Book Read Free

Septuagint Complete Greek and English Edition

Page 696

by Septuagint


  [12] And when thou shalt have completed all the tithings of thy fruits in the third year, thou shalt give the second tenth to the Levite, and stranger, and fatherless, and widow; and they shall eat it in thy cities, and be merry.

  [13] καὶ ἐρεῖς ἐναντίον κυρίου τοῦ θεοῦ σου Ἐξεκάθαρα τὰ ἅγια ἐκ τῆς οἰκίας μου καὶ ἔδωκα αὐτὰ τῷ Λευίτῃ καὶ τῷ προσηλύτῳ καὶ τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ κατὰ πάσας τὰς ἐντολάς, ἃς ἐνετείλω μοι· οὐ παρῆλθον τὴν ἐντολήν σου καὶ οὐκ ἐπελαθόμην·

  [13] And thou shalt say before the Lord thy God, I have fully collected the holy things out of my house, and I have given them to the Levite, and the stranger, and the orphan, and the widow, according to all commands which thou didst command me: I did not transgress thy command, and I did not forget it.

  [14] καὶ οὐκ ἔφαγον ἐν ὀδύνῃ μου ἀπ’ αὐτῶν, οὐκ ἐκάρπωσα ἀπ’ αὐτῶν εἰς ἀκάθαρτον, οὐκ ἔδωκα ἀπ’ αὐτῶν τῷ τεθνηκότι· ὑπήκουσα τῆς φωνῆς κυρίου τοῦ θεοῦ μου, ἐποίησα καθὰ ἐνετείλω μοι.

  [14] And in my distress I did not eat of them, I have not gathered of them for an unclean purpose, I have not given of them to the dead; I have hearkened to the voice of the Lord our God, I have done as thou hast commanded me.

  [15] κάτιδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου ἐκ τοῦ οὐρανοῦ καὶ εὐλόγησον τὸν λαόν σου τὸν Ισραηλ καὶ τὴν γῆν, ἣν ἔδωκας αὐτοῖς, καθὰ ὤμοσας τοῖς πατράσιν ἡμῶν δοῦναι ἡμῖν γῆν ῥέουσαν γάλα καὶ μέλι.

  [15] Look down from thy holy house, from heaven, and bless thy people Israel, and the land which thou hast given them, as thou didst swear to our fathers, to give to us a land flowing with milk and honey.

  [16] Ἐν τῇ ἡμέρᾳ ταύτῃ κύριος ὁ θεός σου ἐνετείλατό σοι ποιῆσαι πάντα τὰ δικαιώματα ταῦτα καὶ τὰ κρίματα, καὶ φυλάξεσθε καὶ ποιήσετε αὐτὰ ἐξ ὅλης τῆς καρδίας ὑμῶν καὶ ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν.

  [16] On this day the Lord thy God charged thee to keep all the ordinances and judgments; and ye shall observe and do them, with all your heart, and with all your soul.

  [17] τὸν θεὸν εἵλου σήμερον εἶναί σου θεὸν καὶ πορεύεσθαι ἐν ταῖς ὁδοῖς αὐτοῦ καὶ φυλάσσεσθαι τὰ δικαιώματα καὶ τὰ κρίματα αὐτοῦ καὶ ὑπακούειν τῆς φωνῆς αὐτοῦ·

  [17] Thou hast chosen God this day to be thy God, and to walk in all his ways, and to observe his ordinances and judgments, and to hearken to his voice.

  [18] καὶ κύριος εἵλατό σε σήμερον γενέσθαι σε αὐτῷ λαὸν περιούσιον, καθάπερ εἶπέν σοι, φυλάσσειν πάσας τὰς ἐντολὰς αὐτοῦ

  [18] And the Lord has chosen thee this day that thou shouldest be to him a peculiar people, as he said, to keep his commands;

  [19] καὶ εἶναί σε ὑπεράνω πάντων τῶν ἐθνῶν, ὡς ἐποίησέν σε ὀνομαστὸν καὶ καύχημα καὶ δόξαστόν, εἶναί σε λαὸν ἅγιον κυρίῳ τῷ θεῷ σου, καθὼς ἐλάλησεν.

  [19] and that thou shouldest be above all nations, as he has made thee renowned, and a boast, and glorious, that thou shouldest be a holy people to the Lord thy God, as he has spoken.

  CHAPTER 27

  [1] Καὶ προσέταξεν Μωϋσῆς καὶ ἡ γερουσία Ισραηλ λέγων Φυλάσσεσθε πάσας τὰς ἐντολὰς ταύτας, ὅσας ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον.

  [1] And Moses and the elders of Israel commanded, saying, Keep all these commands, all that I command you this day.

  [2] καὶ ἔσται ᾗ ἂν ἡμέρᾳ διαβῆτε τὸν Ιορδάνην εἰς τὴν γῆν, ἣν κύριος ὁ θεός σου δίδωσίν σοι, καὶ στήσεις σεαυτῷ λίθους μεγάλους καὶ κονιάσεις αὐτοὺς κονίᾳ

  [2] And it shall come to pass in the day when ye shall cross over Jordan into the land which the Lord thy God gives thee, that thou shalt set up for thyself great stones, and shalt plaster them with plaster.

  [3] καὶ γράψεις ἐπὶ τῶν λίθων πάντας τοὺς λόγους τοῦ νόμου τούτου, ὡς ἂν διαβῆτε τὸν Ιορδάνην, ἡνίκα ἐὰν εἰσέλθητε εἰς τὴν γῆν, ἣν κύριος ὁ θεὸς τῶν πατέρων σου δίδωσίν σοι, γῆν ῥέουσαν γάλα καὶ μέλι, ὃν τρόπον εἶπεν κύριος ὁ θεὸς τῶν πατέρων σού σοι·

  [3] And thou shalt write on these stones all the words of this law, as soon as ye have crossed Jordan, when ye are entered into the land, which the Lord God of thy fathers gives thee, a land flowing with milk and honey, according as the Lord God of thy fathers said to thee.

  [4] καὶ ἔσται ὡς ἂν διαβῆτε τὸν Ιορδάνην, στήσετε τοὺς λίθους τούτους, οὓς ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἐν ὄρει Γαιβαλ καὶ κονιάσεις αὐτοὺς κονίᾳ.

  [4] And it shall be as soon as ye are gone over Jordan, ye shall set up these stones, which I command thee this day, on mount Gaebal, and thou shalt plaster them with plaster.

  [5] καὶ οἰκοδομήσεις ἐκεῖ θυσιαστήριον κυρίῳ τῷ θεῷ σου, θυσιαστήριον ἐκ λίθων, οὐκ ἐπιβαλεῖς ἐπ’ αὐτοὺς σίδηρον·

  [5] And thou shalt build there an altar to the Lord thy God, an altar of stones; thou shalt not lift up iron upon it.

  [6] λίθους ὁλοκλήρους οἰκοδομήσεις θυσιαστήριον κυρίῳ τῷ θεῷ σου καὶ ἀνοίσεις ἐπ’ αὐτὸ ὁλοκαυτώματα κυρίῳ τῷ θεῷ σου

  [6] Of whole stones shalt thou build an altar to the Lord thy God, and thou shalt offer upon it whole-burnt-offerings to the Lord thy God.

  [7] καὶ θύσεις ἐκεῖ θυσίαν σωτηρίου κυρίῳ τῷ θεῷ σου καὶ φάγῃ καὶ ἐμπλησθήσῃ καὶ εὐφρανθήσῃ ἐναντίον κυρίου τοῦ θεοῦ σου.

  [7] And thou shalt there offer a peace-offering; and thou shalt eat and be filled, and rejoice before the Lord thy God.

  [8] καὶ γράψεις ἐπὶ τῶν λίθων πάντα τὸν νόμον τοῦτον σαφῶς σφόδρα.

  [8] And thou shalt write upon the stones all this law very plainly.

  [9] Καὶ ἐλάλησεν Μωϋσῆς καὶ οἱ ἱερεῖς οἱ Λευῖται παντὶ Ισραηλ λέγοντες Σιώπα καὶ ἄκουε, Ισραηλ· ἐν τῇ ἡμέρᾳ ταύτῃ γέγονας εἰς λαὸν κυρίῳ τῷ θεῷ σου·

  [9] And Moses and the priests the Levites spoke to all Israel, saying, Be silent and hear, O Israel; this day thou art become a people to the Lord thy God.

  [10] καὶ εἰσακούσῃ τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου καὶ ποιήσεις πάσας τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον.

  [10] And thou shalt hearken to the voice of the Lord thy God, and shalt do all his commands, and his ordinances, as many as I command thee this day.

  [11] Καὶ ἐνετείλατο Μωϋσῆς τῷ λαῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ
λέγων

  [11] And Moses charged the people on that day, saying,

  [12] Οὗτοι στήσονται εὐλογεῖν τὸν λαὸν ἐν ὄρει Γαριζιν διαβάντες τὸν Ιορδάνην· Συμεων, Λευι, Ιουδας, Ισσαχαρ, Ιωσηφ καὶ Βενιαμιν.

  [12] These shall stand to bless the people on mount Garizin having gone over Jordan; Symeon, Levi, Judas, Issachar, Joseph, and Benjamin.

  [13] καὶ οὗτοι στήσονται ἐπὶ τῆς κατάρας ἐν ὄρει Γαιβαλ· Ρουβην, Γαδ καὶ Ασηρ, Ζαβουλων, Δαν καὶ Νεφθαλι.

  [13] And these shall stand for cursing on mount Gaebal; Ruben, Gad, and Aser, Zabulon, Dan, and Nephthali.

  [14] καὶ ἀποκριθέντες οἱ Λευῖται ἐροῦσιν παντὶ Ισραηλ φωνῇ μεγάλῃ

  [14] And the Levites shall answer and say to all Israel with a loud voice,

  [15] Ἐπικατάρατος ἄνθρωπος, ὅστις ποιήσει γλυπτὸν καὶ χωνευτόν, βδέλυγμα κυρίῳ, ἔργον χειρῶν τεχνίτου, καὶ θήσει αὐτὸ ἐν ἀποκρύφῳ· καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς ἐροῦσιν Γένοιτο.

  [15] Cursed is the man whosoever shall make a graven or molten image, an abomination to the Lord, the work of the hands of craftsmen, and shall put it in a secret place: and all the people shall answer and say, So be it.

  [16] Ἐπικατάρατος ὁ ἀτιμάζων πατέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ· καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο.

  [16] Cursed is the man that dishonours his father or his mother: and all the people shall say, So be it.

  [17] Ἐπικατάρατος ὁ μετατιθεὶς ὅρια τοῦ πλησίον· καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο.

  [17] Cursed is he that removes his neighbour’s landmarks: and all the people shall say, So be it.

  [18] Ἐπικατάρατος ὁ πλανῶν τυφλὸν ἐν ὁδῷ· καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο.

  [18] Cursed is he that makes the blind to wander in the way: and all the people shall say, So be it.

  [19] Ἐπικατάρατος ὃς ἂν ἐκκλίνῃ κρίσιν προσηλύτου καὶ ὀρφανοῦ καὶ χήρας· καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο.

  [19] Cursed is every one that shall pervert the judgment of the stranger, and orphan, and widow: and all the people shall say, So be it.

  [20] Ἐπικατάρατος ὁ κοιμώμενος μετὰ γυναικὸς τοῦ πατρὸς αὐτοῦ, ὅτι ἀπεκάλυψεν συγκάλυμμα τοῦ πατρὸς αὐτοῦ· καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο.

  [20] Cursed is he that lies with his father’s wife, because he has uncovered his father’s skirt: and all the people shall say, So be it.

  [21] Ἐπικατάρατος ὁ κοιμώμενος μετὰ παντὸς κτήνους· καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο.

  [21] Cursed is he that lies with any beast: and all the people shall say, So be it.

  [22] Ἐπικατάρατος ὁ κοιμώμενος μετὰ ἀδελφῆς ἐκ πατρὸς ἢ ἐκ μητρὸς αὐτοῦ· καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο.

  [22] Cursed is he that lies with his sister by his father or his mother: and all the people shall say, So be it.

  [23] Ἐπικατάρατος ὁ κοιμώμενος μετὰ πενθερᾶς αὐτοῦ· καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο. Ἐπικατάρατος ὁ κοιμώμενος μετὰ ἀδελφῆς γυναικὸς αὐτοῦ· καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο.

  [23] Cursed is he that lies with his daughter-in-law: and all the people shall say, So be it. Cursed is he that lies with his wife’s sister: and all the people shall say, So be it.

  [24] Ἐπικατάρατος ὁ τύπτων τὸν πλησίον αὐτοῦ δόλῳ· καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο.

  [24] Cursed is he that smites his neighbour secretly: and all the people shall say, So be it.

  [25] Ἐπικατάρατος ὃς ἂν λάβῃ δῶρα πατάξαι ψυχὴν αἵματος ἀθῴου· καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο.

  [25] Cursed is he whosoever shall have taken a bribe to slay an innocent man: and all the people shall say, So be it.

  [26] Ἐπικατάρατος πᾶς ἄνθρωπος, ὃς οὐκ ἐμμενεῖ ἐν πᾶσιν τοῖς λόγοις τοῦ νόμου τούτου τοῦ ποιῆσαι αὐτούς· καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο.

  [26] Cursed is every man that continues not in all the words of this law to do them: and all the people shall say, So be it.

  CHAPTER 28

  [1] Καὶ ἔσται ὡς ἂν διαβῆτε τὸν Ιορδάνην εἰς τὴν γῆν, ἣν κύριος ὁ θεὸς ὑμῶν δίδωσιν ὑμῖν, ἐὰν ἀκοῇ εἰσακούσητε τῆς φωνῆς κυρίου τοῦ θεοῦ ὑμῶν φυλάσσειν καὶ ποιεῖν πάσας τὰς ἐντολὰς αὐτοῦ, ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον, καὶ δώσει σε κύριος ὁ θεός σου ὑπεράνω πάντων τῶν ἐθνῶν τῆς γῆς,

  And it shall come to pass, if thou wilt indeed hear the voice of the Lord thy God, to observe and do all these commands, which I charge thee this day, that the Lord thy God shall set thee on high above all the nations of the earth;

  [2] καὶ ἥξουσιν ἐπὶ σὲ πᾶσαι αἱ εὐλογίαι αὗται καὶ εὑρήσουσίν σε, ἐὰν ἀκοῇ ἀκούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου.

  [2] and all these blessings shall come upon thee, and shall find thee. If thou wilt indeed hear the voice of the Lord thy God,

  [3] εὐλογημένος σὺ ἐν πόλει, καὶ εὐλογημένος σὺ ἐν ἀγρῷ·

  [3] blessed shalt thou be in the city, and blessed shalt thou be in the field.

  [4] εὐλογημένα τὰ ἔκγονα τῆς κοιλίας σου καὶ τὰ γενήματα τῆς γῆς σου, τὰ βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια τῶν προβάτων σου·

  [4] Blessed shall be the offspring of thy body, and the fruits of thy land, and the herds of thy oxen, and the flocks of thy sheep.

  [5] εὐλογημέναι αἱ ἀποθῆκαί σου καὶ τὰ ἐγκαταλείμματά σου·

  [5] Blessed shall be thy barns, and thy stores.

  [6] εὐλογημένος σὺ ἐν τῷ εἰσπορεύεσθαί σε, καὶ εὐλογημένος σὺ ἐν τῷ ἐκπορεύεσθαί σε.

  [6] Blessed shalt thou be in thy coming in, and blessed shalt thou be in thy going out.

  [7] παραδῷ κύριος ὁ θεός σου τοὺς ἐχθρούς σου τοὺς ἀνθεστηκότας σοι συντετριμμένους πρὸ προσώπου σου· ὁδῷ μιᾷ ἐξελεύσονται πρὸς σὲ καὶ ἐν ἑπτὰ ὁδοῖς φεύξονται ἀπὸ προσώπου σου.

  [7] The Lord deliver thine enemies that withstand thee utterly broken before thy face: they shall come out against thee one way, and they shall flee seven ways from before thee.

  [8] ἀποστείλαι κύριος ἐπὶ σὲ τὴν εὐλογίαν ἐν τοῖς ταμιείοις σου καὶ ἐν πᾶσιν, οὗ ἂν ἐπιβάλῃς τὴν χεῖρά σου, ἐπὶ τῆς γῆς, ἧς κύριος ὁ θεός σου δίδωσίν σοι.

  [8] The Lord send upon thee his blessing in thy barns, and on all on which thou shalt put thine hand,
in the land which the Lord thy God gives thee.

  [9] ἀναστήσαι σε κύριος ὁ θεός σου ἑαυτῷ λαὸν ἅγιον, ὃν τρόπον ὤμοσεν τοῖς πατράσιν σου, ἐὰν εἰσακούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου καὶ πορευθῇς ἐν ταῖς ὁδοῖς αὐτοῦ·

  [9] The Lord raise thee up for himself a holy people, as he sware to thy fathers; if thou wilt hear the voice of the Lord thy God, and walk in all his ways.

  [10] καὶ ὄψονταί σε πάντα τὰ ἔθνη τῆς γῆς ὅτι τὸ ὄνομα κυρίου ἐπικέκληταί σοι, καὶ φοβηθήσονταί σε.

  [10] And all the nations of the earth shall see thee, that the name of the Lord is called upon thee, and they shall stand in awe of thee.

  [11] καὶ πληθυνεῖ σε κύριος ὁ θεός σου εἰς ἀγαθὰ ἐπὶ τοῖς ἐκγόνοις τῆς κοιλίας σου καὶ ἐπὶ τοῖς γενήμασιν τῆς γῆς σου καὶ ἐπὶ τοῖς ἐκγόνοις τῶν κτηνῶν σου ἐπὶ τῆς γῆς, ἧς ὤμοσεν κύριος τοῖς πατράσιν σου δοῦναί σοι.

  [11] And the Lord thy God shall multiply thee for good in the offspring of thy body, and in the offspring of thy cattle, and in the fruits of thy land, on thy land which the Lord sware to thy fathers to give to thee.

  [12] ἀνοίξαι σοι κύριος τὸν θησαυρὸν αὐτοῦ τὸν ἀγαθόν, τὸν οὐρανόν, δοῦναι τὸν ὑετὸν τῇ γῇ σου ἐπὶ καιροῦ αὐτοῦ εὐλογῆσαι πάντα τὰ ἔργα τῶν χειρῶν σου, καὶ δανιεῖς ἔθνεσιν πολλοῖς, σὺ δὲ οὐ δανιῇ, καὶ ἄρξεις σὺ ἐθνῶν πολλῶν, σοῦ δὲ οὐκ ἄρξουσιν.

 

‹ Prev