[6] [1] Ἦν δὲ Ῥωμαίων φρούριον παρὰ ποταμὸν Εὐφράτην ἐν τοῖς Μεσοποταμίας ἐσχάτοις, ἵνα p[136]δὴ Ἀβόρρας ποταμὸς τῷ Εὐφράτῃ ἀναμιγνύμενος τὴν ἐκβολὴν ἐνταῦθα ποιεῖται. [2] τοῦτο Κιρκήσιον μὲν ὀνομάζεται, βασιλεὺς δὲ αὐτὸ Διοκλητιανὸς ἐν τοῖς ἄνω χρόνοις ἐδείματο. [3] Ἰουστινιανὸς δὲ τανῦν βασιλεὺς χρόνου τε μήκει εὑρὼν συντριβὲς γεγονός, ἀπημελημένον δὲ καὶ ἄλλως ἀφύλακτον ὄν, ἐς ὀχύρωμα βεβαιότατον μετεστήσατο, πόλιν τε διεπράξατο μεγέθει καὶ κάλλει περιφανῆ εἶναι. [4] Διοκλητιανὸς μὲν γὰρ τηνικάδε τὸ φρούριον πεποίηται τοῦτο οὐχ ὅλον ἐν κύκλῳ τείχει περιβαλών, ἀλλὰ μέχρι μὲν ἐς ποταμὸν Εὐφράτην ἐπεξαγαγὼν τὴν τοῦ περιβόλου οἰκοδομίαν καὶ πύργον ἑκατέρωθι ἀπεργασάμενος ἔσχατον, ἀπολιπὼν δὲ τὴν ἐνθένδε τοῦ χωρίου πλευρὰν ἀτείχιστον ὅλως, ἀποχρῆναι, οἶμαι, τὸ τοῦ ποταμοῦ ὕδωρ ἐς τὸ τοῦ φρουρίου ὀχύρωμα τῇδε ἡγούμενος. [5] προϊόντος δὲ χρόνου τὸν ἔσχατον πύργον, ὃς δὴ ἐτέτραπτο πρὸς ἄνεμον νότον, τὸ τοῦ ποταμοῦ ῥόθιον παραξύον ἐνδελεχέστατα κατέσεισεν ὅλον, ἔνδηλός τε ἦν ὡς, εἰ μὴ βοηθοίη τις ὅ τι τάχιστα, καταπεσεῖται αὐτίκα δὴ μάλα. [6] ἐφάνη τοίνυν Ἰουστινιανὸς βασιλεὺς τοῦτο πρὸς τοῦ θεοῦ κεκομισμένος ἀξίωμα, πάσης ἐπιμελεῖσθαι καὶ ὡς ἔνι μάλιστα μεταποιεῖσθαι τῆς Ῥωμαίων ἀρχῆς· [7] ὃς δὴ οὐ μόνον τὸν πεπονθότα πύργον ἐσώσατο, ἀνοικοδομησάμενος αὐτὸν μυλίῳ λίθῳ καὶ φύσει σκληρῷ, ἀλλὰ καὶ τοῦ φρουρίου τὴν ἀτείχιστον πλευρὰν ξύμπασαν ὀχυρωτάτῳ περιβέβληκε τείχει, διπλασιάσας αὐτῇ πρὸς τῷ ποταμῷ τὴν ἐκ τοῦ περιβόλου ἀσφάλειαν. [8] πρὸς ἐπὶ τούτοις δὲ καὶ προτείχισμα ἐχυρώτατον προσεποίησεν p[138]αὐτὸς τῇ πόλει, καὶ διαφερόντως οὗ δὴ τοῖν ποταμοῖν ἡ ἐς ἀλλήλους ἐπιμιξία τρίγωνον ἀποτελεῖ σχῆμα, ταύτῃ τε τὰς ἐνθένδε τῶν πολεμίων ἐπιβουλὰς ἀπεκρούσατο. [9] καὶ στρατιωτικῶν δὲ καταλόγων ἄρχοντα τῇδε καταστησάμενος, ὃν δοῦκα καλοῦσι, διηνεκὲς ἐνταῦθα καθιζησόμενον, ἀποχρῶν φυλακτήριον πεποίηκεν εἶναι τῇ τῆς πολιτείας ἀρχῇ. [10] καὶ τὸ βαλανεῖον δέ, ὅπερ δημοσίᾳ τὴν χρείαν τοῖς τῇδε ᾠκημένοις παρέχεται, ἀνόνητον ὅλως τῇ τοῦ ποταμοῦ ἐπιρροῇ γεγενημένον ἐνεργεῖν τε τὰ ξυνειθισμένα οὐκέτι ἔχον, ἐς τὸν νῦν ὄντα μετέθηκε κόσμον. [11] ὅσα μὲν γὰρ αὐτοῦ ἀπεκρέματο πρότερον ἐπὶ στερρᾶς τῆς οἰκοδομίας ἑστῶτα κατὰ τὸ τῶν λουτρῶν τῇ χρείᾳ συνοῖσον (ὧν δὴ ἔνερθε τὸ πῦρ καίεται, χυτρόποδάς τε καλεῖν αὐτὰ νενομίκασι), ταῦτα δὴ ἅπαντα τῇ τοῦ ὕδατος ἐπιρροῇ ἀποκείμενα πρόσθεν εὑρών, καὶ ἀπ᾽ αὐτοῦ τὴν χρείαν τῷ βαλανείῳ διεφθαρμένην, λίθων μὲν αὐτὸς ἐμπεδώσας ἐπιβολαῖς ὅσα πρότερον ἀπεκρέματο, ᾗπέρ μοι εἴρηται, ἑτέραν καθύπερθεν ἀποκρεμάσας οἰκοδομίαν, ἵνα δὴ ἀπρόσοδα τῷ ποταμῷ ἐστιν, ἀνεσώσατο τὴν ἐνθένδε εὐπάθειαν τοῖς τῇδε φρουροῖς. τὰ μὲν δὴ τοῦ Κιρκησίου ἐς τόνδε τὸν τρόπον δεδημιούργηται τῷ βασιλεῖ τούτῳ.
[12] Μετὰ δὲ τὸ Κιρκήσιον φρούριόν ἐστι παλαιόν, Ἀννούκας ὄνομα, οὗπερ ἐρείπιον τὸ τεῖχος εὑρὼν οὕτω δὴ μεγαλοπρεπῶς ἀνῳκοδομήσατο Ἰουστινιανὸς βασιλεὺς ὡς μηδὲ τῶν τινος ἐπιφανεστάτων p[140]πόλεων ὀχυρώματος πέρι τὰ δευτερεῖα τὸ λοιπὸν φέρεσθαι. [13] τρόπῳ δὲ τῷ αὐτῷ καὶ τὰ φρούρια, ὅσα δὴ ἀμφὶ πόλιν Θεοδοσιούπολιν κεῖται, τὰ μὲν ἀτείχιστα τὸ πρότερον ὄντα, τὰ δὲ πηλῷ τε καὶ τῇ ἐνθένδε γελωτοποιίᾳ τετειχισμένα αἱμασιᾶς τρόπον, φοβερά τε τοίνυν καὶ τὸ παράπαν ἀπρόσβατα τοῖς ἐπιοῦσιν εἰργάσατο· [14] τό τε Μαγδαλαθὼν σὺν ἑτέροιν δυοῖν ἅπερ αὐτοῦ ἑκατέρωθεν τυγχάνει ὄντα, καὶ Θαννούριος δύο, μικρόν τε καὶ μέγα, καὶ Βιμισδεὼν καὶ Θήμερες, ἔτι δὲ Βιδάμας καὶ Δαυσαρὼν καὶ Θιόλλα, Φιχάς τε καὶ Ζαμαρθὰς καὶ τὰ λοιπά, ὡς εἰπεῖν, ἅπαντα. [15] ἦν δέ τις χῶρος παρὰ Θαννούριος τὸ μέγα, ᾧ δὴ ἐπιχωριάζειν Σαρακηνοῖς τοῖς πολεμίοις διαβαίνουσι ποταμὸν Ἀβόρραν πολλὴ ἐξουσία ἐγίνετο, ἔνθεν δὲ ὁρμωμένοις διασκεδάννυσθαι μὲν ἀνά τε τὴν ὕλην δασεῖάν τε καὶ ἀμφιλαφῆ οὖσαν καὶ τὸ ὄρος ὃ ταύτῃ ἀνέχει, καταθεῖν τε ἀδεέστερον τοὺς ᾠκημένους ἀμφὶ τὰ ἐκείνῃ χωρία Ῥωμαίους. [16] ἀλλὰ νῦν πύργον κομιδῇ μέγαν ἐκ λίθου σκληροῦ Ἰουστινιανὸς βασιλεὺς ἐν τῷ χώρῳ τούτῳ δειμάμενος ἐνταῦθά τε φρουρὰν ἀξιολογωτάτην καταστησάμενος ἀναστέλλειν τὰς τῶν πολεμίων ἐπιδρομὰς παντελῶς ἴσχυσε, τοῦτον ἐπιτεχνησάμενος κατ᾽ αὐτῶν πρόβολον.
[7] [1] Τὰ μὲν ἐπὶ Μεσοποταμίας τῇδε Ἰουστινιανῷ βασιλεῖ εἴργασται. ἀναγκαῖον δέ μοι ἐνταῦθα τοῦ λόγου Ἐδέσσης τε καὶ Καρρῶν καὶ Καλλινίκου καὶ τῶν ἄλλων πολιχνῶν ἁπασῶν p[142]ἐπιμνησθῆναι, ἅσπερ ἐκείνῃ ξυμβαίνει εἶναι, ἐπεὶ καὶ αὐταὶ τοῖν ποταμοῖν μεταξὺ κεῖνται. [2] τὴν Ἔδεσσαν ποταμὸς παραρρεῖ τὸ ῥεῦμα βραχύς, Σκιρτὸς ὄνομα, ὃς δὴ ἐκ χωρίων πολλῶν ξυνάγων τὸ ῥεῖθρον ἐπὶ τὴν πόλιν φέρεται μέσην. [3] ἐνθένδε τε ἐξιὼν ἐπίπροσθεν ἵεται, ἐπειδὰν αὐτάρκη παρέχηται τῇ πόλει τὴν χρείαν τῶν τε εἰσόδων αὐτοῦ καὶ ἐκβολῶν δι᾽ ὀχεταγωγίας κατὰ τὸ τεῖχος πεποιημένων τοῖς πάλαι ἀνθρώποις. [4] οὗτός ποτε ὁ ποταμός, ὄμβρων οἱ ἐπιγενομένων πολλῶν, ὑπερπεφυκώς τε ὑψοῦ ἀνεῖχε κα�
� ὡς καταλύσων τὴν πόλιν ἐπῄει. [5] τοῦ τοίνυν προτειχίσματος καὶ τοῦ περιβόλου καθελὼν ἐς τὸ ἔδαφος πολλήν τινα μοῖραν τὴν πόλιν περιεβάλετο σχεδόν τι ὅλην, ἔργα τε ἀνήκεστα τῇδε εἰργάσατο. τῶν τε γὰρ οἰκοδομημάτων τὰ κάλλιστα ἐξίτηλα ἐξαπιναίως πεποίηται καὶ τῶν ἀνθρώπων τὸ τριτημόριον διεχρήσατο. [6] βασιλεὺς δὲ Ἰουστινιανὸς μὴ ὅτι ἀνεσώσατο τῇ πόλει τὰ καθῃρημένα εὐθὺς ἅπαντα, ἐν οἷς ἥ τε τῶν Χριστιανῶν ἐκκλησία καὶ ὁ καλούμενος Ἀντίφορος ἦν, ἀλλὰ καὶ ὅπως μή τι αὐτῇ καὶ αὖθις τοιοῦτο ξυμβαίη διεπράξατο σπουδῇ τῇ πάσῃ. [7] πορείαν γὰρ ἑτέραν πρὸ τοῦ περιβόλου τῷ ποταμῷ νεοχμοῦν ἴσχυσε, τοιᾷδε αὐτὸν περιελθὼν τέχνῃ. [8] τὰ μὲν ἐν δεξιᾷ τοῦ ποταμοῦ ὕπτιά τε καὶ χθαμαλὰ πρότερον ἦν, τὰ δὲ δὴ ἐν ἀριστερᾷ ὄρος ἀπότομον, οὐκ ἐπιχωροῦν αὐτῷ ἐπικλίνειν που ἢ ἐκτρέπεσθαι τῆς ξυνειθισμένης p[144]ὁδοῦ, ἀλλ᾽ ἐπὶ τὴν πόλιν αὐτὴν διωθούμενον ἀνάγκῃ τῇ πάσῃ. οὐ γὰρ ἦν τι αὐτὸν ἐπὶ δεξιᾷ ξυμποδίζον, ἡνίκα ἂν τῆς πόλεως εὐθὺ φέροιτο. [9] τοῦτο οὖν τὸ ὄρος ἀποτεμὼν ὅλον κοῖλα μὲν τοῦ ποταμοῦ τὰ ἐν ἀριστερᾷ καὶ γλαφυρώτερα τῆς αὐτοῦ πορείας κατεσκεύαστο, ἐν δεξιᾷ δὲ τοῖχον ὑπερμεγέθη ἐκ λίθων ἁμαξιαίων συνέστησεν, ὥστε, εἰ μὲν κατὰ τὰ εἰωθότα ὁ ποταμὸς μέτριος φέρηται, μήποτε ἀποστεροῖτο τῆς ἐνθένδε ὠφελείας ἡ πολίς, ἐπειδὰν δὲ τύχῃ τινὶ ἐς ὕψος ἀρθεὶς ὑπερβλύζοι, μέτρια μέν τις αὐτοῦ ἐκροὴ ἐπὶ τὴν πόλιν κατὰ τὰ ξυνειθισμένα χωροίη, τοῦ δὲ ῥοθίου τὸ ἐπιγινόμενον ἐς τὴν Ἰουστινιανοῦ ἐπιτέχνησιν ἀναγκαστὸν ἴοι, ἐς τοῦ ἱπποδρόμου τὰ ὄπισθεν οὐ μακράν που ὄντος, τέχνῃ τε ἀνθρωπείᾳ καὶ γνώμῃ προμηθεῖ παρὰ δόξαν νενικημένον. [10] ἀλλὰ καὶ τῷ ποταμῷ τῆς πόλεως γινομένῳ ἐντὸς ὀρθήν τινα πορείας ἀνάγκην ἀπεργασάμενος, ὕπερθέν τε οἰκοδομίαν ἑκατέρωθι ἐπικρεμάσας, ὡς μὴ ἐκτρέπεσθαι τῆς ὁδοῦ δύναιτο, καὶ τὴν χρείαν τῇ πόλει ἐσώσατο καὶ δέους αὐτὴν τοῦ ἐνθένδε ἀπήλλαξεν. [11] ἐτύγχανε δὲ τὸ Ἐδέσσης τεῖχος καὶ προτείχισμα οὐδέν τι ἧσσον διὰ χρόνου μῆκος ἐν τοῖς ἐρειπίοις ταττόμενον ἐκ τοῦ ἐπὶ πλεῖστον. [12] διὸ δὴ ἄμφω ἀνοικοδομησάμενος βασιλεύς, νέα τε αὐτὰ κατεστήσατο καὶ πολλῷ ἐχυρώτερα ἢ πρότερον ἦν. [13] μοῖρα δέ τις τοῦ Ἐδέσσης περιβόλου φρούριον κέκτηται, ἧς δὴ ἔκτοσθέν τις ἐπανειστήκει λόφος ὡς πλησιαίτατα ὑποκειμένῃ ἐπικύπτων ἐνταῦθα τῇ πόλει· [14] ὅνπερ ἐκ παλαιοῦ καταλαβόντες ἐπιτείχισμά τι οἱ p[146]ἐπιχώριοι ἐντὸς τοῦ περιβόλου πεποίηνται, ὡς μὴ ἐπίμαχον ποιοίη τὴν πόλιν. [15] ἀλλὰ ταύτῃ ἐπιμαχωτέραν αὐτὴν παρὰ πολὺ ἀπειργάσαντο· διατείχισμα γὰρ ὡς βραχύτατον ἐπὶ τῷ ἀνειμένῳ τῆς γῆς κείμενον καὶ παιδαρίοις τειχομαχίαν ἐμμελετῶσιν ἁλώσιμον ἦν. [16] οὗ δὴ ἐνθένδε καθῃρημένου ἕτερον ἐν τῇ τοῦ ὄρους ὑπερβολῇ τεῖχος ἀνέστη, βασιλέως Ἰουστινιανοῦ διαπόνημα, δέος μὲν ἐξ ἐπιθέσεως καθύπερθε γενησομένης οὐδαμῆ ἔχον, συγκαταβαῖνον δὲ τῇ ὑπωρείᾳ μέχρι ἐς τὸ πρανὲς ἑκατέρωθεν καὶ τῷ περιβόλῳ ἐναρμοζόμενον.
[17] Ἀλλὰ μὲν καὶ Καρρῶν καὶ Καλλινίκου πόλεως τά τε τείχη καὶ τὰ προτειχίσματα καθελών, ἅπερ ὁ πολὺς αἰὼν μεταξὺ ἐπιρρεύσας διέφθειρε, τανῦν τε ἀκραιφνῆ ἀπεργασάμενος, ἀμαχώτατα κατεστήσατο. [18] ἔτι μέντοι καὶ φρούριον ὃ ἐν Βάτναις ἦν, ἀτείχιστόν τε καὶ ἀπημελημένον τὰ πρότερα ὃν, τείχεσιν ἐχυρωτάτοις περιβαλὼν ἐς τὸν νῦν φαινόμενον μετήνεγκε κόσμον.
[8] [1] Ταῦτα μὲν οὖν τρόπῳ, ᾧπέρ μοι ἐρρήθη, ἐπί τε Μεσοποταμίας καὶ Ὀσροηνῆς τῆς καλουμένης Ἰουστινιανῷ βασιλεῖ πεποίηται. [2] ὅντινα δὲ τρόπον Εὐφράτου ποταμοῦ τὰ ἐν δεξιᾷ ξυμβαίνει εἶναι, ἐγὼ δηλώσω. τὰ μὲν ἄλλα Ῥωμαίων τε καὶ Περσῶν ὅρια τῇδέ πη ἔχει· [3] γειτονοῦσιν ἑκατέρων ἀλλήλοις χωρία, ὁρμώμενοί τε ἀπὸ τῶν οἰκείων ἀμφότεροι καὶ διαμάχονται καὶ συμβάλλουσι τὰς συναλλαγάς, οἷά γε τὰ ἀνθρώπεια, p[148]ὁπηνίκα τοῖς τε ἤθεσι καὶ ταῖς πολιτείαις διάφοροι ὄντες χώραν τινὰ ὅμορον ἔχουσιν. [4] ἐν δέ γε τῇ πάλαι μὲν Κομμαγηνῇ χώρᾳ, τανῦν δὲ καλουμένῃ Εὐφρατησίᾳ, οὐδαμῆ ἀλλήλων ἄγχιστα ᾤκηνται. χώρα γὰρ ἔρημος καὶ ἄγονος ὅλως διορίζει ἐπὶ μακρότατον τὰ Ῥωμαίων τε καὶ Περσῶν ὅρια, περιμάχητόν τε οὐδὲν ἔχουσα. [5] ἑκάτεροι μέντοι ἐν ἐρήμῳ ἥπερ ἄγχιστα γῆς τῆς πρὸς αὐτῶν οἰκουμένης τυγχάνει οὖσα φρούρια παρέργως ᾠκοδομήσαντο ἐκ πλίνθου ὠμῆς· [6] ἅπερ ἐπιβουλῆς οὐδεμιᾶς παρὰ τῶν πέλας ἔτυχε πώποτε, ἀλλ᾽ ἀνεπιφθόνως ἀμφότεροι τῇδε ᾠκήσαντο, ἐπεὶ οὐκ εἶχον οὐδὲν ὅτου ἂν καὶ οἱ ἐναντίοι ἐφεῖντο. [7] βασιλεὺς δὲ Διοκλητιανὸς τρία φρούρια τὸν τρόπον τοῦτον ἐν τῇ ἐρήμῳ ταύτῃ ἐδείματο, ὧνπερ ἕν, Μαμβρὶ ὄνομα, καταπεπονηκὸς τῷ μακρῷ χρόνῳ Ἰουστινιανὸς ἀνενεώσατο βασιλεύς.
[8] Τούτου δὲ τοῦ φρουρίου ἐκ σημείων μάλιστα πέντε ἐς τὰ Ῥωμαίων ἤθη ἰόντι Ζηνοβία ποτὲ Ὀδονάθου γυνὴ τῶν ἐκείνῃ Σαρακῆνων ἄρχοντος πόλιν ᾤκισέ που ἐνταῦθά τινα ἐν τοῖς ἄνω χρόνοις βραχεῖαν, καὶ τὸ ὄνομα ἀφῆκε τῇ πόλει. [9] Ζηνοβίαν γὰρ αὐτήν, ὡς τὸ εἰκός, ἐπωνόμασεν. ἀλλὰ πολὺς ἄγαν μετὰ ταῦτα ἐπιρρεύσας ὁ χρόνος ἐρείπιον αὐτῆς ἐπιμελεῖσθαι οὐδαμῆ ἀξιού�
�των, ἔρημόν τε αὐτὴν τῶν ἐνοικούντων παντάπασι διειργάσατο. [10] παρῆν οὖν Πέρσαις κατ᾽ ἐξουσίαν, p[150]ἡνίκα ἂν ᾖ βουλομένοις σφίσιν, ἐν μέσοις γενέσθαι Ῥωμαίοις, ἀνηκόοις ἔτι τῆς τῶν πολεμίων ἐφόδου οὖσιν. [11] ἀλλὰ τὴν Ζηνοβίαν Ἰουστινιανὸς βασιλεὺς ἀνοικοδομησάμενος σύμπασαν, οἰκητόρων τε κατακόρως ἐμπλησάμενος, ἄρχοντά τε στρατιωτικῶν καταλόγων καὶ διαρκὲς ἄγαν καταστησάμενος φυλακτήριον, πρόβολον μὲν εἶναι τῆς Ῥωμαίων ἀρχῆς, ἐπιτείχισμα δὲ διεπράξατο Πέρσαις· [12] ὃς γε οὐχ ὅσον τὸ πρότερον ἀπέδωκε σχῆμα, ἀλλὰ καὶ πλεῖστον ἐχυρωτέραν εἰργάσατο ἢ πρότερον ἦν. σκόπελοι γὰρ αὐτὴν περιβάλλουσιν ὡς ἀγχοτάτω· [13] τοῖς τε πολεμίοις διὰ ταῦτα ἐξῆν τοὺς ἐκ τοῦ περιβόλου ἀμυνομένους κατὰ κορυφὴν ἐνθένδε βάλλειν. [14] ὅπερ ἀποκρούεσθαι διὰ σπουδῆς ἔχων οἰκοδομίαν τινὰ τῇ τοῦ περιβόλου ὑπερβολῇ ἑτέραν ἐνῆψε κατ᾽ αὐτὸ μάλιστα τὸ τῶν σκοπέλων γειτόνημα, προκάλυμμα τοῖς ἐνθένδε μαχομένοις ἀεὶ ἐσομένην. πτερὰ τὴν οἰκοδομίαν καλοῦσι ταύτην, ἐπεὶ ὥσπερ ἀποκρέμασθαι τοῦ τείχους δοκεῖ. [15] ἅπαντα μὲν οὖν ὅσα βασιλεὺς ἐπὶ Ζηνοβίας εἰργάσατο φράσαι ἀμήχανον, ἐπεὶ ἐν χώρῳ ἐπὶ μακρότατον ἀγείτονι οὖσαν καὶ διὰ τοῦτο μὲν ἐν κινδύνοις ἀεὶ ἐσομένην, ἐπικουρίας δὲ τυχεῖν Ῥωμαίων πλησιοχώρων οὐκ ὄντων αὐτῇ οὐκ ἂν δυναμένην, βεβαιοτάτης, ὡς τὸ εἰκός, ἐπιμελείας μάλιστα πάντων ἠξίωσεν· ὀλίγα δέ μοι ἄττα τῶν τῇδε πεπραγμένων γεγράψεται.
Delphi Complete Works of Procopius Page 293