by Septuagint
[11] and sprinkled of it seven times on the altar; and anointed the altar, and hallowed it, and all things on it, and the laver, and its foot, and sanctified them; and anointed the tabernacle and all its furniture, and hallowed it.
[12] καὶ ἐπέχεεν Μωϋσῆς ἀπὸ τοῦ ἐλαίου τῆς χρίσεως ἐπὶ τὴν κεφαλὴν Ααρων καὶ ἔχρισεν αὐτὸν καὶ ἡγίασεν αὐτόν.
[12] And Moses poured of the anointing oil on the head of Aaron; and he anointed him and sanctified him.
[13] καὶ προσήγαγεν Μωϋσῆς τοὺς υἱοὺς Ααρων καὶ ἐνέδυσεν αὐτοὺς χιτῶνας καὶ ἔζωσεν αὐτοὺς ζώνας καὶ περιέθηκεν αὐτοῖς κιδάρεις, καθάπερ συνέταξεν κύριος τῷ Μωυσῇ.
[13] And Moses brought the sons of Aaron near, and put on them coast and girded them with girdles, and put on them bonnets, as the Lord commanded Moses.
[14] καὶ προσήγαγεν Μωϋσῆς τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας, καὶ ἐπέθηκεν Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν τοῦ μόσχου τοῦ τῆς ἁμαρτίας.
[14] And Moses brought near the calf for the sin-offering, and Aaron and his sons laid their hands on the head of the calf of the sin-offering.
[15] καὶ ἔσφαξεν αὐτὸν καὶ ἔλαβεν Μωϋσῆς ἀπὸ τοῦ αἵματος καὶ ἐπέθηκεν ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου κύκλῳ τῷ δακτύλῳ καὶ ἐκαθάρισεν τὸ θυσιαστήριον· καὶ τὸ αἷμα ἐξέχεεν ἐπὶ τὴν βάσιν τοῦ θυσιαστηρίου καὶ ἡγίασεν αὐτὸ τοῦ ἐξιλάσασθαι ἐπ’ αὐτοῦ.
[15] And he slew it; and Moses took of the blood, and put it on the horns of the altar round about with his finger; and he purified the altar, and poured out the blood at the bottom of the altar, and sanctified it, to make atonement upon it.
[16] καὶ ἔλαβεν Μωϋσῆς πᾶν τὸ στέαρ τὸ ἐπὶ τῶν ἐνδοσθίων καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος καὶ ἀμφοτέρους τοὺς νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ’ αὐτῶν, καὶ ἀνήνεγκεν Μωϋσῆς ἐπὶ τὸ θυσιαστήριον·
[16] And Moses took all the fat that was upon the inwards, and the lobe on the liver, and both the kidneys, and the fat that was upon them, and Moses offered them on the altar.
[17] καὶ τὸν μόσχον καὶ τὴν βύρσαν αὐτοῦ καὶ τὰ κρέα αὐτοῦ καὶ τὴν κόπρον αὐτοῦ καὶ κατέκαυσεν αὐτὰ πυρὶ ἔξω τῆς παρεμβολῆς, ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ.
[17] But the calf, and his hide, and his flesh, and his dung, he burnt with fire without the camp, as the Lord commanded Moses.
[18] καὶ προσήγαγεν Μωϋσῆς τὸν κριὸν τὸν εἰς ὁλοκαύτωμα, καὶ ἐπέθηκεν Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ κριοῦ.
[18] And Moses brought near the ram for a whole-burnt-offering, and Aaron and his sons laid their hands on the head of the ram. And Moses slew the ram: and Moses poured the blood on the altar round about.
[19] καὶ ἔσφαξεν Μωϋσῆς τὸν κριόν, καὶ προσέχεεν Μωϋσῆς τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον κύκλῳ.
[19] And he divided the ram by its limbs, and Moses offered the head, and the limbs, and the fat; and he washed the belly and the feet with water.
[20] καὶ τὸν κριὸν ἐκρεανόμησεν κατὰ μέλη καὶ ἀνήνεγκεν Μωϋσῆς τὴν κεφαλὴν καὶ τὰ μέλη καὶ τὸ στέαρ·
[20] And Moses offered up the whole ram on the altar: it is a whole-burnt-offering for a sweet-smelling savour; it is a burnt-offering to the Lord, as the Lord commanded Moses.
[21] καὶ τὴν κοιλίαν καὶ τοὺς πόδας ἔπλυνεν ὕδατι καὶ ἀνήνεγκεν Μωϋσῆς ὅλον τὸν κριὸν ἐπὶ τὸ θυσιαστήριον· ὁλοκαύτωμα, ὅ ἐστιν εἰς ὀσμὴν εὐωδίας, κάρπωμά ἐστιν τῷ κυρίῳ, καθάπερ ἐνετείλατο κύριος τῷ Μωυσῇ.
[21] And Moses brought the second ram, the ram of consecration, and Aaron and his sons laid their hands on the head of the ram, and he slew him;
[22] καὶ προσήγαγεν Μωϋσῆς τὸν κριὸν τὸν δεύτερον, κριὸν τελειώσεως· καὶ ἐπέθηκεν Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ κριοῦ.
[22] and Moses took of his blood, and put it upon the tip of Aaron’s right ear, and on the thumb of his right hand, and on the great toe of his right foot.
[23] καὶ ἔσφαξεν αὐτὸν καὶ ἔλαβεν Μωϋσῆς ἀπὸ τοῦ αἵματος αὐτοῦ καὶ ἐπέθηκεν ἐπὶ τὸν λοβὸν τοῦ ὠτὸς Ααρων τοῦ δεξιοῦ καὶ ἐπὶ τὸ ἄκρον τῆς χειρὸς τῆς δεξιᾶς καὶ ἐπὶ τὸ ἄκρον τοῦ ποδὸς τοῦ δεξιοῦ.
[23] And Moses brought near the sons of Aaron; and Moses put of the blood on the tips of their right ears, and on the thumbs of their right hands, and on the great toes of their right feet, and Moses poured out the blood on the altar round about.
[24] καὶ προσήγαγεν Μωϋσῆς τοὺς υἱοὺς Ααρων, καὶ ἐπέθηκεν Μωϋσῆς ἀπὸ τοῦ αἵματος ἐπὶ τοὺς λοβοὺς τῶν ὤτων τῶν δεξιῶν καὶ ἐπὶ τὰ ἄκρα τῶν χειρῶν αὐτῶν τῶν δεξιῶν καὶ ἐπὶ τὰ ἄκρα τῶν ποδῶν αὐτῶν τῶν δεξιῶν, καὶ προσέχεεν Μωϋσῆς τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον κύκλῳ.
[24] And he took the fat, and the rump, and the fat on the belly, and the lobe of the liver, and the two kidneys, and the fat that is upon them, and the right shoulder.
[25] καὶ ἔλαβεν τὸ στέαρ καὶ τὴν ὀσφὺν καὶ τὸ στέαρ τὸ ἐπὶ τῆς κοιλίας καὶ τὸν λοβὸν τοῦ ἥπατος καὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ’ αὐτῶν καὶ τὸν βραχίονα τὸν δεξιόν·
[25] And from the basket of consecration, which was before the Lord, he also took one unleavened loaf, and one loaf made with oil, and one cake; and put them upon the fat, and the right shoulder:
[26] καὶ ἀπὸ τοῦ κανοῦ τῆς τελειώσεως τοῦ ὄντος ἔναντι κυρίου ἔλαβεν ἄρτον ἕνα ἄζυμον καὶ ἄρτον ἐξ ἐλαίου ἕνα καὶ λάγανον ἓν καὶ ἐπέθηκεν ἐπὶ τὸ στέαρ καὶ τὸν βραχίονα τὸν δεξιόν·
[26] and put them all on the hands of Aaron, and upon the hands of his sons, and offered them up for a wave-offering before the Lord.
[27] καὶ ἐπέθηκεν ἅπαντα ἐπὶ τὰς χεῖρας Ααρων καὶ ἐπὶ τὰς χεῖρας τῶν υἱῶν αὐτοῦ καὶ ἀνήνεγκεν αὐτὰ ἀφαίρεμα ἔναντι κυρίου.
[27] And Moses took them at their hands, and Moses offered them on the altar, on the whole-burnt-offering of consecration, which is a smell of sweet savour: it is a burnt-offering to the Lord.
[28] καὶ ἔλαβεν Μωϋσῆς ἀπὸ τῶν χειρῶν αὐτῶν, καὶ ἀνήνεγκεν αὐτὰ Μωϋσῆς ἐπὶ τὸ θυσιαστήριον ἐπὶ τὸ ὁλοκαύτωμα τῆς τελειώ
σεως, ὅ ἐστιν ὀσμὴ εὐωδίας· κάρπωμά ἐστιν τῷ κυρίῳ.
[28] And Moses took the breast, and separated it for a heave-offering before the Lord, from the ram of consecration; and it became Moses’ portion, as the Lord commanded Moses.
[29] καὶ λαβὼν Μωϋσῆς τὸ στηθύνιον ἀφεῖλεν αὐτὸ ἐπίθεμα ἔναντι κυρίου ἀπὸ τοῦ κριοῦ τῆς τελειώσεως, καὶ ἐγένετο Μωυσῇ ἐν μερίδι, καθὰ ἐνετείλατο κύριος τῷ Μωυσῇ.
[29] And Moses took of the anointing oil, and of the blood that was on the altar, and sprinkled it on Aaron, and on his garments, and his sons, and the garments of his sons with him.
[30] καὶ ἔλαβεν Μωϋσῆς ἀπὸ τοῦ ἐλαίου τῆς χρίσεως καὶ ἀπὸ τοῦ αἵματος τοῦ ἐπὶ τοῦ θυσιαστηρίου καὶ προσέρρανεν ἐπὶ Ααρων καὶ τὰς στολὰς αὐτοῦ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ μετ’ αὐτοῦ καὶ ἡγίασεν Ααρων καὶ τὰς στολὰς αὐτοῦ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ μετ’ αὐτοῦ.
[30] And he sanctified Aaron and his garments, and his sons, and the garments of his sons with him.
[31] καὶ εἶπεν Μωϋσῆς πρὸς Ααρων καὶ τοὺς υἱοὺς αὐτοῦ Ἑψήσατε τὰ κρέα ἐν τῇ αὐλῇ τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τόπῳ ἁγίῳ καὶ ἐκεῖ φάγεσθε αὐτὰ καὶ τοὺς ἄρτους τοὺς ἐν τῷ κανῷ τῆς τελειώσεως, ὃν τρόπον συντέτακταί μοι λέγων Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ φάγονται αὐτά·
[31] And Moses said to Aaron and to his sons, Boil the flesh in the tent of the tabernacle of witness in the holy place; and there ye shall eat it and the loaves in the basket of consecration, as it has been appointed me, the Lord saying, Aaron and his sons shall eat them.
[32] καὶ τὸ καταλειφθὲν τῶν κρεῶν καὶ τῶν ἄρτων ἐν πυρὶ κατακαυθήσεται.
[32] And that which is left of the flesh and of the loaves burn ye with fire.
[33] καὶ ἀπὸ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου οὐκ ἐξελεύσεσθε ἑπτὰ ἡμέρας, ἕως ἡμέρα πληρωθῇ, ἡμέρα τελειώσεως ὑμῶν· ἑπτὰ γὰρ ἡμέρας τελειώσει τὰς χεῖρας ὑμῶν.
[33] And ye shall not go out from the door of the tabernacle of witness for seven days, until the day be fulfilled, the day of your consecration; for in seven days shall he consecrate you,
[34] καθάπερ ἐποίησεν ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἐνετείλατο κύριος τοῦ ποιῆσαι ὥστε ἐξιλάσασθαι περὶ ὑμῶν.
[34] as he did in this day on which the Lord commanded me to do so, to make an atonement for you.
[35] καὶ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου καθήσεσθε ἑπτὰ ἡμέρας ἡμέραν καὶ νύκτα· φυλάξεσθε τὰ φυλάγματα κυρίου, ἵνα μὴ ἀποθάνητε· οὕτως γὰρ ἐνετείλατό μοι κύριος ὁ θεός.
[35] And ye shall remain seven days at the door of the tabernacle of witness, day and night; ye shall observe the ordinances of the Lord, that ye die not; for so has the Lord God commanded me.
[36] καὶ ἐποίησεν Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ πάντας τοὺς λόγους, οὓς συνέταξεν κύριος τῷ Μωυσῇ.
[36] And Aaron and his sons performed all these commands which the Lord commanded Moses.
CHAPTER 9
[1] Καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐκάλεσεν Μωϋσῆς Ααρων καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὴν γερουσίαν Ισραηλ.
[1] And it came to pass on the eighth day, that Moses called Aaron and his sons, and the elders of Israel,
[2] καὶ εἶπεν Μωϋσῆς πρὸς Ααρων Λαβὲ σεαυτῷ μοσχάριον ἐκ βοῶν περὶ ἁμαρτίας καὶ κριὸν εἰς ὁλοκαύτωμα, ἄμωμα, καὶ προσένεγκε αὐτὰ ἔναντι κυρίου·
[2] and Moses said to Aaron, Take to thyself a young calf of the herd for a sin-offering, and a ram for a whole-burnt-offering, unblemished, and offer them before the Lord.
[3] καὶ τῇ γερουσίᾳ Ισραηλ λάλησον λέγων Λάβετε χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας καὶ μοσχάριον καὶ ἀμνὸν ἐνιαύσιον εἰς ὁλοκάρπωσιν, ἄμωμα,
[3] And speak to the elders of Israel, saying, Take one kid of the goats for a sin-offering, and a young calf, and a lamb of a year old for a whole-burnt-offering, spotless,
[4] καὶ μόσχον καὶ κριὸν εἰς θυσίαν σωτηρίου ἔναντι κυρίου καὶ σεμίδαλιν πεφυραμένην ἐν ἐλαίῳ, ὅτι σήμερον κύριος ὀφθήσεται ἐν ὑμῖν.
[4] and a calf and a ram for a peace offering before the Lord, and fine flour mingled with oil, for to-day the Lord will appear among you.
[5] καὶ ἔλαβον, καθὸ ἐνετείλατο Μωϋσῆς, ἀπέναντι τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ προσῆλθεν πᾶσα συναγωγὴ καὶ ἔστησαν ἔναντι κυρίου.
[5] And they took as Moses commanded them before the tabernacle of witness, and all the congregation drew nigh, and they stood before the Lord.
[6] καὶ εἶπεν Μωϋσῆς Τοῦτο τὸ ῥῆμα, ὃ εἶπεν κύριος, ποιήσατε, καὶ ὀφθήσεται ἐν ὑμῖν δόξα κυρίου.
[6] And Moses said, This is the thing which the Lord has spoken; do it, and the glory of the Lord shall appear among you.
[7] καὶ εἶπεν Μωϋσῆς τῷ Ααρων Πρόσελθε πρὸς τὸ θυσιαστήριον καὶ ποίησον τὸ περὶ τῆς ἁμαρτίας σου καὶ τὸ ὁλοκαύτωμά σου καὶ ἐξίλασαι περὶ σεαυτοῦ καὶ τοῦ οἴκου σου· καὶ ποίησον τὰ δῶρα τοῦ λαοῦ καὶ ἐξίλασαι περὶ αὐτῶν, καθάπερ ἐνετείλατο κύριος τῷ Μωυσῇ.
[7] And Moses said to Aaron, Draw nigh to the altar, and offer thy sin-offering, and thy whole-burnt-offering, and make atonement for thyself, and for thy house; and offer the gifts of the people, and make atonement for them, as the Lord commanded Moses.
[8] καὶ προσῆλθεν Ααρων πρὸς τὸ θυσιαστήριον καὶ ἔσφαξεν τὸ μοσχάριον τὸ περὶ τῆς ἁμαρτίας·
[8] And Aaron drew nigh to the altar, and slew the calf of his sin-offering.
[9] καὶ προσήνεγκαν οἱ υἱοὶ Ααρων τὸ αἷμα πρὸς αὐτόν, καὶ ἔβαψεν τὸν δάκτυλον εἰς τὸ αἷμα καὶ ἐπέθηκεν ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου καὶ τὸ αἷμα ἐξέχεεν ἐπὶ τὴν βάσιν τοῦ θυσιαστηρίου·
[9] And the sons of Aaron brought the blood to him, and he dipped his finger into the blood, and put it on the horns of the altar, and he poured out the blood at the bottom of the altar.
[10] καὶ τὸ στέαρ καὶ τοὺς νεφροὺς καὶ τὸν λοβὸν τοῦ ἥπατος τοῦ περὶ τῆς ἁμαρτίας ἀνήνεγκεν ἐπὶ τὸ θυσιαστήριον, ὃν τρόπον ἐνετείλατο κύριος τῷ Μωυσῇ·
[10] And he offered up on the altar th
e fat and the kidneys and the lobe of the liver of the sin-offering, according as the Lord commanded Moses.
[11] καὶ τὰ κρέα καὶ τὴν βύρσαν, κατέκαυσεν αὐτὰ πυρὶ ἔξω τῆς παρεμβολῆς.
[11] And the flesh and the hide he burnt with fire outside of the camp.
[12] καὶ ἔσφαξεν τὸ ὁλοκαύτωμα· καὶ προσήνεγκαν οἱ υἱοὶ Ααρων τὸ αἷμα πρὸς αὐτόν, καὶ προσέχεεν ἐπὶ τὸ θυσιαστήριον κύκλῳ·
[12] And he slew the whole-burnt-offering; and the sons of Aaron brought the blood to him, and he poured it on the altar round about.
[13] καὶ τὸ ὁλοκαύτωμα προσήνεγκαν αὐτῷ κατὰ μέλη, αὐτὰ καὶ τὴν κεφαλήν, καὶ ἐπέθηκεν ἐπὶ τὸ θυσιαστήριον·
[13] And they brought the whole-burnt-offering, according to its pieces; them and the head he put upon the altar.
[14] καὶ ἔπλυνεν τὴν κοιλίαν καὶ τοὺς πόδας ὕδατι καὶ ἐπέθηκεν ἐπὶ τὸ ὁλοκαύτωμα ἐπὶ τὸ θυσιαστήριον.
[14] And he washed the belly and the feet with water, and he put them on the whole-burnt-offering on the altar.
[15] καὶ προσήνεγκαν τὸ δῶρον τοῦ λαοῦ· καὶ ἔλαβεν τὸν χίμαρον τὸν περὶ τῆς ἁμαρτίας τοῦ λαοῦ καὶ ἔσφαξεν αὐτὸ καθὰ καὶ τὸ πρῶτον.
[15] And he brought the gift of the people, and took the goat of the sin-offering of the people, and slew it, and purified it as also the first.