[16] Παραρρεῖ μὲν τὴν Ζηνοβίαν Εὐφράτης ποταμὸς πρὸς ἀνίσχοντά που τοῦ ἥλιον, ὡς ἀγχοτάτω τοῦ ἐκείνῃ περιβόλου ἰών, ὀρῶν δὲ παρ᾽ αὐτὸν p[152]ὑψηλῶν ἀνεχόντων ἐν τούτῳ τῷ χώρῳ διασκεδάννυσθαι οὐδαμῆ ἔχων, ἀλλ᾽ ἀνάγκῃ τοῦ γειτονήματος τῶν ἐνταῦθα ὀρῶν, ταῖς τε ὄχθαις σκληραῖς οὔσαις πεπιεσμένος καὶ ἐν στενῷ μάλιστα ξυνάγων τὸ ῥεῦμα, ἐπειδὰν αὐτῷ ὄμβρων ἐπιγενομένων ὑπερβλύζειν ξυνενεχθείη, ἐπιχυθεὶς τῷ τείχει, εὐθὺς οὐκ ἀμφὶ τὰ θεμέλια μόνον, ἀλλ᾽ ἄχρι ἐς τὰς ἐπάλξεις ἐπέκλυζεν. [17] οὗ δὴ τῷ ῥοθίῳ καταβεβρεγμένου ξυνέβαινε τὰς ἐπιβολὰς ξυγχεῖσθαι τῶν λίθων ἐπὶ σφαλερᾶς τε αὐτῶν τὸ λοιπὸν τῆς ξυνθήκης ἑστάναι. [18] ἀλλὰ παμμεγέθη ἐκ λίθου μυλίου πρόβολον τῷ περιβόλῳ ἰσομήκη ἀπεργασάμενος ἐνταῦθα μὲν ἀεὶ ἐνοχλεῖν τὸ τοῦ ποταμοῦ κλυδώνιον ὑπερβλύζοντος κατηνάγκασεν, ἐλεύθερον δὲ τὸ παράπαν τῆς ἐνθένδε λώβης τὸ τεῖχος ἀφῆκεν, ἢν καὶ τὰ μάλιστα ὁ ποταμὸς κυμαίνων ἐς ὕψος ἐγείρηται μέγα. [19] ταύτης δὲ τῆς πόλεως τὸν περίβολον, ὃς δὴ αὐτῆς ἐτέτραπτο πρὸς βορρᾶν ἄνεμον, πεπονηκότα παντάπασι χρόνου μήκει εὑρών, παρέλυσε μὲν σὺν τῷ προτειχίσματι ἐς τὸ ἔδαφος, ἀνῳκοδομήσατο δὲ οὐχ ᾗπερ τὸ πρότερον ἦν, ἐπεὶ ἐνταῦθα αἱ τῆς πόλεως οἰκοδομίαι στενοχωρούμεναι μάλιστα τοὺς ταύτῃ ᾠκημένους ἠνίων. [20] ἀλλὰ τὴν προτέραν ὑπερβὰς τῶν τε θεμελίων τοῦ περιβόλου καὶ τοῦ προτειχίσματος χώραν, ἔτι μέντοι καὶ τὴν τάφρον αὐτήν, ἐνταῦθα τὸ τεῖχος ἐδείματο ἀξιοθέατόν τε καὶ διαφερόντως εὐπρόσωπον, ταύτῃ εὐρυτέραν παρὰ πολὺ τὴν Ζηνοβίαν πεποιημένος. [21] ἀλλὰ καὶ λόφος τις ἄγχιστα τῆς πόλεως εἱστήκει πρὸς p[154]δύοντά που τὸν ἥλιον· ἐξ οὗ δὴ παρῆν τοῖς ἐπιοῦσιν ἀεὶ βαρβάροις βάλλειν κατὰ κορυφὴν ἀδεέστερον τούς τε ἀμυνομένους αὐτῆς καὶ οὐχ ἥκιστα τοὺς ἐν μέσῃ πόλει ἑστῶτας. [22] τούτῳ οὖν τῷ λόφῳ τείχισμα ἐνάψας Ἰουστινιανὸς βασιλεὺς ἑκατέρωθεν, ἐντός τε αὐτὸν τῆς Ζηνοβίας καταστησάμενος, ἔξυσε μὲν ὅλον ἐνδελεχέστατα, ὡς μή τις κακουργήσων ἐνθένδε ἀνίοι, τείχισμα δὲ ἄλλο τοῦ λόφου ὕπερθεν ἔθετο, ἀπρόσοδόν τε ὅλως τὴν πόλιν οὕτως τοῖς ἐπιβουλεύειν ἐθέλουσιν ἀπειργάσατο. [23] τοῦ μὲν γὰρ λόφου ἐκτὸς κοίλην εἶναι τὴν γῆν ἐς ἄγαν συμβαίνει, καὶ διὰ τοῦτο ἐγγυτέρω ἰέναι τοὺς πολεμίους ἀδύνατον. [24] ὑπὲρ γῆν δὲ τὴν κοίλην εὐθὺς τὰ ὄρη ἀνέχει ἃ πρὸς ἥλιον δύοντα τέτραπται. οὐ μόνον δὲ τῇ πόλει τὰ ἐς τὴν ἀσφάλειαν οὗτος ὁ βασιλεὺς ἐπρυτάνευσεν, ἀλλὰ καὶ ἱερὰ ταύτῃ ἀνέθηκε καὶ στρατιωτικῶν σημείων οἰκίας. [25] ἔτι μέντοι λουτρῶνας καὶ στοὰς προσεποίησεν αὐτῇ δημοσίας. ἐς ταῦτα δὲ πάντα Ἰσίδωρός τε καὶ Ἰωάννης μηχανοποιοὶ τὴν ὑπουργίαν παρέσχοντο, Βυζάντιος μὲν Ἰωάννης, Ἰσίδωρος δὲ Μιλήσιος γένος, Ἰσιδώρου ἀδελφιδοῦς οὗπερ ἔμπροσθεν ἐπεμνήσθην, νεανίαι μὲν ἄμφω, δύναμιν δὲ φύσεως ὑπὲρ τὴν ἡλικίαν ἐπιδειξάμενοι καὶ τῇ ἐμπειρίᾳ τῶν τοῦ βασιλέως συνακμάσαντες ἔργων.
[9] [1] Μετὰ δὲ τὴν Ζηνοβίαν τὸ Σούρων πόλισμα, πρὸς τῷ Εὐφράτῃ ποταμῷ κείμενον, οὕτω δὴ εὐκαταφρόνητον τὸ τείχισμα εἶχεν ὥστε Χοσρόην p[156]προσβαλόντα ποτὲ οὐδὲ ὅσον ἡμιώριον ἀπεκρούσατο, ἀλλ᾽ εὐθυωρὸν ἑάλω Πέρσαις. [2] ἀλλὰ καὶ τοῦτο, ὥσπερ Καλλίνικον, Ἰουστινιανὸς βασιλεὺς ἀνοικοδομησάμενος τὸ πολίχνιον ὅλον τείχει τε ἐχυρωτάτῳ περιβαλὼν καὶ προτειχίσματι κρατυνάμενος μηκέτι εἴκειν προσβάλλουσι πολεμίοις διεσκευάσατο.
[3] Ἔστι δέ τις νεὼς Σεργίῳ ἀνειμένος ἐν τῇ Εὐφρατησίᾳ ἐπιφανεῖ ἁγίῳ, ὃν δὴ σέβοντές τε καὶ τεθηπότες οἱ πάλαι ἄνθρωποι Σεργιούπολίν τε ἐπωνόμασαν τὸ χωρίον, καὶ τειχίσματι βραχυτάτῳ περιβεβλήκεσαν, ὅσον τοὺς ἐκείνῃ Σαρακηνοὺς ἀποκρούεσθαι οἷόν τε εἶναι ἐξ ἐπιδρομῆς αὐτὸ ἐξελεῖν. [4] ἀδύνατοι γὰρ τειχομαχεῖν εἰσι Σαρακηνοὶ φύσει, καί τι αὐτῶν, ἂν οὕτω τύχοι, τείχισμα φαυλότατον καὶ πηλῷ σύνθετον ἐμπόδιον τῇ ὁρμὴ γίνεται. [5] ἀλλ᾽ ὕστερον ὁ νεὼς οὗτος κειμηλίων προσόδῳ δυνατός τε καὶ ἀπόβλεπτος διὰ παντὸς ἦν. [6] ὁ δὴ λογισάμενος Ἰουστινιανὸς βασιλεὺς τὸ πρᾶγμα εὐθὺς ἐν ἐπιμελείᾳ πεποίηται, τείχει τε ἀξιολογωτάτῳ ἐν τοῖς μάλιστα περιβέβληκε, καὶ ὑδάτων θησαυρίσας μέγα τι χρῆμα πλήθειν αὐτοῖς ἐσκευάσατο. [7] ἔτι μέντοι καὶ οἰκίας τε καὶ στοὰς καὶ τὰς ἄλλας οἰκοδομίας τῷ χωρίῳ ἐντέθεικεν ἃ δὴ πόλεως ἐγκαλλωπίσματα γίνεσθαι εἴωθεν. [8] ἀλλὰ καὶ φρουρὰν τῇδε στρατιωτῶν εἰς καιρὸν τοῦ περιβόλου ἀμυνομένων ἱδρύσατο. [9] Χοσρόης ἀμέλει ὁ Περσῶν βασιλεὺς p[158]ἐν σπουδῇ πεποιημένος τὴν πόλιν ἑλεῖν στράτευμά τε αὐτῇ ἐπὶ πολιορκίᾳ πολὺ ἐπιστήσας ἄπρακτος ἐνθένδε ὀχυρώτατος ἰσχύϊ τὴν προσεδρείαν διέλυσε.
[10] Καὶ πολίσματα δὲ καὶ φρούρια πάντα ἐν ἐσχατιαῖς τῶν Εὐφρατησίας ὁρίων ὄντα τῆς ὁμοίας ἐπιμελείας ἠξίωσε, Βαρβαλισσοῦ τε καὶ Νεοκαισαρείας καὶ τοῦ Γαβούλων καλουμένου καὶ τῆς πρὸς Εὐφράτῃ τῷ ποταμῷ Πεντακωμίας καὶ τοῦ Εὐρωποῦ· ἔτι μέντοι καὶ τοῦ καλουμένου Ἡμερίου τὰ τείχη εὑρὼν πὴ μὲν παρέργως τε καὶ ἐπὶ σφαλερᾶς τῆς οἰκοδομίας γεγενημένα, πὴ δὲ καὶ μόνῳ περιβεβλημένα πηλῷ, πιεζόμενα δὲ κ
αὶ ὕδατος ἀπορίᾳ πολλῇ καὶ ἀπ᾽ αὐτοῦ τοῖς πολεμίοις εὐκαταφρόνητα παντάπασιν ὄντα, καθεῖλε μὲν εἰς τὸ ἔδαφος, ἐς δὲ τὸ ἀκριβὲς λίθων ἐπιβολαῖς σκληρῶν μάλιστα δειμάμενος εὐθὺς ἅπαντα, εὔρους τε καὶ ὕψους μέγα τι χρῆμα τῷ ἔργῳ κατὰ λόγον ἐνθέμενος, καὶ ὑδάτων ταμιεῖα τεκτηνάμενος πανταχόσε τῶν ὀχυρωμάτων παμπληθῆ, ταῦτά τε κατακορῆ ὕδασιν ὀμβρίοις καταστησάμενος ἅπαντα· ἱδρυσάμενος δὲ καὶ φρουρῶν ὅμιλον, ἐς τὴν νῦν φαινομένην ἀσφάλειαν καρτερώτατα τὴν αὐτοῦ ἐπικράτειαν μετεβίβασεν. [11] ἃ δὴ ἐπὶ μακρότατον ἄν τις διασκοπούμενος τάς τε ἄλλας ἁπάσας Ἰουστινιανοῦ βασιλέως ἀγαθοεργίας ὑπεριδών, τούτου δὴ μόνου φαίη ἂν εἵνεκα τὴν βασιλείαν παραλαβεῖν, τοῦ θεοῦ δηλονότι τὰ τῆς σωτηρίας Ῥωμαίων τῷ γένει διηνεκὲς πρυτανεύοντος.
p[160] [12] Πρὸς ἐπὶ τούτοις δὲ καὶ τὴν Ἱεράπολιν, ἥπερ ἁπασῶν πρώτη τῶν τῇδε πόλεων τυγχάνει οὖσα, λαβὼν ἀποκειμένην τοῖς ἐπιβουλεύειν ἐθέλουσι, προμηθεῖ διεσώσατο γνώμῃ. [13] χώραν τε γὰρ ἔρημον τὰ πρότερα περιβεβλημένην πολλὴν καὶ διὰ τοῦτο ἀφύλακτον οὖσαν, τῶν μὲν ἀνονήτων αὐτὴν περιόδων ἀπήλλαξεν, ἐπιτομώτερον δὲ σὺν τῷ ἀσφαλεῖ καταστησάμενος τὸν περίβολον, ἔς τε τὸ τῆς χρείας ἀναγκαῖον ξυναγαγὼν ἐχυρωτάτην τανῦν ἐν τοῖς μάλιστα διεπράξατο τὴν πόλιν εἶναι. [14] οὗ δὴ καὶ τόδε ἀγαθὸν εἴργασται. πότιμον ὕδωρ ἐκ μυχῶν τῆς γῆς ἄνεισιν ἐν μέσῃ πόλει διηνεκῶς, λίμνην τέ τινα ἐνταῦθα εὐρεῖαν ποιεῖται. [15] τοῦτο πολεμίων μέν, ἂν οὕτω τύχοι, προσεδρευόντων γίνεται τῇ πόλει σωτήριον, ἐν δὲ ἀγαθοῖς πράγμασιν οὐκ ἀναγκαῖον αὐτῇ ξυμβαίνει εἶναι, ἔξωθεν εἰσαγομένων ὑδάτων πολλῶν· [16] προϊόντος δὲ τοῦ χρόνου εἰρήνῃ μακρᾷ συμβεβιωκότες οἱ τῇδε ᾠκημένοι, ἀνάγκης δὲ οὐδεμιᾶς ἐς πεῖραν ἐλθόντες, ἐν ὀλιγωρίᾳ τοῦτο πεποίηνται. οὐ γὰρ οἶδεν ἀνθρώπου φύσις ὑπὲρ τῶν οὔπω παρόντων κακῶν ἐν εὐδαιμονίᾳ βουλεύεσθαι. [17] ῥύπου τοίνυν τὴν λίμνην ἐνδελεχέστατα ἐνεπλήσαντο, νηχόμενοί τε καὶ πλυνοὺς ἐνταῦθα ποιούμενοι καὶ ἀπορριπτοῦντες φορυτοὺς ἅπαντας . . .
[18] Ἔκειτο δὲ καὶ ἄλλα ἄττα ἐν ταύτῃ δὴ τῇ Εὐφρατησίᾳ χωρία, Ζεῦγμά τε καὶ Νεοκαισάρεια, ἃ δὴ πολίχναι μὲν ἄχρι ἐς τὸ ὄνομα ἦσαν, τείχεσι p[162]δὲ περιεβέβληντο αἱμασιᾶς τρόπον. [19] τῷ μὲν γὰρ τῆς οἰκοδομίας κολοβῷ ἐσβατὰ πόνων οὐδενὶ τοῖς πολεμίοις ἐγίνετο, ἀδεέστερον ἐς αὐτὰ ἐσπηδᾶν ἔχουσι, τῷ δὲ στενῷ λίαν ἀφύλακτα, οὐκ ἐχόντων τὸ παράπαν τῶν ἐνταῦθα φρουρῶν ὅποι ἂν ἑστῶτες ἀμύνοιντο. [20] ἀλλὰ καὶ ταῦτα Ἰουστινιανὸς βασιλεὺς τείχεσιν ἀληθέσι περιβαλὼν εὔρους τε καὶ ὕψους ἱκανῶς ἔχουσι, καὶ τῇ ἄλλῃ κατασκευῇ κρατυνάμενος, πόλεις τε διεπράξατο καλεῖσθαι δικαίως καὶ κρείσσους εἶναι τῆς τῶν πολεμίων ἐπιβουλῆς.
[10] [1] Ἀλλὰ καὶ τῷ πόλεων τὰς Χοσρόῃ ἁλουσάς (ἡνίκα ὁ βάρβαρος οὗτος ἀλογήσας τὰ παρ᾽ αὐτοῦ ὀμωμοσμένα ἐν ταῖς ἀπεράντοις σπονδαῖς καὶ τὰ διδόμενά οἱ ἐπ᾽ αὐταῖς χρήματα, καὶ βασκανίᾳ μὲν ἐς Ἰουστινιανὸν βασιλέα ἐχόμενος, οἷς δὲ Λιβύης τε καὶ Ἰταλίας τῷ πολέμῳ κύριος γέγονε, καὶ τὴν ἐς τὰ ὀμωμοσμένα πίστιν περὶ ἐλάσσονος τῆς ἐς ταῦτα λύσσης πεποιημένος. καιροφυλακήσας δὲ ἀπολελειμμένον ἐν τῇ ἑσπερίᾳ ἐκ τοῦ ἐπὶ πλεῖστον τὸν Ῥωμαίων στρατὸν αὐτάγγελος ἐσβέβληκεν ἐς Ῥωμαίων τὴν γῆν, ἀνηκόων ἔτι Ῥωμαίων ὄντων τῆς τῶν πολεμίων ἐφόδου), ἐς τοῦτο δὴ μετεστήσατο βασιλεὺς Ἰουστινιανὸς ἀσφαλείας καὶ κόσμου, ὥστε ἁπάσας εὐδαιμονεστέρας κατὰ πολὺ τανῦν ἢ πρότερον εἶναι, καὶ μηκέτι περὶ τὰς τῶν κακουργησόντων p[164]βαρβάρων ἐφόδους περιδεεῖς εἶναι, μηδέ τινι μηχανῇ πρὸς τὰς ἐπιβουλὰς ὑπόπτως ἔχειν.
[2] Μάλιστα δὲ ἁπασῶν Ἀντιόχειαν, ἢ νῦν Θεούπολις ἐπικέκληται, κόσμου τε καὶ ὀχυρώματος ἐνεπλήσατο πολλῷ μείζονος ἢ πρότερον εἶναι ξυνέβαινεν. [3] ἦν μὲν γὰρ αὐτῆς τὸ παλαιὸν ὁ περίβολος μακρός τε ὑπεράγαν καὶ περιόδων πολλῶν ἀτεχνῶς ἔμπλεως, πὴ μὲν τὰ πεδία περιβάλλων οὐδενὶ λόγῳ, πὴ δὲ τὰς τῶν σκοπέλων ὑπερβολάς, καὶ ἀπ᾽ αὐτοῦ πλείοσιν ἐπιβουλαῖς ὑποκείμενος. [4] συστείλας δὲ αὐτὸν Ἰουστινιανὸς βασιλεὺς κατὰ τὸ χρείᾳ ξυνοῖσον, οὐ ταῦτα φρουρεῖν ἅπερ καὶ πρότερον, ἀλλὰ τὴν πόλιν ἐς τὸ ἀκριβὲς πεποίηκε μόνην. [5] τὰ μὲν γὰρ κάτω τοῦ περιβόλου, ἔνθα ἡ πόλις ἐπικινδύνως εὐρύνετο, ἐν μαλακῷ τε πεδίῳ κειμένη καὶ περιουσίᾳ τειχίσματος ἀφύλακτος οὖσα, μεταβιβάζει ὡς ἐνδοτάτω, ἐπικαιριώτατα στενοχωρήσας ἐνταῦθα τὴν πόλιν, περιστελλομένην τῷ πεπιέσθαι. [6] ποταμὸν δὲ Ὀρόντην, ὅσπερ αὐτὴν παρέρρει ἐν περιόδοις τὰ πρότερα οὖσαν, διωθήσατο μεταπορευθέντα τὸ ῥεῖθρον τῷ περιβόλῳ γειτονεῖν, [7] αὖθις ὀχεταγωγίᾳ τὸν ῥοῦν ὡς ἀγχοτάτω περιελίξας, ταύτῃ τε καὶ τὸ σφαλερὸν τῆς ἀμετρίας ἀνῆκε τῇ πόλει καὶ τὴν ἐκ τοῦ Ὀρόντου ἀσφάλειαν ἀνεσώσατο. [8] ἐνταῦθά τε νεοχμώσας γεφύρας ἑτέρας ζεύγματα τῷ ποταμῷ νέα ἐντέθεικε, περιαγαγὼν δὲ ὡς πορρωτάτω τῆς χρείας αὐτόν, p[166]εἶτα τὴν προτέραν ἀπέδωκε πορείαν τῷ ῥείθρῳ. [9] τὰ μέντοι ἄνω ἐς τὸ κρημνῶδες αὐτῷ κατὰ τάδε διαπεπόνηται. ἐν τῇ τοῦ ὄρους ὑπερβολῇ ἥνπερ Ὀροκ�
�σσιάδα καλοῦσι, πέτρα τις τοῦ τείχους ἐκτὸς ὡς ἀγχοτάτω ἐτύγχανεν οὖσα, ἐξ ἀντιπάλου τε τοῦ περιβόλου ἐνταῦθα κειμένη καὶ λίαν ἐπιμαχώτατον αὐτὸν τιθεμένη. [10] Χοσρόῃ ἀμέλει ἐνθένδε ἡ πόλις ἑάλω, ᾗπέρ μοι ἐν λόγοις τοῖς ἐπιτηδείοις ἐρρήθη. τὰ δὲ τοῦ περιβόλου ἐντὸς ἔρημός τε χώρα ἐπὶ πλεῖστον καὶ δύσοδος ἦν· [11] πέτραι γὰρ ὑψηλαὶ καὶ χαράδραι ἀνέκβατοι διακεκλήρωνται τὸν χῶρον ἐκεῖνον, ἀδιεξόδους τὰς ἐνθένδε ποιούμεναι τρίβους, ὥσπερ ἀλλοτρίου ἐνταῦθά τινος, ἀλλ᾽ οὐ τῶν Ἀντιοχέων τοῦ τείχους ὄντος. [12] χαίρειν τοίνυν πολλὰ τῇ πέτρᾳ φράσας, ἥπερ ἐν γειτόνων τῷ τείχει οὖσα εὐάλωτον αὐτὸ διαφανῶς ἐσκαιώρητο, ὡς πορρωτάτω αὐτῆς περιβάλλειν τὴν πόλιν ἔγνω, ἀβουλίας πέρι τῶν πρότερον αὐτὴν δειμαμένων ἀπὸ τῶν πραγμάτων τῆς πείρας πεποιημένος τὴν μάθησιν. [13] χώραν τε ὁμαλὴν μάλιστα τοῦ τείχους ἐντὸς τὴν τὰ πρότερα κρημνώδη οὖσαν ἀπεργασάμενος, ἀνόδους ταύτῃ πεποίηται οὐχ ὅσον ἀνδράσι πεζοῖς, ἀλλὰ δὴ καὶ ἱππεῦσι βασίμους, ἔτι μέντοι καὶ ἁμαξηλάτους τὸ λοιπὸν οὔσας. [14] ἀλλὰ καὶ βαλανεῖα καὶ ὑδάτων ταμιεῖα ἐν τοῖς ὄρεσι πεποίηται τούτοις τοῦ τείχους ἐντός. φρέαρ τε ὤρυξεν ἐν πύργῳ ἑκάστῳ, τὴν πρότερον ἀνυδρίαν ἐνταῦθα οὖσαν ὕδασιν ὑετίοις ἰώμενος.
Delphi Complete Works of Procopius Page 294