by Pausanias
Βηναῖος καὶ ὁ Πριηνεὺς Μύρων: λόγοι δὲ πεζοὶ Μύρωνός ἐστιν ἡ συγγραφή. [2] συνεχῶς μὲν δὴ τὰ πάντα ἐξ ἀρχῆς ἐς τοῦ πολέμου τὴν τελευτὴν οὐδετέρῳ διήνυσται: μέρος δὲ ᾧ ἑκάτερος ἠρέσκετο, ὁ μὲν τῆς τε Ἀμφείας τὴν ἅλωσιν καὶ τὰ ἐφεξῆς συνέθηκεν οὐ πρόσω τῆς Ἀριστοδήμου τελευτῆς, Ῥιανὸς δὲ τοῦδε μὲν τοῦ πρώτου τῶν πολέμων οὐδὲ ἥψατο ἀρχήν: ὁπόσα δὲ χρόνῳ συνέβη τοῖς Μεσσηνίοις ἀποστᾶσιν ἀπὸ Λακεδαιμονίων, ὁ δὲ καὶ ταῦτα μὲν οὐ τὰ πάντα ἔγραψε, τῆς μάχης δὲ τὰ ὕστερα ἣν ἐμαχέσαντο ἐπὶ τῇ τάφρῳ τῇ καλουμένῃ Μεγάλῃ. [3] ἄνδρα οὖν Μεσσήνιον — τούτου γὰρ δὴ ἕνεκα τὸν πάντα ἐποιησάμην Ῥιανοῦ καὶ Μύρωνος λόγον — Ἀριστομένην, ὃς καὶ πρῶτος καὶ μάλιστα τὸ Μεσσήνης ὄνομα ἐς ἀξίωμα προήγαγε, τοῦτον τὸν ἄνδρα ἐπεισήγαγε μὲν ὁ Πριηνεὺς ἐς τὴν συγγραφήν, Ῥιανῷ δὲ ἐν τοῖς ἔπεσιν οὐδὲν Ἀριστομένης ἐστὶν ἀφανέστερος ἢ Ἀχιλλεὺς ἐν Ἰλιάδι Ὁμήρῳ. διάφορα οὖν ἐπὶ τοσοῦτον εἰρηκότων, προσέσθαι μὲν τὸν ἕτερόν μοι τῶν λόγων καὶ οὐχ ἅμα ἀμφοτέρους ὑπελείπετο, Ῥιανὸς δέ μοι ποιῆσαι μᾶλλον ἐφαίνετο εἰκότα ἐς τὴν Ἀριστομένους ἡλικίαν: [4] Μύρωνα δὲ ἐπί τε ἄλλοις καταμαθεῖν ἔστιν οὐ προορώμενον εἰ ψευδῆ τε καὶ οὐ πιθανὰ δόξει λέγειν καὶ οὐχ ἥκιστα ἐν τῇδε τῇ Μεσσηνίᾳ συγγραφῇ. πεποίηκε γὰρ ὡς ἀποκτείνειε Θεόπομπον τῶν Λακεδαιμονίων τὸν βασιλέα Ἀριστομένης ὀλίγον πρὸ τῆς Ἀριστοδήμου τελευτῆς: Θεόπομπον δὲ οὔτε μάχης γινομένης οὔτε ἄλλως προαποθανόντα ἴσμεν πρὶν ἢ διαπολεμηθῆναι τὸν πόλεμον. [5] οὗτος δὲ ὁ Θεόπομπος: ἦν καὶ ὁ πέρας ἐπιθεὶς τῷ πολέμῳ: μαρτυρεῖ δέ μοι καὶ τὰ ἐλεγεῖα τῶν Τυρταίου λέγοντα “ἡμετέρῳ βασιλῆι θεοῖσι φίλῳ Θεοπόμπῳ,
ὃν διὰ Μεσσήνην εἵλομεν εὐρύχορον.
“Tyrtaeus, unknown location.ὁ τοίνυν Ἀριστομένης δόξῃ γε ἐμῇ γέγονεν ἐπὶ τοῦ πολέμου τοῦ ὑστέρου: καὶ τὰ ἐς αὐτόν, ἐπειδὰν ἐς τοῦτο ὁ λόγος ἀφίκηται, τηνικαῦτα ἐπέξειμι. [6] οἱ δὲ Μεσσήνιοι τότε, ὡς τὰ περὶ τὴν Ἄμφειαν ἤκουον παρ᾽ αὐτῶν τῶν ἀποσωθέντων ἐκ τῆς ἁλώσεως, συνελέγοντο ἐς Στενύκληρον ἀπὸ τῶν πόλεων. ἀθροισθέντος δὲ ἐς ἐκκλησίαν τοῦ δήμου καὶ ἄλλοι τῶν ἐν τέλει καὶ τελευταῖος ὁ βασιλεὺς παρεκελεύετο μήτε τῆς Ἀμφείας καταπεπλῆχθαι τὴν πόρθησιν, ὡς τὸν πάντα ἤδη κεκριμένον δι᾽ αὐτῆς πόλεμον, μήτε ὡς τῆς σφετέρας κρείσσονα τῶν Λακεδαιμονίων δεδοικέναι τὴν παρασκευήν: μελέτην μὲν γὰρ ἐκείνοις τῶν πολεμικῶν ἐκ χρόνου πλείονος, σφίσι δὲ εἶναι τήν τε ἀνάγκην ἰσχυροτέραν ἀνδράσιν ἀγαθοῖς γίνεσθαι καὶ τὸ εὐμενέστερον ἔσεσθαι παρὰ τῶν θεῶν ἀμύνουσι τῇ οἰκείᾳ καὶ οὐκ ἀδικίας ἄρχουσιν.
7. τοιαῦτα ὁ Εὐφαὴς εἰπὼν διέλυσε τὸν σύλλογον, τὸ δὲ ἀπὸ τούτου πάντας ἔσχεν ἤδη τοὺς Μεσσηνίους ἐν ὅπλοις, τούς τε οὐκ εἰδότας ἐπαναγκάζων διδάσκεσθαι τὰ πολεμικὰ καὶ τοῖς ἐπισταμένοις ἐπιμελεστέραν ἢ πρότερον τὴν ἄσκησιν εἶναι. Λακεδαιμόνιοι δὲ καταδρομὰς ἐποιοῦντο ἐς τὴν Μεσσηνίαν, καὶ τὴν μὲν χώραν οὐκ ἐλυμαίνοντο ἅτε δὴ νομίζοντες οἰκείαν οὐδὲ δένδρα ἔκοπτον οὐδὲ οἰκήματα κατέβαλλον: οἱ δὲ λείαν εἰ περιτύχοιεν ἤλαυνον καὶ σῖτον καὶ τὸν ἄλλον καρπὸν ἀφῃροῦντο.
[2] πρὸς δὲ τὰς πόλεις ποιούμενοι προσβολὰς εἷλον μὲν οὐδεμίαν ἅτε καὶ τείχεσιν ὠχυρωμένας καὶ δι᾽ ἀκριβείας φρουρουμένας, λαμβάνοντες δὲ τραύματα ἀπεχώρουν ἄπρακτοι καὶ τελευτῶντες οὐκέτι ἀπεπειρῶντο τῶν πόλεων. ἐλῄστευον δὲ καὶ οἱ Μεσσήνιοι τά τε ἐπιθαλάσσια τῆς Λακωνικῆς καὶ ὅσαι γεωργίαι περὶ τὸ Ταΰγετον ἦσαν. [3] τετάρτῳ δὲ ἔτει μετὰ τῆς Ἀμφείας τὴν ἅλωσιν Εὐφαὴς τῷ θυμῷ χρήσασθαι τῷ Μεσσηνίων προθυμούμενος ἀκμαζόντων ἐς τοὺς Λακεδαιμονίους ταῖς ὀργαῖς καὶ ἅμα τὴν ἄσκησιν ἤδη σφίσιν αὐτάρκη νομίζων εἶναι, προεῖπεν ἔξοδον: συνακολουθεῖν δὲ καὶ τοὺς οἰκέτας προσέτασσε φέροντας ξύλα καὶ ἄλλα ὅσα πρόσφορα ἐς ποίησιν χαρακώματος. ἐπυνθάνοντο δὲ καὶ οἱ Λακεδαιμόνιοι παρὰ τῶν ἐν Ἀμφείᾳ φρουρῶν τοὺς Μεσσηνίους ἐξιόντας: ἐξεστρατεύοντο οὖν καὶ οὗτοι.
[4] καὶ ἦν γὰρ ἐν τῇ Μεσσηνίᾳ χωρίον ἄλλως μὲν ἐς ἀγῶνα ἐπιτήδειον, χαράδρα δὲ προεβέβλητο αὐτοῦ βαθεῖα: ἐνταῦθα τοὺς Μεσσηνίους παρέτασσεν ὁ Εὐφαής, ἀποδείξας στρατηγὸν Κλέοννιν: τῆς δὲ ἵππου καὶ τῶν ψιλῶν, οἳ συναμφότεροι ἐλάσσους πεντακοσίων ἦσαν, τούτων Πυθάρατος καὶ Ἄντανδρος ἡγοῦντο. [5] ὡς δὲ συνῄει τὰ στρατόπεδα, τοῖς μὲν ὁπλίταις καὶ ἀφειδῶς ὅμως καὶ ἀκρατέστερον ὑπὸ τοῦ μίσους φερομένοις ἐπὶ ἀλλήλους οὐ παρέσχεν ἐλθεῖν ἐς χεῖρας ἡ χαράδρα διείργουσα: τὸ δ᾽ ἱππικὸν καὶ οἱ ψιλοὶ συμμίσγουσι μὲν κατὰ τὸ ὑπὲρ τὴν χαράδραν, ἦσαν δὲ οὔτε πλῆθος οὔτε ἐμπειρίᾳ διαφέροντες οὐδέτεροι, καὶ διὰ τοῦτο ἰσόρροπος ἡ μάχη σφίσιν ἐγένετο. [6] ἐν ὅσῳ δὲ οὗτοι συνεστήκασιν, ἐν τοσούτῳ τοὺς οἰκέτας ἐκέλευεν ὁ Εὐφαὴς πρῶτα μὲν τὰ κατὰ νῶτον τοῦ στρατοπέδου φράξασθαι τοῖς σταυροῖς, μετὰ δὲ τὰ πλευρὰ ἀμφότερα. ἐπεὶ δὲ ἥ τε νύξ ἐπέλαβε καὶ ἡ μάχη διελέλυτο, τότε ἤδη καὶ τὰ πρὸ τοῦ στρατοπέδου κατὰ τὴν χαράδραν ἐφράξαντο, ὥστε ἐπισχούσης ἡμέρας τῆς τε προνοίας τοῦ Εὐφαοῦς τοῖ�
� Λακεδαιμονίοις ἐπιπίπτει λογισμὸς εἶχόν τε οὔτε ὅπως μάχεσθαι χρὴ πρὸς τοὺς Μεσσηνίους μὴ προϊόντας ἐκ τοῦ χάρακος προσκαθῆσθαί τε ἀπεγίνωσκον ἀπαράσκευοι τοῖς πᾶσιν ὁμοίως ὄντες. [7] καὶ τότε μὲν ἀποχωροῦσιν οἴκαδε, ἐνιαυτῷ δὲ ὕστερον κακιζόντων σφᾶς τῶν γεγηρακότων καὶ δειλίαν τε ὁμοῦ προφερόντων καὶ τοῦ ὅρκου τὴν ὑπεροψίαν, οὕτω δευτέραν ἐκ τοῦ προφανοῦς ἐπὶ Μεσσηνίους στρατείαν ἐποιοῦντο. ἡγοῦντο δὲ οἱ βασιλεῖς ἀμφότεροι, Θεόπομπός τε ὁ Νικάνδρου καὶ Πολύδωρος ὁ Ἀλκαμένους: Ἀλκαμένης δὲ οὐκέτι περιῆν. ἀντεστρατοπεδεύοντο δὲ καὶ οἱ Μεσσήνιοι καὶ πειρωμένων μάχης τῶν Σπαρτιατῶν ἄρχειν ἀντεπεξῄεσαν.
[8] Λακεδαιμονίοις δὲ ἡγεῖτο Πολύδωρος μὲν κατὰ τὸ κέρας τὸ ἀριστερόν, Θεόπομπος δὲ ἐπὶ τῷ δεξιῷ, τὸ μέσον δὲ εἶχεν Εὐρυλέων, τὰ μὲν παρόντα Λακεδαιμόνιος, τὰ ἐξ ἀρχῆς δὲ ἀπὸ Κάδμου καὶ ἐκ Θηβῶν, Αἰγέως τοῦ Οἰολύκου τοῦ Θήρα τοῦ Αὐτεσίωνος ἀπόγονος πέμπτος. τοῖς δὲ Μεσσηνίοις κατὰ μὲν τὸ δεξιὸν τῶν Λακεδαιμονίων ἀντετάσσοντο Ἄντανδρός τε καὶ Εὐφαής, τὸ δὲ ἕτερον κέρας τὸ κατὰ τὸν Πολύδωρον Πυθάρατος εἶχε, Κλέοννις δὲ τὸ μέσον. [9] συνιέναι δὲ ἤδη μελλόντων, ἐπεὶ παριόντες οἱ βασιλεῖς προέτρεπον τοὺς αὑτῶν, πρὸς μὲν δὴ τοὺς Λακεδαιμονίους βραχεῖαν κατὰ τὸ ἐπιχώριον τὴν παράκλησιν ἐποιεῖτο ὁ Θεόπομπος, τοῦ τε ὅρκου τοῦ κατὰ τῶν Μεσσηνίων ἀναμιμνήσκων καὶ ὡς καλόν σφισι τὸ φιλοτίμημα, τῶν πατέρων οἳ τοὺς περιοίκους κατεδουλώσαντο φανῆναι λαμπρότερα εἰργασμένους καὶ χώραν εὐδαιμονεστέραν προσκεκτημένους: Εὐφαὴς δὲ μακρότερα μὲν εἶπεν ἢ ὁ Σπαρτιάτης, οὐ πλείω δὲ οὐδ᾽ οὗτος ἢ ἐφιέντα ἑώρα τὸν καιρόν. [10] οὐ γὰρ περὶ γῆς μόνον οὐδὲ κτημάτων τὸν ἀγῶνα ἀπέφαινε γενησόμενον, εἰδέναι δὲ ἔφη σαφῶς ἃ νικωμένους ἐπιλήψεται: γυναῖκας μὲν γὰρ ἀχθήσεσθαι καὶ τέκνα ἐν ἀνδραπόδων μέρει, τοῖς δὲ ἐν ἡλικίᾳ τὸ ἐλαφρότατον ἔσεσθαι. θάνατον, ἢν μετ᾽ αἰκίας μὴ γένηται, συλήσεσθαι δέ σφισι καὶ τὰ ἱερὰ καὶ τὰς πατρίδας ἐμπρήσεσθαι: λέγειν δὲ οὐκ εἰκάζων, μάρτυρα δὲ ἐναργῆ πᾶσιν εἶναι τῶν ἐγκαταληφθέντων ἐν Ἀμφείᾳ τὰ πάθη. [11] πρό τε δὴ τηλικούτων κακῶν κέρδος εἶναι καλῶς τινα ἀποθανεῖν, πολὺ δὲ εἶναι ῥᾷον ἀηττήτοις οὖσιν ἔτι καὶ τὰς τόλμας καθεστηκόσιν ἐξ ἴσου προθυμίᾳ τοὺς ἀντιτεταγμένους ὑπερβαλεῖν ἢ προαποβαλόντας τὸ φρόνημα ἐπανορθοῦσθαι τὰ ἐπταισμένα.
8. τοιαῦτα μὲν ὁ Εὐφαὴς εἶπεν: ἐπεὶ δὲ ἑκατέροις ἐσήμηναν οἱ ἡγεμόνες, Μεσσήνιοι μὲν δρόμῳ τε ἐς τοὺς Λακεδαιμονίους ἐχρῶντο καὶ ἀφειδῶς αὑτῶν εἶχον ἅτε ἄνθρωποι θανατῶντες ὑπὸ τοῦ θυμοῦ, καὶ αὐτὸς ἕκαστος πρῶτος ἔσπευδεν ἄρξαι μάχης: ἀντεπῄεσαν δὲ καὶ οἱ Λακεδαιμόνιοι σπουδῇ καὶ οὗτοι, πρόνοιαν δὲ ὅμως ἐποιοῦντο μὴ διαλυθῆναί σφισι τὴν τάξιν. [2] ὡς δὲ πλησίον ἐγίνοντο, ἀπειλαῖς ἐχρῶντο τῶν τε ὅπλων τῇ κινήσει καὶ ἐνορῶντες ἐς ἀλλήλους δεινόν: ἔς τε λοιδορίας προήγοντο οἱ μὲν οἰκέτας αὑτῶν ἤδη τοὺς Μεσσηνίους καὶ οὐδὲν ἐλευθερωτέρους ἀποκαλοῦντες τῶν εἱλώτων, οἱ δὲ ἐκείνους τῷ τε ἐγχειρήματι ἀνοσίους, ἐπεὶ πλεονεξίας ἕνεκα ἐπὶ ἄνδρας συγγενεῖς ἐπίασι, καὶ θεῶν ἀσεβεῖς ὅσοι Δωριεῦσι πατρῷοι, τῶν τε ἄλλων καὶ μάλιστα Ἡρακλέους. ἤδη τε ὁμοῦ τοῖς ὀνείδεσι καὶ ἔργων ἥπτοντο, ἀθρόοι τε πρὸς ἀθρόους ὠθισμῷ χρώμενοι μάλιστα οἱ Λακεδαιμόνιοι καὶ ἀνὴρ ἀνδρὶ ἐπιόντες. [3] τέχνῃ μὲν οὖν ἐς τὰ πολεμικὰ ὁμοῦ καὶ μελέτῃ πολὺ οἱ Λακεδαιμόνιοι προέσχον, πρὸς δὲ καὶ τῷ πλήθει: τούς τε γὰρ περιοίκους ὑπηκόους ἤδη καὶ συνακολουθοῦντας εἶχον Ἀσιναῖοί τε καὶ οἱ Δρύοπες γενεᾷ πρότερον ὑπὸ Ἀργείων ἐκ τῆς σφετέρας ἀνεστηκότες καὶ ἥκοντες ἐς τὴν Λακεδαίμονα ἱκέται κατ᾽ ἀνάγκην συνεστρατεύοντο: πρὸς δὲ τοὺς ψιλοὺς τῶν Μεσσηνίων τοξότας Κρῆτας ἐπήγοντο μισθωτούς. [4] Μεσσηνίοις δὲ †ἐς ἅπαντα ἐς τὸ ἴσον ἥ τε ἀπόνοια καὶ τὸ ἐς τὸν θάνατον εὔθυμον: καὶ ὁπόσα μὲν πάσχοιεν, ἀναγκαῖα μᾶλλον τοῖς πατρίδα σεμνύνουσιν ἢ δεινὰ ἐνόμιζον, ἃ δὲ ἔδρων, αὐτοί τε ἡγοῦντο εἰργάσθαι μειζόνως καὶ τοῖς Λακεδαιμονίοις συμβαίνειν χαλεπώτερα. καὶ οἱ μὲν αὐτῶν προεκπηδῶντες τῆς τάξεως τολμήματα λαμπρὰ ἀπεδείκνυντο, τοῖς δὲ καὶ ἐπικαίρως τετρωμένοις καὶ ἐμπνέουσιν ὀλίγον ὅμως ἡ ἀπόνοια ἤκμαζε. [5] παρακλήσεις τε ἐγίνοντο, καὶ οἱ μὲν ζῶντες καὶ ἔτι ἄτρωτοι τοὺς τραυματίας παρώξυνον, πρὶν ἢ τὴν ἐσχάτην τινὶ ἐφεστηκέναι μοῖραν, ἀντιδράσαντα ὅ τι καὶ δύναιτο σὺν ἡδονῇ δέχεσθαι τὸ πεπρωμένον: οἱ δὲ ὁπότε αἴσθοιντο οἱ τραυματίαι τὴν ἰσχὺν σφᾶς ὑπολείπουσαν καὶ τὸ πνεῦμα οὐ παραμένον, διεκελεύοντο τοῖς ἀτρῶσι μὴ χείρονας ἢ αὐτοὶ γίνεσθαι μηδὲ ἐς ἀνωφελὲς τῇ πατρίδι καὶ τὴν ἐκείνων τελευτὴν καταστῆσαι. [6] Λακεδαιμόνιοι δὲ προτροπῇ μὲν ἐς ἀλλήλους τῇ δεήσει οὐκ ἐχρῶντο καὶ ἐς τὰ παράδοξα τῶν τολμημάτων οὐ κατὰ ταὐτὰ ἑτοίμως τοῖς Μεσσηνίοις εἶχον: ἅτε δὲ εὐθὺς ἐκ παίδων τὰ πολεμικὰ ἐπιστάμενοι, βαθυτέρᾳ τε τῇ φάλαγγι ἐχρῶντο καὶ τοὺς Μεσσηνίους ἤλπιζον οὔτε χρόνον τὸν ἴσον καρτερήσειν ἀντιτεταγμένους οὔτε πρὸς τὸν ἐν τοῖς ὅπλοις κάματον ἢ �
�ὰ τραύματα ἀνθέξειν. [7] ἴδια μὲν τοιαῦτα ἐν ἑκατέρῳ τῷ στρατεύματι ἔς τε τὰ ἔργα ἦν καὶ ἐς τὰς γνώμας τῶν μαχομένων, κοινὰ δὲ ἀπ᾽ ἀμφοτέρων: οὔτε γὰρ ἱκεσίαις οἱ φονευόμενοι καὶ χρημάτων ὑποσχέσεσιν ἐχρῶντο, τάχα μέν που μὴ πείσειν διὰ τὸ ἔχθος ἀπεγνωκότες, τὸ δὲ πλεῖστον ἀπαξιοῦντες ὡς οὐ τὰ πρότερά γε κακιοῦσιν: οἵ τε ἀποκτείνοντες ἀπείχοντο καὶ αὐχήματος ὁμοίως καὶ ὀνειδῶν, οὐκ ἔχοντές πω βεβαίαν οὐδέτεροι τὴν ἐλπίδα εἰ κρατήσουσι. παραδοξότατα δὲ ἀπέθνησκον οἱ τῶν κειμένων σκυλεύειν τινὰ ἐπιχειροῦντες: ἢ γὰρ τοῦ σώματος γυμνόν τι ὑποφήναντες ἠκοντίζοντο καὶ ἐτύπτοντο οὐ προορώμενοι διὰ τὴν ἐν τῷ παρόντι ἀσχολίαν, ἢ καὶ ὑπὸ τῶν σκυλευομένων ἔτι ἐμπνεόντων διεφθείροντο. [8] ἐμάχοντο δὲ καὶ οἱ βασιλεῖς ἀξίως λόγου, Θεόπομπος δὲ καὶ ἀκρατέστερον ὥρμητο ὡς αὐτὸν ἀποκτενῶν Εὐφαῆ. Εὐφαὴς δὲ ὁρῶν ἐπιόντα εἶπεν ἄρα πρὸς τὸν Ἄντανδρον οὐδὲν εἶναι τὰ Θεοπόμπου διάφορα ἢ ὅσα ὁ πρόγονος αὐτοῦ Πολυνείκης ἐτόλμησε: Πολυνείκην τε γὰρ στρατιὰν ἐπὶ τὴν πατρίδα ἀγαγόντα ἐξ Ἄργους ἀποκτεῖναι τὸν ἀδελφὸν αὐτοχειρὶ καὶ ἀποθανεῖν ὑπὸ ἐκείνου, Θεόπομπόν τε ἐθέλειν ἐς τὸ ἴσον καταστῆσαι μιάσματος τοῖς ἀπὸ Λαΐου καὶ Οἰδίποδος τὸ Ἡρακλειδῶν γένος: οὐ μέντοι χαίροντά γε ἀπὸ τῆς μάχης διακριθήσεσθαι. τοιαῦτα ἐπιλέγων ἀντεπῄει καὶ οὗτος. [9] ἐνταῦθα ἥ τε πᾶσα μάχη κεκμηκότων ὅμως ἐς τὸ ἀκμαιότατον αὖθις ἤρθη, καὶ τοῖς τε σώμασιν ἀνερρώννυντο καὶ τὸ ἀφειδὲς ἐς τὸν θάνατον παρ᾽ ἀμφοτέρων ηὐξάνετο, ὥστε εἰκάσαι ἄν τις τοῦ ἔργου τότε σφᾶς πρῶτον ἅπτεσθαι. τέλος δὲ οἱ περὶ τὸν Εὐφαῆ τῆς τε ἀπονοίας τῷ ὑπερβάλλοντι μανίας ὄντες ἐγγύτατα καὶ ὑπ᾽ ἀνδραγαθίας — πᾶν γὰρ δὴ τὸ περὶ τὸν βασιλέα οἱ λογάδες τῶν Μεσσηνίων ἦσαν — βιάζονται τοὺς ἀντιτεταγμένους: καὶ αὐτόν τε Θεόπομπον ἀπώσαντο καὶ Λακεδαιμονίων τοὺς καθ᾽ αὑτοὺς ἐτρέψαντο. [10] τὸ δὲ ἕτερον κέρας τοῖς Μεσσηνίοις ἐταλαιπώρει. Πυθάρατός τε γὰρ ὁ στρατηγὸς ἐτεθνήκει καὶ αὐτοὶ διὰ τὴν ἀναρχίαν ἀτακτότερον καὶ θορυβωδέστερον ἐμάχοντο, οὐ μέντοι ἀθύμως εἶχον οὐδ᾽ οὗτοι. φεύγουσι δὲ οὔτε τοῖς Μεσσηνίοις ὁ Πολύδωρος οὔτε οἱ περὶ τὸν Εὐφαῆ τοῖς Λακεδαιμονίοις ἠκολούθησαν: Εὐφαεῖ γὰρ καὶ τοῖς περὶ αὐτὸν αἱρετώτερα ἐφαίνετο ἀμύνειν τοῖς ἡττωμένοις — οὐ μέντοι Πολυδώρῳ γὲ οὐδὲ τοῖς περὶ αὐτὸν συμμίσγουσιν, ἐν σκότῳ γὰρ ἤδη τὰ γινόμενα ἦν — [11] καὶ τοὺς Λακεδαιμονίους ἅμα εἶργε μὴ πρόσω τοῖς ἀποχωροῦσιν ἐπακολουθεῖν οὐχ ἥκιστα καὶ ἡ ἀπειρία τῶν τόπων. ἦν δὲ αὐτοῖς καὶ ἄλλως πάτριον σχολαιοτέρας τὰς διώξεις ποιεῖσθαι, μὴ διαλῦσαι τὴν τάξιν πλείονα ἔχοντας πρόνοιαν ἤ τινα ἀποκτεῖναι φεύγοντα. τὰ δὲ μέσα ἀμφοτέροις, ᾗ Λακεδαιμονίων ὁ Εὐρυλέων, Μεσσηνίοις δὲ Κλέοννις ἡγεῖτο, ἰσοπαλῶς μὲν ἠγωνίζοντο, διέλυσε δὲ ἀπ᾽ ἀλλήλων καὶ τούτους ἐπελθοῦσα ἡ νύξ. [12] ταύτην τὴν μάχην παρὰ ἀμφοτέρων ἢ μόνα ἢ μάλιστα ἐμαχέσαντο τὰ ὁπλιτικά. οἱ δὲ ἐπὶ τῶν ἵππων ὀλίγοι τε ἦσαν καὶ οὐδὲν ὥστε καὶ μνημονευθῆναι διεπράξαντο: οὐ γάρ τοι ἀγαθοὶ τότε ἱππεύειν ἦσαν οἱ Πελοποννήσιοι. τῶν δὲ Μεσσηνίων οἱ ψιλοὶ καὶ οἱ παρὰ Λακεδαιμονίοις Κρῆτες οὐδὲ συνέμιξαν ἀρχήν: τῷ γὰρ πεζῷ τῷ σφετέρῳ κατὰ τρόπον ἔτι ἑκάτεροι τὸν ἀρχαῖον ἐπετάχθησαν.