶν μίαν, ἥπερ αὐτῆς τέτραπται πρὸς ἄνεμον νότον, ἐς βάθους μέγα τι χρῆμα κατορύξας Ἰουστινιανὸς βασιλεύς, ἀποβαλλομένοις τῇ περιουσίᾳ κατὰ τὰς ἄλλας ὥρας τοῖς ὕδασιν ἐς θέρος ἐν ἐπιτηδείῳ θησαυρὸν ἔθετο. [14] δεχόμενα γὰρ τὰ ἔλυτρα τάδε τοῦ ὀχετοῦ τὴν ἐπιρροὴν p[92]ὑπερβλύζοντος στενοχωρουμένοις μὲν τοῖς ὕδασι τότε χαρίζεται χώραν, ποθεινῶν δὲ αὐτῶν γινομένων ἐπὶ καιροῦ τοῖς δεομένοις παρέχεται πόρον. [15] οὕτω μὲν μὴ προσδεῖν Βυζαντίοις ποτίμων ὑδάτων βασιλεὺς Ἰουστινιανὸς διεπράξατο.
[16] Καὶ βασίλεια δὲ ἀλλαχόθι δεδημιούργηκεν αὐτὸς καινουργήσας ἔν τε τῷ Ἡραίῳ, ὃ νῦν Ἱερὸν ὀνομάζουσι, καὶ Ἰουκουνδιάναις ταῖς καλουμέναις· ὧν δὴ οὔτε τὸ μεγαλοπρεπὲς σὺν τῷ ἐς τέχνην ἠκριβωμένῳ, οὔτε τὸν ὄγκον ἂν σὺν τῷ εὐπρεπεῖ λόγῳ φράσαι ποτὲ ἱκανῶς ἔχοιμι. [17] ἀλλ᾽ ἀποχρήσει ταῦτα εἰπεῖν βασίλειά τε εἶναι καὶ πρὸς Ἰουστινιανοῦ γεγονέναι παρόντος τε καὶ ἐπιτεχνωμένου, καὶ οὐδενὸς ἀπεριόπτου, ὅτι μὴ χρημάτων, καθισταμένου. ταῦτα γὰρ οὐχ οἷόν τέ ἐστι μὴ καὶ λόγου κρατεῖν.
[18] Ἐνταῦθα δὲ καὶ λιμένων σκέπας ἀποτετόρνευται οὐ πρότερον ὄν. ἀκτὴν γὰρ εὑρὼν ἑκατέρωθι τοῖς τε ἀνέμοις καὶ ταραχῇ τοῦ ῥοθίου ἀποκειμένην, σωτήριον εἶναι τοῖς πλέουσι κατεστήσατο ὧδε. [19] τὰς κιβωτοὺς καλουμένας ἀναρίθμους τε καὶ παμμεγέθεις πεποιημένος, ἀμφοτέρωθέν τε αὐτὰς τῆς ἠϊόνος ἐπὶ πλεῖστον ἐγκαρσίας ἀπορριψάμενος, ἀεί τε τῶν προτέρων καθύπερθεν ἑτέρων ἐν τάξει ἐπιβολὴν ἐντιθέμενος, τοίχους πλαγίους ἀπ᾽ ἐναντίας ἀλλήλων ἀνέστησε δύο ἐκ τῶν τῆς ἀβύσσου κρηπίδων μέχρι ἐς τὸ ὕδωρ ᾧ δὴ αἱ νέες ἐναπερειδόμεναι p[94]πλέουσι. [20] πέτρας τε τὸ λοιπὸν ἀποτόμους ταύτῃ ἐμβέβληται. ὧν δὴ πρὸς τοῦ ῥοθίου ἀρασσομένων, ἀποκρουομένων τε τὴν τοῦ κλυδωνίου ἐπίθεσιν, καὶ ἀνέμου χειμῶνος ὥρᾳ καταβάντος σκληροῦ, διαμένει τὰ ἐντὸς ἡσυχῆ ἅπαντα τῶν τοίχων, μεταξὺ μιᾶς ἀπολελειμμένης ἐπὶ τὸν λιμένα τοῖς πλοίοις εἰσόδου. [21] ἐνταῦθα δὲ καὶ ἱερὰ τεμένη πεποίηται, ᾗπέρ μοι ἔμπροσθεν δεδιήγηται, καὶ στοάς τε καὶ ἀγορὰς καὶ λουτρῶνας ἐν δημοσίῳ καὶ τὰ ἄλλα σχεδόν τι πάντα· ὥστε δὴ ταῦτα τῶν ἐν τῇ πόλει βασ�
�λείων ἐλασσοῦσθαι μηδέν. [22] καὶ λιμένα δὲ ἄλλον ἐτεκτήνατο ἐν τῇ ἀντιπέρας ἠπείρῳ, ἐν τοῖς Εὐτροπίου ἐπωνύμοις, τοῦ Ἡραίου τοῦδε οὐ πολλῷ ἄποθεν, κατὰ ταὐτὰ εἰργασμένον τοῖς ἄλλοις ὧνπερ ἐπεμνήσθην ἀρτίως.
[23] Τὰ μὲν οὖν Ἰουστινιανῷ βασιλεῖ ἐν πόλει δεδημιουργημένα τῇ βασιλίδι, ὡς διὰ βραχυτάτων εἰπεῖν, ταύτῃ πη ἔχει. ὃ δὲ μόνον ἡμῖν ἐνταῦθα δὴ ἀπολέλειπται αὐτίκα δηλώσω. [24] τῇδε τοῦ βασιλέως τὰ διαιτητήρια ἔχοντος, διὰ μέγεθος τῆς βασιλείας, ἐκ πάσης γῆς ὅμιλος ἀνθρώπων τῇ πόλει παντοδαπὸς ἐπεισέρχεται. [25] παραγίνεται δὲ αὐτῶν ἕκαστος ἢ πράξει τινὶ ποδηγούμενος ἢ ἐλπίδι ἢ τύχῃ, πολλοὶ δέ τινες, οἷς δὴ τὰ κατὰ τὴν οἰκίαν οὐκ ἐν καλῷ κεῖται, βασιλέως δεησόμενοι, τῇ πόλει ἔνδημοι γίνονται διὰ βίαν p[96]τινὰ ἢ πιέζουσαν ἢ ἐγκειμένην ἢ μέλλουσαν. [26] οἷσπερ συμβαίνει πρὸς τῇ ἄλλῃ ἀμηχανίᾳ καὶ οἰκίας ὑποσπανίζειν, οὐχ οἵοις τε οὖσι τὴν ὑπὲρ τῆς ἐνταῦθα διατριβῆς προέσθαι μίσθωσιν. [27] ταύτην δὲ αὐτοῖς βασιλεύς τε Ἰουστινιανὸς καὶ ἡ βασιλὶς Θεοδώρα τὴν ἀπορίαν διέλυσαν. τῆς γὰρ θαλάσσης ὡς ἀγχοτάτω, ἵνα δὴ Στάδιον ὁ χῶρος καλεῖται (ἀγῶσι γάρ, οἶμαι, τὸ παλαιὸν ἀνεῖτό τισι) ξενῶνας ὑπερμεγέθεις ἐδείμαντο, τοῖς τὰ τοιαῦτα ταλαιπωρουμένοις ἐπὶ καιροῦ γενησομένους καταλυτήρια.
BOOK II.
[1] [1] Ὅσα μὲν δὲ ἐπί τε Κωνσταντινουπόλεως καὶ τῶν ἐκείνῃ προαστείων ἱερὰ τεμένη βασιλεὺς Ἰουστινιανὸς νέα ἱδρύσατο, καὶ ὅσα καταπεπονηκότα διὰ χρόνου μῆκος ἀνενεώσατο, τά τε ἄλλα οἰκοδομήματα, ὅσα δὴ ἐνταῦθα πεποίηται, ἐν τῷ ἔμπροσθεν λόγῳ δεδήλωται. [2] τὸ δὲ λοιπὸν ἐπὶ τὰ ἐρύματα ἡμῖν ἰτέον, οἷσπερ τὰς ἐσχατιὰς περιέβαλε Ῥωμαίων τῆς γῆς. ἔνθα δὴ καὶ ταλαιπωρεῖσθαι τῷ λόγῳ τὰ μάλιστα ἐπάναγκες ἂν εἴη καὶ τὰ ἀμήχανα διαπονεῖσθαι. [3] οὐ γὰρ τὰς πυραμίδας ἀφηγησόμεθα, τοῦτο δὴ τῶν ἐν Αἰγύπτῳ βεβασιλευκότων τὸ διαθρυλλούμενον ἐπιτήδευμα, ἐς χάριν ἀποκεκριμένον ἀνόνητον, ἀλλὰ τὰ ὀχυρώματα σύμπαντα, οἷς ὁ βασιλεὺς οὗτος τὴν βασιλείαν ἐσώσατο, τειχισάμενός τε αὐτὴν p[98]καὶ ἀμήχανον τοῖς βαρβάροις καταστησάμενος τὴν ἐς Ῥωμαίους ἐπιβουλήν. ἐκ δὲ ὁρίων τῶν Μηδικῶν ἄρξασθαι οὔ μοι ἀπὸ τρόπου ἔδοξεν εἶναι.
[4] Ἐπειδὴ Μῆδοι ἀνεχώρησαν ἐκ Ῥωμαίων τῆς γῆς, πόλιν αὐτοῖς Ἄμιδαν ἀποδόμενοι, ᾗπερ ἐν λόγοις τοῖς ὑπὲρ τῶν πολέμων δεδήλωται, βασιλεὺς μὲν Ἀναστάσιος ἄγχιστά πη τῶν Περσικῶν ὅρων κώμην ἄδοξόν τινα τὰ πρότερα οὖσαν, Δάρας ὄνομα, τείχει περιβαλεῖν διὰ σπουδῆς ἔσχε, πόλιν τε αὐτὴν ἐπιτείχισμα ἐσομένην τοῖς πολεμίοις ἐργάσασθαι. [5] ἐν δὲ ταῖς σπονδαῖς ἀπειρημένον, ἅσπερ ποτὲ βασιλεὺς Θεοδόσιος ἔθετο πρὸς τὸ Περσῶν γένος, μηδετέρους ἐν χωρίῳ οἰκείῳ ἐν γειτόνων που τοῖς τῶν ἑτέρων ὁρίοις κειμένῳ ὀχύρωμα νεώτερόν τι ἐπιτεχνᾶσθαι, προτεινόμενοι Πέρσαι τὰς ἐπὶ τῇ εἰρήνῃ ξυνθήκας ἐμπόδιοι τῷ ἔργῳ σπουδῇ τῇ πάσῃ ἐγίνοντο, καίπερ Οὐννικοῦ πολέμου πιεζόμενοι τῇ ἀσχολίᾳ. [6] Ῥωμαῖοι δὲ αὐτοὺς ἀπαρασκεύους διὰ ταῦτα ὁρῶντες ὀξύτερον τῆς οἰκοδομίας ἀντελαμβάνοντο, προτερῆσαι διὰ σπουδῆς ἔχοντες πρὶν οἱ πολέμιοι τὴν πρὸς Οὔννους ἀγώνισιν διαλύσαντες ἐπὶ σφᾶς ἴωσιν. [7] ὑποψίᾳ οὖν τῇ ἐκ τῶν πολεμίων περίφοβοι ὄντες καὶ καραδοκοῦντες ἀεὶ τὰς ἐφόδους, οὐκ ἐς τὸ ἀκριβὲς τὴν οἰκοδομίαν ἐξῆγον, τοῦ τάχους αὐτοῖς τῷ ὑπερβάλλοντι τῆς σπουδῆς παραιρουμένου τὴν ἐς τὸ ἔργον ἀσφάλειαν. [8] τῷ γὰρ συντόμῳ τό γε ἀσφαλὲς οὐδαμῆ εἴωθε ξυνοικίζεσθαι, οὐδὲ τῷ ὄξει τὸ ἀκριβὲς φιλεῖ ἕπεσθαι. [9] οὕτω τοίνυν ἐπισπερχῶς ἀπειργάσαντο τὴν τοῦ περιβόλου ἀνάστασιν οὐκ p[100]ἀνανταγώνιστον τοῖς πολεμίοις πεποιημένοι, ἀλλ᾽ ὅσον αὐτῷ ἀναγκαῖον ὕψος ἐνθέμενοι, οὐ μὴν οὐδὲ αὐτοὺς ἐμβεβλημένοι ἐν ἐπιτηδείῳ τοὺς λίθους, ἢ αὐτῶν ἐν δέοντι εἰργασμένοι τὴν σύνθεσιν, ἢ τῷ τέλματι τῆς τιτάνου κατὰ λόγον ἐναρμοσάμενοι. [10] χρόνου οὖν ὀλίγου (χιόσι τε γὰρ καὶ ἡλίου θέρμῃ τῷ τῆς οἰκοδομίας σφαλερῷ ἀντέχειν οἱ πύργοι ὡς ἥκιστα εἶχον) διερρωγέναι αὐτῶν τοῖς πλείστοις ξυνέβη. οὕτω μὲν τὰ πρότερα ἐν πόλει Δάρας τὰ τείχη ἀνέστη.
[11] Ἔννοια δὲ Ἰουστινιανῷ βασιλεῖ γέγονεν ὡς οὐ περιόψονται Πέρσαι ὅσα γε δυνατὰ τοῦτο δὴ τὸ κατ᾽ αὐτῶν ἐπιτείχισμα Ῥωμαίοις ἑστάναι, ἀλλὰ πανοικεσίᾳ μὲν προσβαλοῦσι, τέχνας δὲ κινήσουσι πάσας ἐξ ἀντιπάλου τειχομαχήσειν τῆς πόλεως, καὶ ὅμιλος μὲν αὐτοῖς ἐλεφάντων ἕψεται, οἴσουσι δὲ ξυλίνους ἐπὶ τῶν ὤμων οἱ ἐλέφαντες πύργους, οἷς ὑποκείμενοι ἀντὶ θεμελίων ἑστήξουσι, καὶ τὸ δὴ χαλεπώτερον ἐν ἐπιτηδείῳ τοῖς πολεμίοις περιαγόμενοι καὶ φέροντες τεῖχος γνώμῃ τῶν κεκτημένων ὅπη παρατύχοι ἐπόμενον· [12] ἐπεμβαίνοντες δὲ οἱ πολέμιοι βαλοῦσι μὲν κατὰ κορυφὴν τοὺς ἔνδον Ῥωμαίους, ἐκ δὲ ὑπερδεξίων ἐπιθήσονται, ἀλλὰ καὶ λόφους χειροποιήτους ἐπαναστήσουσι, καὶ μηχανὰς τὰς ἑλεπόλεις ἐπάξονται πάσας. [13] ἢν δέ τι τῇ πόλει Δάρας ἀξύμφορον ἐπιγένηται, πάσης μὲν προβεβλημένῃ τῆς Ῥωμαίων ἀρχῆς, ἀντιτεταγμένῃ δὲ τῇ πολεμίᾳ διαφανῶς, οὐκ ἄχρι τοῦδε ἡμῖν κείσεται p[102]τὸ κακόν, ἀλλ᾽ ἡ π
ολιτεία κατασεισθήσεται ἐκ τοῦ ἐπὶ πλεῖστον. ἐβούλετό τε διὰ ταῦτα ὀχύρωμα τῷ χωρίῳ περιβαλεῖν ἐπαξίως τῆς χρείας.
Delphi Complete Works of Procopius Page 290