by Pausanias
[13] ἐς δὲ τὴν ἐπιοῦσαν μάχης μὲν οὐδέτεροι διενοοῦντο ἄρχειν οὐδὲ ἱστάναι πρότεροι τρόπαιον, προϊούσης δὲ τῆς ἡμέρας ὑπὲρ ἀναιρέσεως τῶν νεκρῶν ἐπεκηρυκεύοντο, καὶ ἐπειδὴ παρὰ ἀμφοτέρων συνεχωρήθη, θάψειν ἔμελλον ἤδη τὸ ἐντεῦθεν.
9. τοῖς δὲ Μεσσηνίοις μετὰ τὴν μάχην πονηρὰ γίνεσθαι τὰ πράγματα ἤρχετο: δαπάνῃ τε γὰρ χρημάτων ἀπειρήκεσαν, ἃ τῶν πόλεων ἀνήλισκον ἐς τὰς φρουράς, καὶ οἱ δοῦλοι παρὰ τοὺς Λακεδαιμονίους ηὐτομόλουν, τοῖς δὲ καὶ νόσος ἐνέπεσε καὶ ταραχὰς μὲν παρέσχεν ὡς εἴη λοιμώδης, οὐ μὴν ἐς ἅπαντάς γε ἐχώρησεν. βουλευομένοις δὲ πρὸς τὰ παρόντα ἐδόκει τὰ μὲν πολλὰ πολίσματα τὰ ἐς μεσόγαιαν πάντα ἐκλείπειν, ἐς δὲ τὸ ὄρος ἀνοικίζεσθαι τὴν Ἰθώμην. [2] ἦν δὲ καὶ πόλισμα αὐτόθι οὐ μέγα, ὃ καὶ Ὅμηρόν φασιν ἔχειν ἐν καταλόγῳ: “καὶ Ἰθώμην κλιμακόεσσαν.
“Hom. Il.
2.729ἐς τοῦτο τὸ πόλισμα ἀνῳκίζοντο, ἐπεκτείνοντες τὸν ἀρχαῖον περίβολον ἔρυμα εἶναι πᾶσιν αὔταρκες. ἦν δὲ τὸ χωρίον καὶ ἄλλως ἐχυρόν: ἡ γὰρ Ἰθώμη μεγέθει τε οὐδενὸς ἀποδεῖ τῶν ὀρῶν ὁπόσα ἐντός ἐστιν ἰσθμοῦ καὶ δύσβατος κατὰ τοῦτο μάλιστα ἦν. [3] ἐδόκει δὲ καὶ θεωρὸν πέμψαι σφίσιν ἐς Δελφούς. ἀποστέλλουσιν οὖν Τῖσιν τὸν Ἄλκιδος, καὶ ἀξιώματι οὐδενὸς ὕστερον καὶ ὅτι προσκεῖσθαι μαντικῇ μάλιστα ἐνομίζετο. τοῦτον τὸν Τῖσιν ἐπανιόντα ἐκ Δελφῶν λοχῶσιν ἄνδρες Λακεδαιμονίων ἀπὸ τῆς ἐν Ἀμφείᾳ φρουρᾶς: λοχήσαντες δὲ — οὐ γὰρ ὑπεῖκεν αἰχμάλωτος γενέσθαι — περιμένοντα οὖν ἀμύνεσθαι καὶ ἀνθεστηκότα ἐτίτρωσκον, ἐς ὃ γίνεται βοή σφισιν ἐξ ἀφανοῦς ‘τὸν χρησμοφόρον μέθες.’ [4] καὶ Τῖσις μὲν ὡς ἀπεσώθη τάχιστα ἐς Ἰθώμην καὶ τὴν μαντείαν παρὰ τὸν βασιλέα ἀνήνεγκε, μετ᾽ οὐ πολὺ ὑπὸ τῶν τραυμάτων τελευτᾷ: τοὺς δὲ Μεσσηνίους συναθροίσας ὁ Εὐφαὴς ἐπεδείκνυ τὸν χρησμόν:”κόρην ἄχραντον νερτέροισι δαίμοσι,
κλήρῳ λαχοῦσαν Αἰπυτιδῶν ἀφ᾽ αἵματος,
θυηπολεῖτε νυκτέροισιν ἐν σφαγαῖς.
ἢν δὲ σφαλῆτε, καὶ παρ᾽ ἀλλοίου τότε
θύειν, διδόντος ἐς σφαγὴν ἑκουσίως.
“ [5] ταῦτα τοῦ θεοῦ δηλώσαντος αὐτίκα ἐκληροῦντο ὅσαι παρθένοι τοῦ Αἰπυτιδῶν γένους ἦσαν: καὶ ἐπελάμβανε γὰρ Λυκίσκου θυγατέρα ὁ κλῆρος, ταύτην Ἐπήβολος ὁ μάντις ἀπηγόρευεν ὡς οὐ δέοι θύειν, οὐ γὰρ εἶναι Λυκίσκου: τὴν δὲ γυναῖκα ἣ Λυκίσκῳ συνῴκησεν, ὡς τεκεῖν οὔκουν οἵα τε ἦν, ἐν τούτῳ τὴν παῖδα ὑποβαλέσθαι. ἐν ὅσῳ δὲ οὗτος ἀνεδίδασκε τὰ ἐς αὐτήν, ἐν τοσῷδε ὁ Λυκίσκος ἀπαγόμενος ἅμα καὶ τὴν παρθένον ηὐτομόλησεν ἐς Σπάρτην. [6] ἐχόντων δὲ ἀθύμως τῶν Μεσσηνίων ὡς Λυκίσκον ἀποδράντα ᾔσθοντο, ἐνταῦθά σφισιν Ἀριστόδημος ἀνὴρ καὶ γένους τοῦ Αἰπυτιδῶν καὶ Λυκίσκου τῇ τε ἄλλῃ δόξῃ καὶ τὰ ἐς πόλεμον ἐπιφανέστερος ἐδίδου τὴν θυγατέρα ἑκὼν θῦσαι. τὰ δὲ ἀνθρώπων καὶ οὐχ ἥκιστα τὸ πρόθυμον ἡ πεπρωμένη κατὰ ταὐτὰ ἐπικρύπτει καὶ εἰ ψηφῖδα ἐπιλαβοῦσα ἰλὺς ποταμοῦ, ὅπου καὶ τότε Ἀριστοδήμῳ διασώσασθαι Μεσσήνην ἀγώνισμα ποιουμένῳ τὸ ἐμπόδιον ἐπήγαγε τοιόνδε. [7] ἀνὴρ τῶν Μεσσηνίων — τὸ δὲ ὄνομα οὐ λέγουσιν — ἐρῶν ἔτυχε τοῦ Ἀριστοδήμου τῆς
θυγατρός, τότε δὲ ἤδη ἔμελλε καὶ γυναῖκα ἄξεσθαι. οὗτος κατ᾽ ἀρχὰς μὲν ἐς ἀμφισβήτησιν Ἀριστοδήμῳ προῆλθεν, ἐκεῖνον μὲν ἐγγυήσαντά οἱ μηκέτι εἶναι κύριον τῆς παιδός, αὐτὸς δὲ ἐγγυησάμενος κυριώτερος ἐκείνου γίνεσθαι. δεύτερα δὲ ὡς τοῦτο οὐχ ἑώρα οἱ κατορθούμενον, ἐπ᾽ ἀναίσχυντον τρέπεται λόγον: [8] ξυγγενέσθαι τε τῇ παιδὶ καὶ κύειν ἐξ αὐτοῦ. τέλος δὲ ἐς τοσοῦτον Ἀριστόδημον προήγαγεν ὡς ἐκμανέντα ὑπὸ τοῦ θυμοῦ τὴν θυγατέρα ἀποκτεῖναι: μετὰ δὲ ἀνέτεμνε καὶ ἐπεδείκνυεν αὐτὴν οὐκ ἔχουσαν ἐν γαστρί. παρὼν δὲ Ἐπήβολος ἐκέλευεν ἄλλον τινὰ τὸν θυγατέρα ἐπιδώσοντα γενέσθαι: τῆς γὰρ τοῦ Ἀριστοδήμου πλέον εἶναί σφισιν ἀποθανούσης οὐδέν: φονεῦσαι γὰρ τὸν πατέρα αὐτήν, θεοῖς δὲ οἷς ἡ Πυθία προσέταξεν οὐ θῦσαι. [9] τοιαῦτα εἰπόντος τοῦ μάντεως τὸ πλῆθος τῶν Μεσσηνίων ὥρμησεν ἀποκτενοῦντες τὸν μνηστῆρα τῆς παιδός, ὡς Ἀριστοδήμῳ τε μίασμα εἰκαῖον προσάψαντα καὶ σφίσι τῆς σωτηρίας τὴν ἐλπίδα ἀμφίβολον πεποιηκότα. ἢν δὲ ὁ ἀνὴρ οὗτος ἐς τὰ μάλιστα τῷ Εὐφαεῖ φίλος: πείθει οὖν τοὺς Μεσσηνίους Εὐφαὴς τόν τε χρησμὸν ἔχειν τέλος ἀποθανούσης τῆς παιδὸς καὶ σφίσιν ἀποχρᾶν τὰ ὑπὸ Ἀριστοδήμου πεποιημένα. [10] λέγοντος δὲ ταῦτα ἔφασαν τὰ ὄντα λέγειν ὅσοι τοῦ Αἰπυτιδῶν γένους ἦσαν: ἀπεῖναι γάρ σφισι τὸ δέος τὸ ἐπὶ τῇ θυγατρὶ ἕκαστος ἔσπευδε. καὶ οἱ μὲν τοῦ βασιλέως τῇ παραινέσει πειθόμενοι τὴν ἐκκλησίαν διαλύουσι καὶ ἀπ᾽ αὐτῆς πρός τε θυσίας θεῶν καὶ ἑορτὴν τρέπονται:
10. Λακεδαιμόνιοι δὲ ἀκούσαντες τὸν γενόμενον Μεσσηνίοις χρησμὸν ἀθύμως διέκειντο καὶ αὐτοὶ καὶ οἱ βασιλεῖς ἔς τε τὰ λοιπὰ καὶ ἄρχειν ὀκνοῦντες μάχης.
ἔτει δὲ ἕκτῳ μετὰ τὸν ἐξ Ἰθώμης Λυκίσκου δρασμὸν οἱ Λακεδαιμόνιοι — τὰ γὰρ ἱερὰ ἐγίνετο αὐτοῖς αἴσια — στρατεύουσιν ἐπὶ τὴν Ἰθώμην: οἱ δὲ Κρῆτες οὐκέτι παρόντες σφίσιν ἔτυχον. ὑστέρησαν δὲ καὶ οἱ τῶν Μεσσηνίων σύμμαχοι — δι᾽ ὑποψία�
� γὰρ οἱ Σπαρτιᾶται καὶ ἄλλοις ἤδη Πελοποννησίων καὶ Ἀρκάσιν ἦσαν καὶ Ἀργείοις μάλιστα — καὶ οἱ μὲν Ἀργεῖοι κρύφα ἔμελλον τῶν Λακεδαιμονίων ἀφίξεσθαι καὶ ἰδίᾳ δὴ μᾶλλον ἢ μετὰ δόγματος κοινοῦ, τοῖς δὲ Ἀρκάσιν ἡ στρατεία μὲν ἀνείρητο ἐκ τοῦ φανεροῦ, παρέτυχον δὲ οὐδ᾽ οὗτοι. τοὺς γὰρ Μεσσηνίους καὶ ἄνευ συμμάχων κινδυνεῦσαι προήγαγεν ἡ δόξα τοῦ χρησμοῦ. [2] τὰ μὲν οὖν πολλὰ οὐδέν τι ἐγένετο διάφορα ἢ καὶ ἐπὶ τῆς προτέρας μάχης, ἥ τε ἡμέρα καὶ τότε μαχομένους προαπέλιπεν: οὐ μέντοι βιασθῆναί γε οὐδέτερον κέρας ἢ καὶ λόχον μνημονεύουσιν, ἐπεὶ μηδὲ τὴν τάξιν, ὡς ἀπ᾽ ἀρχῆς ἐτάχθησαν, συμμεῖναί φασιν, ἀλλ᾽ ἀφ᾽ ἑκατέρων τοὺς ἀρίστους συνελθόντας ἐς τὸ μεσαίτατον ἐνταῦθα τὸν πάντα ἔχειν πόνον. [3] ὁ γὰρ Εὐφαὴς πλέον τι ἢ βασιλέα εἰκὸς ἦν προθυμούμενος καὶ ἀφειδῶς τοῖς περὶ τὸν Θεόπομπον ἐγκείμενος τραύματα τε πολλά τε καὶ οὐκ ἰάσιμα λαμβάνει: λιποψυχήσαντα δὲ αὐτὸν καὶ πεσόντα οἱ Λακεδαιμόνιοι καὶ ὀλίγον ὅμως ἐμπνέοντα ἐποιοῦντο παρ᾽ αὑτοὺς ἑλκύσαι σπουδήν. ἐπήγειρε δὲ καὶ τοὺς Μεσσηνίους ἥ τε ἐς τὸν Εὐφαῆ προϋπάρχουσα εὔνοια καὶ τὰ ὀνείδη τὰ μέλλοντα: φονευομένοις τε ὑπὲρ τοῦ βασιλέως ἄμεινόν σφισιν ἐφαίνετο προΐεσθαι τὰς
ψυχὰς ἢ ἐκεῖνον προεμένων ἀποσωθῆναί τινα. [4] τότε μὲν δὴ πεσὼν ὁ Εὐφαὴς τήν τε μάχην ἐπεμήκυνε καὶ προήγαγεν ἐς πλέον παρὰ ἑκατέρων τὰ τολμήματα: ὕστερον δὲ ἀνήνεγκε μὲν καὶ ᾔσθετο ὅτι οὐκ ἔλαττον ἐσχήκασιν ἐν τῷ ἔργῳ, ἡμέραις δὲ οὐ πολλαῖς ἀποθνήσκει, βασιλεύσας Μεσσηνίων τρία ἔτη καὶ δέκα καὶ πολεμήσας Λακεδαιμονίοις τὸν πάντα τῆς βασιλείας χρόνον. [5] Εὐφαεῖ δὲ οὐκ ὄντων παίδων τὸν αἱρεθέντα ὑπὸ τοῦ δήμου κατελείπετο ἔχειν τὴν ἀρχήν, Κλέοννίς τε καὶ Δᾶμις ἐς ἀμφισβήτησιν Ἀριστοδήμῳ προῆλθον, τά τε ἄλλα καὶ τὰ ἐς πόλεμον διαφέρειν νομιζόμενοι: τὸν δὲ Ἄντανδρον οἱ πολέμιοι κατειργάσαντο ἐν τῇ μάχῃ προκινδυνεύοντα Εὐφαοῦς. ἦσαν δὲ καὶ τῶν μάντεων αἱ γνῶμαι κατὰ ταὐτὰ ἀμφοτέρων, Ἐπηβόλου καὶ Ὀφιονέως, μὴ σφᾶς ἀνδρὶ ἐναγεῖ καὶ θυγατρὸς μίασμα ἐπικειμένῳ δοῦναι τὴν Αἰπύτου καὶ τῶν ἀπογόνων τιμήν:
[6] ᾑρέθη δὲ ὅμως καὶ ἐβασίλευσεν Ἀριστόδημος. ὁ δὲ Ὀφιονεὺς οὗτος ὁ τῶν Μεσσηνίων μάντις τυφλὸς ὢν εὐθὺς ἐκ γενετῆς μαντικήν τινα εἶχε τοιαύτην: πυνθανόμενος τὰ γινόμενα ἑκάστοις ἰδίᾳ τε καὶ ἐν κοινῷ προέλεγεν οὕτω τὰ μέλλοντα. οὗτος μὲν τρόπον ἐμαντεύετο τὸν εἰρημένον, Ἀριστόδημος δὲ βασιλεύσας τῷ τε δήμῳ διέμεινε τὰ εἰκότα χαρίζεσθαι προθυμούμενος καὶ τοὺς ἐν τέλει τούς τε ἄλλους καὶ μάλιστα Κλέοννιν καὶ Δᾶμιν ἦγεν ἐν τιμῇ: διὰ θεραπείας δὲ εἶχε καὶ τὰ τῶν συμμάχων, Ἀρκάδων τε τοῖς δυνατοῖς καὶ ἐς Ἄργος καὶ Σικυῶνα ἀποστέλλων δῶρα. [7] τὸν δὲ πόλεμον ἐπὶ τῆς Ἀριστοδήμου βασιλείας ἐπολέμουν
λῃστείαις τε κατ᾽ ὀλίγους ἀεὶ καὶ περὶ τὴν ὡραίαν καταδρομαῖς ἐς τὴν ἀλλήλων χρώμενοι, συνεσέβαλλον δὲ καὶ παρὰ τῶν Ἀρκάδων τοῖς Μεσσηνίοις ἐς τὴν Λακωνικήν: Ἀργεῖοι δὲ προαναφῆναι μὲν τὸ ἐς τοὺς Λακεδαιμονίους ἔχθος οὐκ ἠξίουν, γινομένου δὲ ἀγῶνος παρεσκευάζοντο ὡς μεθέξοντες.
11. πέμπτῳ δὲ ἔτει τῆς Ἀριστοδήμου βασιλείας μελλόντων ἐκ προρρήσεως συμβολὴν ποιήσεσθαι — τῷ τε γὰρ μήκει τοῦ πολέμου καὶ τοῖς δαπανήμασιν ἀπειρήκεσαν — οὕτω παρεγένοντο ἀμφοτέροις καὶ οἱ σύμμαχοι, Λακεδαιμονίοις μὲν Κορίνθιοι Πελοποννησίων μόνοι, τοῖς δὲ Μεσσηνίοις οἵ τε Ἀρκάδες πανστρατιᾷ καὶ Ἀργείων καὶ Σικυωνίων λογάδες. Λακεδαιμόνιοι μὲν οὖν Κορινθίοις καὶ τοῖς εἵλωσι καὶ ὅσοι περίοικοι συνεστρατεύοντο τὸ μέσον ἐπιτρέψαντες, ἐπὶ τοῖς κέρασιν αὐτοί τε καὶ οἱ βασιλεῖς ἐτάσσοντο βαθείᾳ τε ὡς οὔπω πρότερον καὶ πυκνῇ τῇ φάλαγγι. [2] τῷ δὲ Ἀριστοδήμῳ καὶ τοῖς περὶ αὐτὸν διετάχθη τὰ ἐς τὴν μάχην οὕτως. ὅσοι τῶν Ἀρκάδων ἢ τῶν Μεσσηνίων τὰ μὲν σώματα ἦσαν ἐρρωμένοι καὶ ἀγαθοὶ τὰς ψυχάς, ὅπλα δὲ οὐκ εἶχον ἰσχυρά, τούτοις τῶν ὅπλων τὰ χρησιμώτατα ἐπέλεξε, καὶ ὡς τὸ ἔργον ἤπειγεν, ὁμοῦ τοῖς Ἀργείοις καὶ Σικυωνίοις καὶ τούτους ἔτασσε: τὴν δὲ φάλαγγα ἐπὶ πλέον ἥπλωσεν, ὡς μὴ κυκλωθεῖεν ὑπὸ τῶν ἐναντίων. προείδετο δὲ καὶ ὅπως τεταγμένοις σφίσι τὸ ὄρος ἡ Ἰθώμη κατὰ νώτου γίνοιτο. καὶ τούτοις μὲν Κλέοννιν ἐπέταξεν ἡγεμόνα: [3] αὐτὸς δὲ καὶ ὁ Δᾶμις ὑπέμενον ἔχοντες τοὺς ψιλούς, σφενδονήτας μὲν ἢ τοξότας ὀλίγους, ὁ δὲ ὄχλος ὁ πολὺς τοῖς τε σώμασιν ἦσαν ἐς τὰς ἐπιδρομὰς καὶ ἀναχωρήσεις ἐπιτήδειοι καὶ τῇ ὁπλίσει κοῦφοι: θώρακα γὰρ ἢ ἀσπίδα εἶχεν οὐχ ἕκαστος, ὅσοι δὲ ἠπόρουν τούτων, περιεβέβληντο αἰγῶν νάκας καὶ προβάτων, οἱ δὲ καὶ θηρίων δέρματα καὶ μάλιστα οἱ ὀρεινοὶ τῶν Ἀρκάδων λύκων τε καὶ ἄρκτων. [4] ἀκόντια δὲ ἕκαστος πολλά, οἱ δὲ καὶ λόγχας αὐτῶν ἔφερον. καὶ οὗτοι μὲν ἐλόχων τῆς Ἰθώμης ἔνθα ἔμελλον ἥκιστα ἔσεσθαι σύνοπτοι: οἱ δὲ ὁπλῖται τῶν Μεσσηνίων καὶ συμμάχων τήν τε ἔφοδον τὴν πρώτην τῶν Λακεδαιμονίων ὑπέμειναν καὶ μετὰ τοῦτο ἦσαν ἤδη καὶ τὰ ἄλλα ἀνδρεῖοι. ἀριθμῷ μὲν δὴ τῶν ἐναντίων ἀπελείποντο, λογάδες δὲ ὄντες ἐμάχοντο πρὸς δῆμον καὶ οὐχ ὁμ
οίως πρὸς κρείττους, ᾗ καὶ μᾶλλον τῇ τε ἄλλῃ προθυμίᾳ καὶ ταῖς ἐμπειρίαις ἐπὶ πολὺ ἀντεῖχον. [5] ἐνταῦθα καὶ ὁ στρατὸς τῶν Μεσσηνίων ὁ εὔζωνος, ἀφ᾽ οὗ καὶ τούτοις ἤρθη τὰ σημεῖα, ἐχρῶντο ἐπὶ τοὺς Λακεδαιμονίους δρόμῳ καὶ περιστάντες ἠκόντιζον ἐς τὰ πλάγια: ὅσοις δὲ καὶ ἐπὶ πλέον μετῆν τόλμης, προσέθεόν τε καὶ ἔτυπτον ἐκ χειρός. οἱ δὲ Λακεδαιμόνιοι, κίνδυνόν σφισι δεύτερον ἐν τῷ αὐτῷ καὶ οὕτως ἀνέλπιστον ὁρῶντες παρόντα, ὅμως οὔτε ἐταράχθησαν ἐπιστρεφόμενοί τε ἐς τοὺς ψιλοὺς ἀμύνεσθαι μὲν ἐπειρῶντο, διὰ δὲ τὴν κουφότητα οὐ χαλεπῶς ἀποφευγόντων ἀπορία τοῖς Λακεδαιμονίοις καὶ ἀπ᾽ αὐτῆς ἤδη καὶ ὀργὴ γίνεται. [6] πεφύκασι δέ πως οἱ ἄνθρωποι μάλιστα ἔχειν ἀκρατῶς πρὸς τὰ παρ᾽ ἀξίαν: καὶ δὴ καὶ τότε οἵ τε ἤδη τραύματα τῶν Σπαρτιατῶν εἰληφότες καὶ ὅσοι κειμένων τῶν παραστατῶν ἐγίνοντο πρὸς τὴν ἔφοδον τῶν ψιλῶν πρῶτοι προεξέθεόν τε, ὁπότε ἴδοιεν ἐπιφερομένους τοὺς ψιλούς, καὶ ὑπὸ θυμοῦ μακροτέρας τὰς διώξεις ἐποιοῦντο ἀποχωρούντων. οἱ δὲ ψιλοὶ τῶν Μεσσηνίων ὡς τὸ πρῶτον ἤρξαντο, κατὰ χώραν τε μένοντας ἔτυπτον καὶ ἐσηκόντιζον καὶ διωκόντων ἔφθανον ἀποφεύγοντες καὶ πειρωμένοις ἀναστρέφειν αὖθις ἐπῄεσαν. [7] ταῦτα δὲ ἔδρων σποράδην καὶ ἄλλοι κατ᾽ ἄλλο τῆς τῶν ἐναντίων τάξεως: οἵ τε ὁπλῖται τῶν Μεσσηνίων καὶ συμμάχων θρασύτερον ἐν τῷ τοιῷδε τοῖς κατὰ στόμα αὐτῶν ἐπέκειντο. τέλος δὲ οἱ Λακεδαιμόνιοι τῷ τε χρόνῳ καὶ τοῖς τραύμασιν ἀπαγορεύοντες καὶ ἅμα παρὰ τὸ εἰωθὸς ὑπὸ τῶν ψιλῶν ταρασσόμενοι διαλύουσι τὴν τάξιν: τραπέντων δέ, ἐνταῦθά σφισι πλείω παρεῖχον κακὰ οἱ ψιλοί. [8] τοὺς δὲ τῶν Λακεδαιμονίων διαφθαρέντας ἐν τῇ μάχῃ συλλαβεῖν μὲν οὐχ οἷά τε ἦν ἀριθμῷ, πείθομαι δὲ εἶναι καὶ αὐτὸς πολλούς. ἡ δὲ οἴκαδε ἀναχώρησις τοῖς μὲν ἄλλοις καθ᾽ ἡσυχίαν, Κορινθίοις δὲ ἔμελλεν ἔσεσθαι χαλεπή: διὰ πολεμίας γὰρ ἐγίνετο ὁμοίως διά τε τῆς Ἀργείας πειρωμένοις καὶ παρὰ Σικυῶνα ἀνασωθῆναι.