Delphi Complete Works of Pausanias

Home > Other > Delphi Complete Works of Pausanias > Page 137
Delphi Complete Works of Pausanias Page 137

by Pausanias


  35. Μοθώνη δέ, πρὶν ἢ τὴν στρατιὰν ἐς Τροίαν ἀθροισθῆναι καὶ ἐπὶ τοῦ πρὸς Ἰλίῳ πολέμου καλουμένη Πήδασος, μεταβέβληκεν ὕστερον τὸ ὄνομα, ὡς μὲν αὐτοὶ Μοθωναῖοι λέγουσιν, ἀπὸ τῆς Οἰνέως θυγατρός: Οἰνεῖ γὰρ τῷ Πορθάονος μετὰ ἅλωσιν Ἰλίου παρὰ Διομήδην ἀναχωρήσαντι ἐς Πελοπόννησον θυγατέρα φασὶν ἐκ παλλακῆς Μοθώνην γενέσθαι: δόξῃ δὲ ἐμῇ δέδωκε τῷ χωρίῳ τὸ ὄνομα ὁ Μόθων λίθος. οὗτος δέ σφισι καὶ ὁ ποιῶν τὸν λιμένα ἐστί: τόν τε γὰρ ἔσπλουν στενώτερον ταῖς ναυσὶν ἐργάζεται παρήκων ὕφαλος καὶ ἅμα μὴ ἐκ βυθοῦ ταράσσεσθαι τὸν κλύδωνα ἔρυμα ἕστηκεν. [2] ἐδήλωσα δὲ καὶ ἐν τοῖς ἔμπροσθεν λόγοις ὅτι Ναυπλιεῦσιν ἐπὶ λακωνισμῷ διωχθεῖσι Δαμοκρατίδα βασιλεύοντος ἐν Ἄργει Μοθώνην Λακεδαιμόνιοι διδόασι καὶ ὡς οὐδὲ ἐκ τῶν Μεσσηνίων κατελθόντων ἐγένετο οὐδὲν ἐς αὐτοὺς νεώτερον: ἦσαν δὲ οἱ Ναυπλιεῖς ἐμοὶ δοκεῖν Αἰγύπτιοι τὰ παλαιότερα, παραγενόμενοι δὲ ὁμοῦ Δαναῷ ναυσὶν ἐς τὴν Ἀργολίδα ὕστερον γενεαῖς τρισὶν ὑπὸ Ναυπλίου τοῦ Ἀμυμώνης κατῳκίσθησαν ἐν Ναυπλίᾳ. [3] Μοθωναίοις δὲ βασιλεὺς μὲν Τραϊανὸς ἔδωκεν ἐλευθέρους ὄντας ἐν αὐτονομίᾳ πολιτεύεσθαι: τὰ δὲ ἔτι παλαιότερα μόνοις σφίσι Μεσσηνίων τῶν ἐπὶ θαλάσσῃ τοιόνδε ἀτύχημα ἰδίᾳ συνέβη γενέσθαι. τὰ ἐν Ἠπείρῳ τῇ Θεσπρωτίδι ὑπὸ ἀναρχίας ἐφθάρη: Δηιδαμείᾳ γὰρ τῇ Πύρρου παῖδες οὐκ ἐγένοντο, ἀλλὰ ὡς τελευτᾶν ἔμελλεν, ἐπιτρέπει τῷ δήμῳ τὰ πράγματα. θυγάτηρ δὲ ἦν Πύρρου τοῦ Πτολεμαίου τοῦ Ἀλεξάνδρου τοῦ Πύρρου: [4] τὰ δὲ ἐς Πύρρον τὸν Αἰακίδου πρότερον ἔτι ἐν τῷ λόγῳ τῷ ἐς Ἀθηναίους ἐδήλωσα, Προκλῆς δὲ ὁ Καρχηδόνιος τύχης μὲν χρηστῆς ἕνεκα καὶ διὰ λαμπρότητα ἔργων ἔνεμεν Ἀλεξάνδρῳ τᾷ Φιλίππου πλέον, τάξαι δὲ ὁπλίτας τε καὶ ἱππικὸν καὶ στρατηγήματα ἐπὶ ἄνδρας πολεμίους εὑρεῖν Πύρρον ἔφασκεν ἀμείνονα γενέσθαι. [5] Ἠπειρῶται δὲ ὡς ἐπαύσαντο βασιλεύεσθαι, τά τε ἄλλα ὁ δῆμος ὕβριζε καὶ ἀκροᾶσθαι τῶν ἐν ταῖς ἀρχαῖς ὑπερεώρων: καὶ σφᾶς οἱ Ἰλλυριοὶ τὰ πρὸς τοῦ Ἰονίου τὴν Ἤπειρον ὑπεροικοῦντες παρεστήσαντο ἐξ ἐπιδρομῆς. οὐ γάρ πω δημοκρατίαν ἴσμεν ἄλλους γε ἢ Ἀθηναίους αὐξήσαντας, Ἀθηναῖοι δὲ προήχθησαν ἐπὶ μέγα ἀπ᾽ αὐτῆς: συνέσει γὰρ οἰκείᾳ τὸ Ἑλληνικὸν ὑπερεβάλλοντο καὶ νόμοις τοῖς καθεστηκόσιν ἐλάχιστα ἠπείθουν. [6] οἱ δὲ Ἰλλυριοί, ἀρχῆς τε γεγευμένοι καὶ ἐπιθυμοῦντες ἀεὶ τοῦ πλείονος, ναῦς τε ἐπήξαντο καὶ ἐληίζοντο ἄλλους τε ὡς ἑκάστους τύχοιεν καὶ ἐς τὴν Μοθωναίαν σχόντες ὡρμίσαντο οἷα ἐς φιλίαν: στείλαντες δὲ ἄγγελον ἐς τὴν πόλιν ἄγειν σφίσιν οἶνον ἐπὶ τὰ πλοῖα ἐδεήθησαν. ὡς δὲ ἄγοντες ἀφίκοντο ἄνδρες οὐ πολλοί, τόν τε οἶνον ὠνοῦντο ἐπιτιμώντων τῶν Μοθωναίων καὶ αὐτοί σφισιν ἐπίπρασκον ὧν ἐπήγοντο. [7] ἐς δὲ τὴν ἐπιοῦσαν ἀφικομένων ἐκ τῆς πόλεως πλειόνων παρέχουσι καὶ τοῖσδε κερδᾶναι: τέλος δὲ γυναῖκες καὶ ἄνδρες κατίασιν ἐπὶ τὰ πλοῖα οἶνόν τε ἀποδόσθαι καὶ ἐκ τῶν βαρβάρων ἀντιληψόμενοι. ἔνθα νῦν ἀποτολμήσαντες οἱ Ἰλλυριοὶ καὶ ἄνδρας πολλοὺς καὶ ἔτι πλείονας τῶν γυναικῶν ἁρπάζουσιν: ἐσθέμενοι δὲ ἐς τὰς ναῦς ἔπλεον τὴν ἐπὶ Ἰονίου, Μοθωναίων ἐρημώσαντες τὸ ἄστυ. [8] ἐν Μοθώνῃ δὲ ναός ἐστιν Ἀθηνᾶς Ἀνεμώτιδος: Διομήδην δὲ τὸ ἄγαλμα ἀναθεῖναι καὶ τὸ ὄνομα τῇ θεῷ φασι θέσθαι. βιαιότεροι γὰρ καὶ οὐ κατὰ καιρὸν πνέοντες ἐλυμαίνοντο οἱ ἄνεμοι τὴν χώραν: Διομήδους δὲ εὐξαμένου τῇ Ἀθηνᾷ, τὸ ἀπὸ τούτου συμφορά σφισιν οὐδεμία ἀνέμων γε ἕνεκα ἦλθεν ἐς τὴν γῆν. καὶ Ἀρτέμιδος δ᾽ ἱερόν ἐστιν ἐνταῦθα καὶ ὕδωρ ἐν φρέατι κεκραμένον πίσσῃ, Κυζικηνῷ μύρῳ μάλιστα ἰδεῖν ἐμφερές: παράσχοιτο δ᾽ ἂν πᾶσαν καὶ χρόαν ὕδωρ καὶ ὀσμήν.

  [9] γλαυκότατον μὲν οἶδα ὕδωρ θεασάμενος τὸ ἐν Θερμοπύλαις, οὔτι που πᾶν, ἀλλ᾽ ὅσον κάτεισιν ἐς τὴν κολυμβήθραν ἥντινα ὀνομάζουσιν οἱ ἐπιχώριοι Χύτρους γυναικείους: ξανθὸν δὲ ὕδωρ, οὐδέν τι ἀποδέον τὴν χρόαν αἵματος, Ἑβραίων ἡ γῆ παρέχεται πρὸς Ἰόππῃ πόλει: θαλάσσης μὲν ἐγγυτάτω τὸ ὕδωρ ἐστί, λόγον δὲ ἐς τὴν πηγὴν λέγουσιν οἱ ταύτῃ, Περσέα ἀνελόντα τὸ κῆτος, ᾧ τὴν παῖδα προκεῖσθαι τοῦ Κηφέως, ἐνταῦθα τὸ αἷμα ἀπονίψασθαι. [10] ὕδωρ δὲ ἀπὸ πηγῶν ἀνερχόμενον μέλαν ἰδὼν οἶδα ἐν Ἀστύροις: τὰ δὲ Ἄστυρα ἀπαντικρὺ Λέσβου λουτρά ἐστι θερμὰ ἐν τῷ Ἀταρνεῖ καλουμένῳ. τὸ δὲ χωρίον ἐστὶν ὁ Ἀταρνεὺς ὁ Χίων μισθός, ὃν παρὰ τοῦ Μήδου λαμβάνουσιν ἄνδρα ἐκδόντες ἱκέτην, Πακτύην τὸν Λυδόν. τοῦτο μὲν δὴ μελαίνεται, Ῥωμαίοις δὲ ὑπὲρ τὴν πόλιν, διαβάντων τὸν Ἄνιον ὀνομαζόμενον ποταμόν, ὕδωρ λευκόν ἐστιν: ἀνδρὶ δὲ ἐσβάντι ἐς αὐτὸ τὸ μὲν παραυτίκα ψυχρόν τε πρόσεισι καὶ ἐμποιεῖ φρίκην, ἐπισχόντι δὲ ὀλίγον ἅτε φάρμακον θερμαίνει τὸ πυρωδέστατον. [11] καὶ ὅσαις μὲν πηγαῖς θαῦμά τι ἦν καὶ ἰδόντι, τοσαύτας θεασάμενος οἶδα, τὰς γὰρ δὴ ἐλάσσονος θαύματος ἐπιστάμενος παρίημι: ἁλμυρὸν δὲ ὕδωρ καὶ στρυφνὸν οὐ μέγα θαῦμα ἐξευρεῖν. δύο δὲ ἀλλοῖα: τὸ μὲν τῆς Καρίας ἐν πεδίῳ καλουμένῳ Λευκῷ θερμόν ἐστιν ὕδωρ παρὰ κώμην ὀνομαζομένην Δασκύλου, πιεῖν καὶ γάλακτος ἥδιον: τὸν δὲ Ἡρόδοτον οἶδα εἰπόντα ὡς ἐς τὸν ποταμὸν τὸν Ὕπανιν ἐκδίδω�
�ιν ὕδατος πικροῦ πηγή. πῶς δ᾽ ἂν οὐκ ἀποδεξαίμεθα ἀληθεύειν αὐτῷ τὸν λόγον, ὅπου γε καὶ ἐφ᾽ ἡμῶν ἐν Δικαιαρχίᾳ τῇ Τυρρηνῶν ἐξεύρηται ὕδωρ σφίσι θερμὸν οὕτω δή τι ὀξὺ ὥστε τὸν μόλυβδον — διεξῄει γὰρ διὰ μολύβδου ῥέον — ἔτεσι κατέτηξεν οὐ πολλοῖς;

  36. ἔστι δὲ ἐκ Μοθώνης ὁδὸς σταδίων μάλιστα ἑκατὸν ἐπὶ τὴν ἄκραν τὸ Κορυφάσιον: ἐπ᾽ αὐτῇ δὲ ἡ Πύλος κεῖται. ταύτην ᾤκισε Πύλος ὁ Κλήσωνος ἀγαγὼν ἐκ τῆς Μεγαρίδος τοὺς ἔχοντας τότε αὐτὴν Λέλεγας: καὶ τῆς μὲν οὐκ ὤνατο ὑπὸ Νηλέως καὶ τῶν ἐξ Ἰωλκοῦ Πελασγῶν ἐκβληθείς, ἀποχωρήσας δὲ ἐς τὴν ὅμορον ἔσχεν ἐνταῦθα Πύλον τὴν ἐν τῇ Ἠλείᾳ. Νηλεὺς δὲ βασιλεύσας ἐς τοσοῦτο προήγαγεν ἀξιώματος τὴν Πύλον ὡς καὶ Ὅμηρον ἐν τοῖς ἔπεσιν ἄστυ ἐπονομάσαι Νηλήιον. [2] ἐνταῦθα ἱερόν ἐστιν Ἀθηνᾶς ἐπίκλησιν Κορυφασίας καὶ οἶκος καλούμενος Νέστορος: ἐν δὲ αὐτῷ καὶ ὁ Νέστωρ γέγραπται: καὶ μνῆμα ἐντὸς τῆς πόλεώς ἐστιν αὐτῷ, τὸ δὲ ὀλίγον ἀπωτέρω τῆς Πύλου Θρασυμήδους φασὶν εἶναι. καὶ σπήλαιόν ἐστιν ἐντὸς τῆς πόλεως: βοῦς δὲ ἐνταῦθα τὰς Νέστορος καὶ ἔτι πρότερον Νηλέως φασὶν αὐλίζεσθαι. [3] εἴη δ᾽ ἂν Θεσσαλικὸν τὸ γένος τῶν βοῶν τούτων, Ἰφίκλου ποτὲ τοῦ Πρωτεσιλάου πατρός: ταύτας γὰρ δὴ τὰς βοῦς Νηλεὺς ἕδνα ἐπὶ τῇ θυγατρὶ ᾔτει τοὺς μνωμένους, καὶ τούτων ἕνεκα ὁ Μελάμπους χαριζόμενος τῷ ἀδελφῷ Βίαντι ἀφίκετο ἐς τὴν Θεσσαλίαν, καὶ ἐδέθη μὲν ὑπὸ τῶν βουκόλων τοῦ Ἰφίκλου, λαμβάνει δὲ μισθὸν ἐφ᾽ οἷς αὐτῷ δεηθέντι ἐμαντεύσατο. ἐσπουδάκεσαν δὲ ἄρα οἱ τότε πλοῦτόν τινα συλλέγεσθαι τοιοῦτον, ἵππων καὶ βοῶν ἀγέλας, εἰ δὴ Νηλεύς τε γενέσθαι οἱ βοῦς ἐπεθύμησε τὰς Ἰφίκλου καὶ Ἡρακλεῖ κατὰ δόξαν τῶν ἐν Ἰβηρίᾳ βοῶν προσέταξεν Εὐρυσθεὺς ἐλάσαι τῶν Γηρυόνου βοῶν τὴν ἀγέλην. [4] φαίνεται δὲ καὶ Ἔρυξ τότε ἐν Σικελίᾳ δυναστεύων δριμὺν οὕτως ἔχων ἐς τὰς βοῦς τὰς ἐξ Ἐρυθείας ἔρωτα, ὥστε καὶ ἐπάλαισε πρὸς τὸν Ἡρακλέα ἆθλα ἐπὶ τῇ πάλῃ καταθέμενος τάς τε βοῦς ταύτας καὶ ἀρχὴν τὴν ἑαυτοῦ. πεποίηκε δὲ καὶ Ὅμηρος ἐν Ἰλιάδι, ὡς Ἰφιδάμας ὁ Ἀντήνορος τὰ πρῶτα τῶν ἕδνων ἑκατὸν βοῦς τῷ πενθερῷ δοίη. ταῦτα μὲν τὸν λόγον μοι βεβαιοῖ, βουσὶ τοὺς τότε χαίρειν μάλιστα ἀνθρώπους: [5] ἐνέμοντο δὲ ἐμοὶ δοκεῖν αἱ τοῦ Νηλέως βοῦς ἐν τῇ ὑπερορίᾳ τὰ πολλά: ὑπόψαμμός τε γάρ ἐστιν ὡς ἐπίπαν ἡ τῶν Πυλίων χώρα καὶ πόαν βουσὶν οὐχ ἱκανὴ τοσαύτην παρασχέσθαι. μαρτυρεῖ δέ μοι καὶ Ὅμηρος ἐν μνήμῃ Νέστορος ἐπιλέγων ἀεὶ βασιλέα αὐτὸν ἠμαθόεντος εἶναι Πύλου. [6] τοῦ λιμένος δὲ ἡ Σφακτηρία νῆσος προβέβληται, καθάπερ τοῦ ὅρμου τοῦ Δηλίων ἡ Ῥήνεια: ἐοίκασι δὲ αἱ ἀνθρώπειαι τύχαι καὶ χωρία τέως ἄγνωστα ἐς δόξαν προῆχθαι. Καφηρέως τε γάρ ἐστιν ὄνομα τοῦ ἐν

  Εὐβοίᾳ τοῖς σὺν Ἀγαμέμνονι Ἕλλησιν ἐπιγενομένου χειμῶνος ἐνταῦθα, ὡς ἐκομίζοντο ἐξ Ἰλίου: Ψυττάλειάν τε τὴν ἐπὶ Σαλαμῖνι ἴσμεν ἀπολομένων ἐν αὐτῇ τῶν Μήδων. ὡσαύτως δὲ καὶ τὴν Σφακτηρίαν τὸ ἀτύχημα τὸ Λακεδαιμονίων γνώριμον τοῖς πᾶσιν ἐποίησεν: Ἀθηναῖοι δὲ καὶ Νίκης ἀνέθηκαν ἄγαλμα ἐν ἀκροπόλει χαλκοῦν ἐς μνήμην τῶν ἐν τῇ Σφακτηρίᾳ.

  [7] ἀφικομένων δὲ ἐς Κυπαρισσιὰς ἐκ Πύλου σφίσι πηγὴ ὑπὸ τῇ πόλει πλησίον θαλάσσης ἐστί: ῥυῆναι δὲ Διονύσῳ τὸ ὕδωρ λέγουσι θύρσῳ πλήξαντι ἐς τὴν γῆν, καὶ ἐπὶ τούτῳ Διονυσιάδα ὀνομάζουσι τὴν πηγήν. ἔστι δὲ καὶ Ἀπόλλωνος ἐν Κυπαρισσιαῖς ἱερὸν καὶ Ἀθηνᾶς ἐπίκλησιν Κυπαρισσίας. ἐν δὲ Αὐλῶνι καλουμένῳ ναὸς Ἀσκληπιοῦ καὶ ἄγαλμά ἐστιν Αὐλωνίου: κατὰ τοῦτο ὁ ποταμὸς ἡ Νέδα μεταξὺ τῆς τε Μεσσηνίας ἤδη καὶ τῆς Ἠλείας διέξεισιν.

  BOOK V.

  Ἠλιακῶν Α

  1. ὅσοι δὲ Ἑλλήνων Πελοποννήσου πέντε εἶναι μοίρας καὶ οὐ πλείονάς φασιν, ἀνάγκη σφᾶς ὁμολογεῖν ὡς ἐν τῇ Ἀρκάδων οἰκοῦσιν Ἠλεῖοι καὶ Ἀρκάδες, δευτέρα δὲ Ἀχαιῶν, τρεῖς δὲ ἐπὶ ταύταις αἱ Δωριέων. γένη δὲ οἰκεῖ Πελοπόννησον Ἀρκάδες μὲν αὐτόχθονες καὶ Ἀχαιοί: καὶ οἱ μὲν ὑπὸ Δωριέων ἐκ τῆς σφετέρας ἀνέστησαν, οὐ μέντοι Πελοποννήσου γε ἐξεχώρησαν, ἀλλὰ ἐκβαλόντες Ἴωνας νέμονται τὸν Αἰγιαλὸν τὸ ἀρχαῖον, νῦν δὲ ἀπὸ τῶν Ἀχαιῶν τούτων καλούμενον:

  [2] οἱ δὲ Ἀρκάδες διατελοῦσιν ἐξ ἀρχῆς καὶ ἐς τόδε τὴν ἑαυτῶν ἔχοντες. τὰ δὲ λοιπὰ ἐπηλύδων ἐστὶν ἀνθρώπων. Κορίνθιοι μὲν γὰρ οἱ νῦν νεώτατοι Πελοποννησίων εἰσί, καί σφισιν, ἀφ᾽ οὗ τὴν γῆν παρὰ βασιλέως ἔχουσιν, εἴκοσιν ἔτη καὶ διακόσια τριῶν δέοντα ἦν ἐς ἐμέ: Δρύοπες δὲ καὶ Δωριεῖς, οἱ μὲν ἐκ Παρνασσοῦ, Δωριεῖς δὲ ἐκ τῆς Οἴτης ἐς Πελοπόννησόν εἰσιν ἀφιγμένοι. [3] τοὺς Ἠλείους ἴσμεν ἐκ Καλυδῶνος διαβεβηκότας καὶ Αἰτωλίας τῆς ἄλλης: τὰ δὲ ἔτι παλαιότερα ἐς αὐτοὺς τοιάδε εὕρισκον. βασιλεῦσαι πρῶτον ἐν τῇ γῇ ταύτῃ λέγουσιν Ἀέθλιον, παῖδα δὲ αὐτὸν Διός τε εἶναι καὶ Πρωτογενείας τῆς Δευκαλίωνος, Ἀεθλίου δὲ Ἐνδυμίωνα γενέσθαι:

  [4] τούτου τοῦ Ἐνδυμίωνος Σελήνην φασὶν ἐρασθῆναι, καὶ ὡς θυγατέρες αὐτῷ γένοιντο ἐκ τῆς θεοῦ πεντήκοντα. οἱ δὲ δὴ μᾶλλόν τι εἰκότα λέγοντες Ἐνδυμίωνι λαβόντι Ἀστεροδίαν γυναῖκα — οἱ δὲ τὴν Ἰτώνου τοῦ Ἀμφικτύονος Χρομίαν, ἄλλοι δὲ Ὑπερίππ�
�ν τὴν Ἀρκάδος — , γενέσθαι δ᾽ οὖν φασιν αὐτῷ Παίονα καὶ Ἐπειόν τε καὶ Αἰτωλὸν καὶ θυγατέρα ἐπ᾽ αὐτοῖς Εὐρυκύδαν. ἔθηκε δὲ καὶ ἐν Ὀλυμπίᾳ δρόμου τοῖς παισὶν ἀγῶνα Ἐνδυμίων ὑπὲρ τῆς ἀρχῆς, καὶ ἐνίκησε καὶ ἔσχε τὴν βασιλείαν Ἐπειός: καὶ Ἐπειοὶ πρῶτον τότε ὧν ἦρχεν ὠνομάσθησαν. [5] τῶν δὲ ἀδελφῶν οἱ τὸν μὲν καταμεῖναί φασιν αὐτοῦ, Παίονα δὲ ἀχθόμενον τῇ ἥσσῃ φυγεῖν ὡς πορρωτάτω, καὶ τὴν ὑπὲρ Ἀξιοῦ ποταμοῦ χώραν ἀπ᾽ αὐτοῦ Παιονίαν ὀνομασθῆναι. τὰ δὲ ἐς τὴν Ἐνδυμίωνος τελευτὴν οὐ κατὰ τὰ αὐτὰ Ἡρακλεῶταί τε οἱ πρὸς Μιλήτῳ καὶ Ἠλεῖοι λέγουσιν, ἀλλὰ Ἠλεῖοι μὲν ἀποφαίνουσιν Ἐνδυμίωνος μνῆμα, Ἡρακλεῶται δὲ ἐς Λάτμον τὸ ὄρος ἀποχωρῆσαί φασιν αὐτὸν καὶ τιμὴν αὐτῷ νέμουσι, καὶ ἄδυτον Ἐνδυμίωνός ἐστιν ἐν τῷ Λάτμῳ. [6] Ἐπειῷ δὲ γήμαντι Ἀναξιρόην τὴν Κορώνου θυγάτηρ μὲν Ὑρμίνα, ἄρσεν δὲ οὐκ ἐγένετο αὐτῷ γένος: καὶ τάδε ἄλλα συνέβη κατ᾽ Ἐπειὸν βασιλεύοντα. Οἰνόμαος ὁ Ἀλξίωνος, Ἄρεως δὲ καθὰ ποιηταί τε ἐπεφήμισαν καὶ τῶν πολλῶν ἐστιν ἐς αὐτὸν λόγος, οὗτος δυναστεύων περὶ τὴν Πισαίαν καλουμένην ὁ Οἰνόμαος ἐπαύθη τῆς ἀρχῆς διαβάντος Πέλοπος τοῦ Λυδοῦ ἐκ τῆς Ἀσίας. [7] Πέλοψ δὲ ἀποθανόντος Οἰνομάου τήν τε Πισαίαν ἔσχε καὶ Ὀλυμπίαν, ἀποτεμόμενος τῆς Ἐπειοῦ χώρας ὅμορον οὖσαν τῇ Πισαίᾳ: Ἑρμοῦ τε ἐν Πελοποννήσῳ ναὸν ἱδρύσασθαι καὶ θῦσαι τῷ θεῷ Πέλοπα ἔλεγον οἱ Ἠλεῖοι πρῶτον, ἀποτρεπόμενον τὸ ἐπὶ τῷ Μυρτίλου θανάτῳ μήνιμα ἐκ τοῦ θεοῦ. [8] Αἰτωλῷ δὲ μετὰ Ἐπειὸν βασιλεύσαντι συνέπεσεν ἐκ Πελοποννήσου φυγεῖν, ὅτι αὐτὸν οἱ Ἄπιδος παῖδες ἐφ᾽ αἵματι ἀκουσίῳ δίκην εἷλον: Ἆπιν γὰρ τὸν Ἰάσονος ἐκ Παλλαντίου τοῦ Ἀρκάδων ἀπέκτεινεν Αἰτωλὸς ἐπελάσας τὸ ἅρμα τεθέντων ἐπὶ Ἀζᾶνι ἄθλων. ἀπὸ μὲν Αἰτωλοῦ τοῦ Ἐνδυμίωνος οἱ περὶ τὸν Ἀχελῷον οἰκοῦντες ἐκλήθησαν φυγόντος ἐς ταύτην τὴν ἤπειρον, τὴν δὲ Ἐπειῶν ἔσχεν ἀρχὴν Ἠλεῖος, Εὐρυκύδας τε τῆς Ἐνδυμίωνος καὶ — ὅτῳ πιστὰ — πατρὸς ὢν Ποσειδῶνος: καὶ τὸ ὄνομα οἱ ἄνθρωποι τὸ νῦν ἀντὶ Ἐπειῶν ἀπὸ τοῦ Ἠλείου μεταβεβλήκασιν.

 

‹ Prev