[7] [1] Τὰ μὲν οὖν Ἰλλυριῶν ὀχυρώματα παρὰ ποταμὸν Ἴστρον ταύτῃ πη ἔχει. ἐπὶ Θρᾴκης δὲ νῦν ἰτέον ἡμῖν τὰ ἐρύματα, ὅσα δὴ παρὰ τὴν ἐκείνῃ ἀκτὴν Ἰουστινιανῷ βασιλεῖ εἴργασται. [2] οὐ γάρ μοι ἀπὸ τρόπου ἔδοξεν εἶναι, ἅπασαν πρότερον περιηγησαμένῳ τὴν ταύτῃ ἠϊόνα οὕτω δὴ ἐπελθεῖν καὶ τὰ κατὰ τὴν μεσόγαιαν αὐτῷ πεπραγμένα. [3] πρῶτον μὲν οὖν ἐπὶ Μυσοὺς ἐνθένδε ἴωμεν, οὕσπερ ἀγχεμάχους οἱ ποιηταὶ καλοῦσιν· ἐπεὶ καὶ χώραν τὴν Ἰλλυριοῖς ὅμορον ἔχουσι. [4] μετὰ τὸν χῶρον οὖν ὅνπερ Λουκερναριαβοῦργον καλοῦσι, Σεκούρισκα τὸ φρούριον ᾠκοδομήσατο Ἰουστινιανὸς βασιλεύς, καινουργήσας αὐτός. [5] ἐπέκεινά p[280]τε τὰ πεπονηκότα ἐν Κυντοδήμου ἀνενεώσατο. καὶ μετὰ τοῦτο πόλιν ἐδείματο οὐ πρότερον οὖσαν, ἥνπερ ὁμωνύμως τῇ βασιλίδι Θεοδωρόπολιν ἐπωνόμασεν. [6] ἔτι μέντοι φρουρίων τοῦ τε Ἰατρῶν καλουμένου καὶ Τιγᾶς τὰ πεπονθότα νέᾳ τινὶ διεσώσατο οἰκοδομίᾳ, καὶ τοῖς Μαξεντίου πύργον ἐντέθεικεν, ἐπεὶ αὐτοῦ προσδεῖν ᾤετο. [7] καὶ τὸ Κυντῶν ἐδείματο φρούριον οὐ πρότερον ὄν. μεθ᾽ ὃ δὴ τὸ Τρασμαρίσκας ὀχύρωμά ἐστιν· οὗπερ καταντικρὺ ἐν τῇ ἀντιπέρας ἠπείρῳ Κωνσταντῖνός ποτε Ῥωμαίων βασιλεὺς φρούριον οὐκ ἀπημελημένως ᾠκοδομήσατο, Δάφνην ὄνομα, οὐκ ἀξύμφορον νενομικὼς εἶναι φυλάσσεσθαι ταύτῃ τὸν ποταμὸν ἑκατέρωθεν. [8] ὃ δὴ προϊόντος τοῦ χρόνου βάρβαροι μὲν ἀφανίζουσι τὸ παράπαν, Ἰουστινιανὸς δὲ ἀνῳκοδομήσατο βασιλεὺς ἐκ θεμελίων ἀρξάμενος. [9] μετὰ δὲ Τρασμαρίσκαν ἔρυμά τε τὸ Ἀλτηνῶν, καὶ ὅπερ καλοῦσι Κανδιδιάνα, καθῃρημένον πρὸς αὐτῶν πολεμίων πολλῷ πρότερον, ἐπιμελείας ἠξίωσε κατὰ λόγον τῆς χρείας. [10] ἔστι δὲ τρία ἑξῆς ὀχυρώματα παρὰ τὴν τοῦ Ἴστρου ἠϊόνα, Σαλτουπύργος τε καὶ Δορόστολος καὶ Συκιδάβα. [11] ὧν δὴ ἑκάστου τὰ πεπονθότα οὐκ ἀπημελημένως ὁ βασιλεὺς ἐπηνώρθωσε. [12] καὶ Κούηστρις δέ, ὅπερ κεῖται τῆς ἀκτῆς ἔκτοσθεν, ἐπιμέλειαν τὴν ὁμοίαν πεποίηται. καὶ Πάλματις ἐν στενῷ κείμενον μεῖζόν τε κατεστήσατο καὶ διαφερόντως εὐρύτερον, καίπερ οὐ παρὰ τὴν ἀκτὴν τοῦ ποταμοῦ ὄν. [13] οὗ δὴ ἄγχιστα καὶ φρούριον Ἄδινα καινουργήσας ἐδείματο, ἐπεὶ διηνεκὲς διαλανθάνοντες Σκλαβηνοὶ p[282]βάρβαροι ἐνταῦθα ἐνεδρεύοντές τε κεκρυμμένως ἀεὶ τοὺς τῇδε ἰόντας ἄβατα ἐποίουν τὰ ἐκείνῃ χωρία. [14] καὶ φρούριον δὲ τὸ Τιλικίων ᾠκοδομήσατο, καὶ αὐτοῦ ἐν ἀριστερᾷ κείμενον ἔρυμα.
[15] Οὕτω μὲν καὶ Μυσοῖς τὰ ὀχυρώματα ἐπὶ τε τῆς ἀκτῆς ποταμοῦ Ἴστρου ἔσχε καὶ ταύτης πλησίον. [16] ἐπὶ Σκύθας δὲ τὸ λοιπὸν βαδιοῦμαι· ἔνθα δὴ φρούριον πρῶτον Κυρίλλου ἁγίου ἐπώνυμον ἐστιν, οὗπερ τὰ πεπονηκότα τῷ χρόνῳ ἀνῳκοδομήσατο οὐκ ἀπημελημένως Ἰουστινιανὸς βασιλεύς. [17] ἐπέκεινά τε αὐτοῦ ἦν μὲν ἐκ παλαιοῦ ὀχύρωμα, Οὐλμιτῶν ὄνομα, βαρβάρων δὲ Σκλαβηνῶν ἐπὶ χρόνου μῆκος ἐκείνῃ τὰς ἐνέδρας πεποιηκότων, διατριβήν τε αὐτόθι ἐπὶ μακρότατον ἐσχηκότων, ἔρημόν τε παντάπασι γέγονε, καὶ οὐδὲν αὐτοῦ ὅτι μὴ τὸ ὄνομα ἐλέλειπτο ἔτι. [18] ὅλον τοίνυν ἐκ θεμελίων δειμάμενος, ἐλεύθερα τῆς τῶν Σκλαβηνῶν ἐπιθέσεώς τε καὶ ἐπιβουλῆς κατεστήσατο εἶναι τὰ ἐκείνῃ χωρία. [19] ἔστι δέ που μετὰ τοῦτο Ἰβιδὰ πόλις, ἧς δὴ τοῦ περιβόλου πολλὰ ἐπεπόνθει, ἅπερ ἀνανεωσάμενος οὐδεμίᾳ μελλήσει ἐχυρωτάτην διεπράξατο εἶναι. [20] φρούριόν τε δεδημιούργηκε νέον αὐτὸς μετ᾽ αὐτὴν ὅπερ Αἴγισσον ὀνομάζουσι. καὶ ἄλλο δὲ φρούριον Σκυθίας ἐν ὑστάτῳ κεῖται, Ἄλμυρις ὄνομα, οὗ δὴ τὰ πολλὰ σαθρὰ γεγονότα διαφανῶς ἀνοικοδομησάμενος διεσώσατο. [21] ὅσα δὲ καὶ ἄλλα ὀχυρώματα ἐν τῇ τῆς Εὐρώπης μοίρᾳ εἰπεῖν ἄξιον.
[8] [1] Ὅσα μὲν δὴ ἔν τε Δαρδάνοις καὶ Ἠπειρώταις καὶ Μακεδόσι καὶ τοῖς ἄλλοις Ἰλλυριῶν p[284]ἔθνεσιν, ἔτι μέντοι καὶ ὅσα ἐπί τε τῆς Ἑλλάδος, καὶ ἀμφὶ ποταμὸν Ἴστρον οἰκοδομήματα Ἰουστινιανῷ βασιλεῖ εἴργασται, ἤδη μοι ἔμπροσθεν δεδιήγηται. [2] ἐπὶ τὴν Θρᾴκην δὲ τὸ λοιπὸν ἴωμεν, ἀρίστην πηγνύμενοί τινα τοῦ λόγου κρηπῖδα τὰ ἐπὶ Βυζαντίου χωρία, ἐπεὶ καὶ τῆς Θρᾴκης ἡ πόλις οὐ τῷ κρατεῖ μόνον, ἀλλὰ καὶ χωρίων προέστηκε φύσει, τῇ μὲν Εὐρώπῃ ὥσπερ τις ἀκρόπολις ἐπεμβαίνουσα, φραττομένη δὲ τῆς διοριζούσης αὐτὴν ἀπὸ τῆς Ἀσίας θαλάσσης τὸ πέρας. [3] ἤδη μὲν οὖν τάς τε ἄλλας ἁπάσας τῆς πόλεως κτίσεις, καὶ ὅσα δὴ ἐπὶ τοῖς ἱεροῖς ἐντός τε καὶ ἐκτὸς τοῦ Κωνσταντινουπόλεως περιβόλου δεδημιούργηκεν, ἐν τοῖς ἔμπροσθεν δεδήλωκα λόγοις. τὰ δὲ δὴ ἐνθένδε ἐρῶν ἔρχομαι.
[4] Φρούριόν ἐστιν ἐν προαστείῳ τῆς πόλεως, ὅπερ Στρογγύλον ὁμωνύμως τῇ τοῦ ἐρύματος συνθέσει καλοῦσιν. [5] ἐντεῦθεν ἡ ἐς τὸ Ῥήγιον ὁδὸς ἄγουσα, ἐκ τοῦ ἐπὶ πλεῖστον ἀνώμαλος οὖσα, ὄμβρων, ἂν οὕτω τύχοι, ἐπιπεσόντων, τελματώδης τε καὶ δυσπάριτος τοῖς τῇδε ἰοῦσιν ἐγίνετο. [6] νῦν δὲ λίθοις αὐτὴν καταστρώσας ἁμαξιαίοις ὁ βασιλεὺς οὗτος εὐπετῆ τε κατεστήσατο καὶ ἄπονον ὅλως. [7] μῆκος μὲν τῇ ὁδῷ τῇδε ἄχρι ἐς Ῥήγιον· εὐρύνεται δὲ τοσοῦτον ἐς ὅσον ἁμάξας οὐ στενοχωρεῖν δύο ἀπ᾽ ἐναντίας ἀλλήλαις ἰούσας. [8] τραχεῖς οἱ λίθοι διαφερόντως· εἰκάσαις ἂν αὐτοὺς μυλίτας εἶναι· εὐμεγέθεις τέ εἰσι μάλιστα. ὥστε δὴ ἕκα�
�τος γῆν μὲν ἐπικαλύπτει πολλήν, ἐς ἄγαν δὲ ὑψοῦ ἀνέχει. [9] ἐς δὲ τό ὁμαλὲς καὶ p[286]τό γε λεῖον ἐπιεικῶς ἐξειργασμένοι, οὐ ἐνῆφθαι τῇ συνθέσει, οὐδέ πη ἐς τὸ ἀκριβὲς μεμυκέναι, ἀλλὰ συμπεφυκέναι δοκοῦσιν ἀλλήλοις. ταῦτα μὲν οὖν τοιαῦτά ἐστι.
[10] Λίμνην δέ τινα εἶναι ἄγχιστα τοῦ Ῥηγίου καλουμένου ξυμβαίνει ἐς ἣν τὰς ἐκβολὰς ἔχουσι ποταμοὶ ἐκ χωρίων τῶν ὕπερθεν τῇδε φερόμενοι. [11] διακέχυται δὲ ἡ λίμνη αὕτη μέχρι ἐς θάλασσαν· ὥστε μία τις ἀμφοτέραιν ἀκτὴ ἐν στενῷ μάλιστα τυγχάνει οὖσα. [12] ταύτην δὲ ἄμφω ἐπικλύζουσι τὴν ἀκτὴν ἀντικυματοῦσαι, καὶ ἀλλήλοις ἀντιμυκώμεναι, ἀεί τε ἀλλήλαις εὐθὺ ἵενται τὴν ἠϊόνα ἐπικοινούμεναι. ἐπειδὰν δὲ ὡς πλησιαίτατα ἵκωνται, ἀναχαιτίζουσι τὴν ἐπιρροήν, ἐφ᾽ ἑαυτὰς ἐπιστρέφουσαι, ὥσπερ ἐνταῦθα τὰ ὅρια σφίσι πηξάμεναι. [13] ἔστι δὲ καὶ ἀλλήλαις οὗ ἀναμίγνυνται, πορθμόν τινα μεταξὺ ἔχουσαι, ἄδηλον ὂν ὁπότερα ποτὲ αὐτῶν τὸ τοῦ πορθμοῦ ὕδωρ διακεκλήρωται. [14] οὔτε γὰρ ἡ τῆς θαλάσσης ἐπιρροὴ ἐς τὴν λίμνην ἀεὶ φέρεται οὔτε διηνεκὲς ἐς τὴν θάλασσαν ἡ λίμνη ἐκβάλλει, ἀλλ᾽ ὄμβρων μὲν ἐπιγενομένων πολλῶν, ἐπιπνεύσαντός τε ἀνέμου νότου, ἐκ τῆς λίμνης ὁ πορθμὸς προϊὼν φαίνεται. [15] ἢν δὲ ἀπὸ βορρᾶ τὸ πνεῦμα ἴοι, ἡ θάλασσα τὴν λίμνην ἐπικλύζειν δοκεῖ. ἐν τούτῳ μέντοι ἡ θάλασσα τῷ χώρῳ ἐς βράχος κατατείνει παμμέγεθες, ὀλίγης τινὸς ἀπολελειμμένης μεταξὺ χώρας ᾗπερ διήκει ἐς ἄβυσσον· [16] ἐς τόσον δὲ στενὴ τυγχάνει οὖσα, ὥστε δὴ καὶ Μύρμηξ ὠνόμασται. οὗτος δὲ ὁ πορθμός, ὅ τε τὴν p[288]θάλασσαν καὶ τὴν λίμνην ζευγνύων, ᾗπέρ μοι εἴρηται, πάλαι μὲν γεφύρᾳ ξυλίνῃ διαβατὸς ἦν ἐπὶ κινδύνῳ μάλιστα τοῖς τῇδε ἰοῦσιν, ἐπεὶ τοῖς ξύλοις, ἂν οὕτω τύχοι, ξυνδιεφθείροντο· [17] νῦν δὲ αὐτὴν Ἰουστινιανὸς βασιλεὺς λίθοις λογάδην ἐμβεβλημένοις ἐς ἀψῖδος μετεωρίσας μέγα τι χρῆμα, τὴν ἐκείνῃ διάβασιν ἀκίνδυνον κατεστήσατο.
[18] Τοῦ δὲ Ῥηγίου ἐπέκεινα πόλις ἐστί που, Ἀθύρας ὄνομα, ἧσπερ τοὺς οἰκήτορας δίψῃ δεινοτάτῃ ἐχομένους εὑρὼν τὴν ἀπορίαν διέλυσε σφίσιν, ἔλυτρον ἐνταῦθα δειμάμενος, θησαυρίζων μὲν ἐπικαιριώτατα τὴν τῶν ὑδάτων οὐκ ἀναγκαίαν περιουσίαν, πρυτανεύων δὲ αὐτὴν ἐν ἐπιτηδείῳ τοῖς τῇδε ἀνθρώποις. ἀνῳκοδομήσατο δὲ καὶ τὰ πεπονθότα τοῦ περιβόλου.
[19] Ἔστι δὲ μετὰ τὴν Ἀθύραν τις χῶρος, ὅνπερ Ἐπισκοπεῖα καλοῦσιν οἱ ἐπιχώριοι. [20] ὂν δὴ κατανενοηκὼς Ἰουστινιανὸς βασιλεὺς ταῖς τῶν πολεμίων ἐπιδρομαῖς ὑποκείμενον, ἐπὶ πλεῖστον δέ, ὡς οὐδαμῆ ὀχυρώματος ὄντος, ἀφύλακτα παντάπασιν ὄντα τὰ ἐκείνῃ χωρία, φρούριον ἐνταῦθα ἐδείματο· οὗ δὴ τοὺς πύργους πεποίηται οὐχ ᾗπερ εἰώθει, ἀλλὰ τρόπῳ τοιῷδε. [21] προὔχει τις ἐκ τοῦ περιβόλου οἰκοδομία, στενωτάτη μὲν κατ᾽ ἀρχὰς οὖσα, τελευτῶσα δὲ ἐς εὖρος μέγα· ἐφ᾽ οὗ δὴ ἕκαστος ἐξείργασται πύργος. [22] ταύτῃ τε τοῖς πολεμίοις ἄγχιστά πη τοῦ τείχους ἰέναι ἀμήχανά ἐστιν, ἐπεὶ τῶν πύργων κατὰ μέσον γινόμενοι ἐν ἀμφιβόλῳ κατὰ κορυφὴν πρὸς τῶν ἐκείνῃ φρουρῶν ῥᾷστα βαλλόμενοι διαφθείρονται. [23] τάς τε πύλας p[290]ἐνταῦθα οὐ κατὰ τὰ ξυνειθισμένα τῶν πύργων μεταξὺ ἔθεντο, ἀλλ᾽ ἐκ πλαγίας κατὰ τὸ ἐν στενῷ προὖχον τοῦ τείχους, οὐχ ὁρωμένας τοῖς πολεμίοις, ἀλλ᾽ ὄπισθεν διαλανθανούσας. [24] ἐνταῦθα Θεόδωρος βασιλεῖ τὴν ὑπουργίαν παρέσχετο, σιλεντιάριος τὴν ἀρχήν, συνετὸς μάλιστα. [25] τοῦτο μὲν οὖν τὸ ἔρυμα τῇδε πεποίηται. ἐπὶ τείχη δὲ τὰ μακρὰ ἐνθένδε ἰόντας ὀλίγα ὑπειπεῖν ἄξιον.
[9] [1] Ἡ θάλασσα ἐξ ὠκεανοῦ καὶ Ἱσπανίας γῆν τὴν Εὐρωπαίαν ἐν ἀριστερᾷ ποιουμένη μέχρι μὲν ἐς Θρᾴκην κατὰ ταὐτὰ χωρεῖ πρὸς ἀνίσχοντά που τὸν ἥλιον, ἔνθεν δὲ σχιζομένη πὴ μὲν ἐπὶ τὴν ἑῴαν στέλλεται μοῖραν, πὴ δὲ κατὰ βραχὺ ἐγκαρσία γεγενημένη τὸν Εὔξεινον καλούμενον ἀποτελεῖ πόντον. [2] ἐς Βυζάντιον δὲ ἀφικομένη ὥσπερ ἐπὶ νύσσης τινὸς καμπὴν ποιεῖται ἀμφὶ τὰ πρὸς ἕω τῆς πόλεως, πλάγια τε πολλῷ ἔτι μᾶλλον γιγνομένη ἐν πορθμῷ ἵεται, ἰσθμὸν τῆς Θρᾴκης τά τε πρόσω καὶ ὀπίσω, ὡς τὸ εἰκός, ἐργαζομένη. [3] οὐχ ὅτι ἐς ἐκροὰς ἐνταῦθα ἡ θάλασσα μερίζεται δύο, ᾗπερ ἐν τοῖς ἄλλοις ἰσθμοῖς εἴωθεν, ἀλλὰ περιστρεφομένη τε θαυμασίως ὡς καὶ περιβαλλομένη ἑκατέρωθεν Θρᾴκην τε τὴν ἄλλην καὶ διαφερόντως τὰ ἐπὶ Βυζαντίου προάστεια πάντα. [4] οἰκοδομοῦνται δὲ καὶ περιστέλλουσιν οἱ ταύτῃ ἄνθρωποι τὰ προάστεια οὐχ ὅσον ἐς χρείαν, ἀλλ᾽ ἐς ὕβριν τε καὶ τρυφὴν ὅρον οὐκ ἔχουσαν, καὶ ὅσα ἄλλα πλούτου ἐξουσία ἐς τοὺς ἀνθρώπους p[292]ἰοῦσα ποιεῖ. [5] ἔπιπλά τε κατατίθενται ἐνταῦθα πολλὰ καὶ διαπονήματα ἐν Ἀθηναίοις ἐνδελεχέστατα ἔχουσιν. ἐπειδὰν οὖν καταθεῖν τινας τῶν πολεμίων γῆν τὴν Ῥωμαίων ἐξαπιναίως ξυνενεχθείη, οὐδὲν ὁμοίως τοῖς ἄλλοις χωρίοις προστρίβεσθαι τὴν ζημίαν ἐνταῦθα ξυμβαίνει, ἀλλὰ κακοῖς ἄγαν τοῖς ἀνηκέστοις βαρύνεσθαι τὰ ἐκείνῃ χωρία. [6] ὃ δὴ ἀναστέλλειν Ἀναστάσιος βασιλεὺς διὰ σπουδῆς ἔχων ἐν χώροις οὐχ ἧσσον ἢ σημείοις τεσσαράκοντα τοῦ Βυζαντίου διέχουσι μακρὰ οἰκοδομησάμενος τείχη, ἄμφω τῆς θαλάσσης τὰς ἀκτὰς ἔζευξεν, οὗ δὴ ἀλλήλαιν διεστήκασι
ν ὁδῷ ἡμέραιν δυοῖν μάλιστα· ταύτῃ τε ἅπαντα ἐν τῷ ἐχυρῷ καθεστάναι τὰ ἐντὸς ᾤετο. [7] ἦν δὲ ἄρα μειζόνων τοῦτο συμφορῶν αἴτιον. οὐδὲ γὰρ οἷόν τε ἦν οἰκοδομίαν τοσαύτην τὸ μέγεθος ἢ ἐς τὸ ἀσφαλὲς ἐξειργάσθαι, ἢ φρουρεῖσθαι ξὺν τῷ ἀκριβεῖ. [8] ἐπειδάν τε μοίρᾳ τινὶ τούτων δὴ τῶν μακρῶν τειχῶν ἐπισκήψαιεν οἱ πολέμιοι, καὶ τοὺς φρουροὺς ἅπαντας ὑποχειρίους ἐποιοῦντο οὐδενὶ πόνῳ, τοῖς τε ἄλλοις ἐπιπίπτοντες ἀπροσδόκητοι κακὰ οὐκ εὐδιήγητα ἐξειργάζοντο.
[9] Ἀλλὰ βασιλεὺς τά τε πεπονθότα τούτων δὴ ἀνοικοδομησάμενος τῶν τειχῶν, τά τε σφαλερὰ ἐπὶ τὸ ἐχυρώτατον κρατυνάμενος τῶν φρουρῶν ἕνεκα, προσεπετεχνήσατο τάδε. [10] τὰς μὲν ἐξόδους, αἵπερ ἐκ πύργου ἑκάστου ἐς τοὺς αὐτοῦ ἐχομένους ἐξάγουσιν, ἐφράξατο πάσας. [11] ἄνοδον δὲ καθ᾽ ἕκαστον ἐκ τοῦ ἐδάφους ἔντοσθεν ἐτεκτήνατο μίαν· ἥνπερ ἐπὶ καιροῦ καθειργνύντες οἱ ταύτῃ φρουροὶ τοὺς πολεμίους περιφρονοῦσι τοῦ περιβόλου p[294]ἐντὸς γενομένους· ἐπεὶ πύργος ἐς ἀσφάλειαν ἕκαστος αὐτὸς κατὰ μόνας τοῖς φρουροῖς ἀπόχρη. [12] καὶ τούτων δὴ τῶν τειχῶν ἐντὸς τὰ ἐς ἀσφάλειαν ἐνδελεχέστατα διεπράξατο, τά τε ἄλλα πεποιημένος ᾗπερ μοι ἔναγχος εἴρηται καὶ πόλεως Σηλυβρίας ἀνανεωσάμενος ὅσα πεπονθότα τοῦ περιβόλου ἐτύγχανεν. [13] ἐπὶ μὲν οὖν τῶν μακρῶν τειχῶν ταῦτα Ἰουστινιανῷ βασιλεῖ εἴργασται.
Delphi Complete Works of Procopius Page 302