Book Read Free

Septuagint Complete Greek and English Edition

Page 777

by Septuagint


  [29] καὶ ἦν τῷ Σαλωμων ἑβδομήκοντα χιλιάδες αἴροντες ἄρσιν καὶ ὀγδοήκοντα χιλιάδες λατόμων ἐν τῷ ὄρει

  [29] And Solomon had seventy thousand bearers of burdens, and eighty thousand hewers of stone in the mountain;

  [30] χωρὶς ἀρχόντων τῶν καθεσταμένων ἐπὶ τῶν ἔργων τῶν Σαλωμων, τρεῖς χιλιάδες καὶ ἑξακόσιοι ἐπιστάται οἱ ποιοῦντες τὰ ἔργα.

  [30] besides the rulers that were appointed over the works of Solomon, there were three thousand six hundred masters who wrought in the works.

  [32] καὶ ἡτοίμασαν τοὺς λίθους καὶ τὰ ξύλα τρία ἔτη.

  [32] And they prepared the stones and the timber during three years.

  CHAPTER 6

  ΚΑΙ ἐγενήθη ἐν τῷ τεσσαρακοστῷ καὶ τετρακοσιοστῷ ἔτει τῆς ἐξόδου υἱῶν ᾿Ισραὴλ ἐξ Αἰγύπτου, τῷ ἔτει τῷ τετάρτῳ ἐν μηνὶ τῷ δευτέρῳ βασιλεύοντος τοῦ βασιλέως Σαλωμὼν ἐπὶ τὸν ᾿Ισραήλ,

  And it came to pass in the four hundred and fortieth year after the departure of the children of Israel out of Egypt, in the fourth year and second month of the reign of king Solomon over Israel,

  [1]α καὶ ἐνετείλατο ὁ βασιλεὺς ἵνα αἴρωσι λίθους μεγάλους τιμίους εἰς τὸν θεμέλιον τοῦ οἴκου, καὶ λίθους ἀπελεκήτους.

  [1a] that the king commanded that they should take great and costly stones for the foundation of the house, and hewn stones.

  [1]β καὶ ἐπελέκησαν οἱ υἱοὶ Σαλωμὼν καὶ οἱ υἱοὶ Χιρὰμ καὶ ἔβαλαν αὐτούς.

  [1b] And the men of Solomon, and the men of Chiram hewed the stones, and laid them for a foundation.

  [1]γ ἐν τῷ ἔτει τῷ τετάρτῳ ἐθεμελίωσε τὸν οἶκον Κυρίου ἐν μηνὶ Νισώ, καὶ τῷ δευτέρῳ μηνὶ

  [1c] In the fourth year he laid the foundation of the house of the Lord, in the month Niso, even in the second month.

  [1]δ ἐν ἑνδεκάτῳ ἐνιαυτῷ, ἐν μηνὶ Βαὰλ (οὗτος ὁ μὴν ὁ ὄγδοος) συνετελέσθη ὁ οἶκος εἰς πάντα λόγον αὐτοῦ καὶ εἰς πᾶσαν διάταξιν αὐτοῦ.

  [1d] In the eleventh year, in the month Baal, this is the eighth month, the house was completed according to all its plan, and according to all its arrangement.

  [2] καὶ ὁ οἶκος, ὃν ᾠκοδόμησεν ὁ βασιλεὺς τῷ Κυρίῳ, τεσσαράκοντα ἐν πήχει μῆκος αὐτοῦ καὶ εἴκοσιν ἐν πήχει πλάτος αὐτοῦ καὶ πέντε καὶ εἴκοσιν ἐν πήχει τὸ ὕψος αὐτοῦ.

  [2] And the house which the king built to the Lord was forty cubits in length, and twenty cubits in breadth, and its height five and twenty cubits.

  [3] καὶ τὸ αἰλὰμ κατὰ πρόσωπον τοῦ ναοῦ, εἴκοσιν ἐν πήχει μῆκος αὐτοῦ εἰς τὸ πλάτος τοῦ οἴκου καὶ δέκα ἐν πήχει τὸ πλάτος αὐτοῦ κατὰ πρόσωπον τοῦ οἴκου. καὶ ᾠκοδόμησε τὸν οἶκον καὶ συνετέλεσεν αὐτόν.

  [3] And the porch in front of the temple — twenty cubits was its length according to the breadth of the house in front of the house: and he built the house, and finished it.

  [4] καὶ ἐποίησε τῷ οἴκῳ θυρίδας παρακυπτομένας κρυπτάς.

  [4] And he made to the house secret windows inclining inward.

  [5] καὶ ἔδωκεν ἐπὶ τὸν τοῖχον τοῦ οἴκου μέλαθρα κυκλόθεν τῷ ναῷ καὶ τῷ δαβὶρ καὶ ἐποίησε πλευρὰς κυκλόθεν.

  [5] And against the wall of the house he set chambers round about the temple and the ark.

  [6] ἡ πλευρὰ ἡ ὑποκάτω πέντε πήχεων ἐν πήχει τὸ πλάτος αὐτῆς, καὶ τὸ μέσον ἕξ, καὶ ἡ τρίτη ἑπτὰ ἐν πήχει τὸ πλάτος αὐτῆς· ὅτι διάστημα ἔδωκε τῷ οἴκῳ κυκλόθεν ἔξωθεν τοῦ οἴκου, ὅπως μὴ ἐπιλαμβάνωνται τῶν τοίχων τοῦ οἴκου.

  [6] The under side was five cubits broad, and the middle part six, and the third was seven cubits broad; for he formed an interval to the house round about without the house, that they might not touch the walls of the house.

  [7] καὶ ὁ οἶκος ἐν τῷ οἰκοδομεῖσθαι αὐτὸν λίθοις ἀκροτόμοις ἀργοῖς ᾠκοδομήθη, καὶ σφῦρα καὶ πέλεκυς καὶ πᾶν σκεῦος σιδηροῦν οὐκ ἠκούσθη ἐν τῷ οἴκῳ ἐν τῷ οἰκοδομεῖσθαι αὐτόν.

  [7] And the house was built in the construction of it with rough hewn stones: and there was not heard in the house in the building of it hammer or axe, or any iron tool.

  [8] καὶ ὁ πυλὼν τῆς πλευρᾶς τῆς ὑποκάτωθεν ὑπὸ τὴν ὠμίαν τοῦ οἴκου τὴν δεξιάν, καὶ ἑλικτὴ ἀνάβασις εἰς τὸ μέσον καὶ ἐκ τῆς μέσης ἐπὶ τὰ τριώροφα,

  [8] And the porch of the under side was below the right wing of the house, and there was a winding ascent into the middle chamber, and from the middle to the third story.

  [9] καὶ ᾠκοδόμησε τὸν οἶκον καὶ συνετέλεσεν αὐτόν· καὶ ἐκοιλοστάθμησε τὸν οἶκον κέδροις.

  [9] So he built the house and finished it; and he made the ceiling of the house with cedars.

  [10] καὶ ᾠκοδόμησε τοὺς ἐνδέσμους δι᾿ ὅλου τοῦ οἴκου πέντε ἐν πήχει τὸ ὕψος αὐτοῦ, καὶ συνέσχε τὸν σύνδεσμον ἐν ξύλοις κεδρίνοις.

  [10] And he made the partitions through all the house, each five cubits high, and enclosed each partition with cedar boards.

  [11] Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Σαλωμὼν λέγων·

  [11]And it came to pass that the word of the Lord came to Solomon, saying,

  [12] ὁ οἶκος οὗτος, ὃν σὺ οἰκοδομεῖς, ἐὰν ὁδεύῃς τοῖς προστάγμασί μου καὶ τὰ κρίματά μου ποιῇς καὶ φυλάσσῃς πάσας τὰς ἐντολάς μου ἀναστρέφεσθαι ἐν αὐταῖς, στήσω τὸν λόγον μου, ὃν ἐλάλησα πρὸς Δαυὶδ τὸν πατέρα σου

  [12] Concerning this house which thou art building, if thou wilt walk in My statutes, and execute My judgments, and keep all My commandments to walk in them; then will I perform My word with thee, which I spake unto David thy father:

  [13] καὶ κατασκηνώσω ἐν μέσῳ υἱῶν ᾿Ισραὴλ καὶ οὐκ ἐγκαταλείψω τὸν λαόν μου ᾿Ισραήλ.

  [13] and I will dwell among the sons of Israel, and will not forsake My people Israel.

  [14] καὶ ᾠκοδόμησε Σαλωμὼν τὸν οἶκον καὶ συνετέλεσε αὐτόν.

  [14] So Solomon built the house, and finished it.

  [15] καὶ ᾠκοδόμησε τοὺς τοίχους τοῦ οἴκου ἔσωθεν διὰ ξύλων κεδρίνων ἀπὸ τοῦ ἐδάφους τοῦ οἴκου καὶ ἕως τῶν τοίχων καὶ ἕως τῶν δοκῶν· ἐκοιλοστάθμησε συνεχόμενα ξύλοις ἔσωθεν �
�αὶ περιέσχε τὸ ἔσω τοῦ οἴκου ἐν πλευραῖς πευκίναις.

  [15] And he framed the walls of the house within with cedar boards, from the floor of the house and on to the inner walls and to the beams: he lined the parts enclosed with boards within, and compassed the inward parts of the house with planks of fir.

  [16] καὶ ᾠκοδόμησε τοὺς εἴκοσι πήχεις ἀπ᾿ ἄκρου τοῦ τοίχου τὸ πλευρὸν τὸ ἓν ἀπὸ τοῦ ἐδάφους ἕως τῶν δοκῶν, καὶ ἐποίησε ἐκ τοῦ δαβὶρ εἰς τὸ ἅγιον τῶν ἁγίων.

  [16] And he built the twenty cubits from the top of the wall, one side from the floor to the beams, and he made it from the oracle to the most holy place.

  [17] καὶ τεσσαράκοντα πήχεων ἦν ὁ ναὸς ὁ ἐσώτατος

  [17]And the innermost temple was forty cubits long,

  [18] καὶ διὰ κέδρου πρὸς τὸν οἶκον ἔσω πλοκὴν ἐπαναστήσεις καὶ πέταλον καὶ ἀνάγλυφα πάντα κέδρινα οὐκ ἐφαίνετο λίθος.

  [18] and the cedar of the house within was carved with knops and open flowers: and all was cedar: there was no stone seen.

  [19] κατὰ πρόσωπον τοῦ δαβὶρ ἐν μέσῳ τοῦ οἴκου ἔσωθεν δοῦναι ἐκεῖ τὴν κιβωτὸν διαθήκης Κυρίου.

  [19] in front of the oracle in the midst of the house within, in order to put there the ark of the covenant of the Lord.

  [20] εἴκοσι πήχεις μῆκος καὶ εἴκοσι πήχεις πλάτος καὶ εἴκοσι πήχεις τὸ ὕψος αὐτοῦ, καὶ παριέσχεν αὐτὸ χρυσίῳ συγκεκλεισμένῳ. καὶ ἐποίησε θυσιαστήριον κέδρου

  [20] The length was twenty cubits, and the breadth was twenty cubits, and the height of it was twenty cubits. And he covered it with perfect gold, and he made an altar in front of the oracle, and covered it with gold.

  [21] καὶ περιεπύλωσε Σαλωμὼν τὸν οἶκον ἔνδοθεν χρυσίῳ ἀποκλειστῷ καὶ παρήγαγεν ἐν καθηλώμασι χρυσίου.

  [21] and Solomon overlaid the house within with perfect gold, and made a partition by the chains of gold

  [21] κατὰ πρόσωπον τοῦ δαβίρ, καὶ περιέσχεν αὐτὸ χρυσίῳ.

  [21] before the oracle; and he overlaid it with gold.

  [22] καὶ ὅλον τὸν οἶκον περιέσχε χρυσίῳ ἕως συντελείας παντὸς τοῦ οἴκου καὶ ὅλον τὸ ἔσω τοῦ δαβὶρ ἐπετάλωσε χρυσίῳ.

  [22] And he covered the whole house with gold, till he had finished gilding the whole house. also the whole altar that was by the oracle he overlaid with gold.

  [23] καὶ ἐποίησεν ἐν τῷ δαβὶρ δύο Χερουβὶμ δέκα πήχεων μέγεθος ἐσταθμωμένον.

  [23] And he made in the oracle two cherubs of ten cubits measured size.

  [24] καὶ πέντε πήχεων πτερύγιον τοῦ Χερουβὶμ τοῦ ἑνὸς καὶ πέντε πήχεων πτερύγιον αὐτοῦ τὸ δεύτερον, ἐν πήχει δέκα ἀπὸ μέρους πτερυγίου αὐτοῦ εἰς μέρος πτερυγίου αὐτοῦ·

  [24] And the wing of one cherub was five cubits, and his other wing was five cubits; ten cubits from the tip of one wing to the tip of the other wing.

  [25] οὕτως τῷ Χερουβὶμ τῷ δευτέρῳ, ἐν μέτρῳ ἑνὶ συντέλεια μία ἀμφοτέροις.

  [25] Thus it was with the other cherub, both were alike finished with one measure.

  [26] καὶ τὸ ὕψος τοῦ Χεροὺβ τοῦ ἑνὸς δέκα ἐν πήχει, καὶ οὕτω τῷ Χεροὺβ τῷ δευτέρῳ.

  [26] And the height of the one cherub was ten cubits, and so was it with the second cherub.

  [27] καὶ ἀμφότερα τὰ Χερουβὶμ ἐν μέσῳ τοῦ οἴκου τοῦ ἐσωτάτου· καὶ διεπέτασε τὰς πτέρυγας αὐτῶν, καὶ ἥπτετο πτέρυξ μία τοῦ τοίχου, καὶ πτέρυξ Χεροὺβ τοῦ δευτέρου ἥπτετο τοῦ τοίχου τοῦ δευτέρου, καὶ αἱ πτέρυγες αὐτῶν ἐν μέσῳ τοῦ οἴκου ἥπτοντο πτέρυξ πτέρυγος.

  [27] And both the cherubs were in the midst of the innermost part of the house; and they spread out their wings, and one wing touched the wall, and the wing of the other cherub touched the other wall; and their wings in the midst of the house touched each other.

  [28] καὶ περιέσχε τὰ Χερουβὶμ χρυσίῳ.

  [28] And he covered the cherubs with gold.

  [29] καὶ πάντας τοὺς τοίχους τοῦ οἴκου κύκλῳ ἐγκολαπτὰ ἔγραψε γραφίδι Χερουβίμ, καὶ φοίνικες τῷ ἐσωτέρῳ καὶ τῷ ἐξωτέρῳ.

  [29] He graved all the walls of the house round about with the graving of cherubs, and he sculptured palm trees within and without the house.

  [30] καὶ τὸ ἔδαφος τοῦ οἴκου περιέσχε χρυσίῳ, τοῦ ἐσωτάτου καὶ τοῦ ἐξωτάτου.

  [30] And he covered the floor of the house within and without with gold.

  [31] καὶ τῷ θυρώματι τοῦ δαβὶρ ἐποίησε θύρας ξύλων ἀρκευθίνων εἰς φλιὰς πενταπλᾶς

  [31] And for the door-way of the oracle he made doors of juniper wood, there was a lintel of five sides:

  [32] καὶ δύο θύρας ξύλων πευκίνων καὶ ἐγκολαπτὸν ἐπ᾿ αὐτῶν ἐγκεκολαμμένα Χερουβὶμ καὶ φοίνικας καὶ πέταλα διαπεπετασμένα· καὶ περιέσχε χρυσίῳ καὶ κατέβαινεν ἐπὶ τὰ Χερουβὶμ καὶ ἐπὶ τοὺς φοίνικας τὸ χρυσίον.

  [32] In both the doors were planks of fir; and carved upon them were carved cherubims and palm trees and open flower leaves; and it was overlaid with gold gilt, and the gold went down upon the cherubim and upon the palm trees.

  [33] καὶ οὕτως ἐποίησε τῷ πυλῶνι τοῦ ναοῦ, φλιαὶ ξύλων ἀρκευθίνων, στοαὶ τετραπλῶς.

  [33] So made he also for the door of the temple posts of juniper, porticoes of four sides.

  [34] καὶ ἐν ἀμφοτέραις ταῖς θύραις ξύλα πεύκινα· δύο πτυχαὶ ἡ θύρα ἡ μία καὶ στροφεῖς αὐτῶν, καὶ δύο πτυχαὶ ἡ θύρα ἡ δευτέρα, στρεφόμενα·

  [34] And in both the doors were planks of fir; the one door had two leaves and their hinges, and the other door had two leaves and turned on hinges,

  [35] ἐγκεκολαμμένα Χερουβὶμ καὶ φοίνικες καὶ διαπεπετασμένα πέταλα καὶ περιεχόμενα χρυσίῳ καταγομένῳ ἐπὶ τὴν ἐκτύπωσιν.

  [35] and carved upon them were carved cherubims and palm trees and open flower leaves; and it was overlaid with gold gilt upon the engraving.

  [36] καὶ ᾠκοδόμησε τὴν αὐλὴν τὴν ἐσωτάτην τρεῖς στίχους ἀπελεκήτων, καὶ στίχος κατειργασμένης κέδρου κυκλόθεν.

  [36] And he built the inner court, three rows of hewn stones, and a row of wrought cedar round about,

  [36]α καὶ ᾠκοδόμησε τὸ καταπέτασμα τῆς αὐλῆς τοῦ αἰλὰμ τοῦ οἴκου τοῦ κα
τὰ πρόσωπον τοῦ ναοῦ

  [36a] and he made the curtain of the court of the porch of the house that was in front of the temple.

  CHAPTER 7

  ΚΑΙ ἀπέστειλεν ὁ βασιλεὺς Σαλωμὼν καὶ ἔλαβε τὸν Χιρὰμ ἐκ Τύρου,

  And king Solomon sent, and took Chiram out of Tyre,

  [2] υἱὸν γυναικὸς χήρας, καὶ οὗτος ἀπὸ τῆς φυλῆς τῆς Νεφθαλίμ, καὶ ὁ πατὴρ αὐτοῦ ἀνὴρ Τύριος, τέκτων χαλκοῦ καὶ πεπληρωμένος τῆς τέχνης καὶ συνέσεως καὶ ἐπιγνώσεως τοῦ ποιεῖν πᾶν ἔργον ἐν χαλκῷ· καὶ εἰσηνέχθη πρὸς τὸν βασιλέα Σαλωμὼν καὶ ἐποίησε πάντα τὰ ἔργα.

  [2] the son of a widow woman; and he was of the tribe of Nephthalim, and his father was a Tyrian; a worker in brass, and accomplished in art and skill and knowledge to work every work in brass: and he was brought in to king Solomon, and he wrought all the works.

  [3] καὶ ἐχώνευσε τοὺς δύο στήλους τῷ αἰλὰμ τοῦ οἴκου, ὀκτωκαίδεκα πήχεις ὕψος τοῦ στύλου, καὶ περίμετρον τεσσαρεσκαίδεκα πήχεις ἐκύκλου αὐτόν, καὶ τὸ πάχος τοῦ στύλου τεσσάρων δακτύλων τὰ κοιλώματα, καὶ οὕτως ὁ στῦλος ὁ δεύτερος.

  [3] And he cast the two pillars for the porch of the house: eighteen cubits was the height of each pillar, and a circumference of fourteen cubits encompassed it, even the thickness of the pillar: the flutings were four fingers wide, and thus was the other pillar formed.

  [4] καὶ δύο ἐπιθέματα ἐποίησε δοῦναι ἐπὶ τὰς κεφαλὰς τῶν στύλων, χωνευτὰ χαλκᾶ· πέντε πήχεις τὸ ὕψος τοῦ ἐπιθέματος τοῦ ἑνός, καὶ πέντε πήχεις τὸ ὕψος τοῦ ἐπιθέματος τοῦ δευτέρου.

 

‹ Prev