Book Read Free

Septuagint Complete Greek and English Edition

Page 895

by Septuagint


  [23] καὶ προσεδέξαντο οἱ Ιουδαῖοι, καθὼς ἔγραψεν αὐτοῖς ὁ Μαρδοχαῖος,

  [23] And the Jews consented to this accordingly as Mardochaeus wrote to them,

  [24] πῶς Αμαν Αμαδαθου ὁ Μακεδὼν ἐπολέμει αὐτούς, καθὼς ἔθετο ψήφισμα καὶ κλῆρον ἀφανίσαι αὐτούς,

  [24] shewing how Aman the son of Amadathes the Macedonian fought against them, how he made a decree and cast lots to destroy them utterly;

  [25] καὶ ὡς εἰσῆλθεν πρὸς τὸν βασιλέα λέγων κρεμάσαι τὸν Μαρδοχαῖον· ὅσα δὲ ἐπεχείρησεν ἐπάξαι ἐπὶ τοὺς Ιουδαίους κακά, ἐπ’ αὐτὸν ἐγένοντο, καὶ ἐκρεμάσθη αὐτὸς καὶ τὰ τέκνα αὐτοῦ.

  [25] also how he went in to the king, telling him to hang Mardochaeus: but all the calamities he tried to bring upon the Jews came upon himself, and he was hanged, and his children.

  [26] διὰ τοῦτο ἐπεκλήθησαν αἱ ἡμέραι αὗται Φρουραι διὰ τοὺς κλήρους, ὅτι τῇ διαλέκτῳ αὐτῶν καλοῦνται Φρουραι, διὰ τοὺς λόγους τῆς ἐπιστολῆς ταύτης καὶ ὅσα πεπόνθασιν διὰ ταῦτα καὶ ὅσα αὐτοῖς ἐγένετο·

  [26] Therefore these days were called Phrurae, because of the lots; (for in their language they are called Phrurae;)because of the words of this letter, and because of all they suffered on this account, and all that happened to them.

  [27] καὶ ἔστησεν καὶ προσεδέχοντο οἱ Ιουδαῖοι ἐφ’ ἑαυτοῖς καὶ ἐπὶ τῷ σπέρματι αὐτῶν καὶ ἐπὶ τοῖς προστεθειμένοις ἐπ’ αὐτῶν οὐδὲ μὴν ἄλλως χρήσονται· αἱ δὲ ἡμέραι αὗται μνημόσυνον ἐπιτελούμενον κατὰ γενεὰν καὶ γενεὰν καὶ πόλιν καὶ πατριὰν καὶ χώραν·

  [27] And Mardochaeus established it, and the Jews took upon themselves, and upon their seed, and upon those that were joined to them to observe it, neither would they on any account behave differently: but these days were to be a memorial kept in every generation, and city, and family, and province.

  [28] αἱ δὲ ἡμέραι αὗται τῶν Φρουραι ἀχθήσονται εἰς τὸν ἅπαντα χρόνον, καὶ τὸ μνημόσυνον αὐτῶν οὐ μὴ ἐκλίπῃ ἐκ τῶν γενεῶν.

  [28] And these days of the Phrurae, said they,shall be kept for ever, and their memorial shall not fail in any generation.

  [29] καὶ ἔγραψεν Εσθηρ ἡ βασίλισσα θυγάτηρ Αμιναδαβ καὶ Μαρδοχαῖος ὁ Ιουδαῖος ὅσα ἐποίησαν τό τε στερέωμα τῆς ἐπιστολῆς τῶν Φρουραι.

  [29] And queen Esther, the daughter of Aminadab, and Mardochaeus the Jew, wrote all that they had done, and the confirmation of the letter of Phrurae.

  [31] καὶ Μαρδοχαῖος καὶ Εσθηρ ἡ βασίλισσα ἔστησαν ἑαυτοῖς καθ’ ἑαυτῶν καὶ τότε στήσαντες κατὰ τῆς ὑγιείας αὐτῶν καὶ τὴν βουλὴν αὐτῶν·

  [30] 31 And Mardochaeus and Esther the queen appointed a fast for themselves privately, even at that time also having formed their plan against their own health.

  [32] καὶ Εσθηρ λόγῳ ἔστησεν εἰς τὸν αἰῶνα, καὶ ἐγράφη εἰς μνημόσυνον.

  [32] And Esther established it by a command for ever, and it was written for a memorial.

  CHAPTER 10

  [1] Ἔγραψεν δὲ ὁ βασιλεὺς τέλη ἐπὶ τὴν βασιλείαν τῆς τε γῆς καὶ τῆς θαλάσσης.

  And the king levied a tax upon his kingdom both by land and sea.

  [2] καὶ τὴν ἰσχὺν αὐτοῦ καὶ ἀνδραγαθίαν πλοῦτόν τε καὶ δόξαν τῆς βασιλείας αὐτοῦ, ἰδοὺ γέγραπται ἐν βιβλίῳ βασιλέων Περσῶν καὶ Μήδων εἰς μνημόσυνον.

  [2] And as for his strength and valour, and the wealth and glory of his kingdom, behold, they are written in the book of the Persians and Medes, for a memorial.

  [3] ὁ δὲ Μαρδοχαῖος διεδέχετο τὸν βασιλέα Ἀρταξέρξην καὶ μέγας ἦν ἐν τῇ βασιλείᾳ καὶ δεδοξασμένος ὑπὸ τῶν Ιουδαίων· καὶ φιλούμενος διηγεῖτο τὴν ἀγωγὴν παντὶ τῷ ἔθνει αὐτοῦ.

  [3] And Mardochaeus was viceroy to king Artaxerxes, and was a great man in the kingdom, and honoured by the Jews, and passed his life beloved of all his nation.

  [3a] Καὶ εἶπεν Μαρδοχαῖος Παρὰ τοῦ θεοῦ ἐγένετο ταῦτα·

  [3a] And Mardocheus said, These things have been done of God.

  [3b] ἐμνήσθην γὰρ περὶ τοῦ ἐνυπνίου, οὗ εἶδον περὶ τῶν λόγων τούτων· οὐδὲ γὰρ παρῆλθεν ἀπ’ αὐτῶν λόγος.

  [3b] For I remember the dream which I had concerning these matters: for not one particular of them has failed.

  [3c] ἡ μικρὰ πηγή, ἣ ἐγένετο ποταμὸς καὶ ἦν φῶς καὶ ἥλιος καὶ ὕδωρ πολύ· Εσθηρ ἐστὶν ὁ ποταμός, ἣν ἐγάμησεν ὁ βασιλεὺς καὶ ἐποίησεν βασίλισσαν.

  [3c] There was the little fountain which became a river, and there was light, and the sun and much water. The river is Esther, whom the king married, and made queen.

  [3d] οἱ δὲ δύο δράκοντες ἐγώ εἰμι καὶ Αμαν.

  [3d] And the two serpents are I and Aman.

  [3e] τὰ δὲ ἔθνη τὰ ἐπισυναχθέντα ἀπολέσαι τὸ ὄνομα τῶν Ιουδαίων.

  [3e] And the nations are those nations that combined to destroy the name of the Jews.

  [3f] τὸ δὲ ἔθνος τὸ ἐμόν, οὗτός ἐστιν Ισραηλ οἱ βοήσαντες πρὸς τὸν θεὸν καὶ σωθέντες· καὶ ἔσωσεν κύριος τὸν λαὸν αὐτοῦ, καὶ ἐρρύσατο κύριος ἡμᾶς ἐκ πάντων τῶν κακῶν τούτων, καὶ ἐποίησεν ὁ θεὸς τὰ σημεῖα καὶ τὰ τέρατα τὰ μεγάλα, ἃ οὐ γέγονεν ἐν τοῖς ἔθνεσιν.

  [3f] But as for my nation, this is Israel, even they that cried to God and were delivered: for the Lord delivered his people. And the Lord rescued us out of all these calamities; and God wrought such signs and great wonders as have not been done among the nations.

  [3g] διὰ τοῦτο ἐποίησεν κλήρους δύο, ἕνα τῷ λαῷ τοῦ θεοῦ καὶ ἕνα πᾶσι τοῖς ἔθνεσιν·

  [3g] Therefore did he ordain two lots. One for the people of God, and one for all the other nations.

  [3h] καὶ ἦλθον οἱ δύο κλῆροι οὗτοι εἰς ὥραν καὶ καιρὸν καὶ εἰς ἡμέραν κρίσεως ἐνώπιον τοῦ θεοῦ καὶ ἐν πᾶσι τοῖς ἔθνεσιν,

  [3h] And these two lots came for an appointed season, and for a day of judgment, before God, and for all the nations.

  [3i] καὶ ἐμνήσθη ὁ θεὸς τοῦ λαοῦ αὐτοῦ καὶ ἐδικαίωσεν τὴν κληρονομίαν αὐτοῦ.

  [3i] And God remembered his people, and vindicated his inheritance.

  [3k] καὶ ἔσονται αὐτοῖς αἱ ἡμέραι αὗται ἐν μηνὶ Αδαρ τῇ τεσσαρεσκαιδεκάτῃ καὶ τῇ πεντεκαιδεκάτῃ τοῦ αὐτοῦ μηνὸς μετὰ συναγωγῆ�
� καὶ χαρᾶς καὶ εὐφροσύνης ἐνώπιον τοῦ θεοῦ κατὰ γενεὰς εἰς τὸν αἰῶνα ἐν τῷ λαῷ αὐτοῦ Ισραηλ.

  [3j] And they shall observe these days in the month Adar, on the fourteenth and on the fifteenth day of the month, with an assembly, and joy and gladness before God, throughout the generations for ever among his people Israel.

  [3l] Ἔτους τετάρτου βασιλεύοντος Πτολεμαίου καὶ Κλεοπάτρας εἰσήνεγκεν Δωσίθεος, ὃς ἔφη εἶναι ἱερεὺς καὶ Λευίτης, καὶ Πτολεμαῖος ὁ υἱὸς αὐτοῦ τὴν προκειμένην ἐπιστολὴν τῶν Φρουραι, ἣν ἔφασαν εἶναι καὶ ἑρμηνευκέναι Λυσίμαχον Πτολεμαίου τῶν ἐν Ιερουσαλημ.

  [3k] In the fourth year of the reign of Ptolemeus and Cleopatras, Dositheus, who said he was a priest and Levite, and Ptolemeus his son, brought this epistle of Phurim, which they said was the same, and that Lysimachus the son of Ptolemeus, that was in Jerusalem, had interpreted it.

  I Maccabees

  I Maccabees

  CHAPTER 1

  [1] Καὶ ἐγένετο μετὰ τὸ πατάξαι Ἀλέξανδρον τὸν Φιλίππου Μακεδόνα, ὃς ἐξῆλθεν ἐκ γῆς Χεττιιμ, καὶ ἐπάταξεν τὸν Δαρεῖον βασιλέα Περσῶν καὶ Μήδων καὶ ἐβασίλευσεν ἀντ αὐτοῦ, πρότερον ἐπὶ τὴν Ἑλλάδα.

  [1] And it happened, after that Alexander son of Philip, the Macedonian, who came out of the land of Chettiim, had smitten Darius king of the Persians and Medes, that he reigned in his stead, the first over Greece,

  [2] καὶ συνεστήσατο πολέμους πολλοὺς καὶ ἐκράτησεν ὀχυρωμάτων καὶ ἔσφαξεν βασιλεῖς τῆς γῆς·

  [2] And made many wars, and won many strong holds, and slew the kings of the earth,

  [3] καὶ διῆλθεν ἕως ἄκρων τῆς γῆς καὶ ἔλαβεν σκῦλα πλήθους ἐθνῶν. καὶ ἡσύχασεν ἡ γῆ ἐνώπιον αὐτοῦ, καὶ ὑψώθη, καὶ ἐπήρθη ἡ καρδία αὐτοῦ.

  [3] And went through to the ends of the earth, and took spoils of many nations, insomuch that the earth was quiet before him; whereupon he was exalted and his heart was lifted up.

  [4] καὶ συνῆξεν δύναμιν ἰσχυρὰν σφόδρα καὶ ἦρξεν χωρῶν ἐθνῶν καὶ τυράννων, καὶ ἐγένοντο αὐτῷ εἰς φόρον.

  [4] And he gathered a mighty strong host and ruled over countries, and nations, and kings, who became tributaries unto him.

  [5] καὶ μετὰ ταῦτα ἔπεσεν ἐπὶ τὴν κοίτην καὶ ἔγνω ὅτι ἀποθνῄσκει.

  [5] And after these things he fell sick, and perceived that he should die.

  [6] καὶ ἐκάλεσεν τοὺς παῖδας αὐτοῦ τοὺς ἐνδόξους τοὺς συνεκτρόφους αὐτοῦ ἐκ νεότητος καὶ διεῖλεν αὐτοῖς τὴν βασιλείαν αὐτοῦ ἔτι αὐτοῦ ζῶντος.

  [6] Wherefore he called his servants, such as were honourable, and had been brought up with him from his youth, and parted his kingdom among them, while he was yet alive.

  [7] καὶ ἐβασίλευσεν Ἀλέξανδρος ἔτη δώδεκα καὶ ἀπέθανεν.

  [7] So Alexander reigned twelve years, and then died.

  [8] καὶ ἐπεκράτησαν οἱ παῖδες αὐτοῦ, ἕκαστος ἐν τῷ τόπῳ αὐτοῦ.

  [8] And his servants bare rule every one in his place.

  [9] καὶ ἐπέθεντο πάντες διαδήματα μετὰ τὸ ἀποθανεῖν αὐτὸν καὶ οἱ υἱοὶ αὐτῶν ὀπίσω αὐτῶν ἔτη πολλὰ καὶ ἐπλήθυναν κακὰ ἐν τῇ γῇ.

  [9] And after his death they all put crowns upon themselves; so did their sons after them many years: and evils were multiplied in the earth.

  [10] καὶ ἐξῆλθεν ἐξ αὐτῶν ῥίζα ἁμαρτωλὸς Ἀντίοχος Ἐπιφανὴς υἱὸς Ἀντιόχου τοῦ βασιλέως, ὃς ἦν ὅμηρα ἐν Ῥώμῃ· καὶ ἐβασίλευσεν ἐν ἔτει ἑκατοστῷ καὶ τριακοστῷ καὶ ἑβδόμῳ βασιλείας Ἑλλήνων.

  [10] And there came out of them a wicked root Antiochus surnamed Epiphanes, son of Antiochus the king, who had been an hostage at Rome, and he reigned in the hundred and thirty and seventh year of the kingdom of the Greeks.

  [11] Ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθον ἐξ Ισραηλ υἱοὶ παράνομοι καὶ ἀνέπεισαν πολλοὺς λέγοντες Πορευθῶμεν καὶ διαθώμεθα διαθήκην μετὰ τῶν ἐθνῶν τῶν κύκλῳ ἡμῶν, ὅτι ἀφ’ ἧς ἐχωρίσθημεν ἀπ’ αὐτῶν, εὗρεν ἡμᾶς κακὰ πολλά.

  [11] In those days went there out of Israel wicked men, who persuaded many, saying, Let us go and make a covenant with the heathen that are round about us: for since we departed from them we have had much sorrow.

  [12] καὶ ἠγαθύνθη ὁ λόγος ἐν ὀφθαλμοῖς αὐτῶν,

  [12] So this device pleased them well.

  [13] καὶ προεθυμήθησάν τινες ἀπὸ τοῦ λαοῦ καὶ ἐπορεύθησαν πρὸς τὸν βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ἐξουσίαν ποιῆσαι τὰ δικαιώματα τῶν ἐθνῶν.

  [13] Then certain of the people were so forward herein, that they went to the king, who gave them licence to do after the ordinances of the heathen:

  [14] καὶ ᾠκοδόμησαν γυμνάσιον ἐν Ιεροσολύμοις κατὰ τὰ νόμιμα τῶν ἐθνῶν

  [14] Whereupon they built a place of exercise at Jerusalem according to the customs of the heathen:

  [15] καὶ ἐποίησαν ἑαυτοῖς ἀκροβυστίας καὶ ἀπέστησαν ἀπὸ διαθήκης ἁγίας καὶ ἐζευγίσθησαν τοῖς ἔθνεσιν καὶ ἐπράθησαν τοῦ ποιῆσαι τὸ πονηρόν.

  [15] And made themselves uncircumcised, and forsook the holy covenant, and joined themselves to the heathen, and were sold to do mischief.

  [16] Καὶ ἡτοιμάσθη ἡ βασιλεία ἐνώπιον Ἀντιόχου, καὶ ὑπέλαβεν βασιλεῦσαι γῆς Αἰγύπτου, ὅπως βασιλεύσῃ ἐπὶ τὰς δύο βασιλείας.

  [16] Now when the kingdom was established before Antiochus, he thought to reign over Egypt that he might have the dominion of two realms.

  [17] καὶ εἰσῆλθεν εἰς Αἴγυπτον ἐν ὄχλῳ βαρεῖ, ἐν ἅρμασιν καὶ ἐλέφασιν καὶ ἐν ἱππεῦσιν καὶ ἐν στόλῳ μεγάλῳ

  [17] Wherefore he entered into Egypt with a great multitude, with chariots, and elephants, and horsemen, and a great navy,

  [18] καὶ συνεστήσατο πόλεμον πρὸς Πτολεμαῖον βασιλέα Αἰγύπτου· καὶ ἐνετράπη Πτολεμαῖος ἀπὸ προσώπου αὐτοῦ καὶ ἔφυγεν, καὶ ἔπεσον τραυματίαι πολλοί.

  [18] And made war against Ptolemee king of Egypt: but Ptolemee was afraid of him, and fled; and many were wounded to death.

  [19] καὶ κατελάβοντο τὰς πόλεις τὰς ὀχυρὰς ἐν γῇ Αἰγύπτῳ, καὶ ἔλαβεν τὰ σκῦλα γῆς Αἰγύπτου.

  [19] Thus they got the strong cities in the land of Egypt and he took the spoils thereof.

  [20] καὶ ἐπέστρεψεν Ἀντίοχος μετὰ τὸ πατάξαι Αἴγυπτον ἐν τ
ῷ ἑκατοστῷ καὶ τεσσαρακοστῷ καὶ τρίτῳ ἔτει καὶ ἀνέβη ἐπὶ Ισραηλ καὶ ἀνέβη εἰς Ιεροσόλυμα ἐν ὄχλῳ βαρεῖ.

  [20] And after that Antiochus had smitten Egypt, he returned again in the hundred forty and third year, and went up against Israel and Jerusalem with a great multitude,

  [21] καὶ εἰσῆλθεν εἰς τὸ ἁγίασμα ἐν ὑπερηφανίᾳ καὶ ἔλαβεν τὸ θυσιαστήριον τὸ χρυσοῦν καὶ τὴν λυχνίαν τοῦ φωτὸς καὶ πάντα τὰ σκεύη αὐτῆς

  [21] And entered proudly into the sanctuary, and took away the golden altar, and the candlestick of light, and all the vessels thereof,

  [22] καὶ τὴν τράπεζαν τῆς προθέσεως καὶ τὰ σπονδεῖα καὶ τὰς φιάλας καὶ τὰς θυίσκας τὰς χρυσᾶς καὶ τὸ καταπέτασμα καὶ τοὺς στεφάνους καὶ τὸν κόσμον τὸν χρυσοῦν τὸν κατὰ πρόσωπον τοῦ ναοῦ καὶ ἐλέπισεν πάντα·

  [22] And the table of the shewbread, and the pouring vessels, and the vials. and the censers of gold, and the veil, and the crown, and the golden ornaments that were before the temple, all which he pulled off.

  [23] καὶ ἔλαβεν τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη τὰ ἐπιθυμητὰ καὶ ἔλαβεν τοὺς θησαυροὺς τοὺς ἀποκρύφους, οὓς εὗρεν·

  [23] He took also the silver and the gold, and the precious vessels: also he took the hidden treasures which he found.

  [24] καὶ λαβὼν πάντα ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ. καὶ ἐποίησεν φονοκτονίαν καὶ ἐλάλησεν ὑπερηφανίαν μεγάλην.

  [24] And when he had taken all away, he went into his own land, having made a great massacre, and spoken very proudly.

  [25] καὶ ἐγένετο πένθος μέγα ἐπὶ Ισραηλ ἐν παντὶ τόπῳ αὐτῶν.

 

‹ Prev