Book Read Free

Septuagint Complete Greek and English Edition

Page 718

by Septuagint


  [31] And Aser did not drive out the inhabitants of Accho, and that people became tributary to him, nor the inhabitants of Dor, nor the inhabitants of Sidon, nor the inhabitants of Dalaph, nor Aschazi, nor Chebda, nor Nai, nor Ereo.

  [32] καὶ κατῴκησεν ὁ Ασηρ ἐν μέσῳ τοῦ Χαναναίου τοῦ κατοικοῦντος τὴν γῆν, ὅτι οὐκ ἠδυνήθη ἐξᾶραι αὐτόν.

  [32] And Aser dwelt in the midst of the Chananite who inhabited the land, for he could not drive him out.

  [33] Καὶ Νεφθαλι οὐκ ἐξῆρεν τοὺς κατοικοῦντας Βαιθσαμυς καὶ τοὺς κατοικοῦντας Βαιθαναθ, καὶ κατῴκησεν Νεφθαλι ἐν μέσῳ τοῦ Χαναναίου τοῦ κατοικοῦντος τὴν γῆν· οἱ δὲ κατοικοῦντες Βαιθσαμυς καὶ τὴν Βαιθενεθ ἐγένοντο αὐτοῖς εἰς φόρον.

  [33] And Nephthali did not drive out the inhabitants of Baethsamys, nor the inhabitants of Baethanach; and Nephthali dwelt in the midst of the Chananite who inhabited the land: but the inhabitants of Bethsamys and of Baetheneth became tributary to them.

  [34] Καὶ ἐξέθλιψεν ὁ Αμορραῖος τοὺς υἱοὺς Δαν εἰς τὸ ὄρος, ὅτι οὐκ ἀφῆκαν αὐτὸν καταβῆναι εἰς τὴν κοιλάδα.

  [34] And the Amorite drove out the children of Dan into the mountains, for they did not suffer them to come down into the valley.

  [35] καὶ ἤρξατο ὁ Αμορραῖος κατοικεῖν ἐν τῷ ὄρει τῷ ὀστρακώδει, ἐν ᾧ αἱ ἄρκοι καὶ ἐν ᾧ αἱ ἀλώπεκες, ἐν τῷ Μυρσινῶνι καὶ ἐν Θαλαβιν· καὶ ἐβαρύνθη χεὶρ οἴκου Ιωσηφ ἐπὶ τὸν Αμορραῖον, καὶ ἐγενήθη αὐτοῖς εἰς φόρον.

  [35] And the Amorite began to dwell in the mountain of shells, in which are bears, and foxes, in Myrsinon, and in Thalabin; and the hand of the house of Joseph was heavy upon the Amorite, and he became tributary to them.

  [36] καὶ τὸ ὅριον τοῦ Αμορραίου ἀπὸ τῆς ἀναβάσεως Ακραβιν ἀπὸ τῆς Πέτρας καὶ ἐπάνω.

  [36] And the border of the Amorite was from the going up of Acrabin, from the rock and upwards.

  CHAPTER 2

  [1] Καὶ ἀνέβη ἄγγελος κυρίου ἀπὸ Γαλγαλ ἐπὶ τὸν Κλαυθμῶνα καὶ ἐπὶ Βαιθηλ καὶ ἐπὶ τὸν οἶκον Ισραηλ καὶ εἶπεν πρὸς αὐτούς Τάδε λέγει κύριος Ἀνεβίβασα ὑμᾶς ἐξ Αἰγύπτου καὶ εἰσήγαγον ὑμᾶς εἰς τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν, καὶ εἶπα Οὐ διασκεδάσω τὴν διαθήκην μου τὴν μεθ’ ὑμῶν εἰς τὸν αἰῶνα·

  [1] And an angel of the Lord went up from Galgal to the place of weeping, and to Baethel, and to the house of Israel, and said to them, Thus says the Lord, I brought you up out of Egypt, and I brought you into the land which I sware to your fathers; and I said, I will never break my covenant that I have made with you.

  [2] καὶ ὑμεῖς οὐ διαθήσεσθε διαθήκην τοῖς ἐγκαθημένοις εἰς τὴν γῆν ταύτην οὐδὲ τοῖς θεοῖς αὐτῶν προσκυνήσετε, ἀλλὰ τὰ γλυπτὰ αὐτῶν συντρίψετε καὶ τὰ θυσιαστήρια αὐτῶν καθελεῖτε. καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς μου, ὅτι ταῦτα ἐποιήσατε.

  [2] And ye shall make no covenant with them that dwell in this land, neither shall ye worship their gods; but ye shall destroy their graven images, ye shall pull down their altars: but ye hearkened not to my voice, for ye did these things.

  [3] κἀγὼ εἶπον Οὐ μὴ ἐξαρῶ αὐτοὺς ἐκ προσώπου ὑμῶν, καὶ ἔσονται ὑμῖν εἰς συνοχάς, καὶ οἱ θεοὶ αὐτῶν ἔσονται ὑμῖν εἰς σκάνδαλον.

  [3] And I said, I will not drive them out from before you, but they shall be for a distress to you, and their gods shall be to you for an offence.

  [4] καὶ ἐγένετο ὡς ἐλάλησεν ὁ ἄγγελος κυρίου τοὺς λόγους τούτους πρὸς πάντας υἱοὺς Ισραηλ, καὶ ἐπῆραν ὁ λαὸς τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν.

  [4] And it came to pass when the angel of the Lord spoke these words to all the children of Israel, that the people lifted up their voice, and wept.

  [5] καὶ ἐπωνόμασαν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Κλαυθμῶνες· καὶ ἐθυσίασαν ἐκεῖ τῷ κυρίῳ.

  [5] And they named the name of that place Weepings; and they sacrificed there to the Lord.

  [6] Καὶ ἐξαπέστειλεν Ἰησοῦς τὸν λαόν, καὶ ἦλθεν ἀνὴρ εἰς τὴν κληρονομίαν αὐτοῦ κατακληρονομῆσαι τὴν γῆν.

  [6] And Joshua dismissed the people, and they went every man to his inheritance, to inherit the land.

  [7] καὶ ἐδούλευσεν ὁ λαὸς τῷ κυρίῳ πάσας τὰς ἡμέρας Ἰησοῦ καὶ πάσας τὰς ἡμέρας τῶν πρεσβυτέρων, ὅσοι ἐμακροημέρευσαν μετὰ Ἰησοῦ, ὅσοι ἔγνωσαν πᾶν τὸ ἔργον κυρίου τὸ μέγα, ὃ ἐποίησεν ἐν τῷ Ισραηλ.

  [7] And the people served the Lord all the days of Joshua, and all the days of the elders that lived many days with Joshua, as many as knew all the great work of the Lord, what things he had wrought in Israel.

  [8] καὶ ἐτελεύτησεν Ἰησοῦς υἱὸς Ναυη δοῦλος κυρίου υἱὸς ἑκατὸν δέκα ἐτῶν.

  [8] And Joshua the son of Naue, the servant of the Lord, died, a hundred and ten years old.

  [9] καὶ ἔθαψαν αὐτὸν ἐν ὁρίῳ τῆς κληρονομίας αὐτοῦ ἐν Θαμναθαρες ἐν ὄρει Εφραιμ ἀπὸ βορρᾶ τοῦ ὄρους Γαας.

  [9] And they buried him in the border of his inheritance, in Thamnathares, in mount Ephraim, on the north of the mountain of Gaas.

  [10] καί γε πᾶσα ἡ γενεὰ ἐκείνη προσετέθησαν πρὸς τοὺς πατέρας αὐτῶν, καὶ ἀνέστη γενεὰ ἑτέρα μετ’ αὐτούς, οἳ οὐκ ἔγνωσαν τὸν κύριον καί γε τὸ ἔργον, ὃ ἐποίησεν ἐν τῷ Ισραηλ.

  [10] And all that generation were laid to their fathers: and another generation rose up after them, who knew not the Lord, nor yet the work which he wrought in Israel.

  [11] Καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐλάτρευσαν τοῖς Βααλιμ.

  [11] And the children of Israel wrought evil before the Lord, and served Baalim.

  [12] καὶ ἐγκατέλιπον τὸν κύριον τὸν θεὸν τῶν πατέρων αὐτῶν τὸν ἐξαγαγόντα αὐτοὺς ἐκ γῆς Αἰγύπτου καὶ ἐπορεύθησαν ὀπίσω θεῶν ἑτέρων ἀπὸ τῶν θεῶν τῶν ἐθνῶν τῶν περικύκλῳ αὐτῶν καὶ προσεκύνησαν αὐτοῖς καὶ παρώργισαν τὸν κύριον

  [12] And they forsook the Lord God of their fathers, who brought them out of the land of Egypt, and walked after other gods, of the gods of the nations round about them; and they worshipped them.

  [13] καὶ ἐγκατέλιπον αὐτὸν καὶ ἐλάτρευσαν τῷ Βααλ καὶ ταῖς Ἀστάρταις.

  [13] And they provoked the Lord, and forsook him, and served Baal and the Astartes.

  [14] καὶ ὠργί
σθη θυμῷ κύριος ἐν τῷ Ισραηλ καὶ παρέδωκεν αὐτοὺς εἰς χεῖρας προνομευόντων, καὶ κατεπρονόμευσαν αὐτούς· καὶ ἀπέδοτο αὐτοὺς ἐν χερσὶ τῶν ἐχθρῶν αὐτῶν κυκλόθεν, καὶ οὐκ ἠδυνήθησαν ἔτι ἀντιστῆναι κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν.

  [14] And the Lord was very angry with Israel; and he gave them into the hands of the spoilers, and they spoiled them; and he sold them into the hands of their enemies round about, and they could not any longer resist their enemies,

  [15] ἐν πᾶσιν, οἷς ἐξεπορεύοντο, καὶ χεὶρ κυρίου ἦν ἐπ’ αὐτοὺς εἰς κακά, καθὼς ἐλάλησεν κύριος καὶ καθὼς ὤμοσεν κύριος αὐτοῖς, καὶ ἐξέθλιψεν αὐτοὺς σφόδρα.

  [15] among whomsoever they went; and the hand of the Lord was against them for evil, as the Lord spoke, and as the Lord sware to them; and he greatly afflicted them.

  [16] καὶ ἤγειρεν κύριος κριτάς, καὶ ἔσωσεν αὐτοὺς κύριος ἐκ χειρὸς τῶν προνομευόντων αὐτούς.

  [16] And the Lord raised up judges, and the Lord save them out of the hands of them that spoiled them: and yet they hearkened not to the judges,

  [17] καί γε τῶν κριτῶν οὐχ ὑπήκουσαν, ὅτι ἐξεπόρνευσαν ὀπίσω θεῶν ἑτέρων καὶ προσεκύνησαν αὐτοῖς· καὶ ἐξέκλιναν ταχὺ ἐκ τῆς ὁδοῦ, ἧς ἐπορεύθησαν οἱ πατέρες αὐτῶν τοῦ εἰσακούειν τῶν λόγων κυρίου, οὐκ ἐποίησαν οὕτως.

  [17] for they went a whoring after other gods, and worshipped them; and they turned quickly out of the way in which their fathers walked to hearken to the words of the Lord; they did not so.

  [18] καὶ ὅτι ἤγειρεν κύριος κριτὰς αὐτοῖς, καὶ ἦν κύριος μετὰ τοῦ κριτοῦ καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς ἐχθρῶν αὐτῶν πάσας τὰς ἡμέρας τοῦ κριτοῦ, ὅτι παρεκλήθη κύριος ἀπὸ τοῦ στεναγμοῦ αὐτῶν ἀπὸ προσώπου τῶν πολιορκούντων αὐτοὺς καὶ ἐκθλιβόντων αὐτούς.

  [18] And because the Lord raised them up judges, so the Lord was with the judge, and saved them out of the hand of their enemies all the days of the judge; for the Lord was moved at their groaning by reason of them that besieged them and afflicted them.

  [19] καὶ ἐγένετο ὡς ἀπέθνῃσκεν ὁ κριτής, καὶ ἀπέστρεψαν καὶ πάλιν διέφθειραν ὑπὲρ τοὺς πατέρας αὐτῶν πορεύεσθαι ὀπίσω θεῶν ἑτέρων λατρεύειν αὐτοῖς καὶ προσκυνεῖν αὐτοῖς· οὐκ ἀπέρριψαν τὰ ἐπιτηδεύματα αὐτῶν καὶ τὰς ὁδοὺς αὐτῶν τὰς σκληράς.

  [19] And it came to pass when the judge died, that they went back, and again corrupted themselves worse than their fathers to go after other gods to serve them an to worship them: they abandoned not their devices nor their stubborn ways.

  [20] καὶ ὠργίσθη θυμῷ κύριος ἐν τῷ Ισραηλ καὶ εἶπεν Ἀνθ ὧν ὅσα ἐγκατέλιπον τὸ ἔθνος τοῦτο τὴν διαθήκην μου, ἣν ἐνετειλάμην τοῖς πατράσιν αὐτῶν, καὶ οὐκ εἰσήκουσαν τῆς φωνῆς μου,

  [20] And the Lord was very angry with Israel, and said, Forasmuch as this nation has forsaken my covenant which I commanded their fathers, and has not hearkened to my voice,

  [21] καί γε ἐγὼ οὐ προσθήσω τοῦ ἐξᾶραι ἄνδρα ἐκ προσώπου αὐτῶν ἀπὸ τῶν ἐθνῶν, ὧν κατέλιπεν Ἰησοῦς υἱὸς Ναυη ἐν τῇ γῇ καὶ ἀφῆκεν,

  [21] therefore I will not any more cast out a man of the nations before their face, which Joshua the son of Naue left in the land. And the Lord left them,

  [22] τοῦ πειράσαι ἐν αὐτοῖς τὸν Ισραηλ εἰ φυλάσσονται τὴν ὁδὸν κυρίου πορεύεσθαι ἐν αὐτῇ, ὃν τρόπον ἐφύλαξαν οἱ πατέρες αὐτῶν, ἢ οὔ.

  [22] to prove Israel with them, whether they would keep the way of the Lord, to walk in it, as their fathers kept it, or no.

  [23] καὶ ἀφῆκεν κύριος τὰ ἔθνη ταῦτα τοῦ μὴ ἐξᾶραι αὐτὰ τὸ τάχος καὶ οὐ παρέδωκεν αὐτὰ ἐν χειρὶ Ἰησοῦ.

  [23] So the Lord will leave these nations, so as not to cast them out suddenly; and he delivered them not into the hand of Joshua.

  CHAPTER 3

  [1] Καὶ ταῦτα τὰ ἔθνη, ἃ ἀφῆκεν κύριος αὐτὰ ὥστε πειράσαι ἐν αὐτοῖς τὸν Ισραηλ, πάντας τοὺς μὴ ἐγνωκότας τοὺς πολέμους Χανααν,

  [1] And these are the nations which the Lord left to prove Israel with them, all that had not known the wars of Chanaan.

  [2] πλὴν διὰ τὰς γενεὰς υἱῶν Ισραηλ τοῦ διδάξαι αὐτοὺς πόλεμον, πλὴν οἱ ἔμπροσθεν αὐτῶν οὐκ ἔγνωσαν αὐτά·

  [2] Only for the sake of the generations of Israel, to teach them war, only the men before them knew them not.

  [3] τὰς πέντε σατραπείας τῶν ἀλλοφύλων καὶ πάντα τὸν Χαναναῖον καὶ τὸν Σιδώνιον καὶ τὸν Ευαῖον τὸν κατοικοῦντα τὸν Λίβανον ἀπὸ τοῦ ὄρους τοῦ Αερμων ἕως Λαβωεμαθ.

  [3] The five lordships of the Phylistines, and every Chananite, and the Sidonian, and the Evite who dwelt in Libanus from the mount of Aermon to Laboemath.

  [4] καὶ ἐγένετο ὥστε πειράσαι ἐν αὐτοῖς τὸν Ισραηλ γνῶναι εἰ ἀκούσονται τὰς ἐντολὰς κυρίου, ἃς ἐνετείλατο τοῖς πατράσιν αὐτῶν ἐν χειρὶ Μωυσῆ.

  [4] And this was done in order to prove Israel by them, to know whether they would obey the commands of the Lord, which he charged their fathers by the hand of Moses.

  [5] καὶ οἱ υἱοὶ Ισραηλ κατῴκησαν ἐν μέσῳ τοῦ Χαναναίου καὶ τοῦ Χετταίου καὶ τοῦ Αμορραίου καὶ τοῦ Φερεζαίου καὶ τοῦ Ευαίου καὶ τοῦ Ιεβουσαίου

  [5] And the children of Israel dwelt in the midst of the Chananite, and the Chettite, and the Amorite, and the Pherezite, and the Evite, and the Jebusite.

  [6] καὶ ἔλαβον τὰς θυγατέρας αὐτῶν ἑαυτοῖς εἰς γυναῖκας καὶ τὰς θυγατέρας αὐτῶν ἔδωκαν τοῖς υἱοῖς αὐτῶν καὶ ἐλάτρευσαν τοῖς θεοῖς αὐτῶν.

  [6] And they took their daughters for wives to themselves, and they gave their daughters to their sons, and served their gods.

  [7] Καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ τὸ πονηρὸν ἐναντίον κυρίου καὶ ἐπελάθοντο κυρίου τοῦ θεοῦ αὐτῶν καὶ ἐλάτρευσαν τοῖς Βααλιμ καὶ τοῖς ἄλσεσιν.

  [7] And the children of Israel did evil in the sight of the Lord, and forgot the Lord their God, and served Baalim and the groves.

  [8] καὶ ὠργίσθη θυμῷ κύριος ἐν τῷ Ισραηλ καὶ ἀπέδοτο αὐτοὺς ἐν χειρὶ Χουσαρσαθαιμ βασιλέως Συρίας ποταμῶν. καὶ ἐδούλευσαν οἱ υἱοὶ Ισραηλ τῷ Χουσαρσαθαιμ ἔτη ὀκτώ.

/>   [8] And the Lord was very angry with Israel, and sold them into the hand of Chusarsathaim king of Syria of the rivers: and the children of Israel served Chusarsathaim eight years.

  [9] καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον· καὶ ἤγειρεν κύριος σωτῆρα τῷ Ισραηλ, καὶ ἔσωσεν αὐτούς, τὸν Γοθονιηλ υἱὸν Κενεζ ἀδελφοῦ Χαλεβ τὸν νεώτερον ὑπὲρ αὐτόν,

  [9] And the children of Israel cried to the Lord; and the Lord raised up a saviour to Israel, and he saved them, Gothoniel the son of Kenez, the brother of Chaleb younger than himself.

  [10] καὶ ἐγένετο ἐπ’ αὐτὸν πνεῦμα κυρίου, καὶ ἔκρινεν τὸν Ισραηλ καὶ ἐξῆλθεν εἰς πόλεμον πρὸς Χουσαρσαθαιμ· καὶ παρέδωκεν κύριος ἐν χειρὶ αὐτοῦ τὸν Χουσαρσαθαιμ βασιλέα Συρίας ποταμῶν, καὶ ἐκραταιώθη ἡ χεὶρ αὐτοῦ ἐπὶ τὸν Χουσαρσαθαιμ.

  [10] And the Spirit of the Lord came upon him, and he judged Israel; and he went out to war against Chusarsathaim: and the Lord delivered into his hand Chusarsathaim king of Syria of the rivers, and his hand prevailed against Chusarsathaim.

  [11] καὶ ἡσύχασεν ἡ γῆ τεσσαράκοντα ἔτη· καὶ ἀπέθανεν Γοθονιηλ υἱὸς Κενεζ.

  [11] And the land was quiet forty years; and Gothoniel the son of Kenez died.

  [12] Καὶ προσέθεντο οἱ υἱοὶ Ισραηλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον κυρίου. καὶ ἐνίσχυσεν κύριος τὸν Εγλωμ βασιλέα Μωαβ ἐπὶ τὸν Ισραηλ διὰ τὸ πεποιηκέναι αὐτοὺς τὸ πονηρὸν ἔναντι κυρίου.

 

‹ Prev