Delphi Complete Works of Procopius

Home > Other > Delphi Complete Works of Procopius > Page 292
Delphi Complete Works of Procopius Page 292

by Procopius of Caesarea


  [16] Ἐν χώρῳ διέχοντι τοῦ τῆς πόλεως προτειχίσματος ἐς τεσσαράκοντα μάλιστα πόδας, μεταξὺ σκοπέλου ἑκατέρου, ὧν δὴ κατὰ μέσον ὁ ποταμὸς προϊὼν φέρεται, ἀντιτείχισμα ἐτεκτήνατο ὕψους τε καὶ εὔρους ἱκανῶς ἔχον. [17] οὗπερ τὰ πέρατα οὕτω δὴ ὄρει ἑκατέρῳ πανταχόθι ἐνῆψεν, ὡς τῷ ὕδατι τοῦ ποταμοῦ, ἢν καὶ σφοδρότατα ἐπιρρεύσειεν, ἐνταῦθα ἐσιτητὰ μηδαμῆ ἔσεσθαι. [18] τοῦτο δὲ τὸ ἔργον οἱ περὶ ταῦτα σοφοὶ φράκτην ἢ ἀρίδα καλοῦσιν, ἢ ὅ τί ποτε ἄλλο ἐθέλουσιν. [19] οὐκ ἐπ᾽ εὐθείας δὲ τὸ ἀντιτείχισμα πεποίηται τοῦτο, ἀλλ᾽ ἐπὶ τὸ μηνοειδὲς τετραμμένον, ὅπως ἂν τὸ κύρτωμα πρὸς τῇ τοῦ ποταμοῦ ἐπιρροῇ κείμενον ἔτι μᾶλλον ἀντέχειν τῷ ῥείθρῳ βιαζομένῳ δυνατὸν εἴη. [20] θυρίδας δὲ ἐς τὸ ἀντιτείχισμα ἔς τε τὰ κάτω καὶ τὰ ἄνω πεποίηται, ὥστε τῷ ποταμῷ πλημμυροῦντι ἐξαπιναίως, ἂν οὕτω τύχοι, ξυνίστασθαι μὲν ἐνταῦθα ἐπάναγκες εἴη καὶ μὴ παντὶ τῷ ῥοθίῳ περαιτέρω χωρεῖν, ἐκροὴν δὲ κατὰ τὰς ὀπὰς ἀφιέντι βραχεῖάν τινα τοῦ μὲν ὑπερβάλλοντος ὄγκου κατὰ μικρὸν ἀπολήγειν ἀεί, τῷ δὲ τείχει λελυμασμένῳ μηδέποτε εἶναι. [21] ἡ γὰρ ἐκροὴ ἐν τῷ χώρῳ ξυνισταμένη ὅσπερ ἐς τεσσαράκοντα διήκων πόδας, ᾗπέρ μοι εἴρηται, τῆς τε ἀρίδος καὶ τοῦ προτειχίσματος μεταξύ ἐστιν, οὐδαμῆ τὸ παράπαν βιαζομένη, ἀλλ᾽ ἐς τὰς ξυνειθισμένας εἰσόδους κατὰ λόγον χωροῦσα ἐς τὴν ὀχεταγωγίαν ἐνθένδε εἰσβάλλει. [22] καὶ τὰς πύλας, ἅσπερ τὸ πρότερον p[122]βιασάμενος ἐξαπιναίως ὁ ποταμὸς ἀνεπέτασε, περιελὼν ἐντεῦθεν, λίθοις μὲν παμμεγέθεσι τὴν προτέραν αὐτῶν ἐφράξατο χώραν, ἐπεὶ ἐφ᾽ ὁμαλοῦ κείμεναι τῷ ποταμῷ ὑπερβλύζοντι εὐέφοδοι ἦσαν. [23] ἄγχιστα δέ πη ἐν χώρῳ ἀνάντει κατὰ τὸ κρημνῶδες τοῦ περιβόλου αὐτὰς ἔθετο, οὗ δὴ τῷ ποταμῷ βάσιμα ὡς ἥκιστα ἦν. ταῦτα μὲν οὖν οὕτω διαπεπόνηται τῷ βασιλεῖ τούτῳ.

  [24] Ἦν δέ τις ἐν πόλει πολλὴ ὕδατος πέρι ἀμηχανία τοῖς τῇδε ἀνθρώποις. οὔτε γὰρ ἀναβλυστάνουσαν εἶχον ἐνταῦθά πη κρήνην, οὔτε ὀχετῷ περιαγομένην ἐς τὰς ἀγυιὰς αἳ τῇδέ εἰσιν, οὔτε τισὶ θησαυριζομένην ἐκείνῃ ἐλύτροις, ἀλλ᾽ οἷς μὲν ἀγχοτάτω ὁ ποταμὸς κατὰ τὰς ἀμφόδους ἐφέρετο, οἵδε ἀταλαιπώρως ἀρυόμενοι τῷ γειτονήματι ῥᾷστα ἔπινον, οἷς δὲ ὡς ἀπωτάτω τῆς τοῦ ποταμοῦ ἐκροῆς τὰ οἴκοι ἐτύγχανεν ὄντα, τούτοις δυοῖν τὸ ἕτερον ἐπάναγκες ἦν, ἢ τὰ ἔσχατα πονουμένοις πιεῖν, ἢ δίψει ἐχομένοις ἀπολωλέναι. [25] ἀλλ᾽ ὀχετὸν βασιλεὺς Ἰουστινιανὸς ἐτεκτήνατο μέγαν, ᾧ δὴ τὸ τὸ ὕδωρ περιαγαγὼν πανταχόσε τῆς πόλεως τὴν ἀπορίαν τοῖς τῇδε ᾠκημένοις διέλυσεν. [26] ἀλλὰ καὶ ἱερὰ πεποίηται δύο, τήν τε μεγάλην ἐκκλησίαν καλουμένην καὶ τὸν τοῦ ἀποστόλου Βαρθολομαίου νεών. ἔτι μέντοι καὶ τοῖς στρατιώταις καταλυτήρια ἐδείματο παμπληθῆ, ὅπως δὴ τοὺς τῇδε ᾠκημένους μηδαμῶς ἐνοχλοῖεν.

  [27] Καὶ Ἀμίδης δὲ πόλεως τό τε τεῖχος καὶ τὸ προτείχισμα ἐν τοῖς ἄνω γενόμενα χρόνοις καὶ ἀπ᾽ αὐτοῦ ὕποπτα ὄντα ἐξίτηλα γενήσεσθαι, οὐ p[124]πολλῷ ὕστερον νέᾳ τινὶ καταλαβὼν οἰκοδομίᾳ τῇ πόλει τὴν ἀσφάλειαν ἀνεσώσατο. [28] ὅσα δὲ κἀν τοῖς φρουρίοις αὐτῷ εἴργασται, ἅπερ ἐν τοῖς ὁρίοις τούτων δὴ τυγχάνει τῶν πόλεων ὄντα, ἐρῶν ἔρχομαι.

  [4] [1] Ἐκ Δάρας πόλεως ἰόντι ἐς τὰ Περσῶν ἤθη χώρα τις ἐν ἀριστερᾷ ἐστιν ἀναμάξευτός τε καὶ ἄφιππος ὅλως, κατατείνουσα μὲν ἐς ἡμέραιν ὁδὸν δυοῖν εὐζώνῳ ἀνδρὶ μάλιστα, τελευτῶσα δὲ ἐς χῶρον σιμὸν καὶ ἀπόκρημνον, Ῥάβδιος ὄνομα. [2] ταύτης δὲ τῆς ἐπὶ τὸ Ῥάβδιος φερούσης ὁδοῦ ἐφ᾽ ἑκάτερα τὰ Περσῶν ὅρια ἐπὶ μακρότατον ξυμβαίνει εἶναι. [3] ὅπερ μοι κατ᾽ ἀρχὰς ἀγαμένῳ καὶ τῶν ἐπιχωρίων ἀναπυνθανομένῳ ὅντινα τρόπον Ῥωμαίοις προσήκουσα ὁδός τε καὶ χώρα γῆν ἑκατέρωθι τὴν πολεμίαν διακεκλήρωται, ἀπήγγελλόν τινες ὡς εἴη μὲν Περσῶν τὸ χωρίον ποτέ, δεομένῳ δὲ τῷ Περσῶν βασιλεῖ τῶν τις Ῥωμαίων αὐτοκρατόρων ἀμπέλοις τινὰ κατακορῆ κώμην ἐπὶ Μαρτυροπόλεως οὖσαν δώσειε, τοῦτο δὴ αὐτῆς τὸ χωρίον ἀνταλλαξάμενος. [4] τὸ μὲν οὖν Ῥάβδιος ἐπὶ πετρῶν οἰκεῖται ἀποτόμων τε καὶ ὅλως ἀγρίων αἵπερ ἐνταῦθα ἐπανεστήκασι θαυμάσιον ὅσον. [5] ἔνερθεν δὲ αὐτοῦ χωρίον ἐστὶν ὅπερ καλοῦσι Ῥωμαίων ἀγρόν, ἀγασθέντες, οἶμαι, τὸ ἐξ ἀρχῆς, ὅτι δὴ ἐν μέσῳ χωρίον Περσικῶν κείμενον Ῥωμαίοις προσήκει. [6] οὗτος δὲ ὁ Ῥωμαίων ἀγρὸς κεῖται μὲν τῆς γῆς ἐν ὑπτίῳ, p[126]ἀγαθῶν δέ ἐστι τῶν ἐν τοῖς ληίοις κομιδῇ εὔπορος. [7] τεκμηριώσειε δ᾽ ἂν τις καὶ τοῖσδε, ὅτι δὴ πανταχόθεν τὸν χῶρον περιβάλλουσι τὰ Περσῶν ὅρια.

  [8] Πολισμά ἐστιν ἐν Πέρσαις ἐπιφανὲς ἄγαν, ὄνομα Σισαυράνων, ὅπερ ποτὲ Ἰουστινιανὸς βασιλεὺς ἐξελὼν ἐς ἔδαφος καθεῖλεν, ὅμιλον πολὺν τῶν ἐν Πέρσαις ἱππέων ξὺν Βλησχάμῃ τῷ σφῶν ἡγεμόνι δορυαλώτους πεποιημένος. [9] τοῦτο πόλεως μὲν Δάρας ὁδῷ ἡμέραιν διέχει δυοῖν εὐζώνῳ ἀνδρί· τούτου δὲ τοῦ Ῥάβδιος σημείοις διέστηκε τρισὶ μάλιστα. [10] πρότερον μὲν οὖν ἀφύλακτός τε ἦν ὁ χῶρος ὅδε καὶ Ῥωμαίοις παντελῶς ἄσημος. οὐκοῦν οὔτε φρουρᾶς οὔτε ὀχυρώματος οὔτε ἄλλου ὁτουοῦν ἀγαθοῦ πρὸς αὐτῶν ἔλαχε πώποτε. [11] Πέρσαις ἀμέλει οἱ τὸν ἀγρὸν γεωργοῦντες, οὗπερ ἐπεμ
νήσθην ἀρτίως, ὥσπερ ἄλλο τι ἀγγαροφοροῦντες, πεντήκοντα ἐπετείους χρυσοῦς ἔφερον, ἐφ᾽ ᾧ ἀδεέστερον κεκτήσονται τὰ αὑτῶν ἰδία καὶ καρπῶν δύνωνται τῶν τῇδε φυομένων ὀνίνασθαι. [12] βασιλεὺς δὲ Ἰουστινιανὸς ἅπαντα αὐτοῖς μεταπεφυκέναι διεσκευάσατο. τειχίσματι γὰρ τὸ Ῥάβδιος περιβαλὼν κατὰ τῶν πετρῶν τὴν ὑπερβολήν, αἵπερ ἐκείνῃ ἀνέχουσιν, ἀπρόσοδον αὐτὸ τοῖς πολεμίοις πεποίηται τὸ χωρίον, δηλονότι ξυλλαμβανούσης τῆς φύσεως. [13] ἐπεὶ δὲ ὕδατος οἱ τῇδε ᾠκημένοι ἐσπάνιζον, ἐν τῇ τῶν σκοπέλων ἀκρωρείᾳ πηγῆς ὡς ἥκιστα οὔσης, ταμιεῖά τε ὑδάτων εἰργάσατο δύο καὶ τὰς ἐκείνῃ πέτρας πολλαχῇ διορύξας παμπληθεῖς ὑδάτων θησαυροὺς διεπράξατο p[128]εἶναι, ὅπως δὴ ξυρρεόντων ὑετίων ἐνταῦθα ὑδάτων ἀδεέστερον αὐτοῖς οἱ τῇδε ἄνθρωποι δύνωνται χρῆσθαι, ὡς μὴ τοῦ ὕδατος πιεζόμενοι τῇ ἀπορίᾳ εὐάλωτοι εἶεν.

  [14] Καὶ τὰ ἄλλα δὲ φρούρια πάντα ἐν ὄρει κείμενα, ἅπερ ἐνθένδε τε καὶ ἐκ Δάρας πόλεως ἄχρι ἐς Ἄμιδαν διήκειν ξυμβαίνει, τό τε Κιφὰς καὶ Σαυρὰς καὶ Μάργδις τε καὶ Λούρνης τό τε Ἰδριφθὸν καὶ Ἀταχὰς καὶ Σίφριός τε καὶ Ῥιπαλθὰς καὶ Βανασυμέων, ἔτι μέντοι καὶ Σινὰς καὶ Ῥάσιος, καὶ Δαβανάς, καὶ ὅσα ἄλλα ἐνταῦθα ἐκ παλαιοῦ ἐστι, γελοιότατα δῆθεν τῷ σχήματι ἀποτεθριγκωμένα τὸ πρότερον ἀνοικοδομησάμενος σὺν τῷ ἀσφαλεῖ ἔς τε τὸ νῦν φαινόμενον κάλλος τε καὶ ὀχύρωμα μεταθέμενος ἀνάλωτα εἶναι καὶ προβεβλῆσθαι Ῥωμαίων τῆς γῆς βεβαιότατα κατεστήσατο. [15] ἐνταῦθα ὄρος οὐρανόμηκες ἀποκρέμαται, ἀπόκρημνόν τε καὶ προσελθεῖν ἀμήχανον ὅλως. [16] ἐν πεδίῳ δὲ ὑπόκειται χώρα γεώδης τε καὶ μαλθακὴ λίαν, ἀγαθὴ μὲν ἀρόσαι, θρέμμασι δὲ ἀτεχνῶς εὔνομος. ἐπιεικῶς γὰρ τῇ πόᾳ χλοάζει. [17] παμπληθεῖς δὲ κῶμαι παρὰ τοὺς πρόποδας τοῦ ὅρους εἰσίν. οἰκοῦσί τε αὐτὰς ἄνθρωποι τὰ μὲν ἐς κτῆσιν τῶν ἐπιτηδείων εὐδαίμονες, εὐάλωτοι δέ, εἴ τις προσίοι. [18] ὅπερ αὐτοῖς ἐπηνώρθωσεν Ἰουστινιανὸς βασιλεύς, φρούριον ἐπὶ τοῦ ὅρους τῇ ἀκρωνυχίᾳ δειμάμενος, ἵνα δὴ τὰ σφίσιν ἐναποθέμενοι τιμιώτατα, ἐπειδὰν προσίοιεν οἱ πολέμιοι, ἀνατρέχοντες διασώζωνται· Βασιλέων δὲ τὸ φρούριον ἐπωνόμασται. [19] καὶ μὴν p[130]καὶ τὰ ἀμφὶ πόλιν Ἄμιδαν φρούρια, πηλῷ τε περιβεβλημένα καὶ τοῖς πολεμίοις βάσιμα παντάπασιν ὄντα, ἐς τὸ ἀκριβὲς ἀνοικοδομησάμενος ἅπαντα ἐς τῆς ἀσφαλείας τὸ ἀκριβέστατον μετεστήσατο. [20] ἐν οἷς τό τε Ἀπάδνας καὶ τὸ Βιρθὸν πολίχνιόν ἐστιν. ἅπαντα γὰρ ἀκριβολογεῖσθαι πρὸς ὄνομα οὐκ εὐπετές ἐστι. [21] συνελόντα δὲ εἰπεῖν ἅπαντα πρότερον τοῖς ἐπιβουλεύουσιν ὑποκείμενα τανῦν ἀνανταγώνιστα πεποίηκεν εἶναι. καὶ ἀπ᾽ αὐτοῦ ἡ Μεσοποταμία τῷ Περσῶν γένει ἄβατος διαφανῶς ἐστιν.

  [22] Οὐ σιωπητέον δὲ οὐδὲ ὅπερ ἐν τῷ Βάρας φρουρίῳ ἐξεῦρεν, οὗπερ ἐπεμνήσθην ἀρτίως. τὰ μὲν γὰρ τοῦ φρουρίου ἐντὸς ἄνυδρα τὸ παράπαν ὄντα ἐτύγχανεν, ἐν ὄρει δὲ ὑψηλῷ μάλιστα κατὰ τὸ κρημνῶδες τὸ Βάρας τοῦτο πεποίηται. [23] ἔκτοσθεν δὲ αὐτοῦ ὡς ἀπωτάτω ἐν τῇ ὑπωρείᾳ μετὰ τὸ πρανὲς κρήνη ἦν, ἥνπερ ἐδόκει ἀξύμφορον εἶναι τῷ τειχίσματι τοῦ φρουρίου περιβαλεῖν, ὡς μή τις αὐτοῦ μοῖρα ἐν ὑπτίῳ κειμένη εὐάλωτος εἴη. ἐπενόει δὲ τάδε· [24] τὰ ἐντὸς τοῦ περιβόλου διορύσσειν ἐκέλευεν ἕως ἐς τὸ ὁμαλὲς μάλιστα ἵκωνται. ὅπερ ἐπεὶ ὑπετελέσθη κατὰ τὴν τοῦ βασιλέως ἐπίταξιν, ἐπιρρέον ἐνταῦθα τὸ ὕδωρ ἐκ τῆς πηγῆς παρὰ δόξαν ἐφάνη. οὕτω τε καὶ τὸ φρούριον δεδημιούργηται ξὺν τῷ ἀσφαλεῖ καὶ ὕδατος πέρι ἐν ἐπιτηδείῳ φαίνεται κείμενον.

  [5] [1] Οὕτω δὲ καὶ Θεοδοσιουπόλεως, τῆς παρὰ p[132]ποταμὸν Ἀβόρραν γῆς τῆς Ῥωμαίων προβεβλημένης, τὸν περίβολον, ὅνπερ ὁ χρόνος κατεργάσασθαι μάλιστα ἴσχυσε, καὶ ἀπ᾽ αὐτοῦ τοῖς τῇδε ἀνθρώποις οὐχ ὑπὲρ τῆς ἀσφαλείας ἐδίδου θαρρεῖν, ἀλλὰ διηνεκὲς ἅπαντας ἐξέπλησσε, δεδισσόμενος ὅτι δὴ οὐκ εἰς μακρὰν αὐτοῖς ἐμπεσεῖται, ἀνοικοδομησάμενος ἐκ τοῦ ἐπὶ πλεῖστον ὁ βασιλεὺς οὗτος διακωλύειν τάς γε κατὰ Μεσοποταμίαν Περσῶν ἐσβολὰς ἱκανῶς ἔσχεν.

  [2] Οἷα δὲ καὶ ἐν Κωνσταντίνῃ ἐπιδέδεικται εἰπεῖν ἄξιον. ἦν μὲν τὰ πρότερα ὁ Κωνσταντίνης περίβολος τό τε ὕψος κλίμακι ἁλωτὸς τήν τε ἄλλην κατασκευὴν εὐέφοδος ἄγαν, ὥσπερ τι πάρεργον γεγενημένος τοῖς πάλαι ἀνθρώποις. [3] τοσούτῳ γὰρ διειστήκεισαν οἱ πύργοι ἀλλήλων ὥστε εἰ προσβαλοῦντές τινες ἐς τὴν μεταξὺ χώραν προσίοιεν, οὐκ εἶχον οἱ κατὰ τοὺς πύργους ἑστῶτες καθ᾽ ὅτι ἂν αὐτοὺς ἀμυνόμενοι ἀποκρούοιντο. ἀλλὰ μὴν καὶ χρόνου μήκει πεπονηκὼς ἐκ τοῦ ἐπὶ πλεῖστον τοῦ καταπεπτωκέναι οὐ μακράν που ἐγένετο. [4] πρὸς δὲ καὶ τοιοῦτο τῇ πόλει προτείχισμα ἦν οἷον ἐπιτείχισμα κατ᾽ αὐτῆς γεγονέναι δοκεῖν. οὐ πλέον γὰρ αὐτοῦ ἢ ἐς πόδας τρεῖς ἐγεγόνει τὸ πάχος, καὶ αὐτὸ μέντοι πηλῷ σύνθετον, τὰ μὲν κάτω ἐς ὀλίγον ἐκ λίθου μυλίτου ἀνεστηκός, τὰ δὲ ὕπερθεν ἐκ τοῦ λευκολίθου καλουμένου, σφαλεροῦ τε ὄντος καὶ μαλακοῦ λίαν. ὥστε δὴ ὅλον ἦν τοῖς ἐπιοῦσιν εὐάλωτον. [5] βασιλεὺς δὲ Ἰουστινιανὸς τὰ μὲν p[134]πεπονηκότα τοῦ περιβόλου νέᾳ τινὶ ἀνεσώσατο οἰκοδομίᾳ, καὶ διαφερόντως τὰ πρὸς ἥλιον δύοντα τετραμμέν�
� καὶ βορρᾶν ἄνεμον. [6] τοῦ δὲ δὴ ἐρύματος πανταχῆ μεταξὺ πύργοιν δυοῖν ἄλλον ἐντέθεικε, καὶ ἀπ᾽ αὐτοῦ πύργοι ἅπαντες ὡς ἀγχοτάτω ἀλλήλοις ὄντες τοῦ περιβόλου προβέβληνται. [7] ὅλῳ δὲ τῷ τείχει καὶ πᾶσι πύργοις μέγα τι χρῆμα ὕψους ἐνθέμενος ἄμαχον τοῖς πολεμίοις τὸ τῆς πόλεως ὀχύρωμα κατεστήσατο. [8] ἀλλὰ καὶ ἀνόδους τοῖς πύργοις κεκαλυμμένας πεποιημένος, τριωρόφους τε αὐτοὺς λίθων ἐπιβολαῖς τεκτηνάμενος κυρτώμασι γεγονυίαις θόλων, πυργοκάστελλον αὐτῶν ἕκαστον εἶναί τε καὶ καλεῖσθαι πεποίηκε. [9] καστέλλους γὰρ τὰ φρούρια τῇ Λατίνων καλοῦσι φωνῇ. ἀλλὰ καὶ ἀμφὶ τοῖς ὕδασιν ἡ Κωνσταντίνα τὰ ἀνήκεστα ἔπασχε πρότερον. [10] τὰ μὲν γὰρ ἐκτός, ὄσον ἐκ σημείου ἑνός, πηγαί τέ εἰσι ποτίμων ὑδάτων καὶ ἄλσος ἐνθένδε φύεται ἐπιεικῶς μέγα, οὐρανομήκεσι κατάφυτον δένδροις· τὰ μέντοι ἐντός, ἵνα δὴ οὐκ ἐφ᾽ ὁμαλοῦ, ἀλλ᾽ ἐν τῷ ἀνάντει τὰς ἀγυιὰς συμβαίνει εἶναι, ἄνυδρός τε ἦν ἡ πόλις ἐκ παλαιοῦ καὶ δίψῃ τε καὶ ἀμηχανίᾳ πολλῇ οἱ τῇδε ᾠκημένοι ἐς ἀεὶ εἴχοντο. [11] βασιλεὺς δὲ Ἰουστινιανὸς ὀχετῷ τὸ ῥεῖθρον μεταβιβάσας τοῦ τείχους ἐντός, κρήναις τε τὴν πόλιν ἀειρρύτοις διακοσμήσας, οἰκιστὴς ἂν αὐτῆς δικαίως καλοῖτο. τὰ μὲν οὖν ἐς τάσδε τὰς πόλεις ταύτῃ Ἰουστινιανῷ βασιλεῖ εἴργασται.

 

‹ Prev