Book Read Free

Septuagint Complete Greek and English Edition

Page 666

by Septuagint


  [31] ὡς δὲ ἐπαύσατο λαλῶν πάντας τοὺς λόγους τούτους, ἐρράγη ἡ γῆ ὑποκάτω αὐτῶν,

  [31] And when he ceased speaking all these words, the ground clave asunder beneath them.

  [32] καὶ ἠνοίχθη ἡ γῆ καὶ κατέπιεν αὐτοὺς καὶ τοὺς οἴκους αὐτῶν καὶ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας μετὰ Κορε καὶ τὰ κτήνη αὐτῶν.

  [32] And the ground opened, and swallowed them up, and their houses, and all the men that were with Core, and their cattle.

  [33] καὶ κατέβησαν αὐτοὶ καὶ ὅσα ἐστὶν αὐτῶν ζῶντα εἰς ᾅδου, καὶ ἐκάλυψεν αὐτοὺς ἡ γῆ, καὶ ἀπώλοντο ἐκ μέσου τῆς συναγωγῆς.

  [33] And they went down and all that they had, alive into Hades; and the ground covered them, and they perished from the midst of the congregation.

  [34] καὶ πᾶς Ισραηλ οἱ κύκλῳ αὐτῶν ἔφυγον ἀπὸ τῆς φωνῆς αὐτῶν, ὅτι λέγοντες Μήποτε καταπίῃ ἡμᾶς ἡ γῆ.

  [34] And all Israel round about them fled from the sound of them, for they said, Lest the earth swallow us up also.

  [35] καὶ πῦρ ἐξῆλθεν παρὰ κυρίου καὶ κατέφαγεν τοὺς πεντήκοντα καὶ διακοσίους ἄνδρας τοὺς προσφέροντας τὸ θυμίαμα.

  [35] And fire went forth from the Lord, and devoured the two hundred and fifty men that offered incense.

  CHAPTER 17

  [1] Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν

  [36] And the Lord said to Moses,

  [2] καὶ πρὸς Ελεαζαρ τὸν υἱὸν Ααρων τὸν ἱερέα Ἀνέλεσθε τὰ πυρεῖα τὰ χαλκᾶ ἐκ μέσου τῶν κατακεκαυμένων καὶ τὸ πῦρ τὸ ἀλλότριον τοῦτο σπεῖρον ἐκεῖ, ὅτι ἡγίασαν

  [37] and to Eleazar the son of Aaron the priest, Take up the brazen censers out of the midst of the men that have been burnt, and scatter the strange fire yonder, for they have sanctified the censers

  [3] τὰ πυρεῖα τῶν ἁμαρτωλῶν τούτων ἐν ταῖς ψυχαῖς αὐτῶν· καὶ ποίησον αὐτὰ λεπίδας ἐλατάς, περίθεμα τῷ θυσιαστηρίῳ, ὅτι προσηνέχθησαν ἔναντι κυρίου καὶ ἡγιάσθησαν καὶ ἐγένοντο εἰς σημεῖον τοῖς υἱοῖς Ισραηλ.

  [38] of these sinners against their own souls, and do thou make them beaten plates a covering to the altar, because they were brought before the Lord and hallowed; and they became a sign to the children of Israel.

  [4] καὶ ἔλαβεν Ελεαζαρ υἱὸς Ααρων τοῦ ἱερέως τὰ πυρεῖα τὰ χαλκᾶ, ὅσα προσήνεγκαν οἱ κατακεκαυμένοι, καὶ προσέθηκαν αὐτὰ περίθεμα τῷ θυσιαστηρίῳ,

  [39] And Eleazar the son of Aaron the priest took the brazen censers, which the men who had been burnt brought near, and they put them as a covering on the altar:

  [5] μνημόσυνον τοῖς υἱοῖς Ισραηλ, ὅπως ἂν μὴ προσέλθῃ μηθεὶς ἀλλογενής, ὃς οὐκ ἔστιν ἐκ τοῦ σπέρματος Ααρων, ἐπιθεῖναι θυμίαμα ἔναντι κυρίου καὶ οὐκ ἔσται ὥσπερ Κορε καὶ ἡ ἐπισύστασις αὐτοῦ, καθὰ ἐλάλησεν κύριος ἐν χειρὶ Μωυσῆ.

  [40] a memorial to the children of Israel that no stranger might draw nigh, who is not of the seed of Aaron, to offer incense before the Lord; so he shall not be as Core and as they that conspired with him, as the Lord spoke to him by the hand of Moses.

  [6] Καὶ ἐγόγγυσαν οἱ υἱοὶ Ισραηλ τῇ ἐπαύριον ἐπὶ Μωυσῆν καὶ Ααρων λέγοντες Ὑμεῖς ἀπεκτάγκατε τὸν λαὸν κυρίου.

  [41] And the children of Israel murmured the next day against Moses and Aaron, saying, Ye have killed the people of the Lord.

  [7] καὶ ἐγένετο ἐν τῷ ἐπισυστρέφεσθαι τὴν συναγωγὴν ἐπὶ Μωυσῆν καὶ Ααρων καὶ ὥρμησαν ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ τήνδε ἐκάλυψεν αὐτὴν ἡ νεφέλη, καὶ ὤφθη ἡ δόξα κυρίου.

  [42] And it came to pass when the congregation combined against Moses and Aaron, that they ran impetuously to the tabernacle of witness; and the cloud covered it, and the glory of the Lord appeared.

  [8] καὶ εἰσῆλθεν Μωϋσῆς καὶ Ααρων κατὰ πρόσωπον τῆς σκηνῆς τοῦ μαρτυρίου,

  [43] And Moses and Aaron went in, in front of the tabernacle of witness.

  [9] καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων

  [44] And the Lord spoke to Moses and Aaron, saying,

  [10] Ἐκχωρήσατε ἐκ μέσου τῆς συναγωγῆς ταύτης, καὶ ἐξαναλώσω αὐτοὺς εἰς ἅπαξ. καὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν.

  [45] Depart out of the midst of this congregation, and I will consume them at once: and they fell upon their faces.

  [11] καὶ εἶπεν Μωϋσῆς πρὸς Ααρων Λαβὲ τὸ πυρεῖον καὶ ἐπίθες ἐπ’ αὐτὸ πῦρ ἀπὸ τοῦ θυσιαστηρίου καὶ ἐπίβαλε ἐπ’ αὐτὸ θυμίαμα καὶ ἀπένεγκε τὸ τάχος εἰς τὴν παρεμβολὴν καὶ ἐξίλασαι περὶ αὐτῶν· ἐξῆλθεν γὰρ ὀργὴ ἀπὸ προσώπου κυρίου, ἦρκται θραύειν τὸν λαόν.

  [46] And Moses said to Aaron, Take a censer, and put on it fire from the altar, and put incense on it, and carry it away quickly into the camp, and make atonement for them; for wrath is gone forth from the presence of the Lord, it has begun to destroy the people.

  [12] καὶ ἔλαβεν Ααρων, καθάπερ ἐλάλησεν αὐτῷ Μωϋσῆς, καὶ ἔδραμεν εἰς τὴν συναγωγήν· καὶ ἤδη ἐνῆρκτο ἡ θραῦσις ἐν τῷ λαῷ· καὶ ἐπέβαλεν τὸ θυμίαμα καὶ ἐξιλάσατο περὶ τοῦ λαοῦ

  [47] And Aaron took as Moses spoke to him, and ran among the congregation, for already the plague had begun among the people; and he put on incense, and made an atonement for the people.

  [13] καὶ ἔστη ἀνὰ μέσον τῶν τεθνηκότων καὶ τῶν ζώντων, καὶ ἐκόπασεν ἡ θραῦσις.

  [48] And he stood between the dead and the living, and the plague ceased.

  [14] καὶ ἐγένοντο οἱ τεθνηκότες ἐν τῇ θραύσει τέσσαρες καὶ δέκα χιλιάδες καὶ ἑπτακόσιοι χωρὶς τῶν τεθνηκότων ἕνεκεν Κορε.

  [49] And they that died in the plague were fourteen thousand and seven hundred, besides those that died on account of Core.

  [15] καὶ ἐπέστρεψεν Ααρων πρὸς Μωυσῆν ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἐκόπασεν ἡ θραῦσις.

  [50] And Aaron returned to Moses to the door of the tabernacle of witness, and the plague ceased.

  [16] Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων

  [1] And the Lord spoke to Moses, saying,

  [17] Λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ λαβὲ παρ’ αὐτῶν ῥάβδον ῥάβδον κατ’ οἴκους πατριῶν παρὰ πάντων τῶν ἀρχόντων αὐτῶν κατ’ οἴκους πατριῶν αὐτῶν, δώδεκα ῥάβδ
ους, καὶ ἑκάστου τὸ ὄνομα αὐτοῦ ἐπίγραψον ἐπὶ τῆς ῥάβδου αὐτοῦ.

  [2] Speak to the children of Israel, and take rods of them, according to the houses of their families, a rod from all their princes, according to the houses of their families, twelve rods, and write the name of each on his rod.

  [18] καὶ τὸ ὄνομα Ααρων ἐπίγραψον ἐπὶ τῆς ῥάβδου Λευι· ἔστιν γὰρ ῥάβδος μία, κατὰ φυλὴν οἴκου πατριῶν αὐτῶν δώσουσιν.

  [3] And write the name of Aaron on the rod of Levi; for it is one rod for each: they shall give them according to the tribe of the house of their families.

  [19] καὶ θήσεις αὐτὰς ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου κατέναντι τοῦ μαρτυρίου, ἐν οἷς γνωσθήσομαί σοι ἐκεῖ.

  [4] And thou shalt put them in the tabernacle of witness, before the testimony, where I will be made known to thee.

  [20] καὶ ἔσται ὁ ἄνθρωπος, ὃν ἐὰν ἐκλέξωμαι αὐτόν, ἡ ῥάβδος αὐτοῦ ἐκβλαστήσει· καὶ περιελῶ ἀπ’ ἐμοῦ τὸν γογγυσμὸν τῶν υἱῶν Ισραηλ, ἃ αὐτοὶ γογγύζουσιν ἐφ’ ὑμῖν.

  [5] And it shall be, the man whom I shall choose, his rod shall blossom; and I will remove from me the murmuring of the children of Israel, which they murmur against you.

  [21] καὶ ἐλάλησεν Μωϋσῆς τοῖς υἱοῖς Ισραηλ, καὶ ἔδωκαν αὐτῷ πάντες οἱ ἄρχοντες αὐτῶν ῥάβδον, τῷ ἄρχοντι τῷ ἑνὶ ῥάβδον κατὰ ἄρχοντα κατ’ οἴκους πατριῶν αὐτῶν, δώδεκα ῥάβδους, καὶ ἡ ῥάβδος Ααρων ἀνὰ μέσον τῶν ῥάβδων αὐτῶν.

  [6] And Moses spoke to the children of Israel, and all their chiefs gave him a rod each, for one chief a rod, according to the house of their families, twelve rods; and the rod of Aaron was in the midst of the rods.

  [22] καὶ ἀπέθηκεν Μωϋσῆς τὰς ῥάβδους ἔναντι κυρίου ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.

  [7] And Moses laid up the rods before the Lord in the tabernacle of witness.

  [23] καὶ ἐγένετο τῇ ἐπαύριον καὶ εἰσῆλθεν Μωϋσῆς καὶ Ααρων εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ ἰδοὺ ἐβλάστησεν ἡ ῥάβδος Ααρων εἰς οἶκον Λευι καὶ ἐξήνεγκεν βλαστὸν καὶ ἐξήνθησεν ἄνθη καὶ ἐβλάστησεν κάρυα.

  [8] And it came to pass on the morrow, that Moses and Aaron went into the tabernacle of witness; and, behold, the rod of Aaron for the house of Levi blossomed, and put forth a bud, and bloomed blossoms and produced almonds.

  [24] καὶ ἐξήνεγκεν Μωϋσῆς πάσας τὰς ῥάβδους ἀπὸ προσώπου κυρίου πρὸς πάντας υἱοὺς Ισραηλ, καὶ εἶδον καὶ ἔλαβον ἕκαστος τὴν ῥάβδον αὐτοῦ.

  [9] And Moses brought forth all the rods from before the Lord to all the sons of Israel; and they looked, and each one took his rod.

  [25] καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Ἀπόθες τὴν ῥάβδον Ααρων ἐνώπιον τῶν μαρτυρίων εἰς διατήρησιν σημεῖον τοῖς υἱοῖς τῶν ἀνηκόων, καὶ παυσάσθω ὁ γογγυσμὸς αὐτῶν ἀπ’ ἐμοῦ, καὶ οὐ μὴ ἀποθάνωσιν.

  [10] And the Lord said to Moses, Lay up the rod of Aaron before the testimonies to be kept as a sign for the children of the disobedient; and let their murmuring cease from me, and they shall not die.

  [26] καὶ ἐποίησεν Μωϋσῆς καὶ Ααρων καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησαν.

  [11] And Moses and Aaron did as the Lord commanded Moses, so did they.

  [27] Καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ πρὸς Μωυσῆν λέγοντες Ἰδοὺ ἐξανηλώμεθα, ἀπολώλαμεν, παρανηλώμεθα·

  [12] And the children of Israel spoke to Moses, saying, Behold, we are cut off, we are destroyed, we are consumed.

  [28] πᾶς ὁ ἁπτόμενος τῆς σκηνῆς κυρίου ἀποθνῄσκει· ἕως εἰς τέλος ἀποθάνωμεν;

  [13] Every one that touches the tabernacle of the Lord, dies: shall we die utterly?

  CHAPTER 18

  [1] Καὶ εἶπεν κύριος πρὸς Ααρων λέγων Σὺ καὶ οἱ υἱοί σου καὶ ὁ οἶκος πατριᾶς σου λήμψεσθε τὰς ἁμαρτίας τῶν ἁγίων, καὶ σὺ καὶ οἱ υἱοί σου λήμψεσθε τὰς ἁμαρτίας τῆς ἱερατείας ὑμῶν.

  [1] And the Lord spoke to Aaron, saying, Thou and thy sons and thy father’s house shall bear the sins of the holy things, and thou and thy sons shall bear the iniquity of your priesthood.

  [2] καὶ τοὺς ἀδελφούς σου, φυλὴν Λευι, δῆμον τοῦ πατρός σου, προσαγάγου πρὸς σεαυτόν, καὶ προστεθήτωσάν σοι καὶ λειτουργείτωσάν σοι, καὶ σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ ἀπέναντι τῆς σκηνῆς τοῦ μαρτυρίου.

  [2] And take to thyself thy brethren the tribe of Levi, the family of thy father, and let them be joined to thee, and let them minister to thee; and thou and thy sons with thee shall minister before the tabernacle of witness.

  [3] καὶ φυλάξονται τὰς φυλακάς σου καὶ τὰς φυλακὰς τῆς σκηνῆς, πλὴν πρὸς τὰ σκεύη τὰ ἅγια καὶ πρὸς τὸ θυσιαστήριον οὐ προσελεύσονται, καὶ οὐκ ἀποθανοῦνται καὶ οὗτοι καὶ ὑμεῖς.

  [3] And they shall keep thy charges, and the charges of the tabernacle; only they shall not approach the holy vessels and the altar, so both they and you shall not die.

  [4] καὶ προστεθήσονται πρὸς σὲ καὶ φυλάξονται τὰς φυλακὰς τῆς σκηνῆς τοῦ μαρτυρίου κατὰ πάσας τὰς λειτουργίας τῆς σκηνῆς, καὶ ὁ ἀλλογενὴς οὐ προσελεύσεται πρὸς σέ.

  [4] And they shall be joined to thee, and shall keep the charges of the tabernacle of witness, in all the services of the tabernacle; and a stranger shall not approach to thee.

  [5] καὶ φυλάξεσθε τὰς φυλακὰς τῶν ἁγίων καὶ τὰς φυλακὰς τοῦ θυσιαστηρίου, καὶ οὐκ ἔσται θυμὸς ἐν τοῖς υἱοῖς Ισραηλ.

  [5] And ye shall keep the charges of the holy things, and the charges of the altar, and so there shall not be anger among the children of Israel.

  [6] καὶ ἐγὼ εἴληφα τοὺς ἀδελφοὺς ὑμῶν τοὺς Λευίτας ἐκ μέσου τῶν υἱῶν Ισραηλ δόμα δεδομένον κυρίῳ λειτουργεῖν τὰς λειτουργίας τῆς σκηνῆς τοῦ μαρτυρίου·

  [6] And I have taken your brethren the Levites out of the midst of the children of Israel, a present given to the Lord, to minister in the services of the tabernacle of witness.

  [7] καὶ σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ διατηρήσετε τὴν ἱερατείαν ὑμῶν κατὰ πάντα τρόπον τοῦ θυσιαστηρίου καὶ τὸ ἔνδοθεν τοῦ καταπετάσματος καὶ λειτουργήσετε τὰς λειτουργίας δόμα τῆς ἱερατείας ὑμῶν· καὶ ὁ ἀλλογενὴς ὁ προσπορευόμενος ἀποθανεῖται.

  [7] And thou and thy sons after thee shall keep up yo
ur priestly ministration, according to the whole manner of the altar, and that which is within the veil; and ye shall minister in the services as the office of your priesthood; and the stranger that comes near shall die.

  [8] Καὶ ἐλάλησεν κύριος πρὸς Ααρων Καὶ ἐγὼ ἰδοὺ δέδωκα ὑμῖν τὴν διατήρησιν τῶν ἀπαρχῶν· ἀπὸ πάντων τῶν ἡγιασμένων μοι παρὰ τῶν υἱῶν Ισραηλ σοὶ δέδωκα αὐτὰ εἰς γέρας καὶ τοῖς υἱοῖς σου μετὰ σέ, νόμιμον αἰώνιον.

  [8] And the Lord said to Aaron, And, behold, I have given you the charge of the first-fruits of all things consecrated to me by the children of Israel; and I have given them to thee as an honour, and to thy sons after thee for a perpetual ordinance.

  [9] καὶ τοῦτο ἔστω ὑμῖν ἀπὸ τῶν ἡγιασμένων ἁγίων τῶν καρπωμάτων, ἀπὸ πάντων τῶν δώρων αὐτῶν καὶ ἀπὸ πάντων τῶν θυσιασμάτων αὐτῶν καὶ ἀπὸ πάσης πλημμελείας αὐτῶν καὶ ἀπὸ πασῶν τῶν ἁμαρτιῶν, ὅσα ἀποδιδόασίν μοι, ἀπὸ πάντων τῶν ἁγίων σοὶ ἔσται καὶ τοῖς υἱοῖς σου.

  [9] And let this be to you from all the holy things that are consecrated to me, even the burnt-offerings, from all their gifts, and from all their sacrifices, and from every trespass-offering of theirs, and from all their sin-offerings, whatever things they give to me of all their holy things, they shall be thine and thy sons’.

  [10] ἐν τῷ ἁγίῳ τῶν ἁγίων φάγεσθε αὐτά· πᾶν ἀρσενικὸν φάγεται αὐτά, σὺ καὶ οἱ υἱοί σου· ἅγια ἔσται σοι.

  [10] In the most holy place shall ye eat them; every male shall eat them, thou and thy sons: they shall be holy to thee.

 

‹ Prev