[6] Ἀλλὰ γὰρ ἐνταῦθα γενόμενος τοῦ λόγου τὸ ξυνενεχθὲν ἐπὶ Λεπτιμάγνης ἐν χρόνῳ τῷ καθ᾽ ἡμᾶς ὡς ἥκιστα σιωπήσομαι. ἤδη μὲν Ἰουστινιανοῦ τὴν βασιλείαν παραλαβόντος, οὔπω δὲ πόλεμον τὸν Βανδιλικὸν ἀνῃρημένου, Μαυρούσιοι βάρβαροι, οἱ Λευάθαι καλούμενοι, βιασάμενοι τοὺς Λιβύης τότε κυρίους Βανδίλους, ἔρημον ἀνθρώπων τὴν Λεπτιμάγναν παντάπασι κατεστήσατο. [7] ἐν χώροις δὲ λοφώδεσι ξὺν τοῖς ἡγεμόσι διατριβήν τινα ἔχοντες Λεπτιμάγνης οὐ πολλῷ ἄποθεν, φλόγα πυρὸς ἐξαπιναίως ἐν μέσῃ τῇ πόλει τεθέανται. [8] πολεμίους τε ὑποτοπήσαντες ἐνδήμους ἐνταῦθα γενέσθαι, δρόμῳ ἐπ᾽ αὐτοὺς ἐβοήθουν πολλῷ. [9] ἀνθρώπων τε οὐδένα εὑρόντες ἐπὶ τοὺς μάντεις τὸ πρᾶγμα ἦγον, οἳ δὴ τῷ ξυμβεβηκότι τεκμηριούμενοι τὴν Λεπτιμάγναν οὐκ εἰς μακρὰν οἰκισθήσεσθαι προὔλεγον. [10] οὐ πολλῷ τε ὕστερον ἀφικόμενος ὁ τοῦ βασιλέως στρατὸς Λιβύην τε τὴν p[376]ἄλλην καὶ Τρίπολιν ἔσχε, Βανδίλων τε καὶ Μαυρουσίων καθυπέρτερος τῷ πολέμῳ γεγενημένος. ἐγὼ δὲ ὅθεν τὴν ἐκβολὴν τοῦ λόγου ἐποιησάμην ἐπάνειμι.
[11] Ἐν ταύτῃ τῇ πόλει βασιλεὺς Ἰουστινιανὸς καὶ λουτρῶνας ἐν δημοσίῳ πεποίηται, τόν τε περίβολον τῆς πόλεως ἐκ θεμελίων τῶν ἐσχάτων ᾠκοδομήσατο, καὶ τοῖς τε βαλανείοις τοῖς τε ἄλλοις πᾶσιν ἐς πόλεως αὐτὴν κατεστήσατο σχῆμα. [12] τούς τε πλησιοχώρους αὐτῇ βαρβάρους, οἱ Γαδαβιτανοὶ ἐπικαλοῦνται, κατακόρως ἐς τόδε τοῦ χρόνου τὴν Ἑλληνικὴν καλουμένην ἀθεΐαν δοξάζοντας, Χριστιανοὺς διεπράξατο γενέσθαι τανῦν προυθμίᾳ τῇ πάσῃ. [13] ἀλλὰ καὶ Σαβραθὰν ἐτειχίσατο πόλιν, οὗ δὴ καὶ λόγου ἀξίαν πολλοῦ ἐκκλησίαν ἐδείματο.
[14] Πόλεις δὲ δύο εἰσὶ ταύτης ἐν ἐσχάτῳ τῆς χώρας, Τάκαπά τε καὶ Γίργις, ὧν δὴ κατὰ μέσον Σύρτεις τὰς μικρὰς ξυμβαίνει εἶναι. [15] ἐνταῦθα γίνεταί τι ἐς ἡμέραν ἑκάστην θαυμάσιον ἡλίκον. ἡ θάλασσα ἐν στενῷ θλιβομένη ἀπεργάζεται μηνοειδῆ κόλπον, ᾗπερ γίνεσθαι καὶ κατὰ τὰς ἄλλας Σύρτεις ἐρρήθη. [16] ἀναβαίνει δὲ εἰς τὴν ἤπειρον πλέον ἢ ὁδῷ ἡμέρας εὐζώνῳ ἀνδρί, ἀμφί τε τὰ πρὸς ἑσπέραν ἐπάνεισιν αὖθις, ἐπιλιποῦσα ἐπὶ ξηροῦ τὴν ἠϊόνα ταύτην κατὰ ταὐτὰ ταῖς ἄλλαις ἀκταῖς. [17] οἳ τε ναῦται εἰς τὴν ἤπειρον ἀναγόμενοι θάλασσαν ἐπὶ καιροῦ γεγενημένην, τῆς μὲν ἡμέρας ὡς πορρωτάτω τὰ εἰωθότα ναυτίλλονται, ἀμφὶ δείλην δὲ πάντως ὀψίαν ὡς ἐν γῆ αὐλισόμενοι συσκευάζονται, κοντούς τινας ἐν παρασκευῇ μακροὺς ἔχοντες. [18] ἐπειδάν τε τάχιστα τοῦ ῥοθίου p[378]αἴσθωνται ὑπόπτως ἐς τὴν ἀναχώρησιν ἔχοντος, οἵδε κοντοὺς ἔχοντες καὶ διαχειρίζοντες ἐκπηδῶσιν ὀκνήσει οὐδεμίᾳ ἐκ τῆς νεώς. [19] νηχόμενοι δὲ πρῶτον, εἶτα ἑστήκασιν, ἡνίκα ἂν σφίσι τὸ ὕδωρ οὐχ ὑπεραίροι τὰ πρόσωπα. [20] ἐκ τε τῶν ἄκρων τοὺς κοντοὺς ἐπὶ τῆς γῆς προσουδίσαντες ἐν ξηρῷ ἤδη γεγενημένης ἢ ἐσομένης αὐτίκα δὴ μάλα, ὀρθοὺς ἱστᾶσιν, ὑποκεισομένους τῷ πλοίῳ καὶ μετεωρίσοντας ἑκατέρωθεν, ὡς μὴ ἐπικλινᾶν ἐπὶ θάτερα συντριβὲς γένηται. [21] τῇ δὲ ὑστεραίᾳ ὄρθρου βαθέος ἡ μὲν ἤπειρος μεταμφιασαμένη τὴν θάλασσαν ἐπικυρτοῦται κυμαίνουσα, τὰ δὲ πλοῖα ἐπαιρόμενα πλεῖ. [22] οἵ τε ναῦται περιελόντες ἐπικαιριώτατα τοὺς κοντοὺς ναυτίλλονται αὖθις. [23] παράλλαξίν τε οὐδεμίαν τοῦ ἔργου γενέσθαι ξυμβαίνει, ἀλλ᾽ ἐς ἡμέραν ἑκάστην ἡ τῶν στοιχείων διαδοχὴ ἐπιγίνεται.
[5] [1] Μετὰ δὲ Τρίπολίν τε καὶ Σύρτεις ἡμεῖς ἐπὶ Λιβύην τὴν ἄλλην ἴωμεν. [2] ἀρκτέον δὲ ἡμῖν ἐκ Καρχηδόνος, ἣ μεγίστη τε καὶ ἀξιολογωτάτη τῶν τῇδε πόλεων τυγχάνει οὖσα, τοσοῦτον πρότερον ὑπειποῦσιν, ὡς ἡνίκα Γιζέριχός τε καὶ Βανδίλοι Λιβύην ἔσχον, ἐνθύμημα ἐπιγέγονεν αὐτοῖς ἀξιώλεθρόν τε καὶ πρέπον βαρβάροις. [3] ἄμεινον γὰρ ἐλογίσαντο σφίσι τὰ πράγματα ἕξειν ἀτειχίστων ὄντων τῶν τῇδε χωρίων, ὡς μή τι καταλαβόντες αὐτῶν Ῥωμαῖοι Βανδίλους κακουργεῖν ἔχοιεν. [4] ἅπαντα οὖν τὰ τείχη ἐς τὸ ἔδαφος καθεῖλον εὐθύς. βάρβαροι γὰρ ἅπαντες ἐκ τοῦ ἐπὶ πλεῖστον ἐπὶ πονηρῷ τῷ Ῥωμαίων βουλεύονται μὲν ὡς ὀξύτατα, ἐπιτελοῦσι δὲ ὡς ταχύτατα ὅσα ἂν αὐτοῖς δοκοῦντα εἴη. [5] μόνον p[380]δὲ αὐτοῖς τό τε Καρχηδόνος καὶ ὀλίγα ἄττα ἐφ᾽ οὗπερ ἦσαν σχήματος ἔμειναν, ὧνπερ ἐπιμελεῖσθαι ἀπαξιοῦντες, διαφθορεῖν αὐτὰ τῷ χρόνῳ ἀφῆκαν. [6] βασιλεὺς δὲ Ἰουστινιανὸς (ἀνθρώπων μὲν οὐδενὸς ἐπαινοῦντος, ἀλλὰ καὶ πεφρικότων τὸ ἔργων ἁπάντων, μόνου δὲ τοῦ θεοῦ εἰσηγουμένου τε καὶ ἐπαγγελλομένου καὶ ξυλλαμβάνοντος) Βελισάριόν τε καὶ στράτευμα ἐπὶ Λιβύην πέμψας, Γελίμερά τε καὶ δύναμιν τὴν Βανδίλων καθεῖλε, πολλοὺς μὲν κτείνας τοὺς δὲ λοιποὺς δορυαλώτους πεποιημένος, ᾗπέρ μοι ἐν λόγοις τοῖς ὑπὲρ τῶν πολέμων δεδήλωται. [7] καὶ τὰ μὲν καθῃρημένα τῶν ἐν Λιβύῃ ὀχυρωμάτων ἀνενεώσατο ἅπαντα, ἕτερα δὲ παμπληθῆ ἐπετεχνήσατο νεοχμώσας αὐτός.
[8] Πρῶτα μὲν οὖν Καρχηδόνος, τῆς νῦν καὶ Ἰουστινιανῆς, ὡς τὸ εἰκός, καλουμένης ἐπεμελήσατο, διερρυηκότα μὲν τὸν περίβολον ἀνοικοδομησάμενος ἅπαντα, καὶ τάφρον ἐν περιδρόμῳ διορύξας οὐ πρότερον οὖσαν. [9] ἀνέθηκε δὲ καὶ ἱερὰ τεμένη, τῇ μὲν θεοτόκῳ, ὅπερ ἐν Παλατίῳ ἐστί, καὶ τούτου ἐκτὸς τῶν τινι ἐπιχωρίων ἁγίων �
�γίᾳ Πρίμῃ. [10] ἔτι μέντοι καὶ στοὰς ἑκατέρωθι τῆς Μαριτίμου ἀγορὰς καλουμένης ἐδείματο, καὶ βαλανεῖον ἐν δημοσίῳ ἀξιοθέατον, ὅπερ ἐπωνύμως τῇ βασιλίδι Θεοδωριανὰς ἐπωνόμασαν. [11] ἐδείματο δὲ καὶ μοναστήριον τοῦ περιβόλου ἐντὸς ἐπιθαλασσίδιον, ἄγχιστα τοῦ λιμένος ὅπερ Μανδράκιον ὀνομάζουσιν, ἐρύματί τε αὐτὸ ἐχυρωτάτῳ περιβαλὼν φρούριον ἀνανταγώνιστον ἀπειργάσατο.
p[382] [12] Ταῦτα μὲν οὖν ἐπὶ Καρχηδόνος τῆς νέας Ἰουστινιανῷ εἴργασται. ἐν δὲ χώρᾳ τῇ ἀμφ᾽ αὐτήν, ἢ Προκονσουλαρία ὠνόμασται, πόλις ἀτείχιστος ἦν, Βάγα ὄνομα, μὴ ὅτι βαρβάροις ἐπιοῦσιν, ἀλλὰ καὶ τύχῃ τινὶ παριοῦσιν ἁλωτὴ οὖσα. [13] ταύτην ἐρύματι ἐχυρωτάτῳ περιβαλὼν Ἰουστινιανὸς βασιλεὺς πόλιν τε διεπράξατο εἶναι καὶ τοὺς οἰκήτορας ἐν τῷ ἀσφαλεῖ διασώσασθαι οἵαν τε εἶναι. [14] οἳ δὴ τετυχηκότες τῆς χάριτος ἐς τὴν τῆς βασιλίδος τιμὴν Θεοδωριάδα καλοῦσι τὴν πόλιν. [15] φρούριον δὲ ᾠκοδομήσατο ἐν ταύτῃ τῇ χώρα ὃ Τούκκα καλοῦσιν.
[6] [1] Ἐν Βυζακίῳ δὲ πόλις, Ἀδράμυτος ὄνομα, ἐν τῇ παραλίᾳ οἰκεῖται, μεγάλη καὶ πολυάνθρωπος ἐκ παλαιοῦ οὖσα, καὶ δι᾽ αὐτὸ τὸ τῆς μητροπόλεως ὄνομά τε καὶ ἀξίωμα κληρωσαμένη ἐν ταύτῃ τῇ χώρᾳ, ἐπεὶ πρώτην αὐτὴν μεγέθει τε καὶ τῇ ἄλλῃ εὐδαιμονίᾳ ξυμβαίνει εἶναι. [2] ταύτης Βανδίλοι μὲν τὸν περίβολον ἐς ἔδαφος καθεῖλον, ὡς μή ποτε Ῥωμαῖοι αὐτῆς ἀντιλαβέσθαι δυνατοὶ εἶεν· Μαυρουσίοις τε καταθέουσι τὰ ἐκείνῃ χωρία ἐν ἐπιτηδείῳ ἀπέκειτο. [3] Λίβυες δὲ κατὰ ταύτην οἰκήτορες, ὅσα γε δυνατὰ τῆς σφῶν σωτηρίας ἐπιμελούμενοι, τὰ διῃρημένα τῶν τοίχων ἀποτριγχώσαντες τὰς οἰκίας ἀλλήλαις ἐνῆψαν· [4] ἐξ ὧν δὴ τοῖς ἐπιοῦσι διαμαχόμενοι ἔν τε τῷ σφαλερῷ τῆς ἐλπίδος καὶ τῷ ἐπικινδύνῳ ἠμύνοντο. [5] ἦν δὲ αὐτοῖς ἐπὶ τριχὸς ἡ σωτηρία διηνεκὲς καὶ ἐπὶ θατέρου σκέλους ἑστῶσα, πολεμουμένοις μὲν ὑπὸ τῶν Μαυρουσίων, ὑπὸ δὲ τῶν Βανδίλων ἀμελουμένοις. p[384][6] ἀλλ᾽ ἡνίκα Λιβύης κύριος τῷ πολέμῳ βασιλεὺς Ἰουστινιανὸς γέγονε, τεῖχός τε τῇ πόλει εὐμέγεθες ἄγαν περιβαλὼν καὶ φρουρὰν ἐνταῦθα στρατιωτῶν καταστησάμενος ἀξιόχρεων θαρσεῖν τε ὑπὲρ ἀσφαλείας τοὺς τῇδε ᾠκημένους πεποίηται ἀφροντιστῆσαί τε πολεμίων ἁπάντων. [7] διὸ δὴ αὐτὴν καὶ Ἰουστινιανὴν καλοῦσι τανῦν, σῶστρα τῷ βασιλεῖ ταῦτα ἐκτίνοντες, μόνῃ τοῦ ὀνόματος τῇ παρενθήκῃ τὴν εὐγνωμοσύνην ἐπιδεικνύμενοι, ἐπεὶ ἄλλο οὐδὲν ὅτῳ ἂν καὶ βασιλέως τὴν ἀγαθοεργίαν ἀμείβοιντο οὔτε αὐτοὶ εἶχον οὔτε οὗτος ἐβούλετο.
[8] Ἦν δέ τι καὶ ἄλλο ἐν τῇ τοῦ Βυζακίου παραλίᾳ χωρίον ὅπερ ἐκάλουν Καπούτβαδα οἱ ἐπιχώριοι. ἐνταῦθα καταπλεύσας τὰ πρῶτα ὁ τοῦ βασιλέως στόλος Λιβύων τῆς γῆς ἐπεβάτευεν, ἡνίκα ἐπὶ Γελίμερά τε καὶ Βανδίλους ἐστράτευεν. [9] οὒ δὴ καὶ τὸ θαυμάσιον ἐκεῖνο καὶ λόγου κρεῖσσον ἐς τὸν βασιλέα ἐπιδέδεικται ὁ θεὸς δώρημα, ὅπερ μοι ἐν τοῖς ὑπὲρ τῶν πολέμων δεδήλωται λόγοις. [10] ἀνύδρου γὰρ τοῦ χωρίου τὰ μάλιστα ὄντος, ὕδατός τε ἀπορίᾳ πολλῇ πιεζομένου τοῦ Ῥωμαίων στρατοῦ, ἡ γῆ, πρότερον ἐπὶ ξηροῦ βεβαιότατα οὖσα, πηγὴν ἀνῆκεν οὗ δὴ τὸ χαράκωμα οἱ στρατιῶται εἰργάζοντο. [11] οἱ μὲν γὰρ ὤρυσσον, ἡ δὲ ἀνεβλύστανεν. ἥ τε γῆ αὐχμὸν ἀποβαλοῦσα τὸν ἐπιχώριον καὶ μεθαρμοσαμένη τὴν αὐτῆς φύσιν ὕδατι ποτίμῳ ὑγρὰ ἐγεγόνει. [12] ταύτῃ τε τὸ λοιπὸν ἐν ἐπιτηδείῳ στρατοπεδεύσαντές p[386]τε καὶ αὐλισάμενοι, καὶ τῇ ὑστεραίᾳ ὡς ἐς τὴν μάχην συσκευασάμενοι, ἵνα τὰ ἐν μέσῳ συντέμω, Λιβύην ἔσχον. [13] μαρτυρίῳ τοίνυν διηνεκεῖ τὸ τοῦ θεοῦ δῶρον πιστούμενος Ἰουστινιανὸς βασιλεύς, ᾧ δὴ βουλομένῳ τὰ ἀμηχανώτατα εὔκολα γίνεται, ἐς πόλιν αὐτίκα μεταβιβάσαι τὸ χωρίον τοῦτο βεβούλευται, τείχει μὲν ἐρυμνήν, τῇ δὲ ἄλλῃ κατασκευῇ ἐς πόλεως ὄγκον ὑπογεγραμμένην εὐδαίμονος, καὶ γέγονεν ἔργον τὸ τοῦ βασιλέως ἐνθύμημα. [14] τεῖχός τε γὰρ ἀποτετόρνευται καὶ πόλις, καὶ ἀγροῦ τύχη ἐξαπιναίως ἀμείβεται. [15] οἵ τε ἄγροικοι τὴν ἐχέτλην ἀπορριψάμενοι πολιτικῶς βιοτεύουσιν, οὐκ ἄγροικον δίαιταν ἔτι, ἀλλ᾽ ἀστείαν διαχειρίζοντες. [16] ἐπεὶ καὶ ἀγοράζουσιν ἐνταῦθα διημερεύοντες, καὶ ὑπὲρ τῶν σφίσιν ἀναγκαίων ἐκκλησιάζουσι, καὶ ἀγορὰν ἀλλήλοις συμβάλλουσι, τἄλλα τε ἅπαντα πράσσουσιν ὅσα δὴ ἐς πόλεως ἀξίωμα ἥκει.
[17] Ταῦτα μὲν ἐν Βυζακίῳ τῷ ἐπιθαλασσίῳ πεποίηται. κατὰ δὲ τὴν μεσόγειαν ἐς τῆς χώρας τὰ ἔσχατα, ἵνα δὴ αὐτὴν βάρβαροι προσοικοῦσι Μαυρούσιοι, ἐπιτειχίσματα κατ᾽ αὐτῶν πεποίηται δυνατώτατα, ἐξ ὧν δὴ οὐκέτι οἷοί τέ εἰσι καταθεῖν τὴν Ῥωμαίων ἀρχήν. [18] πόλεις τε γὰρ τὰς ἐνταῦθα οὔσας ἐν ἐσχατιᾷ τῆς χώρας ἑκάστην τείχεσιν ἐχυροῖς ἄγαν περιβαλών, αἷς αἱ προσηγορίαι Μάμμης τε καὶ Τελεπτὴ καὶ Κούλουλις, καὶ φρούριον τειχισάμενος, ὅπερ καλοῦσιν οἱ ἐπιχώριοι Αὐμέτρα, ἐχεγγύους ἐνταῦθα φρουροὺς στρατιωτῶν κατεστήσατο.
p[388] [7] [1] Τρόπῳ δὲ τῷ αὐτῷ Νουμιδίων τῇ χώρᾳ τειχίσματί τε καὶ στρατιωτῶν φυλακτηρίοις τὴν ἀσφάλειαν προσεποίησεν, ὧνπερ ἕκαστα ἐρῶν ἔρχομαι. [2] ὄρος ἐστὶν ἐν Νουμιδίᾳ, ὅπερ Αὐράσιον ἐπικέκληται, οἷον δὴ γῆς τῆς οἰκουμένης ἑτέρωθι ὡς ἥκιστα ξυμβαίνει εἶ
ναι. [3] τοῦτο γὰρ τὸ ὄρος οὐρανόμηκες μὲν ἐν τῷ ἀποτόμῳ ἀνέχει, ἐς περίμετρον δὲ ἡμερῶν μάλιστα διήκει ὁδῷ τριῶν. καὶ προσιόντι μὲν ἀπρόσβατόν ἐστιν, ἀνάβασιν οὐδεμίαν ὅτι μὴ ἐν ἀποκρήμνῳ ἔχον. [4] ἄνω δὲ γενομένῳ γεώδης τε ἡ χώρα καὶ ὁμαλὴ τὰ πεδία καὶ ὁδοὶ προσηνεῖς, λειμῶνες εὔνομοι, παράδεισοι κατάφυτοι δένδροις, ἀρόματα πάντα. [5] καὶ πηγαὶ μὲν ἀποβλύζουσαι τῶν τῇδε σκοπέλων, γαληνὰ δὲ τὰ ὕδατα, καὶ ποταμοὶ πλήθει ῥοθίου ἐπικυρτούμενοι, καὶ τὸ δὴ πάντων παραδοξότατον, τά τε λήϊα καὶ τὰ δένδρα ἐν τούτῳ τῷ ὄρει διπλάσιον μεγέθους πέρι τὸν καρπὸν φέρουσιν ἢ ἐν Λιβύῃ τῇ ἄλλῃ πέφυκε γίνεσθαι. τὰ μὲν οὖν ὄρους τοῦ Αὐρασίου ταύτῃ πη ἔχει. [6] Βανδίλοι δὲ αὐτὸ σὺν πάσῃ Λιβύῃ τὸ κατ᾽ ἀρχὰς εἶχον, οὓς δὴ Μαυρούσιοι ἀφελόμενοι τῇδε ἱδρύσαντο. [7] Μαυρουσίους δὲ καὶ Ἰαῦδαν, ὃς αὐτῶν ἦρχεν, ἐξελάσας ἐνθένδε Ἰουστινιανὸς βασιλεύς, τῇ ἄλλῃ προσεποίησε Ῥωμαίων ἀρχῇ. [8] προνοήσας τε ὡς μὴ καὶ αὖθις οἱ βάρβαροι κακουργοῖεν ἐνταῦθα ἰόντες, πόλεις μὲν ἀμφὶ τὸ ὄρος ἐρήμους τε καὶ ἀτειχίστους τὸ παράπαν εὑρὼν ἐτειχίσατο, Πεντεβαγάην τε λέγω καὶ Φλωρεντιανὴν καὶ Βάδην τε καὶ Μήλεον καὶ Ταμουγάδην, p[390]ἔτι μέντοι καὶ φρούρια δύο Δάβουσίν τε καὶ Γαιανά, φυλακτήρια δὲ στρατιωτῶν διαρκῆ ἐνταῦθα καταστησάμενος, οὐδεμίαν τοῖς ἐκείνῃ βαρβάροις ἐλπίδα τῆς ἐπὶ τὸ Αὐράσιον ἐπιβουλῆς ἀπελίπετο. [9] καὶ χώραν δὲ τὴν ὑπὲρ τὸ Αὐράσιον ὑπὸ Βανδίλοις ὡς ἥκιστα οὖσαν τοὺς Μαυρουσίους ἀφείλετο. πόλεις τε ἐνταῦθα ἐτειχίσατο δύο, τήν τε Φρίκην καὶ Σίτιφιν. [10] ἐν δὲ δὴ πόλεσι ταῖς ἐπὶ Νουμιδίας τῆς ἄλλης κειμέναις ἀνανταγώνιστα ἐρύματα κατεστήσατο. αἷς αἱ προσηγορίαι αἵδε εἰσί· Λαριβουζουδούων, Παρατουρών, Κιλανά, Σικκαβενερία, Τίγισις, Λαμφουαομβά, Καλαμάα, Μέδαρα, Μέδελα. [11] ἔτι μέντοι καὶ φρούρια δύο, ἡ Σκιλή τε καὶ Φώσαλα. ταῦτα μὲν ὧδέ πη ἔσχε.
Delphi Complete Works of Procopius Page 308