Delphi Complete Works of Procopius

Home > Other > Delphi Complete Works of Procopius > Page 306
Delphi Complete Works of Procopius Page 306

by Procopius of Caesarea


  [6] [1] Τὰ μὲν οὖν ἐν Κίλιξιν Ἰουστινιανῷ βασιλεῖ ταύτῃ πη ἔσχεν. ἐν δὲ Ἱεροσολύμοις ἱερὸν τῇ θεοτόκῳ ἀνέθηκεν, ᾧπερ ἄλλο εἰκασθῆναι οὐδὲν οἷόν τέ ἐστι. [2] νέαν ἐκκλησίαν καλοῦσι τὸ ἱερὸν οἱ ἐπιχώριοι· ὅπερ δὴ ὁποῖόν ποτέ ἐστιν, ἐγὼ δηλώσω, τοσοῦτον ὑπειπών, ὡς ἡ πόλις ἥδε λοφώδης μέν ἐστιν ἐκ τοῦ ἐπὶ πλεῖστον, οὐ γεώδεις δὲ οἱ λόφοι εἰσίν, ἀλλ᾽ ἔν τε τραχεῖ καὶ ἀποκρήμνῳ ἐπανεστήκασι, τὰς ἀμφόδους ἐν κλίμακος τρόπῳ ἀπὸ τοῦ ὀρθίου ἐς τὸ πρανὲς κατατείνοντες. [3] τὰ μὲν οὖν ἄλλα τῆς πόλεως οἰκοδομήματα ἅπαντα ἐφ᾽ ἑνὸς χωρίου συμβαίνει εἶναι, ἢ ἐπὶ λόφου πεποιημένα, ἢ ἐν τῷ χθαμαλῷ κατὰ τὸ ἀναπεπταμένον τῆς γῆς, τοῦτο δὲ μόνον τὸ ἱερὸν οὐ ταύτῃ πη ἔχει. [4] ἐπέστελλε γὰρ αὐτὸ Ἰουστινιανὸς βασιλεὺς ἐν τῷ προὔχοντι γενέσθαι τῶν λόφων, δηλώσας ὁποῖον τά τε ἄλλα δεήσει καὶ τὸ εὖρος αὐτῷ καὶ μῆκος εἶναι. [5] οὐκ ἀπέχρησέ τε κατὰ τὴν βασιλέως ἐπίταξιν πρὸς τοῦ ἔργου τὴν χρείαν ὁ λόφος, ἀλλὰ τοῦ ἱεροῦ τὸ τεταρτημόριον ἀπελέλειπτο πρός τε ἄνεμον νότον καὶ ἀνίσχοντά που τὸν ἥλιον, ἵνα δὴ ὀργιάζειν τοῖς ἱερεῦσι θέμις. [6] διὸ δὴ ἐπενόουν τάδε οἷς τὸ ἔργον τοῦτο ἐπέκειτο. ἀπορριψάμενοι τὰ θεμέλια εἰς γῆς τῆς ὑπτίας τὰ ἔσχατα, οἰκοδόμημα πεποίηνται συνεπανεστηκὸς τῷ σκοπέλῳ. [7] ἐπειδή τε ἄνω κατὰ τὴν ἀκρωνυχίαν ἐγένοντο, τῶν p[344]τοίχων καθύπερθε θόλους ἐνθέμενοι συνάπτουσι τὴν οἰκοδομίαν τῷ ἄλλῳ τοῦ τεμένους ἐδάφει. [8] ταύτῃ τε ὁ νεὼς πὴ μὲν ἐπὶ πέτρας ἰσχυρᾶς ἵδρυται, πὴ δὲ ᾐώρηται, τῆς τοῦ βασιλέως δυνάμεως μέγεθος ἄλλο ἐπιτεχνησαμένης τῷ λόφῳ. [9] ταύτης δὲ δὴ τῆς οἰκοδομίας οἱ λίθοι οὐ τοιοίδε εἰσὶ μέγεθος, ὁποίους ἴσμεν. [10] πρὸς γὰρ τοῦ χωρίου τὴν φύσιν οἱ ἐπιδημιουργοὶ τοῦ ἔργου τοῦδε διαμαχόμενοι ὕψος τε ἀντιτεταγμένον τῷ σκοπέλῳ διαπονούμενοι, τῶν ξυνειθισμένων ὠλιγωρηκότες ἁπάντων ἐπὶ τὰ παράδοξα καὶ ὅλως ἀγνῶτα τῶν ἐπιτηδευμάτων ἐχώρουν, [11] πέτρας οὖν ὑπερμεγέθεις ἐκ τῶν ὀρῶν ὑποτεμνόμενοι ἅπερ οὐρανομήκη ἐν τοῖς πρὸ τῆς πόλεως χωρίοις ἀνέχει, ξύσαντές τε αὐτὰς ἐπισταμένως, ἐνταῦθα ἦγον τρόπῳ τοιῷδε. [12] ἁμάξας μὲν ταῖς πέτραις ἐτεκτήναντο μεγέθει ἴσας, ἕνα δὲ λίθον ἐνετίθεντο ἁμάξῃ ἑκάστῃ, βόες τε ἀριστίνδην πρὸς βασιλέως ξυνειλεγμένοι κατὰ τεσσαράκοντα σὺν τῇ ἁμάξῃ τὸν λίθον ἐφεῖλκον. [13] ἀλλ᾽ ἐπεὶ τὰς ἐς τὴν πόλιν φερούσας ὁδοὺς ταύτας δὴ φέρειν τὰς ἁμάξας ἀμήχανα ἦν, ἐκτέμνοντες ἐπὶ πλεῖστον τὰ ὄρη ἐσιτητὰ ταῖς ἐπιγενομέναις ἁμάξαις ἐποίουν, οὕτως τε περιμήκη ἀπειργάσαντο τὸν νεών, ᾗπερ βουλομένῳ τῷ βασιλεῖ ἦν. [14] εὖρός τε αὐτῷ κατὰ λόγον πεποιημένοι, τέγος ἐπιθεῖναι τῷ ἱερῷ ὡς ἥκιστα εἶχον. [15] δρυμούς τε οὖν καὶ δάση πάντα περιιόντες, καὶ εἴ πού τι χωρίον ἠκούετο οὐρανομήκεσι κατάφυτον δένδροις, ὕλην τινὰ εὗρον ἀμφιλαφῆ, κέδρους φέρουσαν ἐς ὕψος ἐξικνουμένας ἀπέραντον ὅσον, αἷς δὴ τὴν ὀροφὴν τῷ νεῲ p[346]ἔθεντο, ὕψος αὐτῷ κατὰ μέτρον πεποιημένοι, ἐς ὅσον τε εὐρύνεται καὶ ἐς τὸ μῆκος ἐξάγεται.

  [16] Ταῦτα μὲν οὖν δυνάμει τε ἀνθρωπείᾳ καὶ τέχνῃ βασιλεὺς Ἰουστινιανὸς ἐξειργάσατο. ἐπέδωκε δὲ καὶ ἡ τῆς εὐσεβείας ἐλπὶς ἀμειβομένη αὐτὸν τῇ τιμῇ, καὶ ξυνεπιλαμβάνουσα τὸ σπούδασμα τοῦτο. [17] τῷ μὲν γὰρ ἱερῷ πανταχόσε κιόνων ἔδει τό τε εἶδος οὐκ ἀποδεόντων τοῦ ἀμφὶ τὸ τέμενος κάλλους καὶ τοιούτων τὸ μέγεθος οἷοι δὴ ὄντες ἀντέχειν ἐς τὸ ἄχθος τῶν ἐγκειμένων σφίσιν ἔμελλον. [18] ἡ δὲ χώρα ἐν τῇ μεσογείᾳ κειμένη τῆς θαλάσσης πολλῷ ἄποθεν, ὄρεσί τε πανταχόθεν ἀποπεφραγμένη ἀποτόμοις τισίν, ᾗπέρ μοι εἴρηται, ἄπορον τοῖς τεκταινομένοις τὸ ἔδαφος ἐποίει κίονας ἑτέρωθεν εἰσκομίζεσθαι. [19] ἀλλὰ βασιλέως δυσφορουμένου τῇ τοῦ ἔργου ἀμηχανίᾳ, λίθου φύσιν ὁ θεὸς ἐπιτηδείως ἐς τοῦτο ἔχουσαν ἐν τοῖς ἄγχιστα ὄρεσιν ἔδειξεν, ἢ οὖσάν τε καὶ κρυπτομένην τὰ πρότερα, ἢ νῦν γενομένην. [20] ἐπ᾽ ἀμφότερα δὲ πιστὸς ὁ λόγος τὴν αἰτίαν ἐπὶ τὸν θεὸν ἀναφέρουσιν. [21] ἡμεῖς μὲν γὰρ ἀνθρωπείᾳ δυνάμει πάντα σταθμώμενοι πολλὰ ἐς τὸ ἀδύνατον ἀποκεκρίσθαι οἰόμεθα, τῷ δὲ θεῷ τῶν πάντων οὐδὲν οὔτ᾽ ἂν ἄπορον οὔτ᾽ ἀμήχανον γένοιτο. [22] κιόνων τοίνυν ἐνθένδε μέγα τι χρῆμα ὑπερμεγεθῶν τε καὶ ἀπομιμουμένων τῷ χρώματι πυρός τινα φλόγα, πανταχόθεν ὑποστηρίζουσι τὸν νεών, οἱ μὲν ἔνερθεν, οἱ δὲ ὕπερθεν, οἱ δὲ ἀμφὶ τὰς στοὰς αἳ περιβάλλουσι τὸ ἱερὸν ὅλον, πλὴν τῆς πρὸς ἕω τετραμμένης πλευρᾶς· ὧνπερ δύο ἑστᾶσι πρὸ τῆς τοῦ νεὼ θύρας ὑπερφυεῖς ἄγαν καὶ τῶν ἐν γῇ τῇ πάσῃ κιόνων ἴσως οὐδενὸς δεύτεροι. [23] στοά p[348]τις ἐκδέχεται ἐντεῦθεν ἕτερα ἐπὶ τοῦ νάρθηκος ὠνομασμένη, οἶμαι, τῷ μὴ εὐρύνεσθαι. [24] αὐλὴ μετὰ ταύτην κίοσιν ὁμοίοις ἐν τετραπλεύρῳ ἀνεχομένη· θύραι μέταυλοι ἱεροπρεπεῖς οὕτως, ὥστε μηνύουσι τοῖς ἔξω ἰοῦσιν ὁποίῳ ποτὲ θεάματι ἐντυχεῖν μέλλουσι. προπύλαια τὸ ἐνθένδε θαυμασία οἷα, καί τις ἐπὶ κιόνων δυοῖν ἐπαιρομένη ἀψὶς ἐς ἄφατον ὕψος. [25] προϊόντι δὲ πρόσω ἡμίκυκλα δύο, ἀλλήλοις ἀντιπρόσωπα ἑκατέρωθεν τῆς ἐπὶ τὸ ἱερὸν ὁδοῦ ἑστᾶσι· ξενῶνες δὲ τῆς ἑτέρας ἐφ᾽ ἑκάτερα δύο, Ἰουστ
ινιανοῦ βασιλέως ἔργον· ἅτερος μὲν ξένοις ἐνδημοῦσι καταλυτήριον, ὁ δὲ δὴ ἕτερος ἀναπαυστήριον νοσοῦσι πτωχοῖς. [26] τοῦτον δὲ τὸν τῆς θεοτόκου νεὼν Ἰουστινιανὸς βασιλεὺς καὶ προσόδῳ ἐτίμησε χρημάτων μεγάλων. τὰ μὲν οὖν ἐν Ἱεροσολύμοις Ἰουστινιανῷ βασιλεῖ πεπραγμένα ταύτῃ πη ἔσχεν.

  [7] [1] Ἔστι δὲ πόλις ἐπὶ Παλαιστίνης, Νεάπολις ὄνομα· ἐφ᾽ ἧς δὴ ὄρος ὑψηλὸν ἀνέχει, Γαριζὶν ὄνομα. [2] τοῦτο δὲ τὸ ὄρος κατ᾽ ἀρχὰς μὲν οἱ Σαμαρεῖται εἶχον· ὡς εὐξόμενοί τε ἀνέβαινον ἐς τὴν τοῦ ὄρους ὑπερβολήν, οὐδένα ἀνιέντες καιρόν· οὐχ ὅτι νεών τινα ἐνταῦθα ᾠκοδομήσαντο πώποτε, ἀλλὰ τὴν ἀκρωρείαν αὐτὴν σεβόμενοι ἐτεθήπεσαν πάντων μάλιστα. [3] ἡνίκα δὲ Ἰησοῦς ὁ τοῦ θεοῦ παῖς ἐν σώματι ὢν τοῖς τῇδε ἀνθρώποις ὡμίλει, p[350]γέγονεν αὐτῷ πρὸς γυναῖκα τῶν τινα ἐπιχωρίων διάλογος· ταύτῃ τε ἐπὶ τῷ ὄρει πυνθανομένῃ ὑπεῖπεν ὡς χρόνῳ ὕστερον οὐχ οἱ Σαμαρεῖται προσκυνήσουσιν ἐν τούτῳ τῷ ὄρει, ἀλλ᾽ ἐνταῦθα αὐτὸν οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσι, τοὺς Χριστιανοὺς παραδηλώσας· ἐγένετό τε προϊόντος τοῦ χρόνου ἔργον ἡ πρόρρησις. [4] οὐ γὰρ οἷόν τε ἦν μὴ οὐχὶ ἀψευδεῖν τὸν ὄντα θεόν. [5] ἐγένετο δὲ τρόπῳ τοιῷδε· ἐπὶ Ζήνωνος βασιλεύοντος ἀθρόοι ἐξαπιναίως οἱ Σαμαρεῖται γενόμενοι ἐπεισπηδῶσιν ἐν Νεαπόλει τοῖς Χριστιανοῖς ἐν τῇ ἐκκλησίᾳ τὴν Πεντηκοστὴν καλουμένην ἑορτὴν ἄγουσι, καὶ αὐτῶν τε πολλοὺς διαχρῶνται, καὶ ὅσπερ ἦν αὐτοῖς ἐπίσκοπος τότε, Τερεβίνθιος ὄνομα, καταλαβόντες ἐπὶ τῆς ἱερὰς ἑστῶτα τραπέζης, καὶ ἱερουργοῦντα τὰ ἄρρητα ξίφεσι παίοντες, ἄλλως τε συγκόπτουσι καὶ τοὺς τῶν χειρῶν ἀφαιροῦνται δακτύλους, ἔς τε τὰ μυστήρια ὕβρισαν, ὡς δρᾶσαι μὲν Σαμαρείταις προσήκει, σιωπᾶν δὲ ἡμῖν. [6] ὁ δὲ ἱερεὺς οὗτος αὐτίκα ἐν Βυζαντίῳ γενόμενος, τῷ τότε βασιλεῖ ἐς ὄψιν ἥκων, ἐπέδειξέ τε τὸ πάθος καὶ τὰ ξυνενεχθέντα σημάνας καὶ τοῦ Χριστοῦ τῆς προρρήσεως ὑπομνήσας, τιμωρὸν αὐτὸν ἐφ᾽ ἅπασιν ἐδεῖτο γενέσθαι. [7] Ζήνων δὲ βασιλεὺς τοῖς ξυμπεπτωκόσι ξυνταραχθείς, κόλασίν τε ἀποχρώντως ἐς τοὺς τὰ δεῖνα δεδρακότας πεποίηται οὐδεμίᾳ ὀκνήσει· ἔκ τε ὄρους τοῦ Γαριζὶν τοὺς Σαμαρείτας ἐξελάσας, εὐθὺς Χριστιανοῖς τε αὐτὸ παραδίδωσιν, ἐκκλησίαν p[352]τε ἄνω δειμάμενος τῇ θεοτόκῳ ἀνέθηκε, τειχισάμενος τὸ ἱερὸν τοῦτο δῆθεν τῷ λόγῳ, τὸ δὲ ἀληθὲς ἀποτριγχώσας. [8] καὶ φρουρὰν στρατιωτῶν κατεστήσατο κάτω μὲν ἐν τῇ πόλει πολλῶν, ἐν δὲ τῷ τειχίσματι καὶ τῇ ἐκκλησίᾳ οὐ πλέον ἢ δέκα. [9] οἷς δὴ Σαμαρεῖται ἀχθόμενοι ἤσχαλλον μὲν ἐς τὰ μάλιστα καὶ δυσφορούμενοι ἀπηξίουν τὰ σφίσι παρόντα, δέει δὲ τῷ ἐκ βασιλέως δυσωπούμενοι σιωπῇ εἴχοντο. [10] προϊόντος δὲ χρόνου, Ἀναστασίου τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος, τοιόνδε τι ξυνηνέχθη γενέσθαι. [11] τινὲς τῶν Σαμαρειτῶν, γυναικὸς ὑποθήκῃ ἀναπεισθέντες, ἀναβαίνουσι μὲν παρὰ δόξαν κατὰ τὸ τοῦ ὄρους κρημνῶδες, ἐπεὶ τῆς ἀνόδου ἣ ἐκ τῆς πόλεως ἐνταῦθα ἄγει ἐς τὸ ἀκριβὲς φυλασσομένης, ἐνθένδε αὐτοῖς ἀποπειρᾶσθαι τῆς ἀναβάσεως ἀδύνατα ἦν. [12] ἐν δὲ τῇ ἐκκλησίᾳ ἐξαπιναίως γενόμενοι κτείνουσι μὲν τοὺς ἐνταῦθα φρουρούς, μετακαλοῦσι δὲ τοὺς ἐν τῇ πόλει Σαμαρείτας φωνῇ ἐξαισίᾳ. [13] οἱ δὲ τοὺς στρατιώτας δειμαίνοντες συνεπιτίθεσθαι τοῖς ἐγκεχειρηκόσιν οὐδαμῆ ἤθελον. [14] οὐ πολλῷ τε ὕστερον ὁ τὴν χώραν ἐπιτροπεύειν (Προκόπιος δὲ ἦν ἐξ Ἐδέσσης πόλεως, ἀνὴρ λόγιος) τοὺς τὰ δεῖνα δεδρακότας συλλαβὼν ἔκτεινε. [15] τοῦ μέντοι ὀχυρώματος οὐδ᾽ ὥς τις λόγος ἢ πρόνοια παρὰ τοῦ βασιλέως τηνικάδε γεγένηται. [16] ἀλλὰ νῦν Ἰουστινιανὸς βασιλεύς, καίπερ τοὺς Σαμαρείτας ἐκ τοῦ ἐπὶ πλεῖστον ἐπὶ τὸ εὐσεβέστερον μεταθέμενος καὶ καταστησάμενος Χριστιανοὺς εἶναι, τὸ μὲν p[354]παλαιὸν τῆς ἐν τῷ Γαριζὶν ἐκκλησίας τείχισμα ἐφ᾽ οὗπερ ἦν σχήματος εἴασεν ἀποτετριγχωμένον, ᾗπέρ μοι εἴρηται, ἑτέρῳ δὲ αὐτὸ ἔκτοσθεν τείχει περιβαλὼν ἄμαχον διεπράξατο παντάπασιν εἶναι. [17] ἐνταῦθα δὲ καὶ ἱερὰ πέντε Χριστιανῶν ἀνενεώσατο πρὸς τῶν Σαμαρειτῶν καταφλεχθέντα. ταῦτα μὲν οὖν τῇδε εἴργασται.

  [8] [1] Ἐν δὲ τῇ πάλαι μὲν Ἀραβίᾳ, νῦν δὲ Παλαιστίνῃ τρίτῃ καλουμένῃ, χώρα μὲν ἔρημος ἐπὶ μακρὸν κατατείνει, καρπῶν τε καὶ ὑδάτων καὶ πάντων ἀγαθῶν ἄφορος. καὶ ὄρος ἀπότομόν τε καὶ δεινῶς ἄγριον ἀποκρέμαται ἄγχιστά πη τῆς Ἐρυθρᾶς καλουμένης θαλάσσης, Σινὰ ὄνομα. [2] οὐδὲν δέ μοι ἀμφὶ τοῖς ἐκείνῃ χωρίοις ἀναγράψασθαι ἀναγκαῖον ἐνταῦθα τοῦ λόγου, ἐπεὶ ἅπαντά μοι τά τε κατὰ τὴν Ἐρυθρὰν θάλασσαν καὶ τὸν Ἀραβικὸν καλούμενον κόλπον, Αἰθίοπάς τε τοὺς Αὐξωμίτας καὶ τὰ τῶν Ὁμηριτῶν Σαρακηνῶν γένη ἀκριβολογουμένῳ ἐν τοῖς ὑπὲρ τῶν πολέμων δεδήλωται λόγοις· ἵνα δὴ καὶ τοῦτό μοι διδιήγηται, ὅντινα τρόπον Ἰουστινιανὸς βασιλεὺς τὸν Φοινικῶνα προσεποίησε τῇ Ῥωμαίων ἀρχῇ. [3] ταῦτα μὲν οὖν τούτου δὴ ἕνεκα λέγειν ἀφίημι, ὡς μὴ ἀπειροκαλίας ἀνενέγκοιμι δόξαν. [4] ἐν τούτῳ δὲ τῷ Σινᾷ ὄρει μοναχοὶ ᾤκηνται, οἷς ἐστιν ὁ βίος ἠκριβωμένη τις μελέτῃ θανάτου, ἐρημίας τῆς σφίσι φιλτάτης ἀδεέστερον ἀπολαύουσι. [5] τούτοις δὴ τοῖς μοναχοῖς Ἰουστινιανὸς β�
�σιλεὺς (ἐπεὶ οὐκ εἶχον οὐδὲν ὅτου ἐφεῖντο, ἀλλὰ κρείσσους τῶν p[356]ἀνθρωπείων ἁπάντων εἰσίν, οὐδέ τι κεκτῆσθαι οὐδὲ θεραπεύειν τὰ σώματα, οὐ μέντοι οὐδὲ ἄλλου ὁτουοῦν ὀνίνασθαι ἐν σπουδῇ ἔχουσιν) ἐκκλησίαν ᾠκοδομήσατο, ἥνπερ τῇ θεοτόκῳ ἀνέθηκεν, ὅπως δὲ αὐτοῖς ἐνταῦθα ἐξῇ εὐχομένοις τε καὶ ἱερωμένοις διαβιῶναι. [6] ταύτην δὲ τὴν ἐκκλησίαν οὐ κατὰ τοῦ ὄρους ἐδείματο τὴν ὑπερβολήν, ἀλλὰ παρὰ πολὺ ἔνερθεν· [7] ἀνθρώπῳ γὰρ ἐν τῇ ἀκρωρείᾳ διανυκτερεύειν ἀμήχανά ἐστιν, ἐπεὶ κτύποι τε διηνεκὲς καὶ ἕτερα ἄττα θειότερα νύκτωρ ἀκούσονται, δύναμίν τε καὶ γνώμην τὴν ἀνθρωπείαν ἐκπλήσσοντα. [8] ἐνταῦθά ποτε τὸν Μωσέα φασὶ πρὸς τοῦ θεοῦ τοὺς νόμους παραλαβόντα ἐξενεγκεῖν. [9] ἐς δὲ τοῦ ὄρους τὸν πρόποδα καὶ φρούριον ἐχυρώτατον ὁ βασιλεὺς οὗτος ᾠκοδομήσατο, φυλακτήριόν τε στρατιωτῶν ἀξιολογώτατον κατεστήσατο, ὡς μὴ ἐνθένδε Σαρακηνοὶ βάρβαροι ἔχοιεν ἅτε τῆς χώρας ἐρήμου οὔσης, ᾗπέρ μοι εἴρηται, ἐσβάλλειν ὡς λαθραιότατα ἐς τὰ ἐπὶ Παλαιστίνης χωρία.

 

‹ Prev