Book Read Free

Septuagint Complete Greek and English Edition

Page 768

by Septuagint


  [14] And he bowed the heart of all the men of Juda as that of one man; and they sent to the king, saying, Return thou, and all thy servants.

  [16] καὶ ἐπέστρεψεν ὁ βασιλεὺς καὶ ἦλθεν ἕως τοῦ Ιορδάνου, καὶ ἄνδρες Ιουδα ἦλθαν εἰς Γαλγαλα τοῦ πορεύεσθαι εἰς ἀπαντὴν τοῦ βασιλέως διαβιβάσαι τὸν βασιλέα τὸν Ιορδάνην. –

  [15] And the king returned, and came as far s Jordan. And the men of Juda came to Galgala on their way to meet the king, to cause the king to pass over Jordan.

  [17] καὶ ἐτάχυνεν Σεμει υἱὸς Γηρα υἱοῦ τοῦ Ιεμενι ἐκ Βαουριμ καὶ κατέβη μετὰ ἀνδρὸς Ιουδα εἰς ἀπαντὴν τοῦ βασιλέως Δαυιδ

  [16] And Semei the son of Gera, the Benjamite, of Baurim, hasted and went down with the men of Juda to meet king David.

  [18] καὶ χίλιοι ἄνδρες μετ’ αὐτοῦ ἐκ τοῦ Βενιαμιν καὶ Σιβα τὸ παιδάριον τοῦ οἴκου Σαουλ καὶ δέκα πέντε υἱοὶ αὐτοῦ μετ’ αὐτοῦ καὶ εἴκοσι δοῦλοι αὐτοῦ μετ’ αὐτοῦ καὶ κατεύθυναν τὸν Ιορδάνην ἔμπροσθεν τοῦ βασιλέως

  [17] And a thousand men of Benjamin were with him, and Siba the servant of the house of Saul, and his fifteen sons with him, and his twenty servants with him: and they went directly down to Jordan before the king,

  [19] καὶ ἐλειτούργησαν τὴν λειτουργίαν τοῦ διαβιβάσαι τὸν βασιλέα, καὶ διέβη ἡ διάβασις ἐξεγεῖραι τὸν οἶκον τοῦ βασιλέως καὶ τοῦ ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ. καὶ Σεμει υἱὸς Γηρα ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ἐνώπιον τοῦ βασιλέως διαβαίνοντος αὐτοῦ τὸν Ιορδάνην

  [18] and they performed the service of bringing the king over; and there went over a ferry-boat to remove the household of the king, and to do that which was right in his eyes. And Semei the son of Gera fell on his face before the king, as he went over Jordan;

  [20] καὶ εἶπεν πρὸς τὸν βασιλέα Μὴ διαλογισάσθω ὁ κύριός μου ἀνομίαν καὶ μὴ μνησθῇς ὅσα ἠδίκησεν ὁ παῖς σου ἐν τῇ ἡμέρᾳ, ᾗ ὁ κύριός μου ὁ βασιλεὺς ἐξεπορεύετο ἐξ Ιερουσαλημ, τοῦ θέσθαι τὸν βασιλέα εἰς τὴν καρδίαν αὐτοῦ,

  [19] and said to the king, Let not my lord now impute iniquity, and remember not all the iniquity of thy servant in the day in which my lord went out from Jerusalem, so that the king should mind it.

  [21] ὅτι ἔγνω ὁ δοῦλός σου ὅτι ἐγὼ ἥμαρτον, καὶ ἰδοὺ ἐγὼ ἦλθον σήμερον πρότερος παντὸς οἴκου Ιωσηφ τοῦ καταβῆναι εἰς ἀπαντὴν τοῦ κυρίου μου τοῦ βασιλέως.

  [20] For thy servant knows that I have sinned: and, behold, I am come to-day before all Israel and the house of Joseph, to go down and meet my lord the king.

  [22] καὶ ἀπεκρίθη Αβεσσα υἱὸς Σαρουιας καὶ εἶπεν Μὴ ἀντὶ τούτου οὐ θανατωθήσεται Σεμει, ὅτι κατηράσατο τὸν χριστὸν κυρίου;

  [21] And Abessai the son of Saruia answered and said, Shall not Semei therefore be put to death, because he cursed the Lord’s anointed?

  [23] καὶ εἶπεν Δαυιδ Τί ἐμοὶ καὶ ὑμῖν, υἱοὶ Σαρουιας, ὅτι γίνεσθέ μοι σήμερον εἰς ἐπίβουλον; σήμερον οὐ θανατωθήσεταί τις ἀνὴρ ἐξ Ισραηλ, ὅτι οὐκ οἶδα εἰ σήμερον βασιλεύω ἐγὼ ἐπὶ τὸν Ισραηλ.

  [22] And David said, What have I to do with you, ye sons of Saruia, that ye as it were lie in wait against me this day? to-day no man in Israel shall be put to death, for I know not if I this day reign over Israel.

  [24] καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σεμει Οὐ μὴ ἀποθάνῃς· καὶ ὤμοσεν αὐτῷ ὁ βασιλεύς. –

  [23] And the king said to Semei, Thou shalt not die: and the king swore to him.

  [25] καὶ Μεμφιβοσθε υἱὸς Ιωναθαν υἱοῦ Σαουλ κατέβη εἰς ἀπαντὴν τοῦ βασιλέως· καὶ οὐκ ἐθεράπευσεν τοὺς πόδας αὐτοῦ οὐδὲ ὠνυχίσατο οὐδὲ ἐποίησεν τὸν μύστακα αὐτοῦ καὶ τὰ ἱμάτια αὐτοῦ οὐκ ἔπλυνεν ἀπὸ τῆς ἡμέρας, ἧς ἀπῆλθεν ὁ βασιλεύς, ἕως τῆς ἡμέρας, ἧς αὐτὸς παρεγένετο ἐν εἰρήνῃ.

  [24] And Memphibosthe the son of Saul’s son went down to meet the king, and had not dressed his feet, nor pared his nails, nor shaved himself, neither had he washed his garments, from the day that the king departed, until the day when he arrived in peace.

  [26] καὶ ἐγένετο ὅτε εἰσῆλθεν εἰς Ιερουσαλημ εἰς ἀπάντησιν τοῦ βασιλέως, καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Τί ὅτι οὐκ ἐπορεύθης μετ’ ἐμοῦ, Μεμφιβοσθε;

  [25] And it came to pass when he went into Jerusalem to meet the king, that the king said to him, Why didst thou not go with me, Memphibosthe?

  [27] καὶ εἶπεν πρὸς αὐτὸν Μεμφιβοσθε Κύριέ μου βασιλεῦ, ὁ δοῦλός μου παρελογίσατό με, ὅτι εἶπεν ὁ παῖς σου αὐτῷ Ἐπίσαξόν μοι τὴν ὄνον καὶ ἐπιβῶ ἐπ’ αὐτὴν καὶ πορεύσομαι μετὰ τοῦ βασιλέως, ὅτι χωλὸς ὁ δοῦλός σου·

  [26] And Memphibosthe said to him, My lord, O king, my servant deceived me; for thy servant said to him, Saddle me the ass, and I will ride upon it, and go with the king; for thy servant is lame.

  [28] καὶ μεθώδευσεν ἐν τῷ δούλῳ σου πρὸς τὸν κύριόν μου τὸν βασιλέα, καὶ ὁ κύριός μου ὁ βασιλεὺς ὡς ἄγγελος τοῦ θεοῦ, καὶ ποίησον τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου·

  [27] And he has dealt deceitfully with thy servant to my lord the king: but my lord the king is as an angel of God, and do thou that which is good in thine eyes.

  [29] ὅτι οὐκ ἦν πᾶς ὁ οἶκος τοῦ πατρός μου ἀλλ’ ἢ ὅτι ἄνδρες θανάτου τῷ κυρίῳ μου τῷ βασιλεῖ, καὶ ἔθηκας τὸν δοῦλόν σου ἐν τοῖς ἐσθίουσιν τὴν τράπεζάν σου· καὶ τί ἐστίν μοι ἔτι δικαίωμα καὶ τοῦ κεκραγέναι με ἔτι πρὸς τὸν βασιλέα;

  [28] For all the house of my father were but as dead men before my lord the king; yet thou hast set thy servant among them that eat at thy table: and what right have I any longer even to cry to the king?

  [30] καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Ἵνα τί λαλεῖς ἔτι τοὺς λόγους σου; εἶπον Σὺ καὶ Σιβα διελεῖσθε τὸν ἀγρόν.

  [29] And the king said to him, Why speakest thou any longer of thy matters? I have said, Thou and Siba shall divide the land.

  [31] καὶ εἶπεν Μεμφιβοσθε πρὸς τὸν βασιλέα Καί γε τὰ πάντα λαβέτω μετὰ τὸ παραγενέσθαι τὸν κύριόν μου τὸν βασιλέα ἐν εἰρήνῃ εἰς τὸν οἶκον αὐτοῦ. –

  [30] And Memphibosthe said to the king, Yea, let him take all, since my lord the king has come in peace to his house.

  [32] καὶ Βερζε
λλι ὁ Γαλααδίτης κατέβη ἐκ Ρωγελλιμ καὶ διέβη μετὰ τοῦ βασιλέως τὸν Ιορδάνην ἐκπέμψαι αὐτὸν τὸν Ιορδάνην·

  [31] And Berzelli the Galaadite came down from Rogellim, and crossed over Jordan with the king, that he might conduct the king over Jordan.

  [33] καὶ Βερζελλι ἀνὴρ πρεσβύτερος σφόδρα, υἱὸς ὀγδοήκοντα ἐτῶν, καὶ αὐτὸς διέθρεψεν τὸν βασιλέα ἐν τῷ οἰκεῖν αὐτὸν ἐν Μαναιμ, ὅτι ἀνὴρ μέγας ἐστὶν σφόδρα.

  [32] And Berzelli was a very old man, eighty years old; and he had maintained the king when he dwelt in Manaim; for he was a very great man.

  [34] καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Βερζελλι Σὺ διαβήσῃ μετ’ ἐμοῦ, καὶ διαθρέψω τὸ γῆράς σου μετ’ ἐμοῦ ἐν Ιερουσαλημ.

  [33] And the king said to Berzelli, Thou shalt go over with me, and I will nourish thine old age with me in Jerusalem.

  [35] καὶ εἶπεν Βερζελλι πρὸς τὸν βασιλέα Πόσαι ἡμέραι ἐτῶν ζωῆς μου, ὅτι ἀναβήσομαι μετὰ τοῦ βασιλέως εἰς Ιερουσαλημ;

  [34] And Berzelli said to the king, How many are the days of the years of my life, that I should go up with the king to Jerusalem?

  [36] υἱὸς ὀγδοήκοντα ἐτῶν ἐγώ εἰμι σήμερον· μὴ γνώσομαι ἀνὰ μέσον ἀγαθοῦ καὶ κακοῦ; ἢ γεύσεται ὁ δοῦλός σου ἔτι ὃ φάγομαι ἢ πίομαι; ἢ ἀκούσομαι ἔτι φωνὴν ᾀδόντων καὶ ᾀδουσῶν; ἵνα τί ἔσται ἔτι ὁ δοῦλός σου εἰς φορτίον ἐπὶ τὸν κύριόν μου τὸν βασιλέα;

  [35] I am this day eighty years old: can I then distinguish between good and evil? Can thy servant taste any longer what I eat or drink? can I any longer hear the voice of singing men or singing women? and wherefore shall thy servant any longer be a burden to my lord the king?

  [37] ὡς βραχὺ διαβήσεται ὁ δοῦλός σου τὸν Ιορδάνην μετὰ τοῦ βασιλέως· καὶ ἵνα τί ἀνταποδίδωσίν μοι ὁ βασιλεὺς τὴν ἀνταπόδοσιν ταύτην;

  [36] Thy servant will go a little way over Jordan with the king: and why does the king return me this recompense?

  [38] καθισάτω δὴ ὁ δοῦλός σου καὶ ἀποθανοῦμαι ἐν τῇ πόλει μου παρὰ τῷ τάφῳ τοῦ πατρός μου καὶ τῆς μητρός μου· καὶ ἰδοὺ ὁ δοῦλός σου Χαμααμ διαβήσεται μετὰ τοῦ κυρίου μου τοῦ βασιλέως, καὶ ποίησον αὐτῷ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου.

  [37] Let, I pray thee, thy servant remain, and I will die in my city, by the tomb of my father and of my mother. And, behold, thy servant Chamaam shall go over with my lord the king; and do thou to him as it seems good in thine eyes.

  [39] καὶ εἶπεν ὁ βασιλεύς Μετ ἐμοῦ διαβήτω Χαμααμ, κἀγὼ ποιήσω αὐτῷ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου καὶ πάντα, ὅσα ἐκλέξῃ ἐπ’ ἐμοί, ποιήσω σοι.

  [38] And the king said, Let Chamaam go over with me, and I will do to him what is good in my sight; and whatsoever thou shalt choose at my hand, I will do for thee.

  [40] καὶ διέβη πᾶς ὁ λαὸς τὸν Ιορδάνην, καὶ ὁ βασιλεὺς διέβη· καὶ κατεφίλησεν ὁ βασιλεὺς τὸν Βερζελλι καὶ εὐλόγησεν αὐτόν, καὶ ἐπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ.

  [39] And all the people went over Jordan, and the king went over; and the king kissed Berzelli, and blessed him; and he returned to his place.

  [41] καὶ διέβη ὁ βασιλεὺς εἰς Γαλγαλα, καὶ Χαμααμ διέβη μετ’ αὐτοῦ, καὶ πᾶς ὁ λαὸς Ιουδα διαβαίνοντες μετὰ τοῦ βασιλέως καί γε τὸ ἥμισυ τοῦ λαοῦ Ισραηλ. –

  [40] And the king went over to Galgala, and Chamaam went over with him: and all the men of Juda went over with the king, and also half the people of Israel.

  [42] καὶ ἰδοὺ πᾶς ἀνὴρ Ισραηλ παρεγένοντο πρὸς τὸν βασιλέα καὶ εἶπον πρὸς τὸν βασιλέα Τί ὅτι ἔκλεψάν σε οἱ ἀδελφοὶ ἡμῶν ἀνὴρ Ιουδα καὶ διεβίβασαν τὸν βασιλέα καὶ τὸν οἶκον αὐτοῦ τὸν Ιορδάνην καὶ πάντες ἄνδρες Δαυιδ μετ’ αὐτοῦ;

  [41] And behold, all the men of Israel came to the king, and said to the king, Why have our brethren the men of Juda stolen thee away, and caused the king and all his house to pass over Jordan, and all the men of David with him?

  [43] καὶ ἀπεκρίθη πᾶς ἀνὴρ Ιουδα πρὸς ἄνδρα Ισραηλ καὶ εἶπαν Διότι ἐγγίζει πρός με ὁ βασιλεύς· καὶ ἵνα τί οὕτως ἐθυμώθης περὶ τοῦ λόγου τούτου; μὴ βρώσει ἐφάγαμεν ἐκ τοῦ βασιλέως, ἢ δόμα ἔδωκεν ἢ ἄρσιν ἦρεν ἡμῖν;

  [42] And all the men of Juda answered the men of Israel, and said, Because the king is near of kin to us: and why were you thus angry concerning this matter? have we indeed eaten of the king’s food? or has he given us a gift, or has he sent us a portion?

  [44] καὶ ἀπεκρίθη ἀνὴρ Ισραηλ τῷ ἀνδρὶ Ιουδα καὶ εἶπεν Δέκα χεῖρές μοι ἐν τῷ βασιλεῖ, καὶ πρωτότοκος ἐγὼ ἢ σύ, καί γε ἐν τῷ Δαυιδ εἰμὶ ὑπὲρ σέ· καὶ ἵνα τί τοῦτο ὕβρισάς με καὶ οὐκ ἐλογίσθη ὁ λόγος μου πρῶτός μοι τοῦ ἐπιστρέψαι τὸν βασιλέα ἐμοί; καὶ ἐσκληρύνθη ὁ λόγος ἀνδρὸς Ιουδα ὑπὲρ τὸν λόγον ἀνδρὸς Ισραηλ.

  [43] And the men of Israel answered the men of Juda, and said, We have ten parts in the king, and we are older than you, we have also an interest in David above you: and why have ye thus insulted us, and why was not our advice taken before that of Juda, to bring back our king? And the speech of the men of Juda was sharper than the speech of the men of Israel.

  CHAPTER 20

  [1] Καὶ ἐκεῖ ἐπικαλούμενος υἱὸς παράνομος καὶ ὄνομα αὐτῷ Σαβεε υἱὸς Βοχορι ἀνὴρ ὁ Ιεμενι καὶ ἐσάλπισεν ἐν τῇ κερατίνῃ καὶ εἶπεν Οὐκ ἔστιν ἡμῖν μερὶς ἐν Δαυιδ οὐδὲ κληρονομία ἡμῖν ἐν τῷ υἱῷ Ιεσσαι· ἀνὴρ εἰς τὰ σκηνώματά σου, Ισραηλ.

  [1] And there was a transgressor so called there, and his name was Sabee, a Benjamite, the son of Bochori: and he blew the trumpet, and said, We have no portion in David, neither have we any inheritance in the son of Jessae: to thy tents, O Israel, every one.

  [2] καὶ ἀνέβη πᾶς ἀνὴρ Ισραηλ ἀπὸ ὄπισθεν Δαυιδ ὀπίσω Σαβεε υἱοῦ Βοχορι, καὶ ἀνὴρ Ιουδα ἐκολλήθη τῷ βασιλεῖ αὐτῶν ἀπὸ τοῦ Ιορδάνου καὶ ἕως Ιερουσαλημ.

  [2] And all the men of Israel went up from following David after Sabee the son of Bochori: but the men of Juda adhered to their king, from Jordan even to Jerusalem.

  [3] καὶ εἰσῆλθεν Δαυιδ εἰς τὸν οἶκον αὐτοῦ εἰς Ιερουσαλημ, καὶ ἔλαβεν ὁ βασιλεὺς τὰς δέκα γυναῖκας τὰς παλλακὰς αὐτοῦ, ἃς ἀφῆκεν φυλάσσειν τὸν οἶκον, καὶ ἔδω�
�εν αὐτὰς ἐν οἴκῳ φυλακῆς καὶ διέθρεψεν αὐτὰς καὶ πρὸς αὐτὰς οὐκ εἰσῆλθεν, καὶ ἦσαν συνεχόμεναι ἕως ἡμέρας θανάτου αὐτῶν, χῆραι ζῶσαι. –

  [3] And David went into his house at Jerusalem: and the king took the ten women his concubines, whom he had left to keep the house, and he put them in a place of custody, and maintained them, and went not in to them; and they were kept living as widows, till the day of their death.

  [4] καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Αμεσσαι Βόησόν μοι τὸν ἄνδρα Ιουδα τρεῖς ἡμέρας, σὺ δὲ αὐτοῦ στῆθι.

  [4] And the king said to Amessai, Call to me the men of Juda for three days, and do thou be present here.

  [5] καὶ ἐπορεύθη Αμεσσαι τοῦ βοῆσαι τὸν Ιουδαν καὶ ἐχρόνισεν ἀπὸ τοῦ καιροῦ, οὗ ἐτάξατο αὐτῷ Δαυιδ.

  [5] And Amessai went to call Juda, and delayed beyond the time which David appointed him.

  [6] καὶ εἶπεν Δαυιδ πρὸς Αβεσσα Νῦν κακοποιήσει ἡμᾶς Σαβεε υἱὸς Βοχορι ὑπὲρ Αβεσσαλωμ, καὶ νῦν σὺ λαβὲ μετὰ σεαυτοῦ τοὺς παῖδας τοῦ κυρίου σου καὶ καταδίωξον ὀπίσω αὐτοῦ, μήποτε ἑαυτῷ εὕρῃ πόλεις ὀχυρὰς καὶ σκιάσει τοὺς ὀφθαλμοὺς ἡμῶν.

  [6] And David said to Amessai, Now shall Sabee the son of Bochori do us more harm than Abessalom: now then take thou with thee the servants of thy lord, and follow after him, lest he find for himself strong cities, so will he blind our eyes.

  [7] καὶ ἐξῆλθον ὀπίσω αὐτοῦ οἱ ἄνδρες Ιωαβ καὶ ὁ χερεθθι καὶ ὁ φελεθθι καὶ πάντες οἱ δυνατοὶ καὶ ἐξῆλθαν ἐξ Ιερουσαλημ διῶξαι ὀπίσω Σαβεε υἱοῦ Βοχορι. –

 

‹ Prev