Μεδίανα.
Τιούγκωνα.
Καστέλλιον.
Ἀνενεώθη δέ·
Ἕρκουλα.
Μουτζιανικάστελλον.
Βούρδωπες.
Κάλις.
Μιλλάρεκα.
Δέδβερα.
Χεσδούπαρα.
Ἐν χώρᾳ Ῥεμισιανισίᾳ·
Βρίττουρα.
Σούβαρας.
Λαμπωνίανα.
Στρόγγες.
Δάλματας.
Πριμίανα.
Φρερραρία.
Τόπερα.
p[263] Τόμες.
Κούας.
Τζερτζενούτζας.
Στένες.
Αἰάδαβα.
Δέστρεβα.
Πρετζουρίες.
Κουμούδεβα.
Δευριάς.
Λούτζολο.
Ῥεπόρδενες.
Σπέλογκα.
Σκοῦμβρο.
Βρίπαρο.
Τουλκόβουργο.
Λογγίανα.
Λουποφαντάνα.
Δαρδάπαρα.
Βουρδόμινα.
Γριγκιάπανα.
Γραῖκος.
Δρασίμαρκα.
Ἐν χώρᾳ Ἀκυενισίῳ, νέον μὲν Τιμαθοχιώμ. τὰ δὲ ἀνανεωθέντα·
Πέτρες.
Σκουλκόβουργο.
Βινδιμίολα.
p[264] Βραίολα.
Ἀργανόκιλι.
Καστελλόνοβο.
Φλωρεντίανα.
Ῥωμυλίανα.
Σεπτέκασαι.
Ἀργένταρες.
Αὐριλίανα.
Γέμβερο.
Κλέμαδες.
Τουρρίβας.
Γρίβο.
Χάλαρο.
Τζούτρατο.
Μουτζίπαρα.
Στένδας.
Σκαρίπαρα.
p[265] Ὀδρίουζο.
Κιπίπενε.
Τρασίανα.
Πότες.
Ἄμουλο.
Σέτλοτες.
Τιμακίολον.
Μερίδιο.
Μεριοπόντεδε.
Τρεδετετιλίους.
Βραίολα.
Μώτρεσες.
Βικάνοβο.
Κουαρτίανα.
Ἰουλιόβαλλαι.
Πόντζας.
Ζάνες.
[5] Οὕτω μὲν σύμπασαν τὴν μεσόγειον Ἰουστινιανὸς βασιλεὺς ἐν Ἰλλυριοῖς ἐτειχίσατο. τρόπον δὲ ὅντινα καὶ τὴν ἠϊόνα ποταμοῦ Ἴστρου, ὃν καὶ Δανούβιον ὀνομάζουσιν, ἐρύμασί τε καὶ φυλακτηρίοις στρατιωτῶν ἐκρατύνατο, ἐγὼ δηλώσω. [2] οἱ Ῥωμαίων τὸ παλαιὸν αὐτοκράτορες τοῖς ἐπέκεινα ᾠκημένοις βαρβάροις τὴν τοῦ Δανουβίου διάβασιν ἀναστέλλοντες ὀχυρώμασί τε κατέλαβον τούτου δὴ τοῦ ποταμοῦ τὴν ἀκτὴν ξύμπασαν, οὐ δὴ ἐν δεξιᾷ τοῦ ποταμοῦ μόνον, ἀλλὰ καὶ αὐτοῦ ἐνιαχῇ ἐπὶ θάτερα πολίσματά τε καὶ φρούρια τῇδε δειμάμενοι. [3] ταῦτα δὲ τὰ ὀχυρώματα ἐξειργάσαντο οὐκ ἀμήχανα προσελθεῖν, p[266]εἴ τις προσίοι, ἀλλ᾽ ὅσον δὴ μὴ ἀνδρῶν ἔρημον τὴν τοῦ ποταμοῦ ἠιόνα λελεῖφθαι· ἐπεὶ τειχομαχεῖν τοῖς ἐκείνῃ βαρβάροις οὐδαμῇ ἔγνωστο. [4] τὰ πολλὰ τῶν ἐρυμάτων αὐτοῖς ἀμέλει ἀπεκέκριτο ἐς πύργον ἕνα, μονοπύργιά τε, ὡς τὸ εἰκός, ἐπεκαλεῖτο, ἄνθρωποί τε ὀλίγοι κομιδῇ ἐν αὐτοῖς ἵδρυντο. [5] καὶ τοῦτο τηνικάδε ἀπέχρη τὰ τῶν βαρβάρων δεδίσσεσθαι γένη, ὥστε δὴ ἀναδύεσθαι τὴν ἐς Ῥωμαίους ἐπίθεσιν. [6] χρόνῳ δὲ ὕστερον Ἀττίλας στρατῷ μεγάλῳ ἐσβεβληκώς, τά τε ὀχυρώματα πόνῳ οὐδενὶ ἐς ἔδαφος καθεῖλε, καὶ γῆν Ῥωμαίων ὑπαντιάζοντός οἱ οὐδενὸς ἐληΐσατο τὴν πολλήν. [7] ἀλλ᾽ Ἰουστινιανὸς βασιλεὺς ἀνῳκοδομήσατό τε τὰ καθῃρημένα, οὐχ ᾗπερ τὰ πρότερα ἦν, ἀλλ᾽ ἐς τοῦ ὀχυρώματος τὸ καρτερώτατον μάλιστα, καὶ πλεῖστα ἔτι ἐπετεχνήσατο καινουργήσας αὐτός. [8] ταύτῃ τε παντάπασιν ἀνεσώσατο ἀπολωλυῖαν ἤδη τὴν ἀσφάλειαν τῇ Ῥωμαίων ἀρχῇ. ἅπερ ἅπαντα ὅντινα γεγένηται τρόπον, ἐγὼ δηλώσω.
[9] Κάτεισι μὲν ἐξ ὀρέων τῶν ἐν Κελτοῖς ποταμὸς Ἴστρος, οἳ τανῦν Γάλλοι ἐπικαλοῦνται· χώραν δὲ περιβάλλει πολλήν, ἐκ μὲν τοῦ ἐπὶ πλεῖστον παντελῶς ἔρημον, ἐνιαχῇ δὲ βαρβάρους οἰκήτορας ἔχουσαν, θηριώδη τέ τινα δίαιταν ἔχοντας καὶ ἀνεπίμικτον τοῖς ἄλλοις ἀνθρώποις. [10] Δακίας δὲ ὡς ἀγχοτάτω γενόμενος, ἐνταῦθα διορίζων φαίνεται πρῶτον τούς τε βαρβάρους, οἳ δὴ αὐτοῦ τὰ ἐπ᾽ ἀριστερᾷ ἔχουσι, τήν τε Ῥωμαίων γῆν ἐν δεξιᾷ οὖσαν. [11] διὸ δὴ Ῥιπησίαν καλοῦσι Ῥωμαῖοι τὴν p[268]ταύτῃ Δακίαν· ῥῖπα γὰρ ἡ ὄχθη τῇ Λατίνων καλεῖται φωνῇ. [12] πόλιν οὖν παρὰ τὴν ἐκείνῃ ἀκτήν, ὄνομα Σιγγηδόνον, ἐν τοῖς ἄνω χρόνοις ἐδείμαντο πρώτην. [13] ταύτην δὲ βάρβαροι προϊόντος τοῦ χρόνου ἑλόντες ἔς τε τὸ ἔδαφος καθελόντες εὐθύς, ἔρημον ἀνθρώπων παντάπασι κατεστήσαντο. [14] τρόπῳ δὲ τῷ αὐτῷ καὶ τῶν ἄλλων ὀχυρωμάτων κατεστήσαντο τὰ πλεῖστα. [15] βασιλεὺς δὲ Ἰουστινιανὸς ἀνανεωσάμενος ξύμπασαν καὶ τειχίσματι ὀχυρωτάτῳ περιβαλών, πόλιν περιφανῆ τε καὶ λόγου πολλοῦ ἀξίαν πεποίηκεν αὖθις. [16] φρούριόν τε ἄλλο διαφερόντως ἐχυρὸν ἀνέστησε νέον, πόλεως Σιγγηδόνου ὀκτὼ μάλιστα σημείοις διέχον, ὅπερ Ὄκταβον λόγῳ τῷ εἰκότι καλοῦσιν. [17] ἐπίπροσθεν δὲ αὐτοῦ πόλις ἦν ἀρχαία τὸ Βιμινάκιον, ἥνπερ ὁ βασιλεὺς (ἐκ θεμελίων γὰρ ἀπωλώλει τῶν ἐσχάτων πολλῷ πρότερον) ἀνοικοδομησάμενος ξύμπασαν ἀπέδειξε νέαν.
[6] Ἐκ δὲ Βιμινακίου προϊόντι ὀχυρώματα τρία πρὸς τῇ τοῦ Ἴστρου ἠϊόνι ξυμβαίνει εἶναι, Πιγκούς τε καὶ Κούπους καὶ Νοβάς. [2] οἷς δὴ πρότερον ἥ τε οἰκοδομία μία καὶ τὸ ὄνομα ἐπὶ πύργου ἑνὸς ἔκειτο. ἀλλὰ νῦν Ἰουστινιανὸς βασιλεὺς τά τε �
�ἰκία καὶ τὰ ἐρύματα ἔς τε πλῆθος καὶ μέγεθος ἐν τούτοις δὴ τοῖς χωρίοις ἀνενεγκὼν μέγα, πόλεων αὐτοῖς ἀξιώματα οὐκ ἀπὸ τοῦ εἰκότος ἐντέθεικε. [3] Νοβῶν δὲ καταντικρὺ ἐν τῇ ἀντιπέρας ἠπείρω πύργος ἐκ παλαιοῦ ἀπημελημένος ἑστήκει, ὄνομα Λιτερατά· ὅνπερ οἱ πάλαι ἄνθρωποι Λεδέρατα ἐκάλουν. [4] ὃν δὴ p[270]ἐς φρούριον μέγα τε καὶ διαφερόντως ἐχυρώτατον ὁ καθ᾽ ἡμᾶς βασιλεὺς μετεστήσατο. [5] μετὰ Νοβὰς δὲ φρούρια Κανταβαζά τε καὶ Σμόρνης τε καὶ Κάμψης καὶ Τανάτα καὶ Ζέρνης καὶ Δουκεπράτου. ἐν δὲ τῇ ἀντιπέρας ἠπείρω ἄλλα τε πολλὰ φρούρια ἐκ θεμελίων τῶν ἐσχάτων ἐδείματο. [6] μετὰ δὲ Καπούτβοες ὠνόμασται, τοῦ Ῥωμαίων αὐτοκράτορος Τραϊανοῦ ἔργον, καὶ πολίχνιον ἐφεξῆς παλαιόν, Ζάνες ὄνομα. [7] οἷσπερ ἅπασιν ἐρύματα περιβαλὼν ἐχυρώτατα προβόλους εἶναι τῆς πολιτείας ἀνανταγωνίστους πεποίηται. [8] τούτου δὲ τοῦ Ζάνες οὐ πολλῷ ἄποθεν φρούριον μέν ἐστι, Πόντες ὄνομα· ὁ δὲ ποταμὸς ἐκροήν τινα ἐνταῦθα ἐκβάλλων, ταύτῃ τε περιπολῶν ὀλίγην τινὰ τῆς ἀκτῆς μοῖραν, ἐπιστρέφει αὖθις ἐς ῥοῦν τὸν οἰκεῖον καὶ ἐφ᾽ ἑαυτὸν ἀναμίγνυται. [9] ποιεῖ δὲ ταῦτα οὐκ αὐτόματος, ἀλλ᾽ ἀνθρώπων ἐπινοίαις ἀναγκασθείς. [10] ὅτου δὲ δὴ ἕνεκα Πόντες τε ὁ χῶρος ἐκλήθη καὶ ἀναγκαστὸν περιάγουσιν αὐτόσε τὸν Ἴστρον, ἐγὼ δηλώσω.
[11] Ὁ Ῥωμαίων αὐτοκράτωρ Τραϊανός, θυμοειδής τε ὢν καὶ δραστήριος, ὥσπερ ἀγανακτοῦντι ἐῴκει, ὅτι δὴ οὐκ ἀπέραντος αὐτῷ ἡ βασιλεία εἴη, ἀλλὰ ποταμῷ Ἴστρῳ ὁρίζεται. [12] ζεῦξαι οὖν αὐτὸν γεφύρᾳ διὰ σπουδῆς ἔσχεν, ὡς διάβατός τε αὐτῷ καὶ οὐδαμῆ ἐμπόδιος εἴη ἐς τοὺς ἐπέκεινα βαρβάρους ἰόντι. [13] ὅπως μὲν οὖν τὴν γέφυραν ἐπήξατο ταύτην, ἐμοὶ μὲν οὐκ ἂν ἐν σπουδῇ γένοιτο, Ἀπολλόδωρος δὲ ὁ Δαμασκηνός, ὁ καὶ παντὸς γεγονὼς ἀρχιτέκτων τοῦ ἔργου, φραζέτω. p[272][14] οὐ μέντοι τις τὸ λοιπὸν γέγονεν ὄνησις ἐνθένδε Ῥωμαίοις, ἀλλὰ καὶ τὴν γέφυραν ὅ τε Ἴστρος ἐπιχυθεὶς ὕστερον καὶ ὁ χρόνος ἐπιρρεύσας καθεῖλον. [15] πεποίηται δὲ Τραϊανὸς τότε καὶ φρούρια δύο τοῦ ποταμοῦ ἐφ᾽ ἑκάτερα, καὶ αὐτοῖν Θεοδώραν μὲν ἐπωνόμασαν τὸ ἐν τῇ ἀντιπέρας ἠπείρω, Πόντες δὲ τὸ ἐπὶ Δακίας ὁμωνύμως τῷ ἔργῳ ἐκλήθη. [16] πόντην γὰρ τὴν γέφυραν Ῥωμαῖοι τῇ Λατίνων καλοῦσι φωνῇ. ἀλλ᾽ ἐπεὶ ἐνταῦθα γινομέναις ναυσὶν ἄπλους τὸ λοιπὸν ὁ ποταμὸς ἦν, τῶν τῆς γεφύρας αὐτόθι ἐρειπίων τε καὶ θεμελίων κειμένων, τούτου δὴ ἕνεκα τὸν ποταμὸν ἀναγκάζουσι μεταπορεύεσθαι τὸν αὑτοῦ δρόμον καὶ τὴν πορείαν ἀνακυκλεῖν αὖθις, ὅπως ἂν πλώϊμον καὶ τὸ ἐνθένδε αὐτὸν ἔχοιεν. [17] ἄμφω μὲν οὖν καταπεπονηκότα τὰ φρούρια ταῦτα διά τε χρόνου μῆκος καὶ οὐκ ἥκιστα ἐπισκηψάντων ἐνταῦθα βαρβάρων διεφθάρθαι ξυνέβη. [18] βασιλεὺς δὲ Ἰουστινιανὸς Πόντην μέν, ὅπερ ἐστὶ τοῦ ποταμοῦ ἐπὶ δεξιᾷ, νέᾳ τε καὶ ἀμάχῳ ἐπιεικῶς ἀνανεωσάμενος οἰκοδομίᾳ, τὴν ἀσφάλειαν Ἰλλυριοῖς ἀνεσώσατο· τοῦ δὲ αὐτοῦ ἐπὶ θάτερα ὄντος, ὅπερ Θεοδώραν καλοῦσιν, ἅτε ἀποκειμένου τοῖς ἐκείνῃ βαρβάροις, προσήκειν οἱ ἐπιμελεῖσθαι οὐδαμῆ ᾤετο· τὰ δὲ νῦν ἑστῶτα μετὰ τὴν Πόντην ὀχυρώματα ᾠκοδομήσατο καινουργήσας αὐτός, ἅπερ καλεῖται Μαρεβούργου τε p[274]καὶ Σουσίανα, Ἁρμάτα τε καὶ Τιμένα, καὶ Θεοδωρούπολίς τε καὶ Στιλιβούργου καὶ Ἁλικανιβούργου.
[19] Ἦν δέ τι πολίχνιον ἐγγὺς κείμενον, Ἀκυες ὄνομα, οὗπερ ὀλίγα ἄττα σαθρὰ γεγονότα ὁ βασιλεὺς ἐπηνώρθωσε. [20] καὶ μετ᾽ ἐκεῖνο Βουργονόβορε καὶ Λακκόβουργο, καὶ τὸ Δορτικὸν ἐπικαλούμενον φρούριον, ὅπερ τῷ χρόνῳ ἐξίτηλον γεγενημένον ἐς ὀχύρωμα νῦν ἐχυρώτατον κατεστήσατο. [21] καὶ πύργον ἕνα, Ἰουδαῖος καλούμενον, φρούριον διεσκευάσατο κεκαλλιστευμένον καλεῖσθαί τε καὶ εἶναι. [22] καὶ τὸ δὴ Βουργουάλτου ὠνομασμένον, ἔρημόν τε καὶ παντάπασιν ἀοίκητον τὰ πρότερα ὄν, ἀλλὰ καὶ χῶρον ἕτερον περιβόλῳ ἐτειχίσατο νέῳ ὅνπερ ἐπικαλοῦσι Γόμβες. [23] καὶ τὸ Κρίσπας ἔρυμα καταπεπονηκὸς τῷ μήκει τοῦ χρόνου, ἔτι μέντοι καὶ Λογγινιάνα καὶ Ποντεσέριον ἐδείματο, ἔργον διαφερόντως ἐξαίσιον. [24] ἐν δὲ Βονωνίᾳ τε καὶ Νοβῷ προμαχεῶνας διερρυηκότας ἀνενεώσατο. καὶ Ῥατιαρίας πόλεως ὅσα καταπεπτώκει ὀρθὰ ἐστήσατο. [25] καὶ πολλὰ δὲ ἄλλα κατὰ τὸ χρείᾳ ξυνοῖσον ἢ βραχέα κομιδῇ ὄντα ἐπὶ μέγα ἐξῆρεν, ἡ συνέστειλε τὸ περιττὸν ἀφελόμενος, ὅπως δὴ μὴ τοῖς πολεμίοις ἢ τῷ ὑπεράγαν βραχεῖ ἢ τῷ ἀμέτρῳ εὐέφοδα εἴη· ὥσπερ ἀμέλει Μωκατίανα μὲν πύργον ἕνα κατὰ μόνας τὰ πρότερα ὄντα φρούριον τανῦν τελεώτερον κατεστήσατο. [26] τὸ δέ γε Ἀλμοῦ, χώραν p[276]περιβεβλημένον πολλήν, ἐς ὀλίγον ξυναγαγὼν σὺν τῷ ἀσφαλεῖ ἄμαχον εἶναι τοῖς πολεμίοις εἰργάσατο. [27] καὶ πολλαχῇ δὲ πύργον ἕνα κατὰ μόνας ἑστῶτα εὑρὼν καὶ διὰ τοῦτο εὐκαταφρόνητον τοῖς ἐπιοῦσιν ὄντα, φρούριον ἐχυρώτατον κατεστήσατο. [28] ὃ δὴ περί τε Τρίκεσαν καὶ Πούτεδιν πεποίηκε. καὶ μὴν καὶ ὀχυρώματα τοῦ ἐν Κεβρῷ τὰ καταπεπονηκότα θαυμασίως ὡς ἐπηνώρθωσε· φρούριόν τε οὐ πρότερον ὂν ἐν Βιγραναῇ δεδημιούργηκε, καὶ αὐτοῦ ἄγχιστα ἕτερον ἐν χωρίῳ, ἐφ᾽ οὗ δὴ πύργος εἰς τὰ πρότερα ὢν εἱστήκει μόνος, ὄνομα Ὄνος. [29] ἐλέλειπτο δὲ μόνα πόλεως ἐδάφη οὐ πολλῷ ἄποθεν· Α
ὐγοῦστες ὠνομάζετο ἐν τοῖς ἄνω χρόνοις ἡ πόλις. [30] νῦν δὲ τὸ μὲν παλαιὸν ὄνομα ἔχουσα, νέα δὲ καὶ ἀκραιφνὴς ὅλη πρὸς Ἰουστινιανοῦ βασιλέως γεγενημένη, ὁμιλεῖ οἰκητόρων ἐπιεικῶς πλήθει. [31] ἀλλὰ καὶ τὰ πεπονθότα τοῦ ἐν Ἀεδάβῃ ἐρύματος ἐπηνώρθωσε, καὶ Βαριάνα πόλιν ἐκ παλαιοῦ κειμένην ἀνέστησεν. ἔτι μέντοι καὶ Βαλεριάναν, ἔρυμα πρότερον οὐδὲν ἔχουσαν, ἐτειχίσατο.
[32] Πρὸς ἐπὶ τούτοις δὲ καὶ χωρίων οὐ παρὰ τοῦ ποταμοῦ κειμένων τὴν ὄχθην, ἀλλὰ κατὰ πολὺ ἄποθεν ὄντων ἐπεμελήσατο, πεσουμένων ἐκ τοῦ ἐπὶ πλεῖστον, τειχίσματί τε αὐτὰ περιβέβληκεν ἀμάχοις τισί. [33] Κάστρα Μάρτις τε καὶ Ζητνουκόρτου καὶ Ἰσκὸς τὰ χωρία ἐπικαλεῖται ταῦτα. παρὰ δὲ τοῦ ποταμοῦ τὴν ὄχθην φρούριον παλαιόν, Οὕννων ὄνομα, ἐπιμελείας ἠξίωσε τά τε ἄλλα καὶ ἀμφὶ τῷ περιβόλῳ πολλῆς. [34] ἔστι δέ τις χῶρος p[278]οὐ πολλῷ ἄποθεν τούτου δὴ τοῦ Οὕννων φρουρίου, ἔνθα δὴ ὀχυρώματα δύο Ἴστρου ποταμοῦ ἐφ᾽ ἑκάτερα ἦν, ἐν μὲν Ἰλλυριοῖς Παλατίολον ὄνομα, ἐπὶ θάτερα δὲ Συκίβιδα. [35] ταῦτα καθῃρημένα τῷ χρόνῳ ἀνανεωσάμενος Ἰουστινιανὸς βασιλεὺς τῶν ταύτῃ βαρβάρων τὰς ἐπιδρομὰς ἀνεχαίτισεν, ἐπέκεινά τε φρούριον ᾠκοδομήσατο, παλαιὸν ἔρυμα, ὅπερ Οὔτως ὠνόμασται. [36] ἐν ὑστάτῳ δὲ τῶν Ἰλλυρικῶν ὁρίων φρούριον ἀνῳκοδομήσατο, Λαπιδαρίας ὄνομα, καὶ πύργον ἕνα ἑστῶτα μόνον, Λουκερναριαβούργου καλούμενον, ἐς φρούριον ἀξιοθέατον μετεστήσατο. [37] ταῦτα μὲν Ἰουστινιανὸς βασιλεὺς ἐν Ἰλλυριοῖς διαπέπρακται. οὐ μόναις δὲ ταῖς οἰκοδομίαις τὴν χώραν ἐτειχίσατο ταύτην, ἀλλὰ καὶ στρατιωτῶν φρουρᾶς ἐν τοῖς ὀχυρώμασι πᾶσιν ἀξιολογωτάτας καταστησάμενος τὰς τῶν βαρβάρων ἐπιβουλὰς ἀπεκρούσατο.
Delphi Complete Works of Procopius Page 301