Book Read Free

Septuagint Complete Greek and English Edition

Page 681

by Septuagint


  [15] καὶ ἡ χεὶρ τοῦ θεοῦ ἦν ἐπ’ αὐτοῖς ἐξαναλῶσαι αὐτοὺς ἐκ τῆς παρεμβολῆς, ἕως οὗ διέπεσαν. –

  [15] And the hand of the Lord was upon them to destroy them out of the midst of the camp, until they were consumed.

  [16] καὶ ἐγενήθη ἐπεὶ διέπεσαν πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ ἀποθνῄσκοντες ἐκ μέσου τοῦ λαοῦ,

  [16] And it came to pass when all the men of war dying out of the midst of the people had fallen,

  [17] καὶ ἐλάλησεν κύριος πρός με λέγων

  [17] that the Lord spoke to me, saying,

  [18] Σὺ παραπορεύσῃ σήμερον τὰ ὅρια Μωαβ τὴν Σηιρ

  [18] Thou shalt pass over this day the borders of Moab to Aroer;

  [19] καὶ προσάξετε ἐγγὺς υἱῶν Αμμαν· μὴ ἐχθραίνετε αὐτοῖς καὶ μὴ συνάψητε αὐτοῖς εἰς πόλεμον· οὐ γὰρ μὴ δῶ ἀπὸ τῆς γῆς υἱῶν Αμμαν σοὶ ἐν κλήρῳ, ὅτι τοῖς υἱοῖς Λωτ δέδωκα αὐτὴν ἐν κλήρῳ.

  [19] and ye shall draw nigh to the children of Amman: do not quarrel with them, nor wage war with them; for I will not give thee of the land of the children of Amman for an inheritance, because I have given it to the children of Lot for an inheritance.

  [20] [γῆ Ραφαιν λογισθήσεται· καὶ γὰρ ἐπ’ αὐτῆς κατῴκουν οἱ Ραφαιν τὸ πρότερον, καὶ οἱ Αμμανῖται ὀνομάζουσιν αὐτοὺς Ζομζομμιν,

  [20] It shall be accounted a land of Raphain, for the Raphain dwelt there before, and the Ammanites call them Zochommin.

  [21] ἔθνος μέγα καὶ πολὺ καὶ δυνατώτερον ὑμῶν ὥσπερ οἱ Ενακιμ, καὶ ἀπώλεσεν αὐτοὺς κύριος πρὸ προσώπου αὐτῶν, καὶ κατεκληρονόμησαν καὶ κατῳκίσθησαν ἀντ αὐτῶν ἕως τῆς ἡμέρας ταύτης·

  [21] A great nation and populous, and mightier than you, as also the Enakim: yet the Lord destroyed them from before them, and they inherited their land, and they dwelt there instead of them until this day.

  [22] ὥσπερ ἐποίησαν τοῖς υἱοῖς Ησαυ τοῖς κατοικοῦσιν ἐν Σηιρ, ὃν τρόπον ἐξέτριψαν τὸν Χορραῖον ἀπὸ προσώπου αὐτῶν καὶ κατεκληρονόμησαν καὶ κατῳκίσθησαν ἀντ αὐτῶν ἕως τῆς ἡμέρας ταύτης·

  [22] As they did to the children of Esau that dwell in Seir, even as they destroyed the Chorrhite from before them, and inherited their country, and dwelt therein instead of them until this day.

  [23] καὶ οἱ Ευαῖοι οἱ κατοικοῦντες ἐν ασηρωθ ἕως Γάζης, καὶ οἱ Καππάδοκες οἱ ἐξελθόντες ἐκ Καππαδοκίας ἐξέτριψαν αὐτοὺς καὶ κατῳκίσθησαν ἀντ αὐτῶν.]

  [23] And the Evites who dwell in Asedoth to Gaza, and the Cappadocians who came out of Cappadocia, destroyed them, and dwelt in their room.

  [24] νῦν οὖν ἀνάστητε καὶ ἀπάρατε καὶ παρέλθατε ὑμεῖς τὴν φάραγγα Αρνων· ἰδοὺ παραδέδωκα εἰς τὰς χεῖράς σου τὸν Σηων βασιλέα Εσεβων τὸν Αμορραῖον καὶ τὴν γῆν αὐτοῦ· ἐνάρχου κληρονομεῖν, σύναπτε πρὸς αὐτὸν πόλεμον.

  [24] Now then arise and depart, and pass over the valley of Arnon: behold, I have delivered into thy hands Seon the king of Esebon the Amorite, and his land: begin to inherit it: engage in war with him this day.

  [25] ἐν τῇ ἡμέρᾳ ταύτῃ ἐνάρχου δοῦναι τὸν τρόμον σου καὶ τὸν φόβον σου ἐπὶ πρόσωπον πάντων τῶν ἐθνῶν τῶν ὑποκάτω τοῦ οὐρανοῦ, οἵτινες ἀκούσαντες τὸ ὄνομά σου ταραχθήσονται καὶ ὠδῖνας ἕξουσιν ἀπὸ προσώπου σου.

  [25] Begin to put thy terror and thy fear on the face of all the nations under heaven, who shall be troubled when they have heard thy name, and shall be in anguish before thee.

  [26] Καὶ ἀπέστειλα πρέσβεις ἐκ τῆς ἐρήμου Κεδαμωθ πρὸς Σηων βασιλέα Εσεβων λόγοις εἰρηνικοῖς λέγων

  [26] And I sent ambassadors from the wilderness of Kedamoth to Seon king of Esebon with peaceable words, saying,

  [27] Παρελεύσομαι διὰ τῆς γῆς σου· ἐν τῇ ὁδῷ παρελεύσομαι, οὐχὶ ἐκκλινῶ δεξιὰ οὐδὲ ἀριστερά·

  [27] I will pass through thy land: I will go by the road, I will not turn aside to the right hand or to the left.

  [28] βρώματα ἀργυρίου ἀποδώσῃ μοι, καὶ φάγομαι, καὶ ὕδωρ ἀργυρίου ἀποδώσῃ μοι, καὶ πίομαι· πλὴν ὅτι παρελεύσομαι τοῖς ποσίν,

  [28] Thou shalt give me food for money, and I will eat; and thou shalt give me water for money, and I will drink; I will only go through on my feet:

  [29] καθὼς ἐποίησάν μοι οἱ υἱοὶ Ησαυ οἱ κατοικοῦντες ἐν Σηιρ καὶ οἱ Μωαβῖται οἱ κατοικοῦντες ἐν Αροηρ, ἕως παρέλθω τὸν Ιορδάνην εἰς τὴν γῆν, ἣν κύριος ὁ θεὸς ἡμῶν δίδωσιν ἡμῖν.

  [29] as the sons of Esau did to me, who dwelt in Seir, and the Moabites who dwelt in Aroer, until I shall have passed Jordan into the land which the Lord our God gives us.

  [30] καὶ οὐκ ἠθέλησεν Σηων βασιλεὺς Εσεβων παρελθεῖν ἡμᾶς δι’ αὐτοῦ, ὅτι ἐσκλήρυνεν κύριος ὁ θεὸς ἡμῶν τὸ πνεῦμα αὐτοῦ καὶ κατίσχυσεν τὴν καρδίαν αὐτοῦ, ἵνα παραδοθῇ εἰς τὰς χεῖράς σου ὡς ἐν τῇ ἡμέρᾳ ταύτῃ.

  [30] And Seon king of Esebon would not that we should pass by him, because the Lord our God hardened his spirit, and made his heart stubborn, that he might be delivered into thy hands, as on this day.

  [31] καὶ εἶπεν κύριος πρός με Ἰδοὺ ἦργμαι παραδοῦναι πρὸ προσώπου σου τὸν Σηων βασιλέα Εσεβων τὸν Αμορραῖον καὶ τὴν γῆν αὐτοῦ· ἔναρξαι κληρονομῆσαι τὴν γῆν αὐτοῦ.

  [31] And the Lord said to me, Behold, I have begun to deliver before thee Seon the king of Esebon the Amorite, and his land, and do thou begin to inherit his land.

  [32] καὶ ἐξῆλθεν Σηων βασιλεὺς Εσεβων εἰς συνάντησιν ἡμῖν, αὐτὸς καὶ πᾶς ὁ λαὸς αὐτοῦ, εἰς πόλεμον Ιασσα.

  [32] And Seon the king of Esebon came forth to meet us, he and all his people to war at Jassa.

  [33] καὶ παρέδωκεν αὐτὸν κύριος ὁ θεὸς ἡμῶν πρὸ προσώπου ἡμῶν, καὶ ἐπατάξαμεν αὐτὸν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ πάντα τὸν λαὸν αὐτοῦ

  [33] And the Lord our God delivered him before our face, and we smote him, and his sons, and all his people.

  [34] καὶ ἐκρατήσαμεν πασῶν τῶν πόλεων αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ καὶ ἐξωλεθρεύσαμεν πᾶσαν πόλιν ἑξῆς καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν, οὐ κατελίπομεν ζωγρείαν·

  [34] And we took possession of all his cities at that time, and we utterly destr
oyed every city in succession, and their wives, and their children; we left no living prey.

  [35] πλὴν τὰ κτήνη ἐπρονομεύσαμεν καὶ τὰ σκῦλα τῶν πόλεων ἐλάβομεν.

  [35] Only we took the cattle captive, and took the spoil of the cities.

  [36] ἐξ Αροηρ, ἥ ἐστιν παρὰ τὸ χεῖλος χειμάρρου Αρνων, καὶ τὴν πόλιν τὴν οὖσαν ἐν τῇ φάραγγι καὶ ἕως ὄρους τοῦ Γαλααδ οὐκ ἐγενήθη πόλις, ἥτις διέφυγεν ἡμᾶς, τὰς πάσας παρέδωκεν κύριος ὁ θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν·

  [36] From Aroer, which is by the brink of the brook of Arnon, and the city which is in the valley, and as far as the mount of Galaad; there was not a city which escaped us: the Lord our God delivered all of them into our hands.

  [37] πλὴν εἰς γῆν υἱῶν Αμμων οὐ προσήλθομεν, πάντα τὰ συγκυροῦντα χειμάρρου Ιαβοκ καὶ τὰς πόλεις τὰς ἐν τῇ ὀρεινῇ, καθότι ἐνετείλατο ἡμῖν κύριος ὁ θεὸς ἡμῶν. –

  [37] Only we did not draw near to the children of Amman, even all the parts bordering on the brook Jaboc, and the cities in the mountain country, as the Lord our God charged us.

  CHAPTER 3

  [1] καὶ ἐπιστραφέντες ἀνέβημεν ὁδὸν τὴν εἰς Βασαν, καὶ ἐξῆλθεν Ωγ βασιλεὺς τῆς Βασαν εἰς συνάντησιν ἡμῖν, αὐτὸς καὶ πᾶς ὁ λαὸς αὐτοῦ, εἰς πόλεμον εἰς Εδραιν.

  [1] And we turned and went by the way leading to Basan; and Og the king of Basan came out to meet us, he and all his people, to battle at Edraim.

  [2] καὶ εἶπεν κύριος πρός με Μὴ φοβηθῇς αὐτόν, ὅτι εἰς τὰς χεῖράς σου παραδέδωκα αὐτὸν καὶ πάντα τὸν λαὸν αὐτοῦ καὶ πᾶσαν τὴν γῆν αὐτοῦ, καὶ ποιήσεις αὐτῷ ὥσπερ ἐποίησας Σηων βασιλεῖ τῶν Αμορραίων, ὃς κατῴκει ἐν Εσεβων.

  [2] And the Lord said to me, Fear him not, for I have delivered him, and all his people, and all his land, into thy hands; and thou shalt do to him as thou didst to Seon king of the Amorites who dwelt in Esebon.

  [3] καὶ παρέδωκεν αὐτὸν κύριος ὁ θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν, καὶ τὸν Ωγ βασιλέα τῆς Βασαν καὶ πάντα τὸν λαὸν αὐτοῦ, καὶ ἐπατάξαμεν αὐτὸν ἕως τοῦ μὴ καταλιπεῖν αὐτοῦ σπέρμα.

  [3] And the Lord our God delivered him into our hands, even Og the king of Basan, and all his people; and we smote him until we left none of his seed.

  [4] καὶ ἐκρατήσαμεν πασῶν τῶν πόλεων αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ, οὐκ ἦν πόλις, ἣν οὐκ ἐλάβομεν παρ’ αὐτῶν, ἑξήκοντα πόλεις, πάντα τὰ περίχωρα Αργοβ βασιλείας Ωγ ἐν Βασαν,

  [4] And we mastered all his cities at that time; there was not a city which we took not from them; sixty cities, all the country round about Argob, belonging to king Og in Basan:

  [5] πᾶσαι πόλεις ὀχυραί, τείχη ὑψηλά, πύλαι καὶ μοχλοί, πλὴν τῶν πόλεων τῶν Φερεζαίων τῶν πολλῶν σφόδρα.

  [5] all strong cities, lofty walls, gates and bars; besides the very many cities of the Pherezites.

  [6] ἐξωλεθρεύσαμεν αὐτούς, ὥσπερ ἐποιήσαμεν τὸν Σηων βασιλέα Εσεβων, καὶ ἐξωλεθρεύσαμεν πᾶσαν πόλιν ἑξῆς καὶ τὰς γυναῖκας καὶ τὰ παιδία·

  [6] We utterly destroyed them as we dealt with Seon the king of Esebon, so we utterly destroyed every city in order, and the women and the children,

  [7] καὶ πάντα τὰ κτήνη καὶ τὰ σκῦλα τῶν πόλεων ἐπρονομεύσαμεν ἑαυτοῖς.

  [7] and all the cattle; and we took for a prey to ourselves the spoil of the cities.

  [8] Καὶ ἐλάβομεν ἐν τῷ καιρῷ ἐκείνῳ τὴν γῆν ἐκ χειρῶν δύο βασιλέων τῶν Αμορραίων, οἳ ἦσαν πέραν τοῦ Ιορδάνου ἀπὸ τοῦ χειμάρρου Αρνων καὶ ἕως Αερμων

  [8] And we took at that time the land out of the hands of the two kings of the Amorites, who were beyond Jordan, extending from the brook of Arnon even unto Aermon.

  [9] [οἱ Φοίνικες ἐπονομάζουσιν τὸ Αερμων Σανιωρ, καὶ ὁ Αμορραῖος ἐπωνόμασεν αὐτὸ Σανιρ],

  [9] The Phoenicians call Aermon Sanior, but the Amorite has called it Sanir.

  [10] πᾶσαι πόλεις Μισωρ καὶ πᾶσα Γαλααδ καὶ πᾶσα Βασαν ἕως Σελχα καὶ Εδραιν, πόλεις βασιλείας τοῦ Ωγ ἐν τῇ Βασαν.

  [10] All the cities of Misor, and all Galaad, and all Basan as far as Elcha and Edraim, cities of the kingdom of Og in Basan.

  [11] ὅτι πλὴν Ωγ βασιλεὺς Βασαν κατελείφθη ἀπὸ τῶν Ραφαιν· ἰδοὺ ἡ κλίνη αὐτοῦ κλίνη σιδηρᾶ, ἰδοὺ αὕτη ἐν τῇ ἄκρᾳ τῶν υἱῶν Αμμων, ἐννέα πηχῶν τὸ μῆκος αὐτῆς καὶ τεσσάρων πηχῶν τὸ εὖρος αὐτῆς ἐν πήχει ἀνδρός.

  [11] For only Og the king of Basan was left of the Raphain: behold, his bed was a bed of iron; behold, it is in the chief city of the children of Ammon; the length of it is nine cubits, and the breadth of it four cubits, according to the cubit of a man.

  [12] καὶ τὴν γῆν ἐκείνην ἐκληρονομήσαμεν ἐν τῷ καιρῷ ἐκείνῳ ἀπὸ Αροηρ, ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάρρου Αρνων, καὶ τὸ ἥμισυ ὄρους Γαλααδ καὶ τὰς πόλεις αὐτοῦ ἔδωκα τῷ Ρουβην καὶ τῷ Γαδ.

  [12] And we inherited that land at that time from Aroer, which is by the border of the torrent Arnon, and half the mount of Galaad; and I gave his cities to Ruben and to Gad.

  [13] καὶ τὸ κατάλοιπον τοῦ Γαλααδ καὶ πᾶσαν τὴν Βασαν, βασιλείαν Ωγ, ἔδωκα τῷ ἡμίσει φυλῆς Μανασση καὶ πᾶσαν περίχωρον Αργοβ, πᾶσαν τὴν Βασαν ἐκείνην· γῆ Ραφαιν λογισθήσεται.

  [13] And the rest of Galaad, and all Basan the kingdom of Og I gave to the half-tribe of Manasse, and all the country round about Argob, all that Basan; it shall be accounted the land of Raphain.

  [14] καὶ Ιαιρ υἱὸς Μανασση ἔλαβεν πᾶσαν τὴν περίχωρον Αργοβ ἕως τῶν ὁρίων Γαργασι καὶ Ομαχαθι· ἐπωνόμασεν αὐτὰς ἐπὶ τῷ ὀνόματι αὐτοῦ τὴν Βασαν Αυωθ Ιαιρ ἕως τῆς ἡμέρας ταύτης.

  [14] And Jair the son of Manasse took all the country round about Argob as far as the borders of Gargasi and Machathi: he called them by his name Basan Thavoth Jair until this day.

  [15] καὶ τῷ Μαχιρ ἔδωκα τὴν Γαλααδ.

  [15] And to Machir I gave Galaad.

  [16] καὶ τῷ Ρουβην καὶ τῷ Γαδ δέδωκα ἀπὸ τῆς Γαλααδ ἕως χειμάρρου Αρνων [μέσον τοῦ χειμάρρου ὅριον] καὶ ἕως τοῦ Ιαβοκ· ὁ χειμάρρους ὅριον τοῖς υἱοῖς Αμμαν·

  [16] And to Ruben and to Gad I gave the land under Galaad as far as the brook of Arnon, the border between the brook and as far as Jaboc; the
brook is the border to the children Amman.

  [17] καὶ ἡ Αραβα καὶ ὁ Ιορδάνης ὅριον Μαχαναρεθ καὶ ἕως θαλάσσης Αραβα, θαλάσσης ἁλυκῆς, ὑπὸ Ασηδωθ τὴν Φασγα ἀνατολῶν. –

  [17] And Araba and Jordan are the boundary of Machanareth, even to the sea of Araba, the salt sea under Asedoth Phasga eastward.

  [18] καὶ ἐνετειλάμην ὑμῖν ἐν τῷ καιρῷ ἐκείνῳ λέγων Κύριος ὁ θεὸς ὑμῶν ἔδωκεν ὑμῖν τὴν γῆν ταύτην ἐν κλήρῳ· ἐνοπλισάμενοι προπορεύεσθε πρὸ προσώπου τῶν ἀδελφῶν ὑμῶν υἱῶν Ισραηλ, πᾶς δυνατός·

  [18] And I charged you at that time, saying, The Lord your God has given you this land by lot; arm yourselves, every one that is powerful, and go before your brethren the children of Israel.

  [19] πλὴν αἱ γυναῖκες ὑμῶν καὶ τὰ τέκνα ὑμῶν καὶ τὰ κτήνη ὑμῶν – οἶδα ὅτι πολλὰ κτήνη ὑμῖν – κατοικείτωσαν ἐν ταῖς πόλεσιν ὑμῶν, αἷς ἔδωκα ὑμῖν,

  [19] Only your wives and your children and your cattle (I know that ye have much cattle), let them dwell in your cities which I have given you;

  [20] ἕως ἂν καταπαύσῃ κύριος ὁ θεὸς ὑμῶν τοὺς ἀδελφοὺς ὑμῶν ὥσπερ καὶ ὑμᾶς, καὶ κατακληρονομήσουσιν καὶ οὗτοι τὴν γῆν, ἣν κύριος ὁ θεὸς ἡμῶν δίδωσιν αὐτοῖς ἐν τῷ πέραν τοῦ Ιορδάνου, καὶ ἐπαναστραφήσεσθε ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ, ἣν ἔδωκα ὑμῖν.

  [20] until the Lord your God give your brethren rest, as also he has given to you, and they also shall inherit the land, which the Lord our God gives them on the other side of Jordan; then ye shall return, each one to his inheritance which I have given you.

 

‹ Prev