Book Read Free

Septuagint Complete Greek and English Edition

Page 752

by Septuagint


  [1] And the Ziphites come out of the dry country to Saul to the hill, saying, Behold, David hides himself with us in the hill Echela, opposite Jessemon.

  [2] καὶ ἀνέστη Σαουλ καὶ κατέβη εἰς τὴν ἔρημον Ζιφ καὶ μετ’ αὐτοῦ τρεῖς χιλιάδες ἀνδρῶν ἐκλεκτοὶ ἐξ Ισραηλ ζητεῖν τὸν Δαυιδ ἐν τῇ ἐρήμῳ Ζιφ.

  [2] And Saul arose, and went down to the wilderness of Ziph, and with him went three thousand men chosen out of Israel, to seek David in the wilderness of Ziph.

  [3] καὶ παρενέβαλεν Σαουλ ἐν τῷ βουνῷ τοῦ Εχελα ἐπὶ προσώπου τοῦ Ιεσσαιμουν ἐπὶ τῆς ὁδοῦ, καὶ Δαυιδ ἐκάθισεν ἐν τῇ ἐρήμῳ. καὶ εἶδεν Δαυιδ ὅτι ἥκει Σαουλ ὀπίσω αὐτοῦ εἰς τὴν ἔρημον,

  [3] And Saul encamped in the hill of Echela in front of Jessemon, by the way, and David dwelt in the wilderness: and David saw that Saul came after him into the wilderness.

  [4] καὶ ἀπέστειλεν Δαυιδ κατασκόπους καὶ ἔγνω ὅτι ἥκει Σαουλ ἕτοιμος ἐκ Κειλα.

  [4] And David sent spies, and ascertained that Saul was come prepared out of Keila.

  [5] καὶ ἀνέστη Δαυιδ λάθρᾳ καὶ εἰσπορεύεται εἰς τὸν τόπον, οὗ ἐκάθευδεν ἐκεῖ Σαουλ, καὶ ἐκεῖ Αβεννηρ υἱὸς Νηρ ἀρχιστράτηγος αὐτοῦ, καὶ Σαουλ ἐκάθευδεν ἐν λαμπήνῃ, καὶ ὁ λαὸς παρεμβεβληκὼς κύκλῳ αὐτοῦ.

  [5] And David arose secretly, and goes into the place where Saul was sleeping, and there was Abenner the son of Ner, the captain of his host: and Saul was sleeping in a chariot, and the people had encamped along round about him.

  [6] καὶ ἀπεκρίθη Δαυιδ καὶ εἶπεν πρὸς Αχιμελεχ τὸν Χετταῖον καὶ πρὸς Αβεσσα υἱὸν Σαρουιας ἀδελφὸν Ιωαβ λέγων Τίς εἰσελεύσεται μετ’ ἐμοῦ πρὸς Σαουλ εἰς τὴν παρεμβολήν; καὶ εἶπεν Αβεσσα Ἐγὼ εἰσελεύσομαι μετὰ σοῦ.

  [6] And David answered and spoke to Abimelech the Chettite, and to Abessa the son Saruia the brother of Joab, saying, Who will go in with me to Saul into the camp? And Abessa said, I will go in with thee.

  [7] καὶ εἰσπορεύεται Δαυιδ καὶ Αβεσσα εἰς τὸν λαὸν τὴν νύκτα, καὶ ἰδοὺ Σαουλ καθεύδων ὕπνῳ ἐν λαμπήνῃ, καὶ τὸ δόρυ ἐμπεπηγὸς εἰς τὴν γῆν πρὸς κεφαλῆς αὐτοῦ, καὶ Αβεννηρ καὶ ὁ λαὸς αὐτοῦ ἐκάθευδεν κύκλῳ αὐτοῦ.

  [7] So David and Abessa go in among the people by night: and behold, Saul was fast asleep in the chariot, and his spear was stuck in the ground near his head, and Abenner and his people slept round about him.

  [8] καὶ εἶπεν Αβεσσα πρὸς Δαυιδ Ἀπέκλεισεν σήμερον κύριος τὸν ἐχθρόν σου εἰς τὰς χεῖράς σου, καὶ νῦν πατάξω αὐτὸν τῷ δόρατι εἰς τὴν γῆν ἅπαξ καὶ οὐ δευτερώσω αὐτῷ.

  [8] And Abessa said to David, The Lord has this day shut up thine enemy into thine hands, and now I will smite him to the earth with the spear to the ground once for all, and I will not smite him again.

  [9] καὶ εἶπεν Δαυιδ πρὸς Αβεσσα Μὴ ταπεινώσῃς αὐτόν, ὅτι τίς ἐποίσει χεῖρα αὐτοῦ ἐπὶ χριστὸν κυρίου καὶ ἀθῳωθήσεται;

  [9] And David said to Abessa, Do not lay him low, for who shall lift up his hand against the anointed of the Lord, and be guiltless?

  [10] καὶ εἶπεν Δαυιδ Ζῇ κύριος, ἐὰν μὴ κύριος παίσῃ αὐτόν, ἢ ἡ ἡμέρα αὐτοῦ ἔλθῃ καὶ ἀποθάνῃ, ἢ εἰς πόλεμον καταβῇ καὶ προστεθῇ·

  [10] And David said, As the Lord lives, if the Lord smite him not, or his day come and he die, or he go down to battle and be added to his fathers, do not so.

  [11] μηδαμῶς μοι παρὰ κυρίου ἐπενεγκεῖν χεῖρά μου ἐπὶ χριστὸν κυρίου· καὶ νῦν λαβὲ δὴ τὸ δόρυ ἀπὸ πρὸς κεφαλῆς αὐτοῦ καὶ τὸν φακὸν τοῦ ὕδατος, καὶ ἀπέλθωμεν καθ’ ἑαυτούς.

  [11] The Lord forbid it me that I should lift up my hand against the anointed of the Lord: and now take, I pray thee, the spear from his bolster, and the pitcher of water, and let us return home.

  [12] καὶ ἔλαβεν Δαυιδ τὸ δόρυ καὶ τὸν φακὸν τοῦ ὕδατος ἀπὸ πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἀπῆλθον καθ’ ἑαυτούς· καὶ οὐκ ἦν ὁ βλέπων καὶ οὐκ ἦν ὁ γινώσκων καὶ οὐκ ἦν ὁ ἐξεγειρόμενος, πάντες ὑπνοῦντες, ὅτι θάμβος κυρίου ἐπέπεσεν ἐπ’ αὐτούς.

  [12] So David took the spear, and the pitcher of water from his bolster, and they went home: and there was no one that saw, and no one that knew, and there was no one that awoke, all being asleep, for a stupor from the Lord had fallen upon them.

  [13] καὶ διέβη Δαυιδ εἰς τὸ πέραν καὶ ἔστη ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους μακρόθεν, καὶ πολλὴ ἡ ὁδὸς ἀνὰ μέσον αὐτῶν.

  [13] So David went over to the other side, and stood on the top of a hill afar off, and there was a good distance between them.

  [14] καὶ προσεκαλέσατο Δαυιδ τὸν λαὸν καὶ τῷ Αβεννηρ ἐλάλησεν λέγων Οὐκ ἀποκριθήσει, Αβεννηρ; καὶ ἀπεκρίθη Αβεννηρ καὶ εἶπεν Τίς εἶ σὺ ὁ καλῶν με;

  [14] And David called to the people, and spoke to Abenner, saying, Wilt thou not answer, Abenner? and Abenner answered and said, Who art thou that callest?

  [15] καὶ εἶπεν Δαυιδ πρὸς Αβεννηρ Οὐκ ἀνὴρ σύ; καὶ τίς ὡς σὺ ἐν Ισραηλ; καὶ διὰ τί οὐ φυλάσσεις τὸν κύριόν σου τὸν βασιλέα; ὅτι εἰσῆλθεν εἷς ἐκ τοῦ λαοῦ διαφθεῖραι τὸν βασιλέα κύριόν σου.

  [15] And David said to Abenner, Art not thou a man? and who is like thee in Israel? Why then dost thou not guard thy lord the king? for one out of the people went in to destroy thy lord the king.

  [16] καὶ οὐκ ἀγαθὸν τὸ ῥῆμα τοῦτο, ὃ πεποίηκας· ζῇ κύριος, ὅτι υἱοὶ θανατώσεως ὑμεῖς οἱ φυλάσσοντες τὸν βασιλέα κύριον ὑμῶν τὸν χριστὸν κυρίου. καὶ νῦν ἰδὲ δή· τὸ δόρυ τοῦ βασιλέως καὶ ὁ φακὸς τοῦ ὕδατος ποῦ ἐστιν τὰ πρὸς κεφαλῆς αὐτοῦ;

  [16] And this thing is not good which thou hast done. As the Lord lives, ye are worthy of death, ye who guard your lord the king, the anointed of the Lord: and now behold, I pray you, the spear of the king, and the cruse of water: where are the articles that should be at his head?

  [17] καὶ ἐπέγνω Σαουλ τὴν φωνὴν τοῦ Δαυιδ καὶ εἶπεν Ἦ φωνή σου αὕτη, τέκνον Δαυιδ; καὶ εἶπεν Δαυιδ Δοῦλός σου, κύριε βασιλεῦ.

  [17] And Saul recognized the voice of David, and said, Is this thy voice, son David? and David said, I am thy servant, my lord, O king.

  [18] καὶ εἶπεν Ἵνα τί τοῦτο καταδιώκει ὁ κύριός μου ὀπίσω τοῦ δούλου αὐτοῦ; ὅτι τί ἡμάρτηκα καὶ τί εὑρ
έθη ἐν ἐμοὶ ἀδίκημα;

  [18] And he said, Why does my lord thus pursue after his servant? for in what have I sinned? and what unrighteousness has been found in me?

  [19] καὶ νῦν ἀκουσάτω δὴ ὁ κύριός μου ὁ βασιλεὺς τὸ ῥῆμα τοῦ δούλου αὐτοῦ· εἰ ὁ θεὸς ἐπισείει σε ἐπ’ ἐμέ, ὀσφρανθείη θυσίας σου· καὶ εἰ υἱοὶ ἀνθρώπων, ἐπικατάρατοι οὗτοι ἐνώπιον κυρίου, ὅτι ἐξέβαλόν με σήμερον μὴ ἐστηρίσθαι ἐν κληρονομίᾳ κυρίου λέγοντες Πορεύου δούλευε θεοῖς ἑτέροις.

  [19] And now let my lord the king hear the word of his servant. If God stirs thee up against me, let thine offering be acceptable: but if the sons of men, they are cursed before the Lord, for they have cast me out this day so that I should not be established in the inheritance of the Lord, saying, Go, serve other Gods.

  [20] καὶ νῦν μὴ πέσοι τὸ αἷμά μου ἐπὶ τὴν γῆν ἐξ ἐναντίας προσώπου κυρίου, ὅτι ἐξελήλυθεν ὁ βασιλεὺς Ισραηλ ζητεῖν τὴν ψυχήν μου, καθὼς καταδιώκει ὁ νυκτικόραξ ἐν τοῖς ὄρεσιν.

  [20] And now let not my blood fall to the ground before the Lord, for the king of Israel has come forth to seek thy life, as the night hawk pursues its prey in the mountains.

  [21] καὶ εἶπεν Σαουλ Ἡμάρτηκα· ἐπίστρεφε, τέκνον Δαυιδ, ὅτι οὐ κακοποιήσω σε ἀνθ’ ὧν ἔντιμος ψυχή μου ἐν ὀφθαλμοῖς σου ἐν τῇ σήμερον· μεματαίωμαι καὶ ἠγνόηκα πολλὰ σφόδρα.

  [21] And Saul said, I have sinned: turn, son David, for I will not hurt thee, because my life was precious in thine eyes; and to-day I have been foolish and have erred exceedingly.

  [22] καὶ ἀπεκρίθη Δαυιδ καὶ εἶπεν Ἰδοὺ τὸ δόρυ τοῦ βασιλέως· διελθέτω εἷς τῶν παιδαρίων καὶ λαβέτω αὐτό.

  [22] And David answered and said, Behold, the spear of the king: let one of the servants come over and take it.

  [23] καὶ κύριος ἐπιστρέψει ἑκάστῳ τὰς δικαιοσύνας αὐτοῦ καὶ τὴν πίστιν αὐτοῦ, ὡς παρέδωκέν σε κύριος σήμερον εἰς χεῖράς μου καὶ οὐκ ἠθέλησα ἐπενεγκεῖν χεῖρά μου ἐπὶ χριστὸν κυρίου·

  [23] And the Lord shall recompense each according to his righteousness and his truth, since the Lord delivered thee this day into my hands, and I would not lift my hand against the Lord’s anointed.

  [24] καὶ ἰδοὺ καθὼς ἐμεγαλύνθη ἡ ψυχή σου σήμερον ἐν ταύτῃ ἐν ὀφθαλμοῖς μου, οὕτως μεγαλυνθείη ἡ ψυχή μου ἐνώπιον κυρίου καὶ σκεπάσαι με καὶ ἐξελεῖταί με ἐκ πάσης θλίψεως.

  [24] And, behold, as thy life has been precious this very day in my eyes, so let my life be precious before the Lord, and may he protect me, and deliver me out of all affliction.

  [25] καὶ εἶπεν Σαουλ πρὸς Δαυιδ Εὐλογημένος σύ, τέκνον, καὶ ποιῶν ποιήσεις καὶ δυνάμενος δυνήσει. καὶ ἀπῆλθεν Δαυιδ εἰς τὴν ὁδὸν αὐτοῦ, καὶ Σαουλ ἀνέστρεψεν εἰς τὸν τόπον αὐτοῦ.

  [25] And Saul said to David, Blessed be thou, my son; and thou shalt surely do valiantly, and surely prevail. And David went on his way, and Saul returned to his place.

  CHAPTER 27

  [1] Καὶ εἶπεν Δαυιδ ἐν τῇ καρδίᾳ αὐτοῦ λέγων Νῦν προστεθήσομαι ἐν ἡμέρᾳ μιᾷ εἰς χεῖρας Σαουλ, καὶ οὐκ ἔστιν μοι ἀγαθόν, ἐὰν μὴ σωθῶ εἰς γῆν ἀλλοφύλων καὶ ἀνῇ Σαουλ τοῦ ζητεῖν με εἰς πᾶν ὅριον Ισραηλ, καὶ σωθήσομαι ἐκ χειρὸς αὐτοῦ.

  [1] And David said in his heart, Now shall I be one day delivered for death into the hands of Saul; and there is no good thing for me unless I should escape into the land of the Philistines, and Saul should cease from seeking me through every coast of Israel: so I shall escape out of his hand.

  [2] καὶ ἀνέστη Δαυιδ καὶ οἱ τετρακόσιοι ἄνδρες μετ’ αὐτοῦ καὶ ἐπορεύθη πρὸς Αγχους υἱὸν Αμμαχ βασιλέα Γεθ.

  [2] So David arose, and the six hundred men that were with him, and he went to Anchus, son Ammach, king of Geth.

  [3] καὶ ἐκάθισεν Δαυιδ μετὰ Αγχους ἐν Γεθ, αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ, ἕκαστος καὶ ὁ οἶκος αὐτοῦ, καὶ Δαυιδ καὶ ἀμφότεραι αἱ γυναῖκες αὐτοῦ Αχινααμ ἡ Ιεζραηλῖτις καὶ Αβιγαια ἡ γυνὴ Ναβαλ τοῦ Καρμηλίου.

  [3] And David dwelt with Anchus, he and his men, each with his family; and David and both his wives, Achinaam, the Jezraelitess, and Abigaia the wife of Nabal the Carmelite.

  [4] καὶ ἀνηγγέλη τῷ Σαουλ ὅτι πέφευγεν Δαυιδ εἰς Γεθ, καὶ οὐ προσέθετο ἔτι ζητεῖν αὐτόν.

  [4] And it was told Saul that David had fled to Geth; and he no longer sought after him.

  [5] καὶ εἶπεν Δαυιδ πρὸς Αγχους Εἰ δὴ εὕρηκεν ὁ δοῦλός σου χάριν ἐν ὀφθαλμοῖς σου, δότωσαν δή μοι τόπον ἐν μιᾷ τῶν πόλεων τῶν κατ’ ἀγρὸν καὶ καθήσομαι ἐκεῖ· καὶ ἵνα τί κάθηται ὁ δοῦλός σου ἐν πόλει βασιλευομένῃ μετὰ σοῦ;

  [5] And David said to Anchus, If now thy servant has found grace in thine eyes, let them give me, I pray thee, a place in one of the cities in the country, and I will dwell there: for why does thy servant dwell with thee in a royal city?

  [6] καὶ ἔδωκεν αὐτῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὴν Σεκελακ· διὰ τοῦτο ἐγενήθη Σεκελακ τῷ βασιλεῖ τῆς Ιουδαίας ἕως τῆς ἡμέρας ταύτης.

  [6] And he gave him Sekelac in that day: therefore Sekelac came into possession of the king of Judea to this day.

  [7] καὶ ἐγενήθη ὁ ἀριθμὸς τῶν ἡμερῶν, ὧν ἐκάθισεν Δαυιδ ἐν ἀγρῷ τῶν ἀλλοφύλων, τέσσαρας μῆνας.

  [7] And the number of the days that David dwelt in the country of the Philistines was four months.

  [8] καὶ ἀνέβαινεν Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ καὶ ἐπετίθεντο ἐπὶ πάντα τὸν Γεσιρι καὶ ἐπὶ τὸν Αμαληκίτην· καὶ ἰδοὺ ἡ γῆ κατῳκεῖτο ἀπὸ ἀνηκόντων ἡ ἀπὸ Γελαμψουρ τετειχισμένων καὶ ἕως γῆς Αἰγύπτου.

  [8] And David and his men went up, and made an attack on all the Gesirites and on the Amalekites: and behold, the land was inhabited, (even the land from Gelampsur) by those who come from the fortified cities even to the land of Egypt.

  [9] καὶ ἔτυπτε τὴν γῆν καὶ οὐκ ἐζωογόνει ἄνδρα καὶ γυναῖκα καὶ ἐλάμβανεν ποίμνια καὶ βουκόλια καὶ ὄνους καὶ καμήλους καὶ ἱματισμόν, καὶ ἀνέστρεψαν καὶ ἤρχοντο πρὸς Αγχους.

  [9] And he smote the land, and saved neither man nor woman alive; and they took flocks, and herds, and asses, and camels, and raiment; and they returned and came to Anchus.

  [10] καὶ εἶπεν Αγχους πρὸς Δαυιδ �
�πὶ τίνα ἐπέθεσθε σήμερον; καὶ εἶπεν Δαυιδ πρὸς Αγχους Κατὰ νότον τῆς Ιουδαίας καὶ κατὰ νότον Ιεσμεγα καὶ κατὰ νότον τοῦ Κενεζι.

  [10] And Anchus said to David, On whom have ye made an attack to-day? And David said to Anchus, On the south of Judea, and on the south of Jesmega, and on the south of the Kenezite.

  [11] καὶ ἄνδρα καὶ γυναῖκα οὐκ ἐζωογόνησεν τοῦ εἰσαγαγεῖν εἰς Γεθ λέγων Μὴ ἀναγγείλωσιν εἰς Γεθ καθ’ ἡμῶν λέγοντες Τάδε Δαυιδ ποιεῖ. καὶ τόδε τὸ δικαίωμα αὐτοῦ πάσας τὰς ἡμέρας, ἃς ἐκάθητο Δαυιδ ἐν ἀγρῷ τῶν ἀλλοφύλων.

  [11] And I have not saved man or woman alive to bring them to Geth, saying, Lest they carry a report to Geth against us, saying, These things David does. And this was his manner all the days that David dwelt in the country of the Philistines.

  [12] καὶ ἐπιστεύθη Δαυιδ ἐν τῷ Αγχους σφόδρα λέγων Ἤισχυνται αἰσχυνόμενος ἐν τῷ λαῷ αὐτοῦ ἐν Ισραηλ καὶ ἔσται μοι δοῦλος εἰς τὸν αἰῶνα.

  [12] So David had the full confidence of Anchus, who said, He is thoroughly disgraced among his people in Israel and he shall be my servant for ever.

  CHAPTER 28

  [1] Καὶ ἐγενήθη ἐν ταῖς ἡμέραις ἐκείναις καὶ συναθροίζονται ἀλλόφυλοι ἐν ταῖς παρεμβολαῖς αὐτῶν ἐξελθεῖν πολεμεῖν μετὰ Ισραηλ, καὶ εἶπεν Αγχους πρὸς Δαυιδ Γινώσκων γνώσει ὅτι μετ’ ἐμοῦ ἐξελεύσει εἰς πόλεμον σὺ καὶ οἱ ἄνδρες σου.

 

‹ Prev