Delphi Complete Works of Procopius
Page 295
[15] Ὅσα δὲ καὶ ἀμφὶ τῷ χειμάρρῳ πεποίηται, ὃς p[168]ἐκ τούτων δὴ τῶν ὀρέων κάτεισιν, εἰπεῖν ἄξιον. ὄρη μὲν ἀπότομα δύο τῇ πόλει ἐπῆρται, ἀλλήλοιν ξυνιόντα ὡς ἀγχοτάτω. [16] τούτων θάτερον μὲν Ὀροκασσιάδα καλοῦσι, τὸ δὲ δὴ ἕτερον Σταυρὶν κέκληται. ἀπολήγοντα δέ πη αὐτὰ νάπη τις ζεύγνυσι καὶ χαράδρα μεταξὺ οὖσα, χειμάρρουν ἀποτελοῦσα, ἐπειδὰν ὕοι, Ὀνοπνίκτην ὄνομα, ὃς δὴ ἐξ ὑπερδεξίων κατιὼν ὕπερθέν τε τοῦ περιβόλου φερόμενος ἐπὶ μέγα τε, ἂν οὕτω τύχῃ, ἐξανιστάμενος, διεσκεδάννυτο μὲν ἐς τοὺς τῆς πόλεως στενωπούς, ἀνήκεστα δὲ κακὰ τοὺς ταύτῃ ᾠκημένους εἰργάζετο. [17] ἀλλὰ καὶ τούτου τὴν ἄκεσιν Ἰουστινιανὸς βασιλεὺς εὕρατο τρόπῳ τοιῷδε. πρὸ τοῦ περιβόλου ὅνπερ ἄγχιστα τῆς χαράδρας ξυμβαίνει εἶναι, ἐξ ἧς ὁ χειμάρρους ἐπὶ τὸ τείχισμα ἵετο, τοῖχον ἐδείματο ὑπερμεγέθη, ἐκ κοίλης χαράδρας διήκοντα ἐς ἑκάτερον τοῖν ὀροῖν μάλιστα, ὡς μηκέτι περαιτέρω ἰέναι κυματοῦντι τῷ ποταμῷ δυνατὰ εἴη, ἀλλ᾽ ἐπὶ μακρότερον ξυνιστάμενος ἐνταῦθα λιμνάζοι. [18] ἐν δὲ τῷ τοίχῳ θυρίδας ποιησάμενος ἐνθένδε ἀπορρέοντα ὑπολήγειν κατὰ βραχὺ ἀνάγκῃ χειροποιήτῳ τὸν χειμάρρουν διεσκευάσατο, οὐκέτι λάβρως τῷ παντὶ ῥεύματι τῷ περιβόλῳ προσβάλλοντα, καὶ διὰ τοῦτο ὑπερβλύζοντά τε καὶ τὴν πόλιν κατεργαζόμενον, ἀλλὰ πρᾴως τε καὶ προσηνῶς ὑπορρέοντα, ᾗπέρ μοι εἴρηται, ταύτῃ τε τῇ ἐκροῇ διὰ τῆς ὀχεταγωγίας ἰόντα ὅποι ἂν αὐτὸν βουλομένοις ᾖ περιάγειν οὕτω μέτριον γεγενημένον τοῖς πάλαι ἀνθρώποις.
p[170] [19] Τὰ μὲν οὖν ἀμφὶ τῷ Ἀντιοχείας περιβόλῳ τῇδε Ἰουστινιανῷ βασιλεῖ εἴργασται. καὶ ξύμπασαν δὲ πρὸς τῶν πολεμίων καταφλεχθεῖσαν ἀνῳκοδομήσατο τὴν πόλιν αὐτός. [20] τετεφρωμένων γὰρ πανταχόσε καὶ καθῃρημένων ἁπάντων, λόφων τε μόνον ἐκ πόλεως ἐξηνθρακωμένης ἐπανεστηκότων πολλῶν, ἄπορον τοῖς Ἀντιοχεῦσιν ἐγίνετο τήν τε χώραν ἐπιγνῶναι τῆς ἑκάστου ἰδίας οἰκίας γενομένης τὰ πρῶτα ἐκφορήσασι τὸ συμπτωθὲν ἅπαν, οἰκίας τε πυρκαϊᾶς περικαθῆραι τὰ λείψανα, ἔτι μέντοι δημοσίων στοῶν ἢ περιστύλων αὐλῶν οὐδαμῆ οὐσῶν, οὐδὲ ἀγορὰς πη καθισταμένης, οὐδὲ τῶν στενωπῶν τὰς ἀγυιὰς διαιρούντων τῇ πόλει, οἰκίας τινὸς οἰκοδομίαν ἀπαυθαδιάσασθαι. [21] ἀλλὰ βασιλεὺς οὐδεμίᾳ μελλήσει ὡς ἀπωτάτω τῆς πόλεως τὰ καθῃρημένα μετενεγκών, ἐλεύθερόν τε τὸν ταύτῃ ἀέρα ξὺν τοῖς ἔνερθεν τῶν ἐνοχλούντων καταστησάμενος, πρῶτα μὲν τὰ ἐδάφη πανταχόθι τῆς πόλεως λίθοις ἁμαξιαίοις ἐκάλυψεν· [22] ἔπειτα δὲ στοαῖς τε καὶ ἀγοραῖς αὐτὴν διακρίνας, καὶ διελὼν μὲν τοῖς στενωποῖς ἀμφόδους ἁπάσας, ὀχετοὺς δὲ καὶ κρήνας καὶ ὑδροχόας καταστησάμενος, ὅσοις ἡ πόλις κεκόμψευται, θέατρά τε αὐτῇ καὶ βαλανεῖα πεποιημένος, καὶ ταῖς ἄλλαις δημοσίαις οἰκοδομίαις ἁπάσαις κοσμήσας, αἷσπερ εὐδαιμονία διαφαίνεσθαι πόλεως εἴωθε· τεχνιτῶν δὲ καὶ ἐπιδημιούργων p[172]πλῆθος ἐπαγαγὼν ῥᾷόν τε καὶ ἀπονώτερον τοῖς ἐνοικοῦσι παρέσχετο δείμασθαι τὰς αὐτῶν ἰδίας οἰκίας. [23] οὕτω τε Ἀντιόχειαν ἐπιφανεστέραν γεγονέναι τανῦν ἢ πρότερον ἦν ξυνηνέχθη. [24] ἀλλὰ καὶ ἱερὸν ἐνταῦθα τῇ θεοτόκῳ πεποίηται μέγα, οὗ δὴ τό τε κάλλος καὶ τὸ ἐς ἅπαντα μεγαλοπρεπὲς ἐπελθεῖν λόγῳ ἀμήχανον· ὃ δὴ καὶ προσόδῳ ἐτίμησε χρημάτων μεγάλων. [25] ἔτι μέντοι καὶ Μιχαὴλ τῷ ἀρχαγγέλῳ νεὼν παμμεγέθη ἐδείματο. προὐνόησε δὲ καὶ τῶν ἀρρωστήμασι πονουμένων ἐνταῦθα πτωχῶν, οἰκία τε σφίσι καὶ τὰ ἐς τὴν ἐπιμέλειαν καὶ τῶν νοσημάτων ἀπαλλαγὴν ἐν ἐπιτηδείῳ καταστησάμενος ἅπαντα, χωρὶς μὲν ἀνδράσι, χωρὶς δὲ γυναιξί, καὶ οὐδέν τι ἧσσον τοῖς ξένοις ἐπὶ καιροῦ γενομένοις ἐνταῦθα ἐνδήμοις.
[11] [1] Οὕτω δὲ καὶ Χαλκίδος πόλεως τὸν περίβολον, ἐπισφαλῶς τε ἀρχὴν γεγονότα καὶ ὑπὸ τῶν ἐτῶν κατερρακωμένον, σὺν τῷ προτειχίσματι ἀνανεωσάμενός τε καὶ πολλῷ ἐχυρώτερον καταστησάμενος ἢ πρότερον ἦν, ἐς τὸν νῦν φαινόμενον πεποίηται τρόπον.
[2] Ἦν δέ τι ἐπὶ Συρίας κομιδῇ ἀπημελημένον πολίχνιον, Κῦρος ὄνομα, ὅπερ Ἰουδαῖοι ἐν τοῖς p[174]ἄνω χρόνοις ἐδείμαντο, δορυάλωτοι μὲν ἐκ Παλαιστίνης ἐς τὴν Ἀσσυρίαν ἀποκεκομισμένοι πρὸς τοῦ Μήδων στρατοῦ, παρὰ Κύρου δὲ βασιλέως ἀφειμένοι πολλῷ ὕστερον· διὸ δὴ καὶ Κῦρον τὸ χωρίον ἐκάλεσαν, ταῦτα τῷ εὐεργέτῃ ἐκτίνοντες χαριστήρια. [3] προϊόντος δὲ τοῦ χρόνου ἡ Κῦρος τά τε ἄλλα ὑπερώφθη καὶ ἀτείχιστος ὅλως μεμένηκεν. [4] ἀλλὰ βασιλεὺς Ἰουστινιανὸς ἅμα μὲν πρόνοιαν τῆς πολιτείας ποιούμενος, ἅμα δὲ καὶ τοὺς ἁγίους Κοσμᾶν τε καὶ Δαμιανὸν τὰ μάλιστα σέβων, ὧν δὴ ἄγχιστά πη τὰ σώματα καὶ ἐς ἐμὲ κεῖται, πόλιν εὐδαίμονα καὶ λόγου ἀξίαν πολλοῦ, τείχους τε ἀσφαλείᾳ ἐχυρωτάτου καὶ φρουρῶν πλήθει καὶ οἰκοδομιῶν δημοσίων μεγέθει, καὶ τῆς ἄλλης κατασκευῆς τῷ ἐς ἄγαν μεγαλοπρεπεῖ, πεποίηται Κῦρον. [5] ταύτης δὲ τῆς πόλεως τὰ μὲν ἐντὸς ὕδατος ἄπορα ἐκ παλαιοῦ ἦν, ἔκτοσθε δὲ ὑπερφυής τις ἐγεγόνει πηγή, περιουσίᾳ μὲν πλήθουσα ποτίμων ὑδάτων, ἀνόνητος δὲ τοῖς τῇδε ᾠκημένοις παντάπασιν οὖσα, ἐπεὶ οὐκ εἶχον ὅθεν ἂν ἐνθένδε ἀρύοιντο ὕδωρ, ὅτι μὴ πόνῳ τε καὶ κινδύνῳ μεγάλῳ. [6] περιόδοις τε γὰρ α�
��τόσε ἰοῦσιν ἀναγκαῖον ἐγίνετο χρῆσθαι, κρημνώδους χωρίου καὶ ὅλως ἀβάτου μεταξὺ ὄντος· καὶ τοῖς πολεμίοις, ἂν οὕτω τύχῃ, ἐνεδρεύουσιν ὑποχείριοι ῥᾷστα ἐγίγνοντο. [7] διώρυχα τοίνυν ἔκτοσθε τῆς πόλεως ἄχρι ἐς τὴν κρήνην οὐκ ἀπαρακαλύπτως, ἀλλὰ κεκρυμμένως ὡς ἔνι μάλιστα πεποιημένος, ἄπονόν τε αὐτοῖς καὶ ἀκίνδυνον τὴν τοῦ ὕδατος παρέσχετο χρείαν.
p[176] [8] Καὶ Χαλκίδος δὲ πόλεως τὸν περίβολον ὅλον, ἔς τε τὸ ἔδαφος καθειμένον καὶ ἄλλως ἀφύλακτον ὄντα ἐχυρῷ διαφερόντως ἀνενεώσατο οἰκοδομίᾳ, καὶ προτειχίσματι ἐκρατύνατο. [9] ἔτι μέντοι καὶ τὰ ἄλλα Σύρων πολίσματά τε καὶ φρούρια τὸν αὐτὸν κεκοσμηκὼς τρόπον ζηλωτὰ ἐπιεικῶς κατεστήσατο.
[10] Οὕτω μὲν Συρίαν Ἰουστινιανὸς βασιλεὺς ἐν τῷ ἀσφαλεῖ διεσώσατο. πόλις δέ πού ἐστιν ἐπὶ Φοινίκης τῆς παρὰ Λίβανον, Παλμύρα ὄνομα, ἐν χώρῳ μὲν πεποιημένη τοῖς πάλαι ἀνθρώποις ἀγείτονι, ἐν καλῷ δὲ τῆς τῶν πολεμίων Σαρακῆνων διόδου κειμένη. [11] τούτου γὰρ δὴ αὐτὴν ἕνεκα καὶ ᾠκοδομήσαντο πρότερον, ὡς μὴ λάθοιεν οἱ βάρβαροι οὗτοι ἐξάπινα ἐς τὰ Ῥωμαίων ἤθη ἐμβάλλοντες. [12] ταύτην βασιλεὺς Ἰουστινιανὸς διὰ χρόνου μῆκος ἔρημον ἐπὶ πλεῖστον γεγενημένην ὀχυρώμασί τε λόγου μείζοσιν ἐπιρρώσας, πρὸς δὲ καὶ ὑδάτων περιουσίας καὶ φυλακτηρίου στρατιωτῶν ἐμπλησάμενος, τὰς τῶν Σαρακῆνων ἐπιδρομὰς ἀνεχαίτισεν.
BOOK III.
[1] [1] Χώραν μὲν τὴν ἑῴαν οὕτως Ἰουστινιανὸς βασιλεὺς ὀχυρώμασιν ἐκρατύνατο, ᾗπέρ μοι ἐν τῷ ἔμπροσθεν λόγῳ ἐρρήθη. ἀρξαμένῳ δέ μοι ἐκ τῶν παρὰ Πέρσας ὁρίων τῆς Ῥωμαίων ἀρχῆς p[178]περιηγεῖσθαι τὰ πρὸς αὐτοῦ ἐρύματα γεγενημένα, οὔ μοι ἀπὸ καιροῦ ἔδοξεν εἶναι ἐπὶ τοὺς Ἀρμενίους ἐνθένδε ἰέναι, οἳ δὴ ἐκ πόλεως Ἀμίδης ἄχρι ἐς Θεοδοσιούπολιν τὴν ἑτέραν προσοικοῦσι Πέρσαις. [2] μέλλοντι δέ μοι τῶν ἐκείνῃ οἰκοδομημάτων ἐπιμνησθῆναι προυργιαίτατον φαίνεται εἶναι ὑπειπεῖν πρότερον ὅντινα δὴ τρόπον σφαλερῶς ἄγαν βιοτεύοντας τοὺς Ἀρμενίους ὁ βασιλεὺς οὗτος ἐς τὴν παροῦσαν ἀσφάλειαν βεβαιότατα μεθηρμόσατο. [3] οὐ γὰρ δὴ ὅσον οἰκοδομίας τούτους τοὺς κατηκόους ἐσώσατο, ἀλλὰ καὶ τῇ ἄλλῃ προνοίᾳ, ᾗπέρ μοι αὐτίκα μάλα γεγράψεται. ἀρκτέον δὲ μικρὸν ἄνωθεν.
[4] Βασιλεὺς μὲν ὁμογενὴς πάλαι τοῖς Ἀρμενίοις καθίστατο, ᾗπερ τοῖς ἀναγραψαμένοις τῶν ἱστοριῶν τὰ ἀρχαιότατα δεδιήγηται. [5] ἐπειδὴ δὲ Ἀλέξανδρος ὁ Μακεδὼν τὸν Περσῶν βασιλέα καθεῖλε, Πέρσαι μὲν δεδουλωμένοι ἡσυχῇ ἔμενον, Πάρθοι δὲ Μακεδόσιν ἐπαναστάντες καὶ τῷ πολέμῳ περιγενόμενοι ἐξήλασάν τε αὐτοὺς ἐνθένδε καὶ τὰ μέχρι ἐς Τίγριν ποταμὸν ἔσχον, ὑπ᾽ αὐτοῖς τε τὸ λοιπὸν ἐς ἔτη πεντακόσια ἔκειτο τὰ Περσῶν πράγματα, ἕως Ῥωμαίοις ὁ Μαμαίας Ἀλέξανδρος βασιλεὺς γέγονε. [6] καί ποτέ τις τῶν ἐν Πάρθοις βασιλέων τὸν ἀδελφὸν τὸν αὑτοῦ Ἀρμενίοις βασιλέα κατεστήσατο, Ἀρσάκην ὄνομα, ὥσπερ ἡ τῶν Ἀρμενίων ἱστορία φησί. μὴ γάρ τις Ἀρμενίους τοὺς Ἀρσακίδας οἰέσθω εἶναι. [7] εἰρήνη γοῦν αὐτοῖς ἐς ἔτη τὰ πεντακόσια κατὰ τὸ p[180]ξυγγενὲς διαγέγονε. [8] καὶ ὁ μὲν τῶν Ἀρμενίων βασιλεὺς ἐν Ἀρμενίᾳ τῇ μεγάλῃ καλουμένῃ καθῆστο, τῷ Ῥωμαίων αὐτοκράτορι ἐκ παλαιοῦ ὑποχείριος ὤν, χρόνῳ δὲ ὕστερον παῖδες ἐγένοντο Ἀρσάκῃ τινὶ Ἀρμενίων βασιλεῖ δύο, Τιγράνης τε καὶ Ἀρσάκης ὀνόματα. [9] ὅσπερ, ἐπεὶ ἔμελλε τὸν βίον διαμετρήσασθαι, διαθήκας τιθείς, ἄμφω τὼ παῖδε ποιεῖται διαδόχους αὑτῷ τῆς ἀρχῆς, οὐκ ἰσοστάσιον διορίσας ἑκατέρῳ τὸ κράτος, ἀλλὰ τῷ Τιγράνῃ τετραπλασίαν ἀπολιπὼν μοῖραν. [10] Ἀρσάκης μὲν οὖν ὁ πατὴρ οὕτω βασιλείαν διοικησάμενος ἐξ ἀνθρώπων ἠφάνιστο, Ἀρσάκης δὲ ὁ παῖς, ἐφ᾽ οἷς δὴ αὐτῷ ἐλασσοῦσθαι ξυνέβη ἀγανακτῶν τε καὶ δυσφορούμενος ἐπὶ τὸν Ῥωμαίων αὐτοκράτορα τὸ πρᾶγμα ἦγε, τοῦ τε ἀδελφοῦ καταλῦσαι τὴν βασιλείαν μηχανῇ πάσῃ ἐλπίδα ἔχων καὶ ἄδικον οὖσαν τὴν πατρὸς γνώμην ἀβέβαιον καταστήσεσθαι. [11] Θεοδόσιος δὲ τότε, Ἀρκαδίου υἱὸς ἔτι παῖς ὢν κομιδῇ, Ῥωμαίων ἦρχε. τίσιν τε δειμαίνων τὴν ἐκ βασιλέως Τιγράνης Πέρσαις αὑτὸν ἐνεχείρισε, τὴν βασιλείαν παραδιδούς, περὶ πλείονός τε πεποιημένος ἰδιώτης ἐν Πέρσαις εἶναι ἢ πρὸς τὸν ἀδελφὸν τὰ δίκαια θέσθαι καὶ συμβασιλεύειν Ἀρμενίων αὐτῷ ὀρθῶς καὶ δικαίως. [12] καὶ Ἀρσάκης δὲ οὐδέν τι ἧσσον τὴν ἐκ Περσῶν τε καὶ τ᾽ ἀδελφοῦ ἐπιβουλὴν δείσας ἐξέστη τῆς βασιλείας τῆς αὐτοῦ Θεοδοσίῳ τῷ αὐτοκράτορι ἐπὶ ξυνθήκαις τισὶν αἵ μοι ἐν τοῖς ὑπὲρ τῶν πολέμων δεδήλωνται λόγοις. [13] καὶ χρόνον μέν τινα περιμάχητος Ῥωμαίοις τε καὶ Πέρσαις ἡ τῶν Ἀρμενίων p[182]γεγένηται χώρα, ἐν ὑστάτῳ δὲ ξυνέβησαν, Πέρσας μὲν τὴν Τιγράνου μοῖραν, Ῥωμαίους δὲ τὴν Ἀρσάκου ἔχειν. [14] ἐπὶ τούτοις τε σπονδαὶ ἀμφοτέροις ξυνετελέσθησαν, καὶ τὸ λοιπὸν ὁ Ῥωμαίων βασιλεὺς ἄρχοντα τοῖς Ἀρμενίοις ἀεὶ καθίστη ὅντινά ποτε καὶ ὁπηνίκα ἂν αὐτῷ βουλομένῳ εἴη. [15] κομητά τε Ἀρμενίας ἐκάλουν καὶ εἰς ἐμὲ τὸν ἄρχοντα τοῦτον.