[10] Ταῦτα μὲν οὖν τῇδε πεποίηται. ὅσα δὲ κἀν τοῖς μοναστηρίοις πεποίηται τοῖς τῇδέ τε καὶ κατὰ τὴν ἄλλην ἑῴαν οὖσιν, αὐτίκα δή μοι ὡς ἐν κεφαλαίῳ γεγράψεται.
[9] Μοναστήρια μὲν οὖν ἐν Ἱεροσολύμοις ἀνενεώσατο τάδε.
[1] τὸ τοῦ ἁγίου Θαλελαίου.
[2] τὸ τοῦ ἁγίου Γρηγορίου.
[3] τὸ τοῦ ἁγίου Παντελεήμονος ἐν τῇ ἐρήμῳ τοῦ Ἰορδάνου.
[4] Ξένωνα ἐν Ἰεριχῷ.
p[358] [5] ἐκκλησίαν τῆς θεοτόκου ἐν Ἰεριχῷ.
[6] τὸ τῶν Ἰβήρων ἐν Ἱεροσολύμοις.
[7] τὸ τῶν Λαζῶν ἐν τῇ ἐρήμῳ Ἱεροσολύμων.
[8] τὸ τῆς ἁγίας Μαρίας ἐν τῷ ὄρει τῶν Ἐλαιῶν.
[9] τὸ τῆς πηγῆς τοῦ ἁγίου Ἐλισσαίου ἐν Ἱεροσολύμοις.
[10] τὸ Σιλέθεως.
[11] τὸ τοῦ ἀββᾶ Ῥωμανοῦ.
[12] ἐν Βηθλεὲμ τὸ τεῖχος ἀνενέωσε.
[13] τὸ τοῦ ἀββᾶ Ἰωάννου ἐν Βηθλεέμ.
[14] Φρέατα δὲ ἢ δεξαμενὰς ᾠκοδομήσατο οὕτως·
[15] εἰς τὸ τοῦ ἁγίου Σαμουὴλ φρέαρ καὶ τεῖχος.
[16] εἰς τὸ τοῦ ἀββᾶ Ζαχαρίου φρέαρ.
[17] εἰς τὸ Σωσάννης φρέαρ.
[18] εἰς τὸ Ἀφελίου φρέαρ.
[19] εἰς τὸ τοῦ ἁγίου Ἰωάννου ἐν τῷ Ἰορδάνῃ φρέαρ.
[20] εἰς τὸ τοῦ ἁγίου Σεργίου ἐν ὄρει καλουμένῳ Κισσερῶν φρέαρ.
[21] τὸ τεῖχος Τιβεριάδος.
[22] τὸ ἐν Βόστρᾳ πτωχεῖον.
[23] Φοινίκης·
τὸν οἶκον τῆς θεοτόκου ἐν Πορφυρεῶνι.
[24] μοναστήριον τοῦ ἁγίου Φωκᾶ ἐν ὄρει.
[25] τὸν οἶκον τοῦ ἁγίου Σεργίου ἐν Πτολεμαΐδι.
[26] ἐν Δαμασκῷ οἶκον τοῦ ἁγίου Λεοντίου.
[27] ἀπὸ Ἀπάμειαν πτωχεῖον τοῦ ἁγίου Ῥωμανοῦ ἀνενεώσατο.
[28] τεῖχος τοῦ μακαρίου Μάρωνος.
p[360] [29] ὑπὸ Θεούπολιν τὴν ἐκκλησίαν Δάφνης ἀνενέωσεν.
[30] ἐν Λαοδικείᾳ τὸν ἁγίου Ἰωάννου ἀνενέωσε.
[31] Μεσοποταμίας·
μοναστήριον τοῦ ἁγίου Ἰωάννου ἀνενέωσε.
[32] μοναστήρια Δέλφραξις, Ζηβίνου, Θεοδότου, Ἰωάννου. Σαρμαθῆς, Κυρήνου, Βεγαδαίου.
[33] μοναστήριον εἰς τὸ Ἀπάδνας ἐν Ἰσαυρίᾳ.
[34] πόλεως Κουρίκου λουτρὸν καὶ πτωχεῖον ἀνενέωσε.
[35] τὸ πτωχεῖον τοῦ ἁγίου Κόνωνος.
[36] τὸν ἀγωγὸν αὐτοῦ ἀνενέωσεν ἐν Κύπρῳ.
[37] οἶκον τοῦ ἁγίου Κοσμᾶ καὶ Δαμιανοῦ ἐν Παμφυλίᾳ.
[38] πτωχεῖον τοῦ ἁγίου Μιχαὴλ ἐν Ἐμπορίῳ ἐπίκλην ἐπινείου πόλεως Πέργης τῆς Παμφυλίας.
BOOK VI.
[1] [1] Ταῦτα μὲν Ἰουστινιανῷ βασιλεῖ τῇδε πεποίηται. ἐν δὲ Ἀλεξανδρείᾳ ἐξείργασται τάδε. Νεῖλος ποταμὸς οὐκ ἄχρι ἐς τὴν Ἀλεξάνδρειαν φέρεται, ἀλλ᾽ ἐπὶ πόλισμα ἐπιρρεύσας ὃ δὴ Χαιρέου ἐπονομάζεται, ἐπ᾽ ἀριστερὰ τὸ λοιπὸν ἵεται, ὅρια τά γε Ἀλεξανδρέων ἀπολιπών. [2] διὸ δὴ οἱ πάλαι ἄνθρωποι, ὡς μὴ ἀμοιροίη τὸ παράπαν ἡ πόλις, διώρυχα ἐκ τῆς Χαιρέου κατορύξαντες βαθεῖάν τινα βραχείᾳ τοῦ ποταμοῦ ἐς αὐτὴν ἐκροῇ διεπράξαντο ἐσιτητὰ εἶναι. οὗ δὴ καὶ p[362]ἄλλας τινὰς ἐκροὰς ἐκ λίμνης Μαρίας ἐσβάλλειν ξυμβαίνει. [3] ἐπὶ ταύτης δὲ τῆς διώρυχος μεγάλαις μὲν ναυσὶ πλώϊμα οὐδαμῇ γίνεται, ἐς λέμβους δὲ τὸν Αἰγύπτιον σῖτον ἐκ τῆς Χαιρέου μεταβιβάσαντες οὕσπερ καλεῖν διαρήματα νενομίκασιν, ἔς τε τὴν πόλιν διακομίζουσιν, ἵνα δὴ ἐξικνεῖσθαι δυνατά ἐστι τῷ κατὰ τὴν διώρυχα ποταμῷ, καὶ κατατίθενται ἐν χώρῳ ὅνπερ Ἀλεξανδρεῖς καλοῦσι Φιάλην. [4] ἀλλ᾽ ἐπειδὴ τῷ δήμῳ ἐς στάσιν πολλάκις καθισταμένῳ ἐνταῦθα διολωλέναι τῷ σίτῳ ξυνέβη, βασιλεὺς Ἰουστινιανὸς τειχίσματι τόνδε τὸν χῶρον περιβαλὼν τὴν ἐπὶ τῷ σίτῳ ἐπιβουλὴν ἀνεχαίτισε. [5] ταῦτα μὲν οὖν Ἰουστινιανῷ βασιλεῖ ταύτῃ ἐξείργασται.
Ἀλλ᾽ ἐπειδὴ ἐπ᾽ Αἰγυπτίου ἡμᾶς ἤγαγε τῆς Λιβύης ὁμόρου τανῦν ὁ λόγος, φέρε δὴ καὶ ὁπόσα διαπέπρακται αὐτῷ ἐνταῦθα δηλώσωμεν, ἐπεὶ καὶ Λιβύην ξύμπασαν ὁ βασιλεὺς ὗτος ὑπὸ βαρβάροις κειμένην εὑρὼν τῇ ἄλλῃ ἐνῆψε Ῥωμαίων ἀρχῇ.
[6] Νεῖλος μὲν ὁ ποταμὸς ἐξ Ἰνδῶν ἐπ᾽ Αἰγύπτου φερόμενος δίχα τέμνει τὴν ἐκείνῃ γῆν ἄχρι ἐς θάλασσαν. ἡ δὲ σχιζομένη τῷ ῥείθρῳ καὶ ὀνόμασι διακέκριται τὸ ἐνθένδε δυοῖν. [7] τὰ μὲν p[364]γὰρ ἐν δεξιᾷ τοῦ ποταμοῦ Ἀσία ὠνόμασται μέχρι που ἐς Φᾶσιν τὸν Κόλχον, ὅσπερ Ἀσίαν τε διορίζει καὶ γῆν τὴν Εὐρώπην, ἢ μέχρι ἐς πορθμεῖα τὰ Κιμμέρια καὶ ποταμὸν Τάναϊν. [8] τούτων γὰρ δὴ ἕνεκα διαμάχονται πρὸς ἀλλήλους οἱ ταῦτα σοφοί, ᾗπερ ἐν λόγοις μοι τοῖς ὑπὲρ τῶν πολέμων δεδήλωται περιηγουμένῳ τὸν Εὔξεινον καλούμενον πόντον. [9] τὰ δὲ δὴ ἐν ἀριστερᾷ τοῦ Νείλου Λιβύη ἐκλήθη μέχρι ἐς ὠκεανόν, ὅσπερ ἐς δύοντά που τὸν ἥλιον ἑκατέραν ἤπειρον διορίζει, ἐκροήν τε ἀφιείς τινα καὶ θάλασσαν τήνδε ποιούμενος. [10] ἡ μὲν οὖν ἄλλη Λιβύη ξύμπασα ὀνόματα κατὰ χώραν ἑκάστην ἕτερα ἄττα διακεκλήρωται, ἐκ τῶν ἐκείνῃ ἐπιγενομένων, ὡς τὸ εἰκός, ἐπικληθεῖσα. [11] ἣ μέντοι ἐκ τῷ Ἀλεξανδρείας ὁρίων ἄχρι ἐς πόλιν Κυρήνην διήκουσα ἐπὶ Πενταπόλεώς ἐστιν, ἐπὶ τούτου δὴ μόνου τοῦ ὀνόματος Λιβύη καὶ νῦν ἐπικέκληται. [12] ἐνταῦθα πόλις ἐστιν ἡμέρας ὁδῷ Ἀλεξανδρείας διέχουσα, Ταφόσιρις ὄνομα, ἵνα δὴ ταφῆναι τὸν τῶν Αἰγυπτίων θ
εὸν Ὄσιριν λέγουσιν. [13] ἐν ταύτῃ τῇ πόλει ἄλλα τε πολλὰ καὶ τὰ τῶν ἀρχόντων καταλυτήρια καὶ λουτρῶνας ἐδείματο Ἰουστινιανὸς βασιλεύς.
[2] [1] Ταύτης δὲ τῆς Λιβύης ἔρημα μὲν τὰ πολλὰ τετύχηκεν εἶναι, ἀπημελημένα ἐκ τοῦ ἐπὶ πλεῖστον. [2] καὶ αὐτῆς δὲ προεγρηγορὼς ὁ καθ᾽ ἡμᾶς βασιλεὺς προμηθεῖ γνώμῃ, ὡς μή τι αὐτῇ παθεῖν ἐξ ἐπιδρομῆς πρὸς Μαυρουσίων τῶν πλησιοχώρων ξυμβαίη, ὀχυρώματά τε δύο καὶ φυλακτήρια κατεστήσατο, ὧν θάτερον μὲν Παρατόνιον ὀνομάζουσιν, p[366]Ἀντίπυργον δὲ τὸ ἕτερον ἐπικέκληται, οὐ πόρρω Πενταπόλεως κείμενον. [3] διέχει δὲ ἡ Πεντάπολις Ἀλεξανδρείας ὁδῷ ἡμερῶν εἴκοσιν εὐζώνῳ ἀνδρί. [4] ἐν ταύτῃ δὲ τῇ Πενταπόλει καὶ βασιλεὺς Ἰουστινιανὸς Τεύχειραν τὴν πόλιν ἐρύματι ἐτειχίσατο ἐχυρωτάτῳ. [5] καὶ Βερνίκης τὸν περίβολον ἐκ θεμελίων ἀνῳκοδομήσατο τῶν ἐσχάτων. [6] οὗ δὴ καὶ βαλανεῖον πεποίηται, δημοσίᾳ παρεχόμενον τῇ πόλει τὴν χρείαν. [7] ἀλλὰ κἀν ταῖς Πενταπόλεως ἐσχατιαῖς, αἵπερ εἰσὶ τετραμμέναι πρὸς ἄνεμον νότον, ὀχυρώματα ἐν δυοῖν μοναστηρίοιν ἐξείργασται, οἷσπερ Ἀγριολώδη τε καὶ Δινάρθισον ὀνόματα ἐστιν· ἅπερ ἐπιτειχίσματα κεῖται τοῖς ταύτῃ βαρβάροις, [8] τῷ μὴ καταθέοντας ὡς λαθραιότατα ἐπισκήπτειν ἐξαπιναίως ἐς γῆν τὴν Ῥωμαίων.
[9] Ἔστι δέ τις ἐνταῦθα πόλις, Πτολεμαῒς ὄνομα, τὸ μὲν παλαιὸν εὐδαίμων τε γεγενημένη καὶ πολυάνθρωπος, προϊόντος δὲ τοῦ χρόνου ὕδατος ἀπορίᾳ πολλῇ ἐς ὀλιγανθρωπίαν ἀποκριθεῖσα. [10] τῶν γὰρ οἰκητόρων ὁ πολὺς ὅμιλος δίψει ἐχόμενοι πολλῷ ἔμπροσθεν ἐνθένδε ἐξαναστάντες ἀπεχώρησαν ὅπῃ ἑκάστῳ δυνατὰ γέγονεν. [11] ἀλλὰ νῦν ὁ βασιλεὺς οὗτος ἀνανεωσάμενος τὴν ὀχεταγωγίαν τῇ πόλει τὸ πρότερον αὐτῇ τῆς εὐδαιμονίας ἀπέδωκε σχῆμα. Πενταπόλεως δὲ πόλις ἐσχάτη ἐστὶ πρὸς δύοντά που τὸν ἥλιον, Βόρειον ὄνομα. [12] οὗ δὴ τὰ ὄρη συννενευκότα τε πρὸς ἄλληλα, καὶ τῇ ἐνθένδε στενοχωρίᾳ ξυμπεφραγμένα, τῶν ἐπὶ τὴν χώραν εἰσόδων ἀποκεκλεῖσθαι τοὺς πολεμίους διασκευάζονται. [13] ταύτην ὁ βασιλεὺς τὴν πόλιν ἀτείχιστον οὖσαν ἐρύματι ἐχυρωτάτῳ περιβαλών, p[368]ἐν τῷ ἀσφαλεῖ τὸ λοιπὸν βεβαιότατα σὺν πάσῃ τῇ ἀμφ᾽ αὐτὴν χώρᾳ διεπράξατο εἶναι.
[14] Πόλεις δέ πού εἰσι δύο ἐπ᾽ ὀνόματος ἑνὸς ᾠκημέναι· [15] Αὐγίλα γὰρ ἑκάτερα ἐκλήθη. αὗται τοῦ Βορείου διέχουσιν ὁδῷ τεττάρων ἡμερῶν μάλιστα εὐζώνῳ ἀνδρί, τετραμμέναι μὲν αὐτοῦ πρὸς ἄνεμον νότον, ἀρχαῖαι δὲ οὖσαι καὶ τῶν οἰκητόρων ἀρχαιότροπα τὰ ἐπιτηδεύματα ἔχουσαι· θρησκείαν γὰρ πάντες καὶ εἰς ἐμὲ τὴν τῆς πολυθεΐας ἐνόσουν. [16] ἐνταῦθα ἐκ παλαιοῦ τῷ τε Ἄμμωνι καὶ Ἀλεξάνδρῳ τῷ Μακεδόνι ἀνέκειτο ἕδη. [17] οἷς δὴ καὶ ἐσφαγιάζοντο μέχρι ἐς τὴν Ἰουστινιανοῦ βασιλείαν οἱ ἐπιχώριοι. [18] ἦν δὲ καὶ ὅμιλος αὐτοῖς τῶν ἱεροδούλων καλουμένων πολύς. νῦν δὲ ὁ βασιλεὺς οὗτος οὐχ ὅσον ἐς τὰ σώματα τοῖς κατηκόοις ἐκποριζόμενος τὴν ἀσφάλειαν, ἀλλὰ καὶ τὰς ψυχὰς διασώσασθαι ἐν ἐπιμελείᾳ ποιούμενος, καὶ τῶν ταύτῃ ᾠκημένων ἀνθρώπων κατὰ πάντα προὐνόησε τρόπον. [19] τά τε γὰρ ἄλλα διαφερόντως αὐτῶν ἐπιμελεῖσθαι οὐδαμῇ ἀπηξίωσε καὶ τὴν τῆς εὐσεβείας ἐδίδαξε δόξαν Χριστιανοὺς πανοικεσίᾳ πεποιημένος καὶ μεταπορευόμενος λελυμασμένα σφίσι τὰ πάτρια ἤθη. [20] οἷς δὴ καὶ νεὼν τῆς θεοτόκου ἐδείματο, φυλακτήριον ταῖς πόλεσι τῆς τε σωτηρίας καὶ τῆς ἀμφὶ τῇ δόξῃ ἀληθείας ἐσόμενον. ταῦτα μὲν οὖν τῇδέ πη ἔσχε.
[21] Βόρειον δὲ ἡ πόλις Μαυρουσίοις γειτνιῶσα βαρβάροις φόρου ὑποτελὴς οὐ γεγένηται ἐς τόδε τοῦ χρόνου· οὐδέ τινες πώποτε δασμολόγοι ἢ p[370]φορολόγοι ἐς αὐτὴν ἵκοντο, ἐξ οὗ γεγόνασιν ἄνθρωποι. [22] οἱ δὲ Ἰουδαῖοι ᾤκηντο ἐκ παλαιοῦ αὐτῶν ἄγχιστα. οὗ δὴ καὶ νεὼς ἦν ἀρχαῖος αὐτοῖς, ὅνπερ ἐσέβοντό τε καὶ ἐτεθήπεσαν μάλιστα, δειμαμένου τοῦτο Σολομῶνος, ὥσπερ φασί, βασιλεύοντος Ἑβραίων τοῦ ἔθνους. [23] ἀλλὰ καὶ αὐτοὺς ἅπαντας Ἰουστινιανὸς βασιλεὺς μεταγνῶναί τε τὰ πάτρια ἤθη, καὶ Χριστιανοὺς γεγονέναι διαπραξάμενος, τοῦτον δὴ τὸν νεὼν ἐς ἐκκλησίας μεθηρμόσατο σχῆμα.
[3] [1] Μετὰ τούτους αἱ Σύρτεις εἰσὶν αἱ μεγάλαι ὠνομασμέναι. ἐφ᾽ οὗ δέ εἰσι σχήματος αὗται, καὶ ὅτου δὴ ἕνεκα τούτου μεταλαγχάνουσι τοῦ ὀνόματος, ἐγὼ δηλώσω. [2] προβέβληταί τις ἐνταῦθα ἠϊών· σχιζομένη δὲ αὐτὴ τῇ τῆς θαλάσσης ἐπιρροῇ, τῷ τε ῥοθίῳ ἀφανιζομένη, ἀποβαίνειν δοκεῖ, καὶ ἐφ᾽ ἑαυτὴν ὑποχωροῦσα ὀπίσω ἰέναι· ἐς κόλπον δὲ μηνοειδῆ ἐπὶ μακρότατον τέτραπται. [3] καὶ ὁ μὲν ἀρχομένης πλευρᾶς διάπλους ἐς τετρακοσίους διήκει σταδίους· τοῦ δὲ μηνοειδοῦς τὸ περίμετρον ἐς ἡμερῶν ἓξ ὁδὸν κατατείνει. [4] ταύτης γὰρ ἡ θάλασσα πεπιεσμένη τῆς ἠπείρου ἐντὸς τὸν κόλπον ποιεῖται. [5] ἐπειδάν τε ναῦς ἀνέμῳ ἢ κλύδωνι βιαζομένη τοῦ διάπλου ἐντὸς ὑπὲρ τοῦ μηνοειδοῦς τὴν ἀρχὴν γένηται, τὸ ἐνθένδε αὐτῇ ἐπανιέναι ἀμήχανά ἐστιν, ἀλλὰ συρομένῃ τὸ λοιπὸν ἔοικε, καὶ διαφανῶς ἐπίπροσθεν ἀεὶ p[372]ἑλκομένῃ. [6] καὶ ἀπ᾽ αὐτοῦ, οἶμαι, τὸν χῶρον οἱ πάλαι ἄνθρωποι τοῦ πάθους τῶν νεῶν ἕνεκα Σύρτεις ὠνόμασαν. [7] οὐ μὴν οὐδὲ διανεῦσαι τοῖς πλοίοις ἄχρι ἐς τὴν ἠϊόνα δυνατὰ γεγέν�
�ται. πέτραι γὰρ ὕφαλοι διακεκληρωμέναι τὰ πλεῖστα τοῦ κόλπου πλώιμα οὐ ξυγχωροῦσιν ἐνταῦθα εἶναι, ἀλλ᾽ ἐν τοῖς βράχεσι τὰς ναῦς διαχρῶνται. [8] μόνοις δὲ τοῖς λέμβοις οἱ πλωτῆρες τούτων δὴ τῶν νηῶν οἷοί τέ εἰσι διασώζεσθαι, ἂν οὕτω τύχοι, μετὰ κινδύνων τὰς διεξόδους ποιούμενοι.
[9] Τριπόλεως τῇδε τῆς καλουμένης τὰ ὅριά ἐστι, Μαυρούσιοί τε βάρβαροι ἐνταῦθα οἰκοῦσι, Φοινικὸν ἔθνος. οὗ δὴ καὶ πόλις ἐστὶ Κιδαμὴ ὄνομα. [10] ἐνταῦθά τε Μαυρούσιοι ᾤκηνται Ῥωμαίων ἔνσπονδοι ἐκ παλαιοῦ ὄντες· οἵπερ ἅπαντες πεισθέντες Ἰουστινιανῷ βασιλεῖ, δόγματι τῷ Χριστιανῶν ἐθελούσιοι προσεχώρησαν. [11] Πακᾶτοι δὲ οὗτοι τανῦν οἱ Μαυρούσιοι ἐπικαλοῦνται, ἐπεὶ πρὸς Ῥωμαίους ἀεὶ σπονδὰς ἔχουσι· πάκεν γὰρ τὴν εἰρήνην τῇ Λατίνων καλοῦσι φωνῇ. [12] Πενταπόλεως δὲ Τρίπολις ἡμερῶν διέχει ὁδῷ εἴκοσιν εὐζώνῳ ἀνδρί.
[4] [1] Πόλις ἐνθένδε ἡ Λεπτιμάγνα ἐκδέχεται, μεγάλη μὲν καὶ πολυάνθρωπος τὸ παλαιὸν οὖσα, ἔρημος δὲ χρόνῳ ὕστερον γεγενημένη ἐκ τοῦ ἐπὶ πλεῖστον, ψάμμου τε πλήθει τὰ πολλὰ τῷ ἀπημελῆσθαι καταχωσθεῖσα. [2] καὶ ταύτης δὲ τὸν περίβολον ἐκ τῶν θεμελίων ὁ καθ᾽ ἡμᾶς ᾠκοδομήσατο βασιλεύς, οὐ τοσοῦτον μέντοι, ὅσος τὸ p[374]πρότερον ἦν, ἀλλὰ κατὰ πολὺ ἥσσονα, ὡς μὴ τῷ μεγέθει σφαλερὰ καὶ αὖθις ἡ πόλις εἴη, καὶ πολεμίοις μὲν ἁλωτή, ψάμμῳ δὲ πρόχειρος. [3] νῦν δὲ δὴ τῆς πόλεως τὸ μὲν καταχωσθὲν ἐφ᾽ οὗπερ ἦν σχήματος εἴασεν οὕτω δὴ ψάμμῳ ἐς λόφους συνειλεγμένῃ κεκαλυμμένον, τὴν δὲ λοιπὴν ἐτειχίσατο ἐν τῷ τῆς οἰκοδομίας ἐχυρῷ μάλιστα. [4] καὶ ἱερὸν μὲν ἀξιοθέατον τῇ θεοτόκῳ τῇδε ἀνέθηκεν, ἐκκλησίας δὲ τέτταρας ἐδείματο ἄλλας. [5] πρὸς δὲ καὶ ἀνῳκοδομήσατο τὰ τῇδε γεγονότα ἐν τοῖς ἄνω χρόνοις καὶ καταπεπτωκότα βασίλεια, Σεβήρου βασιλέως τοῦ παλαιοῦ ἔργον· ὃς δὴ ἐνθένδε ὁρμώμενος μνημεῖα τῆς εὐδαιμονίας τὰ βασίλεια τάδε ἀπέλιπεν.
Delphi Complete Works of Procopius Page 307