Delphi Complete Works of Pausanias

Home > Other > Delphi Complete Works of Pausanias > Page 152
Delphi Complete Works of Pausanias Page 152

by Pausanias


  Διαγόρας μὲν δὴ καὶ τὸ ἀπ᾽ αὐτοῦ γένος δόξης ἐς τοσοῦτο ἀφίκοντο: [8] ἐγένοντο δὲ καὶ Ἀλκαινέτῳ τῷ Θεάντου Λεπρεάτῃ καὶ αὐτῷ καὶ τοῖς παισὶν Ὀλυμπικαὶ νῖκαι. αὐτὸς μέν γε πυκτεύων ὁ Ἀλκαίνετος ἔν τε ἀνδράσι καὶ πρότερον ἔτι ἐπεκράτησεν ἐν παισίν: Ἑλλάνικον δὲ τὸν Ἀλκαινέτου καὶ Θέαντον ἐπὶ πυγμῇ παίδων ἀναγορευθῆναι τὸν μὲν ἐνάτῃ πρὸς ταῖς ὀγδοήκοντα Ὀλυμπιάδι, τὸν δὲ τῇ ἐφεξῆς ταύτῃ συνέβη τὸν Θέαντον: καί σφισιν ἀνδριάντες ἅπασιν ἐν Ὀλυμπίᾳ κεῖνται. [9] ἐπὶ δὲ τοῦ Ἀλκαινέτου τοῖς υἱοῖς Γνάθων τε Διπαιεὺς τῆς Μαιναλέων χώρας καὶ Λυκῖνος ἕστηκεν Ἠλεῖος: κρατῆσαι δὲ Ὀλυμπίασι πυγμῇ παῖδας ὑπῆρξε καὶ τούτοις. Γνάθωνα δὲ καὶ ἐς τὰ μάλιστα, ὅτε ἐνίκησεν, εἶναι νέον τὸ ἐπίγραμμα τὸ ἐπ᾽ αὐτῷ φησί: Καλλικλέους δὲ τοῦ Μεγαρέως ποίημα ὁ ἀνδριάς ἐστιν. [10] ἀνὴρ δὲ ἐκ Στυμφήλου Δρομεὺς ὄνομα, καὶ δὴ καὶ ἔργον τοῦτο ἐπὶ δολίχῳ παρεσχημένος, δύο μὲν ἔσχεν ἐν Ὀλυμπίᾳ νίκας, τοσαύτας δὲ ἄλλας Πυθοῖ καὶ Ἰσθμίων τε τρεῖς καὶ ἐν Νεμέᾳ πέντε. λέγεται δὲ ὡς καὶ κρέας ἐσθίειν ἐπινοήσειε: τέως δὲ τοῖς ἀθληταῖς σιτία τυρὸν ἐκ τῶν ταλάρων εἶναι. τούτου μὲν δὴ Πυθαγόρας τὴν εἰκόνα, τὴν δὲ ἐφεξῆς ταύτῃ, πένταθλον Ἠλεῖον Πυθοκλέα, Πολύκλειτός ἐστιν εἰργασμένος.

  8. Σωκράτους δὲ Πελληνέως δρόμου νίκην ἐν παισὶν εἰληφότος καὶ Ἠλείου Ἀμέρτου καταπαλαίσαντος ἐν Ὀλυμπίᾳ παῖδας, καταπαλαίσαντος δὲ καὶ Πυθοῖ τοὺς ἐλθόντας τῶν ἀνδρῶν, τοῦ μὲν τὸν ποιήσαντα τὴν εἰκόνα οὐ λέγουσι, τὴν δὲ τοῦ Ἀμέρτου Φράδμων ἐποίησεν Ἀργεῖος. Εὐανορίδᾳ δὲ Ἠλείῳ πάλης ἐν παισὶν ὑπῆρξεν ἔν τε Ὀλυμπίᾳ καὶ Νεμείων νίκη: γενόμενος δὲ Ἑλλανοδίκης ἔγραψε καὶ οὗτος τὰ ὀνόματα ἐν Ὀλυμπίᾳ τῶν νενικηκότων. [2] ἐς δὲ πύκτην ἄνδρα, γένος μὲν Ἀρκάδα ἐκ Παρρασίων, Δάμαρχον δὲ ὄνομα, οὔ μοι πιστὰ ἦν πέρα γε τῆς ἐν Ὀλυμπίᾳ νίκης ὁπόσα ἄλλα ἀνδρῶν ἀλαζόνων ἐστὶν εἰρημένα, ὡς ἐξ ἀνθρώπου μεταβάλοι τὸ εἶδος ἐς λύκον ἐπὶ τῇ θυσίᾳ τοῦ Λυκαίου Διός, καὶ ὡς ὕστερον τούτων ἔτει δεκάτῳ γένοιτο αὖθις ἄνθρωπος. οὐ μὴν οὐδὲ ὑπὸ τῶν Ἀρκάδων λέγεσθαί μοι τοῦτο ἐφαίνετο ἐς αὐτόν, ἐλέγετο γὰρ ἂν καὶ ὑπὸ τοῦ ἐπιγράμματος τοῦ ἐν Ὀλυμπίᾳ: ἔχει γὰρ δὴ οὕτως:”υἱὸς Δινύτα Δάμαρχος τάνδ᾽ ἀνέθηκεν

  εἰκόν᾽ ἀπ᾽ Ἀρκαδίας Παρράσιος γενεάν.

  “τοῦτο μὲν δὴ ἐς τοσοῦτο πεποίηται:

  [3] Εὐβώτας δὲ ὁ Κυρηναῖος, ἅτε τὴν ἐσομένην οἱ δρόμου νίκην ἐν Ὀλυμπίᾳ παρὰ τοῦ μαντείου τοῦ ἐν Λιβύῃ προπεπυσμένος, τήν τε εἰκόνα ἐπεποίητο πρότερον καὶ ἐπὶ ἡμέρας τῆς αὐτῆς ἀνηγορεύθη τε νικήσας καὶ ἀνέθηκε τὴν εἰκόνα. λέγεται δὲ καὶ ὡς κρατήσειε καὶ ἅρματι ἐπὶ Ὀλυμπιάδος ταύτης ἣ λόγῳ τῷ Ἠλείων ἐστὶ κίβδηλος τῶν ἀγωνοθετησάντων Ἀρκάδων ἕνεκα. [4] Κλεωναίῳ δὲ Τιμάνθει παγκρατίου λαβόντι ἐν ἀνδράσι στέφανον καὶ Τροιζηνίῳ Βαύκιδι παλαιστὰς καταβαλόντι ἄνδρας, τῷ μὲν τοῦ Ἀθηναίου Μύρωνος, Βαύκιδι δὲ Ναυκύδους ἐστὶν ὁ ἀνδριὰς ἔργον. τῷ δὲ Τιμάνθει τὸ τέλος τοῦ βίου συμβῆναί φασιν ἐπὶ αἰτίᾳ τοιᾷδε. πεπαῦσθαι μὲν ἀθλοῦντα, ἀποπειρᾶσθαι δὲ ὅμως αὐτὸν ἔτι τῆς ἰσχύος, τόξον μέγα ἐπὶ ἑκάστης τείνοντα τῆς ἡμέρας, ἀποδημῆσαί τε δὴ αὐτὸν καὶ ἐπὶ τῷ τόξῳ τηνικαῦτα ἐκλειφθῆναί οἱ τὴν μελέτην: ὡς δὲ ἐπανήκων οὐχ οἷός τε ἔτι τεῖναι τὸ τόξον ἐγίνετο, πῦρ ἀνακαύσας ἀφίησι ζῶντα ἐς τὴν πυρὰν αὑτόν. ὁπόσα δὲ ἤδη τοιαῦτα ἐγένετο ἐν ἀνθρώποις ἢ καὶ ὕστερόν ποτε ἔσται, μανία μᾶλλον ἢ ἀνδρία νομίζοιτο ἂν κατά γε ἐμὴν γνώμην.

  [5] μετὰ δὲ τὸν Βαύκιδά εἰσιν ἀθλητῶν Ἀρκάδων

  εἰκόνες, Εὐθυμένης τε ἐξ αὐτῆς Μαινάλου, νίκας τὴν μὲν ἀνδρῶν πάλης, τὴν δ᾽ ἔτι πρότερον ἐν παισὶν εἰληφώς, καὶ Ἀζὰν ἐκ Πελλάνας Φίλιππος κρατήσας πυγμῇ παῖδας, καὶ Κριτόδαμος ἐκ Κλείτορος, ἐπὶ πυγμῇ καὶ οὗτος ἀναγορευθεὶς παίδων: τὰς δέ σφισιν εἰκόνας, τὴν μὲν ἐν παισὶ τοῦ Εὐθυμένους Ἄλυπος, τὴν δὲ τοῦ Δαμοκρίτου Κλέων, Φιλίππου δὲ τοῦ Ἀζᾶνος Μύρων τὴν εἰκόνα ἐποίησε. τὰ δὲ ἐς Πρόμαχον τὸν Δρύωνος παγκρατιαστὴν Πελληνέα προσέσται μοι καὶ ταῦτα τῷ ἐς Ἀχαιοὺς λόγῳ.

  [6] Προμάχου δὲ οὐ πόρρω Τιμασίθεος ἀνάκειται γένος Δελφός, Ἀγελάδα μὲν ἔργον τοῦ Ἀργείου, παγκρατίου δὲ δύο μὲν ἐν Ὀλυμπίᾳ νίκας, τρεῖς δὲ ἀνῃρημένος Πυθοῖ. καὶ αὐτῷ καὶ ἐν πολέμοις ἐστὶν ἔργα τῇ τε τόλμῃ λαμπρὰ καὶ οὐκ ἀποδέοντα τῇ εὐτυχίᾳ, πλήν γε δὴ τοῦ τελευταίου: τοῦτο δὲ αὐτῷ θάνατον τὸ ἐγχείρημα ἤνεγκεν. Ἰσαγόρᾳ γὰρ τῷ Ἀθηναίῳ τὴν ἀκρόπολιν τὴν Ἀθηναίων καταλαβόντι ἐπὶ τυραννίδι μετασχὼν τοῦ ἔργου καὶ ὁ Τιμασίθεος — ἐγένετο γὰρ τῶν ἐγκαταληφθέντων ἐν τῇ ἀκροπόλει — θάνατον ζημίαν εὕρετο εὕρετο δὲ τοῦ ἀδικήματος παρὰ Ἀθηναίων.

  9. Θεογνήτῳ δὲ Αἰγινήτῃ πάλης μὲν στέφανον λαβεῖν ὑπῆρξεν ἐν παισί, τὸν δὲ ἀνδριάντα οἱ Πτόλιχος ἐποίησεν Αἰγινήτης. διδάσκαλοι δὲ ἐγεγόνεσαν Πτολίχῳ μὲν Συννοῶν ὁ πατήρ, ἐκείνῳ δὲ Ἀριστοκλῆς Σικυώνιος, ἀδελφός τε Κανάχου καὶ οὐ πολὺ τὰ ἐς δόξαν ἐλασσούμενος. ἐφ᾽ ὅτῳ δὲ ὁ Θεόγνητος πίτυος τῆς γ᾽ ἡμέρου καὶ ῥοιᾶς φέρει καρπόν, ἐμο
ὶ μὲν οὐχ οἷά τε ἦν συμβαλέσθαι, τάχα δ᾽ ἂν Αἰγινήταις τισὶν ἐπιχώριος ἐς αὐτὰ ἂν εἴη λόγος. [2] μετὰ δὲ τὴν εἰκόνα τοῦ ἀνδρὸς ὃν Ἠλεῖοί φασιν οὐ γραφῆναι μετὰ τῶν ἄλλων, ὅτι ἐπὶ κάλπης ἀνηγορεύθη δρόμῳ, μετὰ τούτου τὴν εἰκόνα Ξενοκλῆς τε Μαινάλιος ἕστηκε παλαιστὰς καταβαλὼν παῖδας καὶ Ἄλκετος Ἀλκίνου κρατήσας πυγμῇ παῖδας, Ἀρκὰς καὶ οὗτος ἐκ Κλείτορος: καὶ τοῦ μὲν Κλέων, Ξενοκλέους δὲ τὸν ἀνδριάντα Πολύκλειτός ἐστιν εἰργασμένος. [3] Ἀριστεὺς δὲ Ἀργεῖος δολίχου μὲν νίκην ἔσχεν αὐτός, πάλης δὲ ὁ πατὴρ τοῦ Ἀριστέως Χείμων: ἑστήκασι μὲν δὴ ἐγγὺς ἀλλήλων, ἐποίησε δὲ τὸν μὲν Παντίας Χῖος παρὰ τῷ πατρὶ δεδιδαγμένος Σωστράτῳ, αἱ δὲ εἰκόνες τοῦ Χείμωνος ἔργον ἐστὶν ἐμοὶ δοκεῖν τῶν δοκιμωτάτων Ναυκύδους, ἥ τε ἐν Ὀλυμπίᾳ καὶ ἡ ἐς τὸ ἱερὸν τῆς Εἰρήνης τὸ ἐν Ῥώμῃ κομισθεῖσα ἐξ Ἄργους. λέγεται δὲ ὡς Ταυροσθένην καταπαλαίσειεν ὁ Χείμων τὸν Αἰγινήτην καὶ ὡς Ταυροσθένης τῇ Ὀλυμπιάδι τῇ ἐφεξῆς καταβάλοι τοὺς ἐσελθόντας ἐς τὴν πάλην καὶ ὡς ἐοικὸς Ταυροσθένει φάσμα ἐπ᾽ ἐκείνης τῆς ἡμέρας ἐν Αἰγίνῃ φανὲν ἀπαγγείλειε τὴν νίκην. [4] Φίλλην δὲ Ἠλεῖον κρατήσαντα παῖδας πάλῃ Σπαρτιάτης Κρατῖνος ἐποίησε.

  τὰ δὲ ἐς τὸ ἅρμα τὸ Γέλωνος οὐ κατὰ ταὐτὰ δοξάζειν ἐμοί τε παρίστατο καὶ τοῖς πρότερον ἢ ἐγὼ τὰ ἐς αὐτὸ εἰρηκόσιν, οἳ Γέλωνος τοῦ ἐν Σικελίᾳ τυραννήσαντός φασιν ἀνάθημα εἶναι τὸ ἅρμα. ἐπίγραμμα μὲν δή ἐστιν αὐτῷ Γέλωνα Δεινομένους ἀναθεῖναι Γελῷον, καὶ ὁ χρόνος τούτῳ τῷ Γέλωνί ἐστι τῆς νίκης τρίτη πρὸς τὰς ἑβδομήκοντα Ὀλυμπιάδας: [5] Γέλων δὲ ὁ Σικελίας τυραννήσας Συρακούσας ἔσχεν Ὑβριλίδου μὲν Ἀθήνῃσιν ἄρχοντος, δευτέρῳ δὲ ἔτει τῆς δευτέρας καὶ ἑβδομηκοστῆς Ὀλυμπιάδος, ἣν Τισικράτης ἐνίκα Κροτωνιάτης στάδιον. δῆλα οὖν ὡς Συρακούσιον ἤδη καὶ οὐ Γελῷον ἀναγορεύειν αὑτὸν ἔμελλεν: ἀλλὰ γὰρ ἰδιώτης εἴη ἄν τις ὁ Γέλων οὗτος, πατρός τε ὁμωνύμου τῷ τυράννῳ καὶ αὐτὸς ὁμώνυμος. Γλαυκίας δὲ Αἰγινήτης τό τε ἅρμα καὶ αὐτῷ τῷ Γέλωνι ἐποίησε τὴν εἰκόνα. [6] τῇ δὲ Ὀλυμπιάδι τῇ πρὸ ταύτης Κλεομήδην φασὶν Ἀστυπαλαιέα ὡς Ἴκκῳ πυκτεύων ἀνδρὶ Ἐπιδαυρίῳ τὸν Ἴκκον ἀποκτείνειεν ἐν τῇ μάχῃ, καταγνωσθεὶς δὲ ὑπὸ τῶν Ἑλλανοδικῶν ἄδικα εἰργάσθαι καὶ ἀφῃρημένος τὴν νίκην ἔκφρων ἐγένετο ὑπὸ τῆς λύπης καὶ ἀνέστρεψε μὲν ἐς Ἀστυπάλαιαν, διδασκαλείῳ δ᾽ ἐπιστὰς ἐνταῦθα ὅσον ἑξήκοντα ἀριθμὸν παίδων ἀνατρέπει τὸν κίονα ὃς τὸν ὄροφον ἀνεῖχεν.

  [7] ἐμπεσόντος δὲ τοῦ ὀρόφου τοῖς παισί, καταλιθούμενος ὑπὸ τῶν ἀστῶν κατέφυγεν ἐς Ἀθηνᾶς ἱερόν: ἐσβάντος δὲ ἐς κιβωτὸν κειμένην ἐν τῷ ἱερῷ καὶ ἐφελκυσαμένου τὸ ἐπίθημα, κάματον ἐς ἀνωφελὲς οἱ Ἀστυπαλαιεῖς ἔκαμνον ἀνοίγειν τὴν κιβωτὸν πειρώμενοι: τέλος δὲ τὰ ξύλα τῆς κιβωτοῦ καταρρήξαντες, ὡς οὔτε ζῶντα Κλεομήδην οὔτε τεθνεῶτα εὕρισκον, ἀποστέλλουσιν ἄνδρας ἐς Δελφοὺς ἐρησομένους ὁποῖα ἐς Κλεομήδην τὰ συμβάντα ἦν. [8] τούτοις χρῆσαι τὴν Πυθίαν φασίν:”ὕστατος ἡρώων Κλεομήδης Ἀστυπαλαιεύς,

  ὃν θυσίαις τιμᾶθ᾽ ἅτε μηκέτι θνητὸν ἐόντα.

  “Κλεομήδει μὲν οὖν Ἀστυπαλαιεῖς ἀπὸ τούτου τιμὰς ὡς ἥρωι νέμουσι: [9] παρὰ δὲ τοῦ Γέλωνος τὸ ἅρμα ἀνάκειται Φίλων, τέχνη τοῦ Αἰγινήτου Γλαυκίου. τούτῳ τῷ Φίλωνι Σιμωνίδης ὁ Λεωπρέπους ἐλεγεῖον δεξιώτατον ἐποίησε: “πατρὶς μὲν Κόρκυρα, Φίλων δ᾽ ὄνομ᾽: εἰμὶ δὲ Γλαύκου

  υἱὸς καὶ νικῶ πὺξ δύ᾽ Ὀλυμπιάδας.

  “ἀνάκειται καὶ Μαντινεὺς Ἀγαμήτωρ, κρατήσας πυγμῇ παῖδας.

  10. ἐπὶ δὲ τοῖς κατειλεγμένοις ἕστηκεν ὁ Καρύστιος Γλαῦκος: εἶναι δέ φασιν ἐξ Ἀνθηδόνος τῆς Βοιωτῶν τὸ ἄνωθεν αὐτὸν γένος ἀπὸ Γλαύκου τοῦ ἐν θαλάσσῃ δαίμονος. πατρὸς δὲ οὗτος ὁ Καρύστιος ἦν Δημύλου, καὶ γῆν φασιν αὐτὸν κατ᾽ ἀρχὰς ἐργάζεσθαι: ἐκπεσοῦσαν δὲ ἐκ τοῦ ἀρότρου τὴν ὕνιν πρὸς τὸ ἄροτρον καθήρμοσε τῇ χειρὶ ἀντὶ σφύρας χρώμενος, καί πως [2] ἐθεάσατο ὁ Δημύλος τὸ ὑπὸ τοῦ παιδὸς ποιούμενον καὶ ἐπὶ τούτῳ πυκτεύσοντα ἐς Ὀλυμπίαν αὐτὸν ἀνήγαγεν. ἔνθα δὴ ὁ Γλαῦκος ἅτε οὐκ ἐμπείρως ἔχων τῆς μάχης ἐτιτρώσκετο ὑπὸ τῶν ἀνταγωνιζομένων, καὶ ἡνίκα πρὸς τὸν λειπόμενον ἐξ αὐτῶν ἐπύκτευεν, ἀπαγορεύειν ὑπὸ πλήθους τῶν τραυμάτων ἐνομίζετο: καί οἱ τὸν πατέρα βοῆσαί φασιν ‘ὦ παῖ τὴν ἀπ᾽ ἀρότρου’. οὕτω γε δὴ βιαιοτέραν ἐς τὸν ἀνταγωνιζόμενον ἐνεγκὼν τὴν πληγὴν αὐτίκα εἶχε τὴν νίκην. [3] στεφάνους δὲ λέγεται καὶ ἄλλους Πύθια μὲν δὶς λαβεῖν, Νεμείων δὲ καὶ Ἰσθμίων ὀκτάκις ἐν ἑκατέρῳ ἀγῶνι. τοῦ

  Γλαύκου δὲ τὴν εἰκόνα ἀνέθηκε μὲν ὁ παῖς αὐτοῦ, Γλαυκίας δὲ Αἰγινήτης ἐποίησε: σκιαμαχοῦντος δὲ ὁ ἀνδριὰς παρέχεται σχῆμα, ὅτι ὁ Γλαῦκος ἦν ἐπιτηδειότατος τῶν κατ᾽ αὐτὸν χειρονομῆσαι πεφυκώς. ἀποθανόντα δὲ οἱ Καρύστιοι ταφῆναί φασιν αὐτὸν ἐν νήσῳ καλουμένῃ Γλαύκου καὶ ἐς ἡμᾶς ἔτι. [4] Δαμαρέτῳ δὲ Ἡραιεῖ υἱῷ τε τοῦ Δαμαρέτου καὶ υἱωνῷ δύο ἐν Ὀλυμπίᾳ γεγόνασιν ἑκάστῳ νῖκαι, Δαμαρέτῳ μὲν πέμπτῃ ἐπὶ ταῖς ἑξήκοντα Ὀλυμπιάδι, ὅτε ἐνομίσθη πρῶτον ὁ τοῦ ὁπλίτου δρόμος, καὶ ὡσαύτως τῇ ἐφεξῆς — πεποίηται ὁ ἀνδριὰς �
��σπίδα τε κατὰ τὰ αὐτὰ ἔχων τοῖς ἐφ᾽ ἡμῶν καὶ κράνος ἐπὶ τῇ κεφαλῇ καὶ κνημῖδας ἐπὶ τοῖς ποσί: ταῦτα μὲν δὴ ἀνὰ χρόνον ὑπό τε Ἠλείων καὶ ὑπὸ Ἑλλήνων τῶν ἄλλων ἀφῃρέθη τοῦ δρόμου — , Θεοπόμπῳ δὲ τῷ Δαμαρέτου καὶ αὖθις ἐκείνου παιδὶ ὁμωνύμῳ ἐπὶ πεντάθλῳ, Θεοπόμπῳ δὲ τῷ δευτέρῳ πάλης ἐγένοντο αἱ νῖκαι.

 

‹ Prev