Book Read Free

Septuagint Complete Greek and English Edition

Page 492

by Septuagint


  CHAPTER 35

  [1] Ὁ συντηρῶν νόμον πλεονάζει προσφοράς, θυσιάζων σωτηρίου ὁ προσέχων ἐντολαῖς. [2] ἀνταποδιδοὺς χάριν προσφέρων σεμίδαλιν, καὶ ὁ ποιῶν ἐλεημοσύνην θυσιάζων αἰνέσεως. [3] εὐδοκία κυρίου ἀποστῆναι ἀπὸ πονηρίας, καὶ ἐξιλασμὸς ἀποστῆναι ἀπὸ ἀδικίας. [4] μὴ ὀφθῇς ἐν προσώπῳ κυρίου κενός· πάντα γὰρ ταῦτα χάριν ἐντολῆς. [5] προσφορὰ δικαίου λιπαίνει θυσιαστήριον, καὶ ἡ εὐωδία αὐτῆς ἔναντι ὑψίστου. [6] θυσία ἀνδρὸς δικαίου δεκτή, καὶ τὸ μνημόσυνον αὐτῆς οὐκ ἐπιλησθήσεται. [7] ἐν ἀγαθῷ ὀφθαλμῷ δόξασον τὸν κύριον καὶ μὴ σμικρύνῃς ἀπαρχὴν χειρῶν σου. [8] ἐν πάσῃ δόσει ἱλάρωσον τὸ πρόσωπόν σου καὶ ἐν εὐφροσύνῃ ἁγίασον δεκάτην. [9] δὸς ὑψίστῳ κατὰ τὴν δόσιν αὐτοῦ καὶ ἐν ἀγαθῷ ὀφθαλμῷ καθ’ εὕρεμα χειρός· [10] ὅτι κύριος ἀνταποδιδούς ἐστιν καὶ ἑπταπλάσια ἀνταποδώσει σοι. [11] Μὴ δωροκόπει, οὐ γὰρ προσδέξεται, καὶ μὴ ἔπεχε θυσίᾳ ἀδίκῳ· [12] ὅτι κύριος κριτής ἐστιν, καὶ οὐκ ἔστιν παρ’ αὐτῷ δόξα προσώπου. [13] οὐ λήμψεται πρόσωπον ἐπὶ πτωχοῦ καὶ δέησιν ἠδικημένου εἰσακούσεται· [14] οὐ μὴ ὑπερίδῃ ἱκετείαν ὀρφανοῦ καὶ χήραν, ἐὰν ἐκχέῃ λαλιάν· [15] οὐχὶ δάκρυα χήρας ἐπὶ σιαγόνα καταβαίνει καὶ ἡ καταβόησις ἐπὶ τῷ καταγαγόντι αὐτά; [16] θεραπεύων ἐν εὐδοκίᾳ δεχθήσεται, καὶ ἡ δέησις αὐτοῦ ἕως νεφελῶν συνάψει· [17] προσευχὴ ταπεινοῦ νεφέλας διῆλθεν, καὶ ἕως συνεγγίσῃ, οὐ μὴ παρακληθῇ· [18] καὶ οὐ μὴ ἀποστῇ, ἕως ἐπισκέψηται ὁ ὕψιστος καὶ κρινεῖ δικαίοις καὶ ποιήσει κρίσιν. [19] καὶ ὁ κύριος οὐ μὴ βραδύνῃ οὐδὲ μὴ μακροθυμήσῃ ἐπ’ αὐτοῖς, [20] ἕως ἂν συντρίψῃ ὀσφὺν ἀνελεημόνων καὶ τοῖς ἔθνεσιν ἀνταποδώσει ἐκδίκησιν, [21] ἕως ἐξάρῃ πλῆθος ὑβριστῶν καὶ σκῆπτρα ἀδίκων συντρίψει, [22] ἕως ἀνταποδῷ ἀνθρώπῳ κατὰ τὰς πράξεις αὐτοῦ καὶ τὰ ἔργα τῶν ἀνθρώπων κατὰ τὰ ἐνθυμήματα αὐτῶν, [23] ἕως κρίνῃ τὴν κρίσιν τοῦ λαοῦ αὐτοῦ καὶ εὐφρανεῖ αὐτοὺς ἐν τῷ ἐλέει αὐτοῦ. [24] ὡραῖον ἔλεος ἐν καιρῷ θλίψεως αὐτοῦ ὡς νεφέλαι ὑετοῦ ἐν καιρῷ ἀβροχίας.

  CHAPTER 36

  [1] Ἐλέησον ἡμᾶς, δέσποτα ὁ θεὸς πάντων, καὶ ἐπίβλεψον καὶ ἐπίβαλε τὸν φόβον σου ἐπὶ πάντα τὰ ἔθνη· [2] ἔπαρον τὴν χεῖρά σου ἐπὶ ἔθνη ἀλλότρια, καὶ ἰδέτωσαν τὴν δυναστείαν σου. [3] ὥσπερ ἐνώπιον αὐτῶν ἡγιάσθης ἐν ἡμῖν, οὕτως ἐνώπιον ἡμῶν μεγαλυνθείης ἐν αὐτοῖς· [4] καὶ ἐπιγνώτωσάν σε, καθάπερ καὶ ἡμεῖς ἐπέγνωμεν ὅτι οὐκ ἔστιν θεὸς πλὴν σοῦ, κύριε. [5] ἐγκαίνισον σημεῖα καὶ ἀλλοίωσον θαυμάσια, δόξασον χεῖρα καὶ βραχίονα δεξιόν· [6] ἔγειρον θυμὸν καὶ ἔκχεον ὀργήν, ἔξαρον ἀντίδικον καὶ ἔκτριψον ἐχθρόν. [7] σπεῦσον καιρὸν καὶ μνήσθητι ὁρκισμοῦ, καὶ ἐκδιηγησάσθωσαν τὰ μεγαλεῖά σου. [8] ἐν ὀργῇ πυρὸς καταβρωθήτω ὁ σῳζόμενος, καὶ οἱ κακοῦντες τὸν λαόν σου εὕροισαν ἀπώλειαν. [9] σύντριψον κεφαλὰς ἀρχόντων ἐχθρῶν λεγόντων Οὐκ ἔστιν πλὴν ἡμῶν. [10] συνάγαγε πάσας φυλὰς Ιακωβ καὶ κατακληρονόμησον αὐτοὺς καθὼς ἀπ’ ἀρχῆς. [11] ἐλέησον λαόν, κύριε, κεκλημένον ἐπ’ ὀνόματί σου καὶ Ισραηλ, ὃν πρωτογόνῳ ὡμοίωσας. [12] οἰκτίρησον πόλιν ἁγιάσματός σου, Ιερουσαλημ τόπον καταπαύματός σου· [13] πλῆσον Σιων ἀρεταλογίας σου καὶ ἀπὸ τῆς δόξης σου τὸν λαόν σου. [14] δὸς μαρτύριον τοῖς ἐν ἀρχῇ κτίσμασίν σου καὶ ἔγειρον προφητείας τὰς ἐπ’ ὀνόματί σου· [15] δὸς μισθὸν τοῖς ὑπομένουσίν σε, καὶ οἱ προφῆταί σου ἐμπιστευθήτωσαν. [16] εἰσάκουσον, κύριε, δεήσεως τῶν ἱκετῶν σου κατὰ τὴν εὐλογίαν Ααρων περὶ τοῦ λαοῦ σου, [17] καὶ γνώσονται πάντες οἱ ἐπὶ τῆς γῆς ὅτι κύριος εἶ ὁ θεὸς τῶν αἰώνων. [18] Πᾶν βρῶμα φάγεται κοιλία, ἔστιν δὲ βρῶμα βρώματος κάλλιον. [19] φάρυγξ γεύεται βρώματα θήρας, οὕτως καρδία συνετὴ λόγους ψευδεῖς. [20] καρδία στρεβλὴ δώσει λύπην, καὶ ἄνθρωπος πολύπειρος ἀνταποδώσει αὐτῷ. [21] πάντα ἄρρενα ἐπιδέξεται γυνή, ἔστιν δὲ θυγάτηρ θυγατρὸς κρείσσων. [22] κάλλος γυναικὸς ἱλαρύνει πρόσωπον καὶ ὑπὲρ πᾶσαν ἐπιθυμίαν ἀνθρώπου ὑπεράγει· [23] εἰ ἔστιν ἐπὶ γλώσσης αὐτῆς ἔλεος καὶ πραύτης, οὐκ ἔστιν ὁ ἀνὴρ αὐτῆς καθ’ υἱοὺς ἀνθρώπων. [24] ὁ κτώμενος γυναῖκα ἐνάρχεται κτήσεως, βοηθὸν κατ’ αὐτὸν καὶ στῦλον ἀναπαύσεως. [25] οὗ οὐκ ἔστιν φραγμός, διαρπαγήσεται κτῆμα· καὶ οὗ οὐκ ἔστιν γυνή, στενάξει πλανώμενος. [26] τίς γὰρ πιστεύσει εὐζώνῳ λῃστῇ ἀφαλλομένῳ ἐκ πόλεως εἰς πόλιν; [27] οὕτως ἀνθρώπῳ μὴ ἔχοντι νοσσιὰν καὶ καταλύοντι οὗ ἐὰν ὀψίσῃ.

  CHAPTER 37

  [1] Πᾶς φίλος ἐρεῖ Ἐφιλίασα κἀγώ· ἀλλ’ ἔστιν φίλος ὀνόματι μόνον φίλος. [2] οὐχὶ λύπη ἔνι ἕως θανάτου ἑταῖρος καὶ φίλος τρεπόμενος εἰς ἔχθραν; [3] ὦ πονηρὸν ἐνθύμημα, πόθεν ἐνεκυλίσθης καλύψαι τὴν ξηρὰν ἐν δολιότητι; [4] ἑταῖρος φίλου ἐν εὐφροσύνῃ ἥδεται καὶ ἐν καιρῷ θλίψεως ἔσται ἀπέναντι· [5] ἑταῖρος φίλῳ συμπονεῖ χάριν γαστρός, ἔναντι πολέμου λήμψεται ἀσπίδα. [6] μὴ ἐπιλάθῃ φίλου ἐν τῇ ψυχῇ σου καὶ μὴ ἀμνημονήσῃς αὐτοῦ ἐν χρήμασίν σου. [7] Πᾶς σύμβουλος ἐξαίρει βουλήν, ἀλλ’ ἔστιν συμβουλεύων εἰς ἑαυτόν. [8] ἀπὸ συμβούλου φύλαξον τὴν ψυχήν σου καὶ γνῶθι πρότερον τίς αὐτοῦ χρεία – καὶ γὰρ αὐτὸς ἑαυτῷ βουλεύσεται – , μήποτε βάλῃ ἐπὶ σοὶ κλῆρον [9] καὶ εἴπῃ σοι Κ�
�λὴ ἡ ὁδός σου, καὶ στήσεται ἐξ ἀναντίας ἰδεῖν τὸ συμβησόμενόν σοι. [10] μὴ βουλεύου μετὰ τοῦ ὑποβλεπομένου σε καὶ ἀπὸ τῶν ζηλούντων σε κρύψον βουλήν, [11] μετὰ γυναικὸς περὶ τῆς ἀντιζήλου αὐτῆς καὶ μετὰ δειλοῦ περὶ πολέμου, μετὰ ἐμπόρου περὶ μεταβολίας καὶ μετὰ ἀγοράζοντος περὶ πράσεως, μετὰ βασκάνου περὶ εὐχαριστίας καὶ μετὰ ἀνελεήμονος περὶ χρηστοηθείας, μετὰ ὀκνηροῦ περὶ παντὸς ἔργου καὶ μετὰ μισθίου ἐφετίου περὶ συντελείας, οἰκέτῃ ἀργῷ περὶ πολλῆς ἐργασίας, μὴ ἔπεχε ἐπὶ τούτοις περὶ πάσης συμβουλίας· [12] ἀλλ’ ἢ μετὰ ἀνδρὸς εὐσεβοῦς ἐνδελέχιζε, ὃν ἂν ἐπιγνῷς συντηροῦντα ἐντολάς, ὃς ἐν τῇ ψυχῇ αὐτοῦ κατὰ τὴν ψυχήν σου, καὶ ἐὰν πταίσῃς, συναλγήσει σοι. [13] καὶ βουλὴν καρδίας στῆσον, οὐ γὰρ ἔστιν σοι πιστότερος αὐτῆς· [14] ψυχὴ γὰρ ἀνδρὸς ἀπαγγέλλειν ἐνίοτε εἴωθεν ἢ ἑπτὰ σκοποὶ ἐπὶ μετεώρου καθήμενοι ἐπὶ σκοπῆς. [15] καὶ ἐπὶ πᾶσι τούτοις δεήθητι ὑψίστου, ἵνα εὐθύνῃ ἐν ἀληθείᾳ τὴν ὁδόν σου. [16] Ἀρχὴ παντὸς ἔργου λόγος, καὶ πρὸ πάσης πράξεως βουλή. [17] ἴχνος ἀλλοιώσεως καρδίας τέσσαρα μέρη ἀνατέλλει, [18] ἀγαθὸν καὶ κακόν, ζωὴ καὶ θάνατος, καὶ ἡ κυριεύουσα ἐνδελεχῶς αὐτῶν γλῶσσά ἐστιν. [19] ἔστιν ἀνὴρ πανοῦργος πολλῶν παιδευτής, καὶ τῇ ἰδίᾳ ψυχῇ ἐστιν ἄχρηστος. [20] ἔστιν σοφιζόμενος ἐν λόγοις μισητός, οὗτος πάσης τροφῆς καθυστερήσει· [21] οὐ γὰρ ἐδόθη αὐτῷ παρὰ κυρίου χάρις, ὅτι πάσης σοφίας ἐστερήθη. [22] ἔστιν σοφὸς τῇ ἰδίᾳ ψυχῇ, καὶ οἱ καρποὶ τῆς συνέσεως αὐτοῦ ἐπὶ στόματος πιστοί. [23] ἀνὴρ σοφὸς τὸν ἑαυτοῦ λαὸν παιδεύσει, καὶ οἱ καρποὶ τῆς συνέσεως αὐτοῦ πιστοί. [24] ἀνὴρ σοφὸς πλησθήσεται εὐλογίας, καὶ μακαριοῦσιν αὐτὸν πάντες οἱ ὁρῶντες. [25] ζωὴ ἀνδρὸς ἐν ἀριθμῷ ἡμερῶν, καὶ αἱ ἡμέραι τοῦ Ισραηλ ἀναρίθμητοι. [26] ὁ σοφὸς ἐν τῷ λαῷ αὐτοῦ κληρονομήσει πίστιν, καὶ τὸ ὄνομα αὐτοῦ ζήσεται εἰς τὸν αἰῶνα. [27] Τέκνον, ἐν ζωῇ σου πείρασον τὴν ψυχήν σου καὶ ἰδὲ τί πονηρὸν αὐτῇ καὶ μὴ δῷς αὐτῇ· [28] οὐ γὰρ πάντα πᾶσιν συμφέρει, καὶ οὐ πᾶσα ψυχὴ ἐν παντὶ εὐδοκεῖ. [29] μὴ ἀπληστεύου ἐν πάσῃ τρυφῇ καὶ μὴ ἐκχυθῇς ἐπὶ ἐδεσμάτων· [30] ἐν πολλοῖς γὰρ βρώμασιν ἔσται νόσος, καὶ ἡ ἀπληστία ἐγγιεῖ ἕως χολέρας· [31] δι’ ἀπληστίαν πολλοὶ ἐτελεύτησαν, ὁ δὲ προσέχων προσθήσει ζωήν.

  CHAPTER 38

  [1] Τίμα ἰατρὸν πρὸς τὰς χρείας αὐτοῦ τιμαῖς αὐτοῦ, καὶ γὰρ αὐτὸν ἔκτισεν κύριος· [2] παρὰ γὰρ ὑψίστου ἐστὶν ἴασις, καὶ παρὰ βασιλέως λήμψεται δόμα. [3] ἐπιστήμη ἰατροῦ ἀνυψώσει κεφαλὴν αὐτοῦ, καὶ ἔναντι μεγιστάνων θαυμασθήσεται. [4] κύριος ἔκτισεν ἐκ γῆς φάρμακα, καὶ ἀνὴρ φρόνιμος οὐ προσοχθιεῖ αὐτοῖς. [5] οὐκ ἀπὸ ξύλου ἐγλυκάνθη ὕδωρ εἰς τὸ γνωσθῆναι τὴν ἰσχὺν αὐτοῦ; [6] καὶ αὐτὸς ἔδωκεν ἀνθρώποις ἐπιστήμην ἐνδοξάζεσθαι ἐν τοῖς θαυμασίοις αὐτοῦ· [7] ἐν αὐτοῖς ἐθεράπευσεν καὶ ἦρεν τὸν πόνον αὐτοῦ, μυρεψὸς ἐν τούτοις ποιήσει μεῖγμα, [8] καὶ οὐ μὴ συντελεσθῇ ἔργα αὐτοῦ, καὶ εἰρήνη παρ’ αὐτοῦ ἐστιν ἐπὶ προσώπου τῆς γῆς. [9] Τέκνον, ἐν ἀρρωστήματί σου μὴ παράβλεπε, ἀλλ’ εὖξαι κυρίῳ, καὶ αὐτὸς ἰάσεταί σε· [10] ἀπόστησον πλημμέλειαν καὶ εὔθυνον χεῖρας καὶ ἀπὸ πάσης ἁμαρτίας καθάρισον καρδίαν· [11] δὸς εὐωδίαν καὶ μνημόσυνον σεμιδάλεως καὶ λίπανον προσφορὰν ὡς μὴ ὑπάρχων. [12] καὶ ἰατρῷ δὸς τόπον, καὶ γὰρ αὐτὸν ἔκτισεν κύριος, καὶ μὴ ἀποστήτω σου, καὶ γὰρ αὐτοῦ χρεία. [13] ἔστιν καιρὸς ὅτε καὶ ἐν χερσὶν αὐτῶν εὐοδία· [14] καὶ γὰρ αὐτοὶ κυρίου δεηθήσονται, ἵνα εὐοδώσῃ αὐτοῖς ἀνάπαυσιν καὶ ἴασιν χάριν ἐμβιώσεως. [15] ὁ ἁμαρτάνων ἔναντι τοῦ ποιήσαντος αὐτὸν ἐμπέσοι εἰς χεῖρας ἰατροῦ. [16] Τέκνον, ἐπὶ νεκρῷ κατάγαγε δάκρυα καὶ ὡς δεινὰ πάσχων ἔναρξαι θρήνου, κατὰ δὲ τὴν κρίσιν αὐτοῦ περίστειλον τὸ σῶμα αὐτοῦ καὶ μὴ ὑπερίδῃς τὴν ταφὴν αὐτοῦ. [17] πίκρανον κλαυθμὸν καὶ θέρμανον κοπετὸν καὶ ποίησον τὸ πένθος κατὰ τὴν ἀξίαν αὐτοῦ ἡμέραν μίαν καὶ δύο χάριν διαβολῆς καὶ παρακλήθητι λύπης ἕνεκα· [18] ἀπὸ λύπης γὰρ ἐκβαίνει θάνατος, καὶ λύπη καρδίας κάμψει ἰσχύν. [19] ἐν ἐπαγωγῇ παραμένει καὶ λύπη, καὶ βίος πτωχοῦ κατὰ καρδίας. [20] μὴ δῷς εἰς λύπην τὴν καρδίαν σου, ἀπόστησον αὐτὴν μνησθεὶς τὰ ἔσχατα· [21] μὴ ἐπιλάθῃ, οὐ γάρ ἐστιν ἐπάνοδος, καὶ τοῦτον οὐκ ὠφελήσεις καὶ σεαυτὸν κακώσεις. [22] μνήσθητι τὸ κρίμα μου, ὅτι οὕτως καὶ τὸ σόν· ἐμοὶ ἐχθὲς καὶ σοὶ σήμερον. [23] ἐν ἀναπαύσει νεκροῦ κατάπαυσον τὸ μνημόσυνον αὐτοῦ καὶ παρακλήθητι ἐν αὐτῷ ἐν ἐξόδῳ πνεύματος αὐτοῦ. [24] Σοφία γραμματέως ἐν εὐκαιρίᾳ σχολῆς, καὶ ὁ ἐλασσούμενος πράξει αὐτοῦ σοφισθήσεται. [25] τί σοφισθήσεται ὁ κρατῶν ἀρότρου καὶ καυχώμενος ἐν δόρατι κέντρου, βόας ἐλαύνων καὶ ἀναστρεφόμενος ἐν ἔργοις αὐτῶν, καὶ ἡ διήγησις αὐτοῦ ἐν υἱοῖς ταύρων; [26] καρδίαν αὐτοῦ δώσει ἐκδοῦναι αὔλακας, καὶ ἡ ἀγρυπνία αὐτοῦ εἰς χορτάσματα δαμάλεων. [27] οὕτως πᾶς τέκτων καὶ ἀρχιτέκτων, ὅστις νύκτωρ ὡς ἡμέρας διάγει· οἱ γλύφοντες γλύμματα σφραγίδων, καὶ ἡ ἐπιμονὴ αὐτοῦ ἀλλοιῶσαι ποικιλίαν· καρδίαν αὐτοῦ δώσει εἰς ὁμοιῶσαι ζωγραφίαν, καὶ ἡ ἀγρυπνία αὐτοῦ τελέσαι ἔργον. [28] οὕτως χαλκεὺς καθήμενος �
��γγὺς ἄκμονος καὶ καταμανθάνων ἔργα σιδήρου· ἀτμὶς πυρὸς τήξει σάρκας αὐτοῦ, καὶ ἐν θέρμῃ καμίνου διαμαχήσεται· φωνῇ σφύρης κλινεῖ τὸ οὖς αὐτοῦ, καὶ κατέναντι ὁμοιώματος σκεύους οἱ ὀφθαλμοὶ αὐτοῦ· καρδίαν αὐτοῦ δώσει εἰς συντέλειαν ἔργων, καὶ ἡ ἀγρυπνία αὐτοῦ κοσμῆσαι ἐπὶ συντελείας. [29] οὕτως κεραμεὺς καθήμενος ἐν ἔργῳ αὐτοῦ καὶ συστρέφων ἐν ποσὶν αὐτοῦ τροχόν, ὃς ἐν μερίμνῃ κεῖται διὰ παντὸς ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐναρίθμιος πᾶσα ἡ ἐργασία αὐτοῦ· [30] ἐν βραχίονι αὐτοῦ τυπώσει πηλὸν καὶ πρὸ ποδῶν κάμψει ἰσχὺν αὐτοῦ· καρδίαν ἐπιδώσει συντελέσαι τὸ χρῖσμα, καὶ ἡ ἀγρυπνία αὐτοῦ καθαρίσαι κάμινον. [31] Πάντες οὗτοι εἰς χεῖρας αὐτῶν ἐνεπίστευσαν, καὶ ἕκαστος ἐν τῷ ἔργῳ αὐτοῦ σοφίζεται· [32] ἄνευ αὐτῶν οὐκ οἰκισθήσεται πόλις, καὶ οὐ παροικήσουσιν οὐδὲ περιπατήσουσιν. [33] ἀλλ’ εἰς βουλὴν λαοῦ οὐ ζητηθήσονται καὶ ἐν ἐκκλησίᾳ οὐχ ὑπεραλοῦνται· ἐπὶ δίφρον δικαστοῦ οὐ καθιοῦνται καὶ διαθήκην κρίματος οὐ διανοηθήσονται. [34] οὐδὲ μὴ ἐκφάνωσιν παιδείαν καὶ κρίμα καὶ ἐν παραβολαῖς οὐχ εὑρεθήσονται, ἀλλὰ κτίσμα αἰῶνος στηρίσουσιν, καὶ ἡ δέησις αὐτῶν ἐν ἐργασίᾳ τέχνης.

 

‹ Prev