Book Read Free

Septuagint Complete Greek and English Edition

Page 1109

by Septuagint


  [5] Ἐγένοντο οἱ θλίβοντες αὐτὴν εἰς κεφαλήν, καὶ οἱ ἐχθροὶ αὐτῆς εὐθηνοῦσαν, ὅτι κύριος ἐταπείνωσεν αὐτὴν ἐπὶ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῆς· τὰ νήπια αὐτῆς ἐπορεύθησαν ἐν αἰχμαλωσίᾳ κατὰ πρόσωπον θλί βοντος.

  [5] HE. Her oppressors are become the head, and her enemies have prospered; for the Lord has afflicted her because of the multitude of her sins: her young children are gone into captivity before the face of the oppressor.

  [6] Καὶ ἐξῆλθεν ἐκ θυγατρὸς Σιων πᾶσα ἡ εὐπρέπεια αὐτῆς· ἐγένοντο οἱ ἄρχοντες αὐτῆς ὡς κριοὶ οὐχ εὑρίσκοντες νομὴν καὶ ἐπορεύοντο ἐν οὐκ ἰσχύι κατὰ πρόσωπον διώκοντος.

  [6] VAU. And all her beauty has been taken away from the daughter of Sion: her princes were as rams finding no pasture, and are gone away in weakness before the face of the pursuer.

  [7] Ἐμνήσθη Ιερουσαλημ ἡμερῶν ταπεινώσεως αὐτῆς καὶ ἀπωσμῶν αὐτῆς, πάντα τὰ ἐπιθυμήματα αὐτῆς, ὅσα ἦν ἐξ ἡμερῶν ἀρχαίων, ἐν τῷ πεσεῖν τὸν λαὸν αὐτῆς εἰς χεῖρας θλίβοντος καὶ οὐκ ἦν ὁ βοηθῶν αὐτῇ, ἰδόντες οἱ ἐχθροὶ αὐτῆς ἐγέλασαν ἐπὶ μετοικεσίᾳ αὐτῆς.

  [7] ZAIN. Jerusalem remembered the days of her affliction, and her rejection; she thought on all her desirable things which were from the days of old, when her people fell into the hands of the oppressor, and there was none to help her: when her enemies saw it they laughed at her habitation.

  [8] Ἁμαρτίαν ἥμαρτεν Ιερουσαλημ, διὰ τοῦτο εἰς σάλον ἐγένετο· πάντες οἱ δοξάζοντες αὐτὴν ἐταπείνωσαν αὐτήν, εἶδον γὰρ τὴν ἀσχημοσύνην αὐτῆς, καί γε αὐτὴ στενάζουσα καὶ ἀπεστράφη ὀπίσω.

  [8] HETH. Jerusalem has sinned a great sin; therefore has she come into tribulation, all that used to honour her have afflicted her, for they have seen her shame: yea, she herself groaned, and turned backward.

  [9] Ἀκαθαρσία αὐτῆς πρὸς ποδῶν αὐτῆς, οὐκ ἐμνήσθη ἔσχατα αὐτῆς· καὶ κατεβίβασεν ὑπέρογκα, οὐκ ἔστιν ὁ παρακαλῶν αὐτήν· ἰδέ, κύριε, τὴν ταπείνωσίν μου, ὅτι ἐμεγαλύνθη ἐχθρός.

  [9] TETH. Her uncleanness is before her feet; she remembered not her last end; she has lowered her boasting tone, there is none to comfort her. Behold, O Lord, my affliction: for the enemy has magnified himself.

  [10] Χεῖρα αὐτοῦ ἐξεπέτασεν θλίβων ἐπὶ πάντα τὰ ἐπιθυμήματα αὐτῆς· εἶδεν γὰρ ἔθνη εἰσελθόντα εἰς τὸ ἁγίασμα αὐτῆς, ἃ ἐνετείλω μὴ εἰσελθεῖν αὐτὰ εἰς ἐκκλησίαν σου.

  [10] JOD. The oppressor has stretched out his hand on all her desirable things: for she has seen the Gentiles entering into her sanctuary, concerning whom thou didst command that they should not enter into thy congregation.

  [11] Πᾶς ὁ λαὸς αὐτῆς καταστενάζοντες, ζητοῦντες ἄρτον, ἔδωκαν τὰ ἐπιθυμήματα αὐτῆς ἐν βρώσει τοῦ ἐπιστρέψαι ψυχήν· ἰδέ, κύριε, καὶ ἐπίβλεψον, ὅτι ἐγενήθην ἠτιμωμένη.

  [11] CHAPH. All her people groan, seeking bread: they have given their desirable things for meat, to restore their soul: behold, Lord, and look; for she is become dishonoured.

  [12] Οὐ πρὸς ὑμᾶς πάντες οἱ παραπορευόμενοι ὁδόν· ἐπιστρέψατε καὶ ἴδετε εἰ ἔστιν ἄλγος κατὰ τὸ ἄλγος μου, ὃ ἐγε νήθη· φθεγξάμενος ἐν ἐμοὶ ἐταπείνωσέν με κύριος ἐν ἡμέρᾳ ὀργῆς θυμοῦ αὐτοῦ.

  [12] LAMED. All ye that pass by the way, turn, and see if there is sorrow like to my sorrow, which has happened to me. The Lord who spoke by me has afflicted me in the day of his fierce anger.

  [13] Ἐξ ὕψους αὐτοῦ ἀπέστειλεν πῦρ, ἐν τοῖς ὀστέοις μου κατήγαγεν αὐτό· διεπέτασεν δίκτυον τοῖς ποσίν μου, ἀπέστρεψέν με εἰς τὰ ὀπίσω, ἔδωκέν με ἠφανισμένην, ὅλην τὴν ἡμέραν ὀδυνωμένην.

  [13] MEM. He has sent fire from his lofty habitation, he has brought it into my bones: he has spread a net for my feet, he has turned me back: he has made me desolate and mourning all the day.

  [14] Ἐγρηγορήθη ἐπὶ τὰ ἀσεβήματά μου· ἐν χερσίν μου συνεπλάκησαν, ἀνέβησαν ἐπὶ τὸν τράχηλόν μου· ἠσθένησεν ἡ ἰσχύς μου, ὅτι ἔδωκεν κύριος ἐν χερσίν μου ὀδύνας, οὐ δυνήσομαι στῆναι.

  [14] NUN. He has watched over my sins, they are twined about my hands, they have come up on my neck: my strength has failed; for the Lord has laid pains on my hands, I shall not be able to stand.

  [15] Ἐξῆρεν πάντας τοὺς ἰσχυρούς μου ὁ κύριος ἐκ μέσου μου, ἐκάλεσεν ἐπ’ ἐμὲ καιρὸν τοῦ συντρῖψαι ἐκλεκτούς μου· ληνὸν ἐπάτησεν κύριος παρθένῳ θυγατρὶ Ιουδα, ἐπὶ τούτοις ἐγὼ κλαίω.

  [15] SAMECH. The Lord has cut off all my strong men from the midst of me: he has summoned against me a time for crushing my choice men: the Lord has trodden a wine-press for the virgin daughter of Juda: for these things I weep.

  [16] Ὁ ὀφθαλμός μου κατήγαγεν ὕδωρ, ὅτι ἐμακρύνθη ἀπ’ ἐμοῦ ὁ παρακαλῶν με, ὁ ἐπιστρέφων ψυχήν μου· ἐγένοντο οἱ υἱοί μου ἠφανισμένοι, ὅτι ἐκραταιώθη ὁ ἐχθρός.

  [16] AIN. Mine eye has poured out water, because he that should comfort me, that should restore my soul, has been removed far from me: my sons have been destroyed, because the enemy has prevailed.

  [17] Διεπέτασεν Σιων χεῖρας αὐτῆς, οὐκ ἔστιν ὁ παρακαλῶν αὐτήν· ἐνετείλατο κύριος τῷ Ιακωβ, κύκλῳ αὐτοῦ οἱ θλίβοντες αὐτόν, ἐγενήθη Ιερουσαλημ εἰς ἀποκαθημένην ἀνὰ μέσον αὐτῶν.

  [17] PHE. Sion has spread out her hand, and there is none to comfort her: the Lord has commanded concerning Jacob, his oppressors are round about him: Jerusalem has become among them as a removed woman.

  [18] Δίκαιός ἐστιν κύριος, ὅτι τὸ στόμα αὐτοῦ παρεπίκρανα. ἀκούσατε δή, πάντες οἱ λαοί, καὶ ἴδετε τὸ ἄλγος μου· παρθένοι μου καὶ νεανίσκοι μου ἐπορεύθησαν ἐν αἰχμαλωσίᾳ.

  [18] TSADE. The Lord is righteous; for I have provoked his mouth: hear, I pray you, all people, and behold my grief: my virgins and my young men are gone into captivity.

  [19] Ἐκάλεσα τοὺς ἐραστάς μου, αὐτοὶ δὲ παρελογίσαντό με· οἱ ἱερεῖς μου καὶ οἱ πρεσβύτεροί μου ἐν τῇ πόλει ἐξέλιπον, ὅτι ἐζήτησαν βρῶσιν αὐτοῖς, ἵνα ἐπιστρέψωσιν ψυχὰς αὐτῶν, καὶ οὐχ εὗρον.

  [19] KOPH. I called my lovers, but they deceived me: my priests and my elders failed in the city; for they sought meat that they might restore their souls, and found it not.

  [20] Ἰδ
έ, κύριε, ὅτι θλίβομαι· ἡ κοιλία μου ἐταράχθη, καὶ ἡ καρδία μου ἐστράφη ἐν ἐμοί, ὅτι παραπικραίνουσα παρεπί κρανα· ἔξωθεν ἠτέκνωσέν με μάχαιρα ὥσπερ θάνατος ἐν οἴκῳ.

  [20] RHECHS. Behold, O Lord; for I am afflicted: my belly is troubled, and my heart is turned within me; for I have been grievously rebellious: abroad the sword has bereaved me, even as death at home.

  [21] Ἀκούσατε δὴ ὅτι στενάζω ἐγώ, οὐκ ἔστιν ὁ παρακαλῶν με· πάντες οἱ ἐχθροί μου ἤκουσαν τὰ κακά μου καὶ ἐχάρησαν, ὅτι σὺ ἐποίησας· ἐπήγαγες ἡμέραν, ἐκάλεσας καιρόν, καὶ ἐγένοντο ὅμοιοι ἐμοί.

  [21] CHSEN. Hear, I pray you, for I groan: there is none to comfort me: all mine enemies have heard of mine afflictions, and rejoice because thou hast done it: thou hast brought on the day, thou hast called the time: they are become like to me.

  [22] Εἰσέλθοι πᾶσα ἡ κακία αὐτῶν κατὰ πρόσωπόν σου, καὶ ἐπιφύλλισον αὐτοῖς, ὃν τρόπον ἐποίησαν ἐπιφυλλίδα περὶ πάν των τῶν ἁμαρτημάτων μου, ὅτι πολλοὶ οἱ στεναγμοί μου, καὶ ἡ καρδία μου λυπεῖται.

  [22] THAU. Let all their wickedness come before thy face; and strip them, as they have made a gleaning for all my sins: for my groans are many, and my heart is grieved.

  CHAPTER 2

  [1] Πῶς ἐγνόφωσεν ἐν ὀργῇ αὐτοῦ κύριος τὴν θυγατέρα Σιων; κατέρριψεν ἐξ οὐρανοῦ εἰς γῆν δόξασμα Ισραηλ καὶ οὐκ ἐμνήσθη ὑποποδίου ποδῶν αὐτοῦ ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ.

  [1] ALEPH. How has the Lord darkened in his wrath the daughter of Sion! he has cast down the glory of Israel from heaven to earth, and has not remembered his footstool.

  [2] Κατεπόντισεν κύριος οὐ φεισάμενος πάντα τὰ ὡραῖα Ιακωβ, καθεῖλεν ἐν θυμῷ αὐτοῦ τὰ ὀχυρώματα τῆς θυγατρὸς Ιουδα, ἐκόλλησεν εἰς τὴν γῆν, ἐβεβήλωσεν βασιλέα αὐτῆς καὶ ἄρχοντας αὐτῆς.

  [2] BETH. In the day of his wrath the Lord has overwhelmed her as in the sea, and not spared: he has brought down in his fury all the beautiful things of Jacob; he has brought down to the ground the strong-holds of the daughter of Juda; he has profaned her kings and her princes.

  [3] Συνέκλασεν ἐν ὀργῇ θυμοῦ αὐτοῦ πᾶν κέρας Ισραηλ, ἀπέστρεψεν ὀπίσω δεξιὰν αὐτοῦ ἀπὸ προσώπου ἐχθροῦ καὶ ἀνῆψεν ἐν Ιακωβ ὡς πῦρ φλόγα, καὶ κατέφαγεν πάντα τὰ κύκλῳ.

  [3] GIMEL. He has broken in his fierce anger all the horn of Israel: he has turned back his right hand from the face of the enemy, and has kindled a flame in Jacob as a fire, and it has devoured all things round about.

  [4] Ἐνέτεινεν τόξον αὐτοῦ ὡς ἐχθρός, ἐστερέωσεν δεξιὰν αὐτοῦ ὡς ὑπεναντίος καὶ ἀπέκτεινεν πάντα τὰ ἐπιθυμήματα ὀφθαλμῶν μου ἐν σκηνῇ θυγατρὸς Σιων, ἐξέχεεν ὡς πῦρ τὸν θυμὸν αὐτοῦ.

  [4] DALETH. He has bent his bow as an opposing enemy: he has strengthened his right hand as an adversary, and has destroyed all the desirable things of my eyes in the tabernacle of the daughter of Sion: he has poured forth his anger as fire.

  [5] Ἐγενήθη κύριος ὡς ἐχθρός, κατεπόντισεν Ισραηλ, κατεπόντισεν πάσας τὰς βάρεις αὐτῆς, διέφθειρεν τὰ ὀχυρώματα αὐτοῦ καὶ ἐπλήθυνεν τῇ θυγατρὶ Ιουδα ταπεινουμένην καὶ τεταπεινω μένην.

  [5] HE. The Lord is become as an enemy: he has overwhelmed Israel as in the sea, he has overwhelmed her palaces: he has destroyed her strong-holds, and has multiplied the afflicted and humbled ones to the daughter of Juda.

  [6] Καὶ διεπέτασεν ὡς ἄμπελον τὸ σκήνωμα αὐτοῦ, διέφθειρεν ἑορτὴν αὐτοῦ· ἐπελάθετο κύριος ὃ ἐποίησεν ἐν Σιων ἑορτῆς καὶ σαββάτου καὶ παρώξυνεν ἐμβριμήματι ὀργῆς αὐτοῦ βασιλέα καὶ ἱερέα καὶ ἄρχοντα.

  [6] VAU. And he has scattered his tabernacle as a vine, he has marred his feast: the Lord has forgotten the feast and the sabbath which he appointed in Sion, and in the fury of his wrath has vexed the king, and priest, and prince.

  [7] Ἀπώσατο κύριος θυσιαστήριον αὐτοῦ, ἀπετίναξεν ἁγίασμα αὐτοῦ, συνέτριψεν ἐν χειρὶ ἐχθροῦ τεῖχος βάρεων αὐτῆς· φωνὴν ἔδωκαν ἐν οἴκῳ κυρίου ὡς ἐν ἡμέρᾳ ἑορτῆς.

  [7] ZAIN. The Lord has rejected his altar, he has cast off his sanctuary, he has broken by the hand of the enemy the wall of her palaces; they have uttered their voice in the house of the Lord as on a feast day.

  [8] Καὶ ἐπέστρεψεν κύριος τοῦ διαφθεῖραι τεῖχος θυγατρὸς Σιων· ἐξέτεινεν μέτρον, οὐκ ἀπέστρεψεν χεῖρα αὐτοῦ ἀπὸ καταπατή ματος, καὶ ἐπένθησεν τὸ προτείχισμα, καὶ τεῖχος ὁμοθυμαδὸν ἠσθένησεν.

  [8] HETH. And he has turned to destroy the wall of the daughter of Sion: he has stretched out the measuring line, he has not turned back his hand from afflicting her: therefore the bulwark mourned, and the wall was weakened with it.

  [9] Ἐνεπάγησαν εἰς γῆν πύλαι αὐτῆς, ἀπώλεσεν καὶ συνέτριψεν μο χλοὺς αὐτῆς· βασιλέα αὐτῆς καὶ ἄρχοντας αὐτῆς ἐν τοῖς ἔθνεσιν· οὐκ ἔστιν νόμος, καί γε προφῆται αὐτῆς οὐκ εἶδον ὅρασιν παρὰ κυρίου.

  [9] TETH. Her gates are sunk into the ground: he has destroyed and broken to pieces her bars, and her king and her prince among the Gentiles: there is no law, nay, her prophets have seen no vision from the Lord.

  [10] Ἐκάθισαν εἰς τὴν γῆν, ἐσιώπησαν πρεσβύτεροι θυγατρὸς Σιων, ἀνεβίβασαν χοῦν ἐπὶ τὴν κεφαλὴν αὐτῶν, περιεζώσαντο σάκκους, κατήγαγον εἰς γῆν ἀρχηγοὺς παρθένους ἐν Ιερουσαλημ.

  [10] JOD. The elders of the daughter of Sion have sat upon the ground, they have kept silence: they have cast up dust upon their heads; they have girded themselves with sackcloths: they have brought down to the ground the chief virgins in Jerusalem.

  [11] Ἐξέλιπον ἐν δάκρυσιν οἱ ὀφθαλμοί μου, ἐταράχθη ἡ καρδία μου, ἐξεχύθη εἰς γῆν ἡ δόξα μου ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ λαοῦ μου ἐν τῷ ἐκλιπεῖν νήπιον καὶ θηλάζοντα ἐν πλατείαις πόλεως.

  [11] CHAPH. Mine eyes have failed with tears, my heart is troubled, my glory is cast down to the ground, for the destruction of the daughter of my people; while the infant and suckling swoon in the streets of the city.

  [12] Ταῖς μητράσιν αὐτῶν εἶπαν Ποῦ σῖτος καὶ οἶνος; ἐν τῷ ἐκλύεσθαι αὐτοὺς ὡς τραυματίας ἐν πλατείαις πόλεως, ἐν τῷ ἐκχεῖσθαι ψυχὰς αὐτῶν εἰς κόλπον μητέρων αὐτῶν.

  [12] LAMED. They said to their mothers, Where is corn and wine? while
they fainted like wounded men in the streets of the city, while their souls were poured out into their mother’s bosom.

  [13] Τί μαρτυρήσω σοι ἢ τί ὁμοιώσω σοι, θύγατερ Ιερουσαλημ; τίς σώσει σε καὶ παρακαλέσει σε, παρθένος θύγατερ Σιων; ὅτι ἐμεγαλύνθη ποτήριον συντριβῆς σου· τίς ἰάσεταί σε;

  [13] MEM. What shall I testify to thee, or what shall I compare to thee, O daughter of Jerusalem? who shall save and comfort thee, O virgin daughter of Sion? for the cup of thy destruction is enlarged: who shall heal thee?

  [14] Προφῆταί σου εἴδοσάν σοι μάταια καὶ ἀφροσύνην καὶ οὐκ ἀπεκάλυψαν ἐπὶ τὴν ἀδικίαν σου τοῦ ἐπιστρέψαι αἰχμα λωσίαν σου καὶ εἴδοσάν σοι λήμματα μάταια καὶ ἐξώσματα.

  [14] NUN. Thy prophets have seen for thee vanities and folly: and they have not discovered thine iniquity, to turn back thy captivity; but they have seen for thee vain burdens, and worthless visions.

  [15] Ἐκρότησαν ἐπὶ σὲ χεῖρας πάντες οἱ παραπορευόμενοι ὁδόν, ἐσύρισαν καὶ ἐκίνησαν τὴν κεφαλὴν αὐτῶν ἐπὶ τὴν θυγατέρα Ιε ρουσαλημ Ἦ αὕτη ἡ πόλις, ἣν ἐροῦσιν Στέφανος δόξης, εὐφροσύνη πάσης τῆς γῆς;

  [15] SAMECH. All that go by the way have clapped their hands at thee; they have hissed and shaken their head at the daughter of Jerusalem. Is this the city, they say, the crown of joy of all the earth?

  [16] Διήνοιξαν ἐπὶ σὲ στόμα αὐτῶν πάντες οἱ ἐχθροί σου, ἐσύρισαν καὶ ἔβρυξαν ὀδόντας, εἶπαν Κατεπίομεν αὐτήν, πλὴν αὕτη ἡ ἡμέρα, ἣν προσεδοκῶμεν, εὕρομεν αὐτήν, εἴδομεν.

 

‹ Prev