Book Read Free

Septuagint Complete Greek and English Edition

Page 758

by Septuagint


  [12] And David knew that the Lord had prepared him to be king over Israel, and that his kingdom was exalted for the sake of his people Israel.

  [13] καὶ ἔλαβεν Δαυιδ ἔτι γυναῖκας καὶ παλλακὰς ἐξ Ιερουσαλημ μετὰ τὸ ἐλθεῖν αὐτὸν ἐκ Χεβρων, καὶ ἐγένοντο τῷ Δαυιδ ἔτι υἱοὶ καὶ θυγατέρες.

  [13] And David took again wives and concubines out of Jerusalem, after he came from Chebron: and David had still more sons and daughters born to him.

  [14] καὶ ταῦτα τὰ ὀνόματα τῶν γεννηθέντων αὐτῷ ἐν Ιερουσαλημ· Σαμμους καὶ Σωβαβ καὶ Ναθαν καὶ Σαλωμων

  [14] And these are the names of those that were born to him in Jerusalem; Sammus, and Sobab, and Nathan, and Solomon.

  [15] καὶ Εβεαρ καὶ Ελισους καὶ Ναφεκ καὶ Ιεφιες

  [15] And Ebear, and Elisue, and Naphec, and Jephies.

  [16] καὶ Ελισαμα καὶ Ελιδαε καὶ Ελιφαλαθ, [16a] Σαμαε, Ιεσσιβαθ, Ναθαν, Γαλαμααν, Ιεβααρ, Θεησους, Ελφαλατ, Ναγεδ, Ναφεκ, Ιαναθα, Λεασαμυς, Βααλιμαθ, Ελιφαλαθ.

  [16] And Elisama, and Elidae, and Eliphalath, (16A) Samae, Jessibath, Nathan, Galamaan, Jebaar, Theesus, Eliphalat, Naged, Naphec, Janathan, Leasamys, Baalimath, Eliphaath.

  [17] Καὶ ἤκουσαν ἀλλόφυλοι ὅτι κέχρισται Δαυιδ βασιλεὺς ἐπὶ Ισραηλ, καὶ ἀνέβησαν πάντες οἱ ἀλλόφυλοι ζητεῖν τὸν Δαυιδ· καὶ ἤκουσεν Δαυιδ καὶ κατέβη εἰς τὴν περιοχήν.

  [17] And the Philistines heard that David was anointed king over Israel; and all the Philistines went up to seek David; and David heard of it, and went down to the strong hold.

  [18] καὶ οἱ ἀλλόφυλοι παραγίνονται καὶ συνέπεσαν εἰς τὴν κοιλάδα τῶν τιτάνων.

  [18] And the Philistines came, and assembled in the valley of the giants.

  [19] καὶ ἠρώτησεν Δαυιδ διὰ κυρίου λέγων Εἰ ἀναβῶ πρὸς τοὺς ἀλλοφύλους καὶ παραδώσεις αὐτοὺς εἰς τὰς χεῖράς μου; καὶ εἶπεν κύριος πρὸς Δαυιδ Ἀνάβαινε, ὅτι παραδιδοὺς παραδώσω τοὺς ἀλλοφύλους εἰς τὰς χεῖράς σου.

  [19] And David enquired of the Lord, saying, Shall I go up against the Philistines? and wilt thou deliver them into my hands? and the Lord said to David, Go up, for I will surely deliver the Philistines into thine hands.

  [20] καὶ ἦλθεν Δαυιδ ἐκ τῶν ἐπάνω διακοπῶν καὶ ἔκοψεν τοὺς ἀλλοφύλους ἐκεῖ, καὶ εἶπεν Δαυιδ Διέκοψεν κύριος τοὺς ἐχθρούς μου τοὺς ἀλλοφύλους ἐνώπιον ἐμοῦ ὡς διακόπτεται ὕδατα· διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου Ἐπάνω διακοπῶν.

  [20] And David came from Upper Breaches, and smote the Philistines there: and David said, The Lord has destroyed the hostile Philistines before me, as water is dispersed; therefore the name of that place was called Over Breaches.

  [21] καὶ καταλιμπάνουσιν ἐκεῖ τοὺς θεοὺς αὐτῶν, καὶ ἐλάβοσαν αὐτοὺς Δαυιδ καὶ οἱ ἄνδρες οἱ μετ’ αὐτοῦ. –

  [21] And they leave there their gods, and David and his men with him took them.

  [22] καὶ προσέθεντο ἔτι ἀλλόφυλοι τοῦ ἀναβῆναι καὶ συνέπεσαν ἐν τῇ κοιλάδι τῶν τιτάνων.

  [22] And the Philistines came up yet again, and assembled in the valley of Giants.

  [23] καὶ ἐπηρώτησεν Δαυιδ διὰ κυρίου, καὶ εἶπεν κύριος Οὐκ ἀναβήσει εἰς συνάντησιν αὐτῶν, ἀποστρέφου ἀπ’ αὐτῶν καὶ παρέσει αὐτοῖς πλησίον τοῦ κλαυθμῶνος·

  [23] And David enquired of the Lord: and the Lord said, Thou shalt not go up to meet them: turn from them, and thou shalt meet them near the place of weeping.

  [24] καὶ ἔσται ἐν τῷ ἀκοῦσαί σε τὴν φωνὴν τοῦ συγκλεισμοῦ τοῦ ἄλσους τοῦ κλαυθμῶνος, τότε καταβήσει πρὸς αὐτούς, ὅτι τότε ἐξελεύσεται κύριος ἔμπροσθέν σου κόπτειν ἐν τῷ πολέμῳ τῶν ἀλλοφύλων.

  [24] And it shall come to pass when thou hearest the sound of a clashing together from the grove of weeping, then thou shalt go down to them, for then the Lord shall go forth before thee to make havoc in the battle with the Philistines.

  [25] καὶ ἐποίησεν Δαυιδ καθὼς ἐνετείλατο αὐτῷ κύριος, καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους ἀπὸ Γαβαων ἕως τῆς γῆς Γαζηρα.

  [25] And David did as the Lord commanded him, and smote the Philistines from Gabaon as far as the land of Gazera.

  CHAPTER 6

  [1] Καὶ συνήγαγεν ἔτι Δαυιδ πάντα νεανίαν ἐξ Ισραηλ ὡς ἑβδομήκοντα χιλιάδας.

  [1] And David again gathered all the young men of Israel, about seventy thousand.

  [2] καὶ ἀνέστη καὶ ἐπορεύθη Δαυιδ καὶ πᾶς ὁ λαὸς ὁ μετ’ αὐτοῦ ἀπὸ τῶν ἀρχόντων Ιουδα ἐν ἀναβάσει τοῦ ἀναγαγεῖν ἐκεῖθεν τὴν κιβωτὸν τοῦ θεοῦ, ἐφ’ ἣν ἐπεκλήθη τὸ ὄνομα κυρίου τῶν δυνάμεων καθημένου ἐπὶ τῶν χερουβιν ἐπ’ αὐτῆς.

  [2] And David arose, and went, he and all the people that were with him, and some of the rulers of Juda, on an expedition to a distant place, to bring back thence the ark of God, on which the name of the Lord of Host who dwells between the cherubs upon it is called.

  [3] καὶ ἐπεβίβασεν τὴν κιβωτὸν κυρίου ἐφ’ ἅμαξαν καινὴν καὶ ἦρεν αὐτὴν ἐξ οἴκου Αμιναδαβ τοῦ ἐν τῷ βουνῷ· καὶ Οζα καὶ οἱ ἀδελφοὶ αὐτοῦ υἱοὶ Αμιναδαβ ἦγον τὴν ἅμαξαν

  [3] And they put the ark of the Lord on a new waggon, and took it out of the house of Aminadab who lived on the hill, and Oza and his brethren the sons of Aminadab drove the waggon with the ark.

  [4] σὺν τῇ κιβωτῷ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐπορεύοντο ἔμπροσθεν τῆς κιβωτοῦ.

  [4] And his brethren went before the ark.

  [5] καὶ Δαυιδ καὶ οἱ υἱοὶ Ισραηλ παίζοντες ἐνώπιον κυρίου ἐν ὀργάνοις ἡρμοσμένοις ἐν ἰσχύι καὶ ἐν ᾠδαῖς καὶ ἐν κινύραις καὶ ἐν νάβλαις καὶ ἐν τυμπάνοις καὶ ἐν κυμβάλοις καὶ ἐν αὐλοῖς.

  [5] And David and the children of Israel were playing before the Lord on well-tuned instruments mightily, and with songs, and with harps, and with lutes, and with drums, and with cymbals, and with pipes.

  [6] καὶ παραγίνονται ἕως ἅλω Νωδαβ, καὶ ἐξέτεινεν Οζα τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν κιβωτὸν τοῦ θεοῦ κατασχεῖν αὐτὴν καὶ ἐκράτησεν αὐτήν, ὅτι περιέσπασεν αὐτὴν ὁ μόσχος, τοῦ κατασχεῖν αὐτήν.

  [6] And they come as far as the threshing floor of Nachor: and Oza reached forth his hand to the ark of God to keep it steady, and took hold of it; for the ox shook it out of its place.

  [7] καὶ ἐθυμώθ
η κύριος τῷ Οζα, καὶ ἔπαισεν αὐτὸν ἐκεῖ ὁ θεός, καὶ ἀπέθανεν ἐκεῖ παρὰ τὴν κιβωτὸν τοῦ κυρίου ἐνώπιον τοῦ θεοῦ.

  [7] And the Lord was very angry with Oza; and God smote him there: and he died there by the ark of the Lord before God.

  [8] καὶ ἠθύμησεν Δαυιδ ὑπὲρ οὗ διέκοψεν κύριος διακοπὴν ἐν τῷ Οζα· καὶ ἐκλήθη ὁ τόπος ἐκεῖνος Διακοπὴ Οζα ἕως τῆς ἡμέρας ταύτης.

  [8] And David was dispirited because the Lord made a breach upon Oza; and that place was called the breach of Oza until this day.

  [9] καὶ ἐφοβήθη Δαυιδ τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων Πῶς εἰσελεύσεται πρός με ἡ κιβωτὸς κυρίου;

  [9] And David feared the Lord in that day, saying, How shall the ark of the Lord come in to me?

  [10] καὶ οὐκ ἐβούλετο Δαυιδ τοῦ ἐκκλῖναι πρὸς αὑτὸν τὴν κιβωτὸν διαθήκης κυρίου εἰς τὴν πόλιν Δαυιδ, καὶ ἀπέκλινεν αὐτὴν Δαυιδ εἰς οἶκον Αβεδδαρα τοῦ Γεθθαίου.

  [10] And David would not bring in the ark of the covenant of the Lord to himself into the city of David: and David turned it aside into the house of Abeddara the Gethite.

  [11] καὶ ἐκάθισεν ἡ κιβωτὸς τοῦ κυρίου εἰς οἶκον Αβεδδαρα τοῦ Γεθθαίου μῆνας τρεῖς· καὶ εὐλόγησεν κύριος ὅλον τὸν οἶκον Αβεδδαρα καὶ πάντα τὰ αὐτοῦ.

  [11] And the ark of the Lord lodged in the house of Abeddara the Gethite three months, and the Lord blessed all the house of Abeddara, and all his possessions.

  [12] Καὶ ἀπηγγέλη τῷ βασιλεῖ Δαυιδ λέγοντες Ηὐλόγησεν κύριος τὸν οἶκον Αβεδδαρα καὶ πάντα τὰ αὐτοῦ ἕνεκεν τῆς κιβωτοῦ τοῦ θεοῦ. καὶ ἐπορεύθη Δαυιδ καὶ ἀνήγαγεν τὴν κιβωτὸν τοῦ κυρίου ἐκ τοῦ οἴκου Αβεδδαρα εἰς τὴν πόλιν Δαυιδ ἐν εὐφροσύνῃ.

  [12] And it was reported to king David, saying, The Lord has blessed the house of Abeddara, and all that he has, because of the ark of the Lord. And David went, and brought up the Ark of the Lord from the house of Abeddara to the city of David with gladness.

  [13] καὶ ἦσαν μετ’ αὐτῶν αἴροντες τὴν κιβωτὸν ἑπτὰ χοροὶ καὶ θῦμα μόσχος καὶ ἄρνα.

  [13] And there were with him bearing the ark seven bands, and for a sacrifice a calf and lambs.

  [14] καὶ Δαυιδ ἀνεκρούετο ἐν ὀργάνοις ἡρμοσμένοις ἐνώπιον κυρίου, καὶ ὁ Δαυιδ ἐνδεδυκὼς στολὴν ἔξαλλον.

  [14] And David sounded with well-tuned instruments before the Lord, and David was clothed with a fine long robe.

  [15] καὶ Δαυιδ καὶ πᾶς ὁ οἶκος Ισραηλ ἀνήγαγον τὴν κιβωτὸν κυρίου μετὰ κραυγῆς καὶ μετὰ φωνῆς σάλπιγγος.

  [15] And David and all the house of Israel brought up the ark of the Lord with shouting, and with the sound of a trumpet.

  [16] καὶ ἐγένετο τῆς κιβωτοῦ παραγινομένης ἕως πόλεως Δαυιδ καὶ Μελχολ ἡ θυγάτηρ Σαουλ διέκυπτεν διὰ τῆς θυρίδος καὶ εἶδεν τὸν βασιλέα Δαυιδ ὀρχούμενον καὶ ἀνακρουόμενον ἐνώπιον κυρίου καὶ ἐξουδένωσεν αὐτὸν ἐν τῇ καρδίᾳ αὐτῆς.

  [16] And it came to pass as the ark arrived at the city of David, that Melchol the daughter of Saul looked through the window, and saw king David dancing and playing before the Lord; and she despised him in her heart.

  [17] καὶ φέρουσιν τὴν κιβωτὸν τοῦ κυρίου καὶ ἀνέθηκαν αὐτὴν εἰς τὸν τόπον αὐτῆς εἰς μέσον τῆς σκηνῆς, ἧς ἔπηξεν αὐτῇ Δαυιδ· καὶ ἀνήνεγκεν Δαυιδ ὁλοκαυτώματα ἐνώπιον κυρίου καὶ εἰρηνικάς.

  [17] And they bring the ark of the Lord, and set it in its place in the midst of the tabernacle which David pitched for it: and David offered whole-burnt-offerings before the Lord, and peace-offerings.

  [18] καὶ συνετέλεσεν Δαυιδ συναναφέρων τὰς ὁλοκαυτώσεις καὶ τὰς εἰρηνικὰς καὶ εὐλόγησεν τὸν λαὸν ἐν ὀνόματι κυρίου τῶν δυνάμεων.

  [18] And David made an end of offering the whole-burnt-offerings and peace-offerings, and blessed the people in the name of the Lord of Hosts.

  [19] καὶ διεμέρισεν παντὶ τῷ λαῷ εἰς πᾶσαν τὴν δύναμιν τοῦ Ισραηλ ἀπὸ Δαν ἕως Βηρσαβεε ἀπὸ ἀνδρὸς ἕως γυναικὸς ἑκάστῳ κολλυρίδα ἄρτου καὶ ἐσχαρίτην καὶ λάγανον ἀπὸ τηγάνου· καὶ ἀπῆλθεν πᾶς ὁ λαὸς ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ. –

  [19] And he distributed to all the people, even to all the host of Israel from Dan to Bersabee, both men and women, to every one a cake of bread, and a joint of meat, and a cake from the frying-pan: and all the people departed every one to his home.

  [20] καὶ ἐπέστρεψεν Δαυιδ εὐλογῆσαι τὸν οἶκον αὐτοῦ, καὶ ἐξῆλθεν Μελχολ ἡ θυγάτηρ Σαουλ εἰς ἀπάντησιν Δαυιδ καὶ εὐλόγησεν αὐτὸν καὶ εἶπεν Τί δεδόξασται σήμερον ὁ βασιλεὺς Ισραηλ, ὃς ἀπεκαλύφθη σήμερον ἐν ὀφθαλμοῖς παιδισκῶν τῶν δούλων ἑαυτοῦ, καθὼς ἀποκαλύπτεται ἀποκαλυφθεὶς εἷς τῶν ὀρχουμένων.

  [20] And David returned to bless his house. And Melchol the daughter of Saul came out to meet David and saluted him, and said, How was the king of Israel glorified to-day, who was to-day uncovered in the eyes of the handmaids of his servants, as one of the dancers wantonly uncovers himself!

  [21] καὶ εἶπεν Δαυιδ πρὸς Μελχολ Ἐνώπιον κυρίου ὀρχήσομαι· εὐλογητὸς κύριος, ὃς ἐξελέξατό με ὑπὲρ τὸν πατέρα σου καὶ ὑπὲρ πάντα τὸν οἶκον αὐτοῦ τοῦ καταστῆσαί με εἰς ἡγούμενον ἐπὶ τὸν λαὸν αὐτοῦ ἐπὶ τὸν Ισραηλ· καὶ παίξομαι καὶ ὀρχήσομαι ἐνώπιον κυρίου

  [21] And David said to Melchol, I will dance before the Lord. Blessed be the Lord who chose me before thy father, and before all his house, to make me head over his people, even over Israel: therefore I will play, and dance before the Lord.

  [22] καὶ ἀποκαλυφθήσομαι ἔτι οὕτως καὶ ἔσομαι ἀχρεῖος ἐν ὀφθαλμοῖς σου καὶ μετὰ τῶν παιδισκῶν, ὧν εἶπάς με δοξασθῆναι.

  [22] And I will again uncover myself thus, and I will be vile in thine eyes, and with the maid-servants by whom thou saidst that I was not had in honour.

  [23] καὶ τῇ Μελχολ θυγατρὶ Σαουλ οὐκ ἐγένετο παιδίον ἕως τῆς ἡμέρας τοῦ ἀποθανεῖν αὐτήν.

  [23] And Melchol the daughter of Saul had no child till the day of her death.

  CHAPTER 7

  [1] Καὶ ἐγένετο ὅτε ἐκάθισεν ὁ βασιλεὺς ἐν τῷ οἴκῳ αὐτοῦ καὶ κύριος κατεκληρονόμησεν αὐτὸν κύκλῳ ἀπὸ πάντων τῶν ἐχθρ
ῶν αὐτοῦ τῶν κύκλῳ,

  [1] And it came to pass when the king sat in his house, and the Lord had given him an inheritance on every side free from all his enemies round about him;

  [2] καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ναθαν τὸν προφήτην Ἰδοὺ δὴ ἐγὼ κατοικῶ ἐν οἴκῳ κεδρίνῳ, καὶ ἡ κιβωτὸς τοῦ θεοῦ κάθηται ἐν μέσῳ τῆς σκηνῆς.

  [2] that the king said to Nathan the prophet, Behold now, I live in a house of cedar, and the ark of the Lord dwells in the midst of a tent.

  [3] καὶ εἶπεν Ναθαν πρὸς τὸν βασιλέα Πάντα, ὅσα ἂν ἐν τῇ καρδίᾳ σου, βάδιζε καὶ ποίει, ὅτι κύριος μετὰ σοῦ. –

  [3] And Nathan said to the king, Go and do all that is in thine heart, for the Lord is with thee.

  [4] καὶ ἐγένετο τῇ νυκτὶ ἐκείνῃ καὶ ἐγένετο ῥῆμα κυρίου πρὸς Ναθαν λέγων

  [4] And it came to pass in that night, that the word of the Lord came to Nathan, saying,

  [5] Πορεύου καὶ εἰπὸν πρὸς τὸν δοῦλόν μου Δαυιδ Τάδε λέγει κύριος Οὐ σὺ οἰκοδομήσεις μοι οἶκον τοῦ κατοικῆσαί με·

  [5] Go, and say to my servant David, Thus says the Lord, Thou shalt not build me a house for me to dwell in.

  [6] ὅτι οὐ κατῴκηκα ἐν οἴκῳ ἀφ’ ἧς ἡμέρας ἀνήγαγον ἐξ Αἰγύπτου τοὺς υἱοὺς Ισραηλ ἕως τῆς ἡμέρας ταύτης καὶ ἤμην ἐμπεριπατῶν ἐν καταλύματι καὶ ἐν σκηνῇ.

  [6] For I have not dwelt in a house from the day that I brought up the children of Israel out of Egypt to this day, but I have been walking in a lodge and in a tent,

 

‹ Prev