Book Read Free

Septuagint Complete Greek and English Edition

Page 856

by Septuagint


  [60] Also of the priests and Levites, and of the chief of their families, the ancients who had seen the former house came to the building of this with weeping and great crying.

  [61] καὶ πολλοὶ διὰ σαλπίγγων καὶ χαρᾶς μεγάλῃ τῇ φωνῇ,

  [61] But many with trumpets and joy shouted with loud voice,

  [62] ὥστε τὸν λαὸν μὴ ἀκούειν τῶν σαλπίγγων διὰ τὸν κλαυθμὸν τοῦ λαοῦ· ὁ γὰρ ὄχλος ἦν ὁ σαλπίζων μεγάλως, ὥστε μακρόθεν ἀκούεσθαι.

  [62] Insomuch that the trumpets might not be heard for the weeping of the people: yet the multitude sounded marvellously, so that it was heard afar off.

  [63] Καὶ ἀκούσαντες οἱ ἐχθροὶ τῆς φυλῆς ᾿Ιούδα καὶ Βενιαμὶν ἤλθοσαν ἐπιγνῶναι τίς ἡ φωνὴ τῶν σαλπίγγων.

  [63] Wherefore when the enemies of the tribe of Judah and Benjamin heard it, they came to know what that noise of trumpets should mean.

  [64] καὶ ἐπέγνωσαν ὅτι οἱ ἐκ τῆς αἰχμαλωσίας οἰκοδομοῦσι τὸν ναὸν τῷ Κυρίῳ Θεῷ ᾿Ισραήλ,

  [64] And they perceived that they that were of the captivity did build the temple unto the Lord God of Israel.

  [65] καὶ προσελθόντες ἐν τῷ Ζοροβάβελ καὶ ᾿Ιησοῦ καὶ τοῖς ἡγουμένοις τῶν πατριῶν λέγουσιν αὐτοῖς· συνοικοδομήσωμεν ὑμῖν·

  [65] So they went to Zorobabel and Jesus, and to the chief of the families, and said unto them, We will build together with you.

  [66] ὁμοίως γὰρ ὑμῖν ἀκούομεν τοῦ Κυρίου ὑμῶν καὶ αὐτῷ ἐπιθύομεν ἀφ᾿ ἡμερῶν ᾿Ασβασαρὲθ βασιλέως ᾿Ασσυρίων, ὃς μετήγαγεν ἡμᾶς ἐνταῦθα.

  [66] For we likewise, as ye, do obey your Lord, and do sacrifice unto him from the days of Azbazareth the king of the Assyrians, who brought us hither.

  [67] καὶ εἶπεν αὐτοῖς Ζοροβάβελ καὶ ᾿Ιησοῦς καὶ οἱ ἡγούμενοι τῶν πατριῶν τοῦ ᾿Ισραήλ· οὐχ ἡμῖν καὶ ὑμῖν τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίῳ Θεῷ ἡμῶν·

  [67] Then Zorobabel and Jesus and the chief of the families of Israel said unto them, It is not for us and you to build together an house unto the Lord our God.

  [68] ἡμεῖς γὰρ μόνοι οἰκοδομήσομεν τῷ Κυρίῳ τοῦ ᾿Ισραὴλ ἀκολούθως, οἷς προσέταξεν ἡμῖν Κῦρος ὁ βασιλεὺς Περσῶν.

  [68] We ourselves alone will build unto the Lord of Israel, according as Cyrus the king of the Persians hath commanded us.

  [69] τὰ δὲ ἔθνη τῆς γῆς ἐπικοιμώμενα τοῖς ἐν τῇ ᾿Ιουδαίᾳ καὶ πολιορκοῦντες εἶργον τοῦ οἰκοδομεῖν.

  [69] But the heathen of the land lying heavy upon the inhabitants of Judea, and holding them strait, hindered their building;

  [70] καὶ βουλὰς δημαγωγοῦντες καὶ συστάσεις ποιούμενοι ἀπεκώλυσαν τοῦ ἀποτελεσθῆναι τὴν οἰκοδομὴν πάντα τὸν χρόνον τῆς ζωῆς τοῦ βασιλέως Κύρου. καὶ εἴρχθησαν τῆς οἰκοδομῆς ἔτη δύο ἕως τῆς Δαρείου βασιλείας.

  [70] And by their secret plots, and popular persuasions and commotions, they hindered the finishing of the building all the time that king Cyrus lived: so they were hindered from building for the space of two years, until the reign of Darius.

  CHAPTER 6

  [1] Ἐν δὲ τῷ δευτέρῳ ἔτει τῆς τοῦ Δαρείου βασιλείας ἐπροφήτευσεν Αγγαιος καὶ Ζαχαριας ὁ τοῦ Εδδι οἱ προφῆται ἐπὶ τοὺς Ιουδαίους τοὺς ἐν τῇ Ιουδαίᾳ καὶ Ιερουσαλημ ἐπὶ τῷ ὀνόματι κυρίου θεοῦ Ισραηλ ἐπ’ αὐτούς.

  Now in the second year of the reign of Darius Aggeus and Zacharias the son of Addo, the prophets, prophesied unto the Jews in Jewry and Jerusalem in the name of the Lord God of Israel, which was upon them.

  [2] τότε στὰς Ζοροβαβελ ὁ τοῦ Σαλαθιηλ καὶ Ἰησοῦς ὁ τοῦ Ιωσεδεκ ἤρξαντο οἰκοδομεῖν τὸν οἶκον τοῦ κυρίου τὸν ἐν Ιερουσαλημ συνόντων τῶν προφητῶν τοῦ κυρίου βοηθούντων αὐτοῖς.

  [2] Then stood up Zorobabel the son of Salathiel, and Jesus the son of Josedec, and began to build the house of the Lord at Jerusalem, the prophets of the Lord being with them, and helping them.

  [3] ἐν αὐτῷ τῷ χρόνῳ παρῆν πρὸς αὐτοὺς Σισίννης ὁ ἔπαρχος Συρίας καὶ Φοινίκης καὶ Σαθραβουζάνης καὶ οἱ συνέταιροι καὶ εἶπαν αὐτοῖς

  [3] At the same time came unto them Sisinnes the governor of Syria and Phenice, with Sathrabuzanes and his companions, and said unto them,

  [4] Τίνος ὑμῖν συντάξαντος τὸν οἶκον τοῦτον οἰκοδομεῖτε καὶ τὴν στέγην ταύτην καὶ τἄλλα πάντα ἐπιτελεῖτε; καὶ τίνες εἰσὶν οἱ οἰκοδόμοι οἱ ταῦτα ἐπιτελοῦντες;

  [4] By whose appointment do ye build this house and this roof, and perform all the other things? and who are the workmen that perform these things?

  [5] καὶ ἔσχοσαν χάριν ἐπισκοπῆς γενομένης ἐπὶ τὴν αἰχμαλωσίαν παρὰ τοῦ κυρίου οἱ πρεσβύτεροι τῶν Ιουδαίων

  [5] Nevertheless the elders of the Jews obtained favour, because the Lord had visited the captivity;

  [6] καὶ οὐκ ἐκωλύθησαν τῆς οἰκοδομῆς μέχρι τοῦ ὑποσημανθῆναι Δαρείῳ περὶ αὐτῶν καὶ προσφωνηθῆναι.

  [6] And they were not hindered from building, until such time as signification was given unto Darius concerning them, and an answer received.

  [7] Ἀντίγραφον ἐπιστολῆς, ἧς ἔγραψεν Δαρείῳ καὶ ἀπέστειλεν Σισίννης ὁ ἔπαρχος Συρίας καὶ Φοινίκης καὶ Σαθραβουζάνης καὶ οἱ συνέταιροι οἱ ἐν Συρίᾳ καὶ Φοινίκῃ ἡγεμόνες

  [7] The copy of the letters which Sisinnes, governor of Syria and Phenice, and Sathrabuzanes, with their companions, rulers in Syria and Phenice, wrote and sent unto Darius; To king Darius, greeting:

  [8] Βασιλεῖ Δαρείῳ χαίρειν. πάντα γνωστὰ ἔστω τῷ κυρίῳ ἡμῶν τῷ βασιλεῖ, ὅτι παραγενόμενοι εἰς τὴν χώραν τῆς Ιουδαίας καὶ ἐλθόντες εἰς Ιερουσαλημ τὴν πόλιν κατελάβομεν τῆς αἰχμαλωσίας τοὺς πρεσβυτέρους τῶν Ιουδαίων ἐν Ιερουσαλημ τῇ πόλει οἰκοδομοῦντας οἶκον τῷ κυρίῳ μέγαν καινὸν διὰ λίθων ξυστῶν πολυτελῶν ξύλων τιθεμένων ἐν τοῖς τοίχοις

  [8] Let all things be known unto our lord the king, that being come into the country of Judea, and entered into the city of Jerusalem we found in the city of Jerusalem the ancients of the Jews that were of the captivity Building an house unto the Lord, great and new, of hewn and costly stones, and the timber already laid upon the walls.

  [9] καὶ τὰ ἔργα ἐκεῖνα ἐπὶ σπουδῆς γιγνόμενα καὶ εὐοδούμενον τὸ ἔργον �
��ν ταῖς χερσὶν αὐτῶν καὶ ἐν πάσῃ δόξῃ καὶ ἐπιμελείᾳ συντελούμενα.

  [9] And those works are done with great speed, and the work goeth on prosperously in their hands, and with all glory and diligence is it made.

  [10] τότε ἐπυνθανόμεθα τῶν πρεσβυτέρων τούτων λέγοντες Τίνος ὑμῖν προστάξαντος οἰκοδομεῖτε τὸν οἶκον τοῦτον καὶ τὰ ἔργα ταῦτα θεμελιοῦτε;

  [10] Then asked we these elders, saying, By whose commandment build ye this house, and lay the foundations of these works?

  [11] ἐπηρωτήσαμεν οὖν αὐτοὺς εἵνεκεν τοῦ γνωρίσαι σοι καὶ γράψαι σοι τοὺς ἀνθρώπους τοὺς ἀφηγουμένους καὶ τὴν ὀνοματογραφίαν ᾐτοῦμεν αὐτοὺς τῶν προκαθηγουμένων.

  [11] Therefore to the intent that we might give knowledge unto thee by writing, we demanded of them who were the chief doers, and we required of them the names in writing of their principal men.

  [12] οἱ δὲ ἀπεκρίθησαν ἡμῖν λέγοντες Ἡμεῖς ἐσμεν παῖδες τοῦ κυρίου τοῦ κτίσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.

  [12] So they gave us this answer, We are the servants of the Lord which made heaven and earth.

  [13] καὶ ᾠκοδόμητο ὁ οἶκος ἔμπροσθεν ἐτῶν πλειόνων διὰ βασιλέως τοῦ Ισραηλ μεγάλου καὶ ἰσχυροῦ καὶ ἐπετελέσθη.

  [13] And as for this house, it was builded many years ago by a king of Israel great and strong, and was finished.

  [14] καὶ ἐπεὶ οἱ πατέρες ἡμῶν παραπικράναντες ἥμαρτον εἰς τὸν κύριον τοῦ Ισραηλ τὸν οὐράνιον, παρέδωκεν αὐτοὺς εἰς χεῖρας Ναβουχοδονοσορ βασιλέως Βαβυλῶνος βασιλέως τῶν Χαλδαίων·

  [14] But when our fathers provoked God unto wrath, and sinned against the Lord of Israel which is in heaven, he gave them over into the power of Nabuchodonosor king of Babylon, of the Chaldees;

  [15] τόν τε οἶκον καθελόντες ἐνεπύρισαν καὶ τὸν λαὸν ᾐχμαλώτευσαν εἰς Βαβυλῶνα.

  [15] Who pulled down the house, and burned it, and carried away the people captives unto Babylon.

  [16] ἐν δὲ τῷ πρώτῳ ἔτει βασιλεύοντος Κύρου χώρας Βαβυλωνίας ἔγραψεν ὁ βασιλεὺς Κῦρος οἰκοδομῆσαι τὸν οἶκον τοῦτον·

  [16] But in the first year that king Cyrus reigned over the country of Babylon Cyrus the king wrote to build up this house.

  [17] καὶ τὰ ἱερὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ, ἃ ἐξήνεγκεν Ναβουχοδονοσορ ἐκ τοῦ οἴκου τοῦ ἐν Ιερουσαλημ καὶ ἀπηρείσατο αὐτὰ ἐν τῷ ἑαυτοῦ ναῷ, πάλιν ἐξήνεγκεν αὐτὰ Κῦρος ὁ βασιλεὺς ἐκ τοῦ ναοῦ τοῦ ἐν Βαβυλῶνι, καὶ παρεδόθη Ζοροβαβελ καὶ Σαναβασσάρῳ τῷ ἐπάρχῳ,

  [17] And the holy vessels of gold and of silver, that Nabuchodonosor had carried away out of the house at Jerusalem, and had set them in his own temple those Cyrus the king brought forth again out of the temple at Babylon, and they were delivered to Zorobabel and to Sanabassarus the ruler,

  [18] καὶ ἐπετάγη αὐτῷ ἀπενέγκαντι πάντα τὰ σκεύη ταῦτα ἀποθεῖναι ἐν τῷ ναῷ τῷ ἐν Ιερουσαλημ καὶ τὸν ναὸν τοῦ κυρίου τοῦτον οἰκοδομηθῆναι ἐπὶ τοῦ τόπου.

  [18] With commandment that he should carry away the same vessels, and put them in the temple at Jerusalem; and that the temple of the Lord should be built in his place.

  [19] τότε ὁ Σαναβάσσαρος ἐκεῖνος παραγενόμενος ἐνεβάλετο τοὺς θεμελίους τοῦ οἴκου κυρίου τοῦ ἐν Ιερουσαλημ, καὶ ἀπ’ ἐκείνου μέχρι τοῦ νῦν οἰκοδομούμενος οὐκ ἔλαβεν συντέλειαν.

  [19] Then the same Sanabassarus, being come hither, laid the foundations of the house of the Lord at Jerusalem; and from that time to this being still a building, it is not yet fully ended.

  [20] νῦν οὖν, εἰ κρίνεται, βασιλεῦ, ἐπισκεπήτω ἐν τοῖς βασιλικοῖς βιβλιοφυλακίοις τοῦ κυρίου βασιλέως τοῖς ἐν Βαβυλῶνι·

  [20] Now therefore, if it seem good unto the king, let search be made among the records of king Cyrus:

  [21] καὶ ἐὰν εὑρίσκηται μετὰ τῆς γνώμης Κύρου τοῦ βασιλέως γενομένην τὴν οἰκοδομὴν τοῦ οἴκου κυρίου τοῦ ἐν Ιερουσαλημ καὶ κρίνηται τῷ κυρίῳ βασιλεῖ ἡμῶν, προσφωνησάτω ἡμῖν περὶ τούτων.

  [21] And if it be found that the building of the house of the Lord at Jerusalem hath been done with the consent of king Cyrus, and if our lord the king be so minded, let him signify unto us thereof.

  [22] Τότε ὁ βασιλεὺς Δαρεῖος προσέταξεν ἐπισκέψασθαι ἐν τοῖς βασιλικοῖς βιβλιοφυλακίοις τοῖς κειμένοις ἐν Βαβυλῶνι, καὶ εὑρέθη ἐν Ἐκβατάνοις τῇ βάρει τῇ ἐν Μηδίᾳ χώρᾳ τόμος εἷς, ἐν ᾧ ὑπεμνημάτιστο τάδε

  [22] Then commanded king Darius to seek among the records at Babylon: and so at Ecbatana the palace, which is in the country of Media, there was found a roll wherein these things were recorded.

  [23] Ἔτους πρώτου βασιλεύοντος Κύρου· βασιλεὺς Κῦρος προσέταξεν τὸν οἶκον τοῦ κυρίου τὸν ἐν Ιερουσαλημ οἰκοδομῆσαι, ὅπου ἐπιθύουσιν διὰ πυρὸς ἐνδελεχοῦς,

  [23] In the first year of the reign of Cyrus king Cyrus commanded that the house of the Lord at Jerusalem should be built again, where they do sacrifice with continual fire:

  [24] οὗ τὸ ὕψος πήχεων ἑξήκοντα, πλάτος πήχεων ἑξήκοντα, διὰ δόμων λιθίνων ξυστῶν τριῶν καὶ δόμου ξυλίνου ἐγχωρίου καινοῦ ἑνός, καὶ τὸ δαπάνημα δοθῆναι ἐκ τοῦ οἴκου Κύρου τοῦ βασιλέως·

  [24] Whose height shall be sixty cubits and the breadth sixty cubits, with three rows of hewn stones, and one row of new wood of that country; and the expenses thereof to be given out of the house of king Cyrus:

  [25] καὶ τὰ ἱερὰ σκεύη τοῦ οἴκου κυρίου, τά τε χρυσᾶ καὶ τὰ ἀργυρᾶ, ἃ ἐξήνεγκεν Ναβουχοδονοσορ ἐκ τοῦ οἴκου τοῦ ἐν Ιερουσαλημ καὶ ἀπήνεγκεν εἰς Βαβυλῶνα, ἀποκατασταθῆναι εἰς τὸν οἶκον τὸν ἐν Ιερουσαλημ, οὗ ἦν κείμενα, ὅπως τεθῇ ἐκεῖ.

  [25] And that the holy vessels of the house of the Lord, both of gold and silver, that Nabuchodonosor took out of the house at Jerusalem, and brought to Babylon, should be restored to the house at Jerusalem, and be set in the place where they were before.

  [26] προσέταξεν δὲ ἐπιμεληθῆναι Σισίννῃ ἐπάρχῳ Συρίας καὶ Φοινίκης καὶ Σαθραβουζάνῃ καὶ τοῖς συνεταίροις καὶ τοῖς ἀποτεταγμένοις ἐν Συρίᾳ καὶ Φοινίκῃ ἡγεμόσιν ἀπέχεσθαι τοῦ τόπου, ἐᾶσαι δὲ τὸν παῖδα τοῦ κυ�
�ίου Ζοροβαβελ, ἔπαρχον δὲ τῆς Ιουδαίας, καὶ τοὺς πρεσβυτέρους τῶν Ιουδαίων τὸν οἶκον τοῦ κυρίου ἐκεῖνον οἰκοδομεῖν ἐπὶ τοῦ τόπου.

  [26] And also he commanded that Sisinnes the governor of Syria and Phenice, and Sathrabuzanes, and their companions, and those which were appointed rulers in Syria and Phenice, should be careful not to meddle with the place, but suffer Zorobabel, the servant of the Lord, and governor of Judea, and the elders of the Jews, to build the house of the Lord in that place.

  [27] κἀγὼ δὲ ἐπέταξα ὁλοσχερῶς οἰκοδομῆσαι καὶ ἀτενίσαι ἵνα συμποιῶσιν τοῖς ἐκ τῆς αἰχμαλωσίας τῆς Ιουδαίας μέχρι τοῦ ἐπιτελεσθῆναι τὸν οἶκον τοῦ κυρίου·

  [27] I have commanded also to have it built up whole again; and that they look diligently to help those that be of the captivity of the Jews, till the house of the Lord be finished:

  [28] καὶ ἀπὸ τῆς φορολογίας Κοίλης Συρίας καὶ Φοινίκης ἐπιμελῶς σύνταξιν δίδοσθαι τούτοις τοῖς ἀνθρώποις εἰς θυσίας τῷ κυρίῳ, Ζοροβαβελ ἐπάρχῳ, εἰς ταύρους καὶ κριοὺς καὶ ἄρνας,

  [28] And out of the tribute of Celosyria and Phenice a portion carefully to be given these men for the sacrifices of the Lord, that is, to Zorobabel the governor, for bullocks, and rams, and lambs;

  [29] ὁμοίως δὲ καὶ πυρὸν καὶ ἅλα καὶ οἶνον καὶ ἔλαιον ἐνδελεχῶς κατ’ ἐνιαυτόν, καθὼς ἂν οἱ ἱερεῖς οἱ ἐν Ιερουσαλημ ὑπαγορεύσωσιν ἀναλίσκεσθαι καθ’ ἡμέραν ἀναμφισβητήτως,

 

‹ Prev