by Pausanias
[9] Ἠλείου δὲ ἦν Αὐγέας: οἱ δὲ ἀποσεμνύνοντες τὰ ἐς αὐτόν, παρατρέψαντες τοῦ Ἠλείου τὸ ὄνομα, Ἡλίου φασὶν Αὐγέαν παῖδα εἶναι. τούτῳ βοῦς τῷ Αὐγέᾳ καὶ αἰπόλια τοσαῦτα ἐγένετο ὡς καὶ τῆς χώρας αὐτῷ τὰ πολλὰ ἤδη διατελεῖν ἀργὰ ὄντα ὑπὸ τῶν βοσκημάτων τῆς κόπρου: Ἡρακλέα οὖν εἴτε ἐπὶ μοίρᾳ τῆς Ἠλείας εἴτε ἐφ᾽ ὅτῳ δὴ καὶ ἄλλῳ μισθῷ πείθει οἱ καθῆραι τῆς κόπρου τὴν γῆν.
[10] καὶ ὁ μὲν καὶ τοῦτο ἐξειργάσατο ἐκτρέψας τοῦ Μηνίου τὸ ῥεῦμα ἐς τὴν κόπρον: Αὐγέας δέ, ὅτι τῷ Ἡρακλεῖ σοφίᾳ πλέον καὶ οὐ σὺν πόνῳ τὸ ἔργον ἤνυστο, αὐτός τε ἀποδοῦναί οἱ τὸν μισθὸν ἀπηξίου καὶ τῶν παίδων τῶν ἀρσένων τὸν πρεσβύτερον Φυλέα ἐξέβαλεν ἀντειπόντα ὡς οὐ δίκαια ποιοῖτο πρὸς ἄνδρα εὐεργέτην. αὐτὸς δὲ τά τε ἄλλα παρεσκευάζετο ὡς τὸν Ἡρακλέα ἀμυνούμενος, ἢν ἐπὶ τὴν Ἦλιν στρατεύηται, καὶ τοὺς παῖδας τοὺς Ἄκτορος καὶ Ἀμαρυγκέα ἐπηγάγετο ἐς φιλίαν: [11] ἦν δὲ ὁ Ἀμαρυγκεὺς ἄλλως μὲν ἀγαθὸς τὰ ἐς τὸν πόλεμον, ὁ δέ οἱ πατὴρ Πυττίος Θεσσαλὸς τὰ ἄνωθεν ἦν καὶ ἐς τὴν Ἠλείαν ἀφίκετο ἐκ Θεσσαλίας. Ἀμαρυγκεῖ μὲν δὴ καὶ ἀρχῆς ἐν Ἠλείᾳ μετέδωκεν ὁ Αὐγέας, Ἄκτορι δὲ καὶ τοῖς παισὶ γένος τε ἦν ἐπιχώριον βασιλείας τε μετῆν σφισιν: Ἄκτωρ γὰρ πατρὸς μὲν Φόρβαντος ἦν τοῦ Λαπίθου, μητρὸς δὲ Ὑρμίνης τῆς Ἐπειοῦ, καὶ ᾤκισεν ἀπ᾽ αὐτῆς Ἄκτωρ πόλιν Ὑρμίναν ἐν τῇ Ἠλείᾳ.
2. τῷ δὲ Ἡρακλεῖ πρὸς τὸν Αὐγέαν πολεμοῦντι οὐδὲν ὑπῆρχεν ἀποδείκνυσθαι λαμπρόν: ἅτε γὰρ καὶ τόλμῃ καὶ ταῖς ἡλικίαις τοῦ Ἄκτορος τῶν παίδων ἀκμαζόντων, ἐτρέπετο ὑπ᾽ αὐτῶν ἀεὶ τὸ συμμαχικὸν τοῦ Ἡρακλέους, ἐς ὃ Ἰσθμικὰς σπονδὰς Κορινθίων ἐπαγγειλάντων καὶ θεωρῶν ἐς τὸν ἀγῶνα ἐρχομένων τῶν υἱῶν τοῦ Ἄκτορος ἀπέκτεινε σφᾶς λοχήσας ὁ Ἡρακλῆς ἐν Κλεωναῖς. ἀφανοῦς δὲ ὄντος τοῦ εἰργασμένου τὸν φόνον μάλιστα ἐποιεῖτο ἡ Μολίνη σπουδὴν τῶν παίδων τὸν αὐτόχειρα ἐξευρεῖν. [2] ὡς δὲ ἔμαθεν, ἐνταῦθα οἱ Ἠλεῖοι δίκας τοῦ φόνου παρὰ Ἀργείων ἀπῄτουν: τηνικαῦτα γὰρ ἔτυχεν Ἡρακλῆς ἐν Τίρυνθι οἰκῶν. μὴ διδόντων δέ σφισι δίκας τῶν Ἀργείων, οἱ δὲ δεύτερα ἐνέκειντο Κορινθίοις ἔκσπονδον τὸ Ἀργολικὸν πᾶν τοῦ ἀγῶνος γενέσθαι τοῦ Ἰσθμικοῦ. ὡς δὲ ἡμάρτανον καὶ τούτου, Μολίνην θέσθαι φασὶν ἐπὶ τοῖς πολίταις κατάρας, ἢν Ἰσθμίων μὴ θέλωσιν εἴργεσθαι. φυλάσσουσι δὲ τῆς Μολίνης καὶ ἐς τόδε ἔτι τὰς κατάρας, καὶ ὅσοι τὰ σώματα ἀσκοῦσιν Ἠλείων, οὔ σφισιν ἐς τὸν ἀγῶνα ἐσελθεῖν καθέστηκε τὸν Ἰσθμικόν. [3] διάφοροι δὲ τῷ εἰρημένῳ δύο εἰσὶν ἄλλοι λόγοι. τούτων δὲ ὁ μὲν Κύψελον τὸν τυραννήσαντα Κορινθίων φησὶν ἄγαλμα ἀναθεῖναι τῷ Διὶ χρυσοῦν ἐς Ὀλυμπίαν, προαποθανόντος δὲ τοῦ Κυψέλου πρὶν ἐπὶ τῷ ἀναθήματι τὸ ὄνομα ἐπιγράψαι τὸ αὑτοῦ, τοὺς Κορινθίους παρὰ Ἠλείων αἰτεῖν δοῦναί σφισιν ἐπιγράψαι δημοσίᾳ τὴν πόλιν ἐπὶ τῷ ἀναθήματι, οὐ τυχόντας δὲ ὀργῇ τε ἐς τοὺς Ἠλείους χρῆσθαι καὶ προειπεῖν σφισιν Ἰσθμίων εἴργεσθαι. πῶς ἂν οὖν Κορινθίοις αὐτοῖς τοῦ ἀγῶνος μετῆν τοῦ ἐν Ὀλυμπίᾳ, εἰ δὴ ἄκοντάς γε Ἠλείους ἀπὸ τῶν Ἰσθμίων εἶργον; [4] ὁ δὲ ἕτερος ἔχει τῶν λόγων Προλάῳ παῖδας ἀνδρὶ παρὰ Ἠλείοις δοκίμῳ καὶ τῇ γυναικὶ αὐτοῦ Λυσίππῃ Φίλανθον καὶ Λάμπον γενέσθαι: τούτους ἐπὶ τὸν ἀγῶνα ἐλθόντας τῶν Ἰσθμίων παγκρατιάσοντας ἐν παισί, τὸν δὲ αὐτῶν παλαίσοντα, ὑπὸ τῶν ἀνταγωνιστῶν, πρὶν ἢ ἐς τὸν ἀγῶνα ἐσελθεῖν, ἀποπνιγῆναι σφᾶς ἢ καὶ ἄλλῳ τῷ τρόπῳ διαχρησθῆναι: καὶ οὕτω τὰς ἐπὶ τοῖς Ἠλείοις, ἢν Ἰσθμίων μὴ ἑκόντες εἴργωνται, Λυσίππης ἀρὰς εἶναι. δείκνυται δὲ καὶ ὅδε εὐήθης ὢν ὁ λόγος. [5] Τίμωνι γὰρ ἀνδρὶ Ἠλείῳ γεγόνασι πεντάθλου νῖκαι τῶν ἐν Ἕλλησιν ἀγώνων, καί οἱ καὶ εἰκών ἐστιν ἐν Ὀλυμπίᾳ καὶ ἐλεγεῖον, στεφάνους τε ὁπόσους ἀνείλετο ὁ Τίμων λέγον καὶ δὴ καὶ αἰτίαν δι᾽ ἥντινα Ἰσθμικῆς οὐ μέτεστιν αὐτῷ νίκης: καὶ ἔχει τὰ ἐς τοῦτο τὸ ἐλεγεῖον:”Σισυφίαν δὲ μολεῖν χθόν᾽ ἐκώλυεν ἀνέρα νείκη
ἀμφὶ Μολιονιδᾶν οὐλομένῳ θανάτῳ.
“
τάδε μὲν ἡμῖν ἐς τοσοῦτο ἐξητάσθω:
3. Ἡρακλῆς δὲ εἷλεν ὕστερον καὶ ἐπόρθησεν Ἦλιν, στρατιὰν παρά τε Ἀργείων καὶ ἐκ Θηβῶν ἀθροίσας καὶ Ἀρκάδας: ἤμυναν δὲ καὶ Ἠλείοις οἱ ἐκ Πύλου τοῦ ἐν τῇ Ἠλείᾳ καὶ οἱ Πισαῖοι. καὶ τοὺς μὲν ἐτιμωρήσατο αὐτῶν ὁ Ἡρακλῆς, τῆς δὲ ἐπὶ τοὺς Πισαίους στρατείας αὐτὸν χρησμὸς ἐπέσχεν ἐκ Δελφῶν ἔχων οὕτω:”πατρὶ μέλει Πίσης, Πυθοῦς δέ μοι ἐν γυάλοισι.
“τοῦτο μὲν δὴ σωτηρία Πισαίοις τὸ μάντευμα ἐγένετο: Φυλεῖ δὲ Ἡρακλῆς τήν τε χώραν ἀνέδωκε τὴν Ἠλείαν καὶ τἄλλα, αἰδοῖ τοῦ Φυλέως μᾶλλον ἢ αὐτὸς ἑκουσίως: τά τε γὰρ αἰχμάλωτα ἐφίησιν ἔχειν αὐτῷ καὶ Αὐγέαν μὴ ὑποσχεῖν δίκην. [2] τῶν δὲ Ἠλείων αἱ γυναῖκες, ἅτε τῶν ἐν ἡλικίᾳ σφίσιν ἠρημωμένης τῆς χώρας, εὔξασθαι τῇ Ἀθηνᾷ λέγονται κυῆσαι παραυτίκα, ἐπειδὰν μιχθῶσι τοῖς ἀνδράσι: καὶ ἥ τε εὐχή σφισιν ἐτελέσθη καὶ Ἀθηνᾶς ἱερὸν ἐπίκλησιν Μητρὸς ἱδρύσαντο. ὑπερησθέντες δὲ ἀμφότεροι τῇ μίξει καὶ αἱ γυναῖκες καὶ οἱ ἄνδρες, ἔνθα συνεγένοντο ἀλλήλοις πρῶτον, αὐτό τε τὸ χωρίον Βαδὺ ὀνομάζουσι καὶ ποτα
μὸν τὸν ῥέοντα ἐνταῦθα ὕδωρ Βαδὺ ἐπιχωρίῳ φωνῇ. [3] Φυλέως δέ, ὡς τὰ ἐν τῇ Ἤλιδι κατεστήσατο, αὖθις ἐς Δουλίχιον ἀποχωρήσαντος, Αὐγέαν μὲν τὸ χρεὼν ἐπέλαβε προήκοντα ἐς γῆρας, βασιλείαν δὲ τὴν Ἠλείων Ἀγασθένης ἔσχεν ὁ Αὐγέου καὶ Ἀμφίμαχός τε καὶ Θάλπιος: Ἄκτορος γὰρ τοῖς παισὶν ἀδελφὰς ἐσαγαγομένοις διδύμας ἐς τὸν οἶκον, Δεξαμενοῦ θυγατέρας ἐν Ὠλένῳ βασιλεύοντος, τῷ μὲν ἐκ Θηρονίκης Ἀμφίμαχος, Εὐρύτῳ δὲ ἐκ Θηραιφόνης ἐγεγόνει Θάλπιος.
[4] οὐ μὴν οὐδὲ Ἀμαρυγκεὺς οὔτε αὐτὸς διέμεινεν ἰδιωτεύων οὔτε Διώρης ὁ Ἀμαρυγκέως. ἃ δὴ καὶ Ὅμηρος παρεδήλωσεν ἐν καταλόγῳ τῶν Ἠλείων, τὸν μὲν σύμπαντα αὐτῶν στόλον ποιήσας τεσσαράκοντα εἶναι νεῶν, τούτων δὲ τὰς ἡμισείας ὑπὸ Ἀμφιμάχῳ τετάχθαι καὶ Θαλπίῳ, τῶν λοιπῶν δὲ εἴκοσι δέκα μὲν ναυσὶ Διώρην τὸν Ἀμαρυγκέως ἡγεῖσθαι, τοσαύταις δὲ ἑτέραις Πολύξενον τὸν Ἀγασθένους. Πολυξένῳ δὲ ἀνασωθέντι ἐκ Τροίας ἐγένετο υἱὸς Ἀμφίμαχος — τὸ δὲ ὄνομα τῷ παιδὶ ἔθετο ὁ Πολύξενος κατὰ φιλίαν ἐμοὶ δοκεῖν πρὸς Ἀμφίμαχον τὸν Κτεάτου τελευτήσαντα ἐν Ἰλίῳ — , Ἀμφιμάχου δὲ Ἠλεῖος: [5] καὶ ἐπὶ Ἠλείου βασιλεύοντος ἐν Ἤλιδι, τηνικαῦτα ὁ Δωριέων στόλος σὺν τοῖς Ἀριστομάχου παισὶν ἠθροίζετο ἐπὶ καθόδῳ τῇ ἐς Πελοπόννησον. γίνεται δὲ τοῖς βασιλεῦσιν αὐτῶν λόγιον τόδε, ἡγεμόνα τῆς καθόδου ποιεῖσθαι τὸν τριόφθαλμον. ἀποροῦσι δέ σφισιν ὅ τι ὁ χρησμὸς ἐθέλοι συνέτυχεν ἐλαύνων ἀνὴρ ἡμίονον, ὁ δὲ ἕτερος διέφθαρτο τῷ ἡμιόνῳ τῶν ὀφθαλμῶν: [6] Κρεσφόντου δὲ συμφρονήσαντος ὡς ἐς τοῦτον τὸν ἄνδρα ἔχοι τὸ μάντευμα, οὕτως ᾠκειώσαντο αὐτὸν οἱ Δωριεῖς. ὁ δὲ σφᾶς ναυσὶν ἐκέλευεν ἐς Πελοπόννησον κατιέναι μηδὲ στρατῷ πεζῷ διὰ τοῦ ἰσθμοῦ πειρᾶσθαι. ταῦτά τε δὴ παρῄνεσε καὶ ἅμα τὸν ἐς Μολύκριον ἐκ Ναυπάκτου πλοῦν καθηγήσατο αὐτοῖς: οἱ δὲ ἀντὶ τούτου δεηθέντι τὴν Ἠλείαν γῆν συνέθεντο αὐτῷ δώσειν. ὁ δὲ ἀνὴρ ἦν Ὄξυλος Αἵμονος τοῦ Θόαντος: Θόας δὲ ἦν οὗτος ὃς καὶ τοῖς Ἀτρέως παισὶν ἀρχὴν συγκαθεῖλε τὴν Πριάμου, γενεαὶ δὲ ἀπὸ Θόαντος ἀνήκουσιν ἓξ ἐς Αἰτωλὸν τὸν Ἐνδυμίωνος. [7] ἦσαν δὲ οἱ Ἡρακλεῖδαι συγγενεῖς καὶ ἄλλως τοῖς ἐν Αἰτωλίᾳ βασιλεῦσι, καὶ ἀδελφαὶ Θόαντι τῷ Ἀνδραίμονος καὶ Ὕλλου τοῦ Ἡρακλέους ἦσαν αἱ μητέρες. συνεπεπτώκει δὲ τῷ Ὀξύλῳ φυγάδι ἐξ Αἰτωλίας εἶναι: δισκεύοντα γάρ φασιν ἁμαρτεῖν αὐτὸν καὶ ἐξεργάσασθαι φόνον ἀκούσιον, τὸν δὲ ἀποθανόντα ὑπὸ τοῦ δίσκου τὸν ἀδελφὸν εἶναι τοῦ Ὀξύλου Θέρμιον, οἱ δὲ Ἀλκιδόκον τὸν Σκοπίου.
4. λέγεται δὲ καὶ ἄλλο ἐπὶ τῷ Ὀξύλῳ τοιόνδε, ὡς τοὺς παῖδας ὑποπτεύσειε τοῦ Ἀριστομάχου, μὴ τὴν Ἠλείαν τε ἰδόντες ἀγαθὴν οὖσαν καὶ ἐξειργασμένην διὰ πάσης οὐκ ἐθελήσωσιν ἔτι αὐτῷ διδόναι τὴν γῆν, καὶ τοῦδε ἕνεκα διὰ τῶν Ἀρκάδων καὶ οὐ διὰ τῆς Ἠλείας τοῖς Δωριεῦσιν ἡγήσατο. Ὀξύλῳ δὲ σπεύσαντι ἀμαχεὶ λαβεῖν τὴν Ἠλείων ἀρχὴν Δῖος οὐκ εἶκε, πρόκλησιν δὲ ἐποιεῖτο μὴ σφᾶς παρασκευῇ τῇ πάσῃ διακινδυνεῦσαι, προκριθῆναι δὲ ἀφ᾽ ἑκατέρων στρατιώτην ἕνα ἐς τὴν μάχην: [2] καί πως συνήρεσε ταῦτα ἀμφοτέροις, οἱ δὲ ἐς τὸ ἔργον προταχθέντες Δέγμενός τε Ἠλεῖος ἦν τοξότης καὶ παρὰ τῶν Αἰτωλῶν Πυραίχμης σφενδόνην δεδιδαγμένος. κρατήσαντος δὲ τοῦ Πυραίχμου τήν τε βασιλείαν ἔσχεν Ὄξυλος καὶ Ἐπειοὺς τοὺς ἀρχαίους τὰ μὲν ἄλλα εἴασεν ἐπὶ τοῖς αὑτῶν μένειν, συνοίκους δέ σφισι τοὺς Αἰτωλοὺς ἐπὶ ἀναδασμῷ τῆς χώρας ἐπεισήγαγε. καὶ Δίῳ τε ἀπένειμε γέρα καὶ ἥρωσι τοῖς τε ἄλλοις κατὰ τὰ ἀρχαῖα ἐφύλαξε τὰς τιμὰς καὶ Αὐγέᾳ τὰ ἐς τὸν ἐναγισμὸν ἔτι καὶ ἐς ἡμᾶς αὐτῷ καθεστηκότα. [3] λέγεται δὲ ὡς καὶ τοὺς ἀνθρώπους ἐκ τῶν κωμῶν, ὅσοι τοῦ τείχους οὐ πολὺ ἀφεστήκεσαν, κατελθεῖν ἔπεισεν ἐς τὴν πόλιν καὶ πλήθει τε οἰκητόρων καὶ μείζονα καὶ εὐδαιμονεστέραν ἐς τὰ ἄλλα ἀπέφηνε τὴν Ἦλιν. ἀφίκετο δὲ αὐτῷ καὶ ἐκ Δελφῶν χρησμός, τὸν Πελοπίδην ἐπάγεσθαι συνοικιστήν: Ὄξυλος δὲ τὴν ζήτησιν ἐποιεῖτο σπουδῇ καὶ ἀναζητῶν εὗρεν Ἀγώριον τὸν Δαμασίου τοῦ Πενθίλου τοῦ Ὀρέστου, καὶ αὐτόν τε ἐξ Ἑλίκης τῆς Ἀχαιῶν καὶ σὺν τῷ Ἀγωρίῳ μοῖραν τῶν Ἀχαιῶν ἐπηγάγετο οὐ πολλήν. [4] τῷ δὲ Ὀξύλῳ Πιερίαν μὲν τῇ γυναικὶ ὄνομα εἶναι λέγουσι, πέρα δὲ τὰ ἐς αὐτὴν οὐ μνημονεύουσιν. Ὀξύλου δὲ γενέσθαι παῖδάς φασιν Αἰτωλὸν καὶ Λαΐαν: προαποθανόντος δὲ Αἰτωλοῦ θάπτουσιν αὐτὸν οἱ γονεῖς ἐν αὐτῇ ποιησάμενοι τῇ πύλῃ τὸ μνῆμα, ἥτις ἐπ᾽ Ὀλυμπίαν καὶ τὸ ἱερὸν ἄγει τοῦ Διός: ἔθαψαν δὲ αὐτὸν οὕτω κατὰ μαντείαν, ὡς μήτε ἐκτὸς τῆς πόλεως μήτε ἐντὸς γένοιτο ὁ νεκρός. ἐναγίζει δὲ ὁ γυμνασίαρχος ἔτι καὶ ἐς ἐμὲ καθ᾽ ἕκαστον ἔτος τῷ Αἰτωλῷ. [5] μετὰ δὲ Ὄξυλον Λαΐας ἔσχεν ὁ Ὀξύλου τὴν ἀρχήν. οὐ μὴν τούς γε ἀπογόνους αὐτοῦ βασιλεύοντας εὕρισκον, καὶ σφᾶς ἐπιστάμενος ὅμως παρίημι: οὐ γάρ τί μοι καταβῆναι τὸν λόγον ἠθέλησα ἐς ἄνδρας ἰδιώτας. χρόνῳ δὲ ὕστερον Ἴφιτος, γένος μὲν ὢν ἀπὸ Ὀξύλου, ἡλικίαν δὲ κατὰ Λυκοῦργον τὸν γράψαντα Λακεδαιμονίοις τοὺς νόμους, τὸν ἀγῶνα διέθηκεν ἐν Ὀλυμπίᾳ πανήγυρίν τε Ὀλυμπικὴν αὖθις ἐξ ἀρχῆς καὶ ἐκεχειρίαν κατεστήσατο, ἐκλιπόντα ἐπὶ χρόνον ὁπόσος δ
ὴ οὗτος ἦν: αἰτίαν δὲ δι᾽ ἥντινα ἐξέλιπε τὰ Ὀλύμπια, ἐν τοῖς ἔχουσιν ἐς Ὀλυμπίαν τοῦ λόγου δηλώσω.