by Pausanias
[5] τὴν δὲ εἰκόνα Θεοπόμπου μὲν τοῦ παλαίσαντος τὸν ποιήσαντα οὐκ ἴσμεν, τὰς δὲ τοῦ πατρὸς αὐτοῦ καὶ τοῦ πάππου φησὶ τὸ ἐπίγραμμα Εὐτελίδα τε εἶναι καὶ Χρυσοθέμιδος Ἀργείων: οὐ μὴν παρ᾽ ὅτῳ γε ἐδιδάχθησαν δεδήλωκεν, ἔχει γὰρ δὴ οὕτως:”Εὐτελίδας καὶ Χρυσόθεμις τάδε ἔργα τέλεσσαν
Ἀργεῖοι, τέχναν εἰδότες ἐκ προτέρων.
“
Ἴκκος δὲ ὁ Νικολαΐδα Ταραντῖνος τόν τε Ὀλυμπικὸν στέφανον ἔσχεν ἐπὶ πεντάθλῳ καὶ ὕστερον γυμναστὴς ἄριστος λέγεται τῶν ἐφ᾽ αὑτοῦ γενέσθαι: [6] μετὰ δὲ Ἴκκον καταπαλαίσας παῖδας Παντάρκης ἕστηκεν Ἠλεῖος ὁ ἐρώμενος Φειδίου. ἐπὶ δὲ τῷ Παντάρκει Κλεοσθένους ἐστὶν ἅρμα ἀνδρὸς Ἐπιδαμνίου: τοῦτο ἔργον μέν ἐστιν Ἀγελάδα, ἕστηκε δὲ ὄπισθεν τοῦ Διὸς τοῦ ἀπὸ τῆς μάχης τῆς Πλαταιᾶσιν ἀνατεθέντος ὑπὸ Ἑλλήνων. ἐνίκα μὲν δὴ τὴν ἕκτην Ὀλυμπιάδα καὶ ἑξηκοστὴν ὁ Κλεοσθένης, ἀνέθηκε δὲ ὁμοῦ τοῖς ἵπποις αὑτοῦ τε εἰκόνα καὶ τὸν ἡνίοχον. [7] ἐπιγέγραπται δὲ καὶ τῶν ἵππων τὰ ὀνόματα Φοῖνιξ καὶ Κόραξ, ἑκατέρωθεν δὲ οἱ παρὰ τὸ ζυγόν, κατὰ μὲν τὰ δεξιὰ Κνακίας, ἐν δὲ τῇ ἀριστερᾷ Σάμος: καὶ ἐλεγεῖον τόδε ἐστὶν ἐπὶ τῷ ἅρματι:”Κλεοσθένης μ᾽ ἀνέθηκεν ὁ Πόντιος ἐξ Ἐπιδάμνου,
νικήσας ἵπποις καλὸν ἀγῶνα Διός.
“ [8] τῶν δὲ ἱπποτροφησάντων ἐν Ἕλλησι πρῶτος ἐς Ὀλυμπίαν εἰκόνα ἀνέθηκεν ὁ Κλεοσθένης οὗτος. τὰ γὰρ Μιλτιάδου τοῦ Ἀθηναίου καὶ Εὐαγόρου τοῦ Λάκωνος ἀναθήματα, τοῦ μὲν ἅρματά ἐστιν, οὐ μὴν καὶ αὐτὸς ἐπὶ τοῖς ἅρμασιν Εὐαγόρας: τὰ Μιλτιάδου δέ, ὁποῖα ἐς Ὀλυμπίαν ἀνέθηκεν, ἑτέρωθι δὴ δηλώσω τοῦ λόγου. Ἐπιδάμνιοι δὲ χώραν μὲν ἥνπερ καὶ ἐξ ἀρχῆς, πόλιν δὲ οὐ τὴν ἀρχαίαν ἐπὶ ἡμῶν ἔχουσιν, ἐκείνης δὲ ἀφεστηκυῖαν ὀλίγον: ὄνομα δὲ τῇ πόλει τῇ νῦν Δυρράχιον ἀπὸ τοῦ οἰκιστοῦ. [9] Λυκῖνον δὲ Ἡραιέα καὶ Ἐπικράδιον Μαντινέα καὶ Τέλλωνα Ὀρεσθάσιον καὶ Ἠλεῖον Ἀγιάδαν ἐν παισὶν ἀνελομένους νίκας, Λυκῖνον μὲν δρόμου, τοὺς δὲ ἐπ᾽ αὐτῷ κατειλεγμένους πυγμῆς, Ἐπικράδιον μὲν καὶ Ἀγιάδαν, τὸν μὲν αὐτῶν Πτόλιχος Αἰγινήτης ἐποίησε, τὸν δὲ Ἀγιάδαν Σήραμβος, γένος καὶ οὗτος Αἰγινήτης: Λυκίνου δέ ἐστιν ὁ ἀνδριὰς Κλέωνος τέχνη: τὸν δὲ Τέλλωνα ὅστις εἰργάσατο, οὐ μνημονεύουσιν.
11. ἐφεξῆς τούτων ἀναθήματά ἐστιν Ἠλείων, Φίλιππος ὁ Ἀμύντου καὶ Ἀλέξανδρος ὁ Φιλίππου καὶ Σέλευκός τε καὶ Ἀντίγονος: τοῖς μὲν δὴ ἐφ᾽ ἵππων, Ἀντιγόνῳ δὲ ἀνὴρ πεζός ἐστιν ἡ εἰκών.
[2] τῶν δὲ βασιλέων τῶν εἰρημένων ἕστηκεν οὐ πόρρω Θεαγένης ὁ Τιμοσθένους Θάσιος: Θάσιοι δὲ οὐ Τιμοσθένους παῖδα εἶναι Θεαγένην φασίν, ἀλλὰ ἱερᾶσθαι μὲν Ἡρακλεῖ τὸν Τιμοσθένην Θασίῳ, τοῦ Θεαγένους δὲ τῇ μητρὶ Ἡρακλέους συγγενέσθαι φάσμα ἐοικὸς Τιμοσθένει. ἔνατόν τε δὴ ἔτος εἶναι τῷ παιδὶ καὶ αὐτὸν ἀπὸ τῶν διδασκάλων φασὶν ἐς τὴν οἰκίαν ἐρχόμενον ἄγαλμα ὅτου δὴ θεῶν ἀνακείμενον ἐν τῇ ἀγορᾷ χαλκοῦν — χαίρειν γὰρ τῷ ἀγάλματι αὐτόν — , ἀνασπάσαι τε δὴ τὸ ἄγαλμα καὶ ἐπὶ τὸν ἕτερον τῶν ὤμων ἀναθέμενον ἐνεγκεῖν παρ᾽ αὑτόν.
[3] ἐχόντων δὲ ὀργὴν ἐς αὐτὸν ἐπὶ τῷ πεποιημένῳ τῶν πολιτῶν, ἀνήρ τις αὐτῶν δόκιμος καὶ ἡλικίᾳ προήκων ἀποκτεῖναι μὲν σφᾶς τὸν παῖδα οὐκ ἐᾷ, ἐκεῖνον δὲ ἐκέλευσεν ἐκ τῆς οἰκίας αὖθις κομίσαι τὸ ἄγαλμα ἐς τὴν ἀγοράν: ὡς δὲ ἤνεγκε, μέγα αὐτίκα ἦν κλέος τοῦ παιδὸς ἐπὶ ἰσχύι, καὶ τὸ ἔργον ἀνὰ πᾶσαν ἐβεβόητο τὴν Ἑλλάδα. [4] ὅσα μὲν δὴ ἔργων τῶν Θεαγένους ἐς τὸν ἀγῶνα ἥκει τὸν Ὀλυμπικόν, προεδήλωσεν ὁ λόγος ἤδη μοι τὰ δοκιμώτατα ἐξ αὐτῶν, Εὔθυμόν τε ὡς κατεμαχέσατο τὸν πύκτην καὶ ὡς ὑπὸ Ἠλείων ἐπεβλήθη τῷ Θεαγένει ζημία. τότε μὲν δὴ τοῦ παγκρατίου τὴν νίκην ἀνὴρ ἐκ Μαντινείας Δρομεὺς ὄνομα πρῶτος ὧν ἴσμεν ἀκονιτὶ λέγεται λαβεῖν: τὴν δὲ Ὀλυμπιάδα τὴν ἐπὶ ταύτῃ παγκρατιάζων ὁ Θεαγένης ἐκράτει. [5] γεγόνασι δὲ αὐτῷ καὶ Πυθοῖ νῖκαι τρεῖς, αὗται μὲν ἐπὶ πυγμῇ, Νεμείων δὲ ἐννέα καὶ Ἰσθμίων δέκα παγκρατίου τε ἀναμὶξ καὶ πυγμῆς. ἐν Φθίᾳ δὲ τῇ Θεσσαλῶν πυγμῆς μὲν ἢ παγκρατίου παρῆκε τὴν σπουδήν, ἐφρόντιζε δὲ ὅπως καὶ ἐπὶ δρόμῳ ἐμφανὴς ἐν Ἕλλησιν εἴη, καὶ τοὺς ἐσελθόντας ἐς τὸν δόλιχον ἐκράτησεν: ἦν δέ οἱ πρὸς Ἀχιλλέα ἐμοὶ δοκεῖν τὸ φιλοτίμημα, ἐν πατρίδι τοῦ ὠκίστου τῶν καλουμένων ἡρώων ἀνελέσθαι δρόμου νίκην. τοὺς δὲ σύμπαντας στεφάνους τετρακοσίους τε ἔσχε καὶ χιλίους. [6] ὡς δὲ ἀπῆλθεν ἐξ ἀνθρώπων, ἀνὴρ τῶν τις ἀπηχθημένων ζῶντι αὐτῷ παρεγίνετο ἀνὰ πᾶσαν νύκτα ἐπὶ τοῦ Θεαγένους τὴν εἰκόνα καὶ ἐμαστίγου τὸν χαλκὸν ἅτε αὐτῷ Θεαγένει λυμαινόμενος: καὶ τὸν μὲν ὁ ἀνδριὰς ἐμπεσὼν ὕβρεως παύει, τοῦ ἀνθρώπου δὲ τοῦ ἀποθανόντος οἱ παῖδες τῇ εἰκόνι ἐπεξῄεσαν φόνου. καὶ οἱ Θάσιοι καταποντοῦσι τὴν εἰκόνα ἐπακολουθήσαντες γνώμῃ τῇ Δράκοντος, ὃς Ἀθηναίοις θεσμοὺς γράψας φονικοὺς ὑπερώρισε καὶ τὰ ἄψυχα, εἴγε ἐμπεσόν τι ἐξ αὐτῶν ἀποκτείνειεν ἄνθρωπον. [7] ἀνὰ χρόνον δέ, ὡς τοῖς Θασίοις οὐδένα ἀπεδίδου καρπὸν ἡ γῆ, θεωροὺς ἀποστέλλουσιν ἐς Δελφούς, καὶ αὐτοῖς ἔχρησεν ὁ θεὸς καταδέχεσθαι τοὺς δεδιωγμένους. καὶ οἱ μὲν ἐπὶ τῷ λόγῳ τούτῳ καταδ
εχθέντες οὐδὲν τῆς ἀκαρπίας παρείχοντο ἴαμα: δεύτερα οὖν ἐπὶ τὴν Πυθίαν ἔρχονται, λέγοντες ὡς καὶ ποιήσασιν αὐτοῖς τὰ χρησθέντα διαμένοι τὸ ἐκ τῶν θεῶν μήνιμα. [8] ἐνταῦθα ἀπεκρίνατό σφισιν ἡ Πυθία:”Θεαγένην δ᾽ ἄμνηστον ἀφήκατε τὸν μέγαν ὑμέων.
“ἀπορούντων δὲ αὐτῶν ὁποίᾳ μηχανῇ τοῦ Θεαγένους τὴν εἰκόνα ἀνασώσωνται, φασὶν ἁλιέας ἀναχθέντας ἐς τὸ πέλαγος ἐπὶ ἰχθύων θήραν περισχεῖν τῷ δικτύῳ τὴν εἰκόνα καὶ ἀνενεγκεῖν αὖθις ἐς τὴν γῆν: Θάσιοι δὲ ἀναθέντες, ἔνθα καὶ ἐξ ἀρχῆς ἔκειτο, νομίζουσιν ἅτε θεῷ θύειν. [9] πολλαχοῦ δὲ καὶ ἑτέρωθι ἔν τε Ἕλλησιν οἶδα καὶ παρὰ βαρβάροις ἀγάλματα ἱδρυμένα Θεαγένους καὶ νοσήματά τε αὐτὸν ἰώμενον καὶ ἔχοντα παρὰ τῶν ἐπιχωρίων τιμάς. ὁ δὲ ἀνδριὰς τοῦ Θεαγένους ἐστὶν ἐν τῇ Ἄλτει, τέχνη τοῦ Αἰγινήτου Γλαυκίου.
12. πλησίον δὲ ἅρμα τέ ἐστι χαλκοῦν καὶ ἀνὴρ ἀναβεβηκὼς ἐπ᾽ αὐτό, κέλητες δὲ ἵπποι παρὰ τὸ ἅρμα εἷς ἑκατέρωθεν ἕστηκε καὶ ἐπὶ τῶν ἵππων καθέζονται παῖδες: ὑπομνήματα δὲ ἐπὶ νίκαις Ὀλυμπικαῖς ἐστιν Ἱέρωνος τοῦ Δεινομένους τυραννήσαντος Συρακουσίων μετὰ τὸν ἀδελφὸν Γέλωνα. τὰ δὲ ἀναθήματα οὐχ Ἱέρων ἀπέστειλεν, ἀλλ᾽ ὁ μὲν ἀποδοὺς τῷ θεῷ Δεινομένης ἐστὶν ὁ Ἱέρωνος, ἔργα δὲ τὸ μὲν Ὀνάτα τοῦ Αἰγινήτου τὸ ἅρμα, Καλάμιδος δὲ οἱ ἵπποι τε οἱ ἑκατέρωθεν καὶ ἐπ᾽ αὐτῶν εἰσιν οἱ παῖδες. [2] παρὰ δὲ τοῦ Ἱέρωνος τὸ ἅρμα ἀνήρ ἐστιν ὁμώνυμός τε τῷ Δεινομένους καὶ ἐν Συρακούσαις καὶ οὗτος τυραννήσας, Ἱέρων δὲ ἐκαλεῖτο Ἱεροκλέους: μετὰ δὲ τὴν Ἀγαθοκλέους τοῦ πρότερον τυραννήσαντος τελευτὴν Συρακουσίοις αὖθις ἀναπεφύκει τύραννος ὁ Ἱέρων οὗτος, τὴν δὲ ἀρχὴν εἶχεν ἔτει δευτέρῳ τῆς ἕκτης Ὀλυμπιάδος ἐπὶ ταῖς εἴκοσι καὶ ἑκατόν, ἣν Κυρηναῖος στάδιον ἐνίκησεν Ἰδαῖος.
[3] οὗτος ὁ Ἱέρων ξενίαν πρὸς Πύρρον τὸν Αἰακίδου καὶ ὁμοῦ τῇ ξενίᾳ καὶ ἐπιγαμίαν ἐποιήσατο, Γέλωνι τῷ παιδὶ Νηρηίδα ἀγαγόμενος τὴν Πύρρου. Ῥωμαίων δὲ περὶ Σικελίας ἐς τὴν πρὸς Καρχηδονίους πόλεμον καταστάντων εἶχον μὲν οἱ Καρχηδόνιοι τῆς νήσου πλέον ἢ ἥμισυ, Ἱέρωνι δὲ συνιόντων μὲν ἄρτι ἐς τὸν πόλεμον ἑλέσθαι τὰ Καρχηδονίων ἤρεσε, μετὰ δὲ οὐ πολὺ δυνάμει τε εἶναι νομίζων τὰ Ῥωμαίων ἐχυρώτερα καὶ βεβαιότερα ἅμα ἐς φιλίαν μετεβάλετο ὡς τούτους. [4] τοῦ δέ οἱ βίου συνέβη γενέσθαι τὴν τελευτὴν ὑπὸ Δεινομένους, γένος μὲν Συρακουσίου, δυσμενέστατα δὲ ἀνδρὸς ἐς τυραννίδα ἔχοντος, ὃς καὶ ὕστερον τούτων Ἱπποκράτει τῷ ἀδελφῷ τῷ Ἐπικύδους ἐξ Ἐρβησσοῦ παρεληλυθότι ἄρτι ἐς Συρακούσας καὶ ἐς τὸ πλῆθος ποιεῖσθαι λόγους ἀρχομένῳ ἐπέδραμεν ὡς ἀποκτενῶν τὸν Ἱπποκράτην: τοῦ δέ οἱ ἀντιστάντος, κρατήσαντες τῶν δορυφόρων ἄλλοι διαφθείρουσι τὸν Δεινομένην. τοὺς ἀνδριάντας δὲ τοῦ Ἱέρωνος ἐν Ὀλυμπίᾳ, ἐφ᾽ ἵππου τὸν ἕτερον, τὸν δὲ αὐτῶν πεζόν, ἀνέθεσαν μὲν τοῦ Ἱέρωνος οἱ παῖδες, ἐποίησε δὲ Μίκων Νικηράτου Συρακούσιος. [5] μετὰ δὲ τοῦ Ἱέρωνος τὰς εἰκόνας Ἀρεὺς ὁ Ἀκροτάτου Λακεδαιμονίων βασιλεὺς καὶ Ἄρατος ἕστηκεν ὁ Κλεινίου, καὶ αὖθις ἀναβεβηκώς ἐστιν Ἀρεὺς ἵππον. ἀνάθημα δὲ ὁ μὲν Κορινθίων ὁ Ἄρατος, Ἀρεὺς δὲ Ἠλείων ἐστί: καί μοι τοῦ λόγου τὰ πρότερα οὔτε τῶν ἐς Ἄρατον οὔτε τῶν ἐς Ἀρέα ἀμνημόνως ἔσχεν, Ἄρατος δὲ καὶ ἅρματι ἀνηγορεύθη νικῶν ἐν Ὀλυμπίᾳ.
[6] Τίμωνι δὲ τῷ Αἰσύπου καθέντι ἐς Ὀλυμπίαν ἵππους ἀνδρὶ Ἠλείῳ * * ἐστι τοῦτο χαλκοῦν, ἐπ᾽ αὐτὸν ἀναβέβηκε παρθένος, ἐμοὶ δοκεῖν Νίκη. Κάλλωνα δὲ τὸν Ἁρμοδίου καὶ τὸν Μοσχίωνος Ἱππόμαχον, γένος τε Ἠλείους καὶ πυγμῇ κρατήσαντας ἐν παισί, τὸν μὲν αὐτῶν ἐποίησε Δάιππος, Ἱππομάχου δὲ ὅστις μὲν τὸν ἀνδριάντα εἰργάσατο οὐκ ἴσμεν, καταμαχέσασθαι δὲ τρεῖς φασιν ἀνταγωνιστὰς αὐτὸν οὔτε πληγὴν ἀποδεξάμενον οὔτε τι τρωθέντα τοῦ σώματος. [7] Θεόχρηστον δὲ Κυρηναῖον ἱπποτροφήσαντα κατὰ τὸ ἐπιχώριον τοῖς Λίβυσι καὶ αὐτόν τε ἐν Ὀλυμπίᾳ καὶ ἔτι πρότερον τὸν ὁμώνυμόν τε αὐτῷ καὶ τοῦ πατρὸς πατέρα, τούτους μὲν ἐνταῦθα ἵππων νίκας, ἐν δὲ Ἰσθμῷ τοῦ Θεοχρήστου λαβεῖν τὸν πατέρα, τὸ ἐπίγραμμα δηλοῖ τὸ ἐπὶ τῷ ἅρματι. [8] Ἀγήσαρχον δὲ τὸν Αἱμοστράτου Τριταιέα κρατῆσαι μὲν πύκτας ἄνδρας ἐν Ὀλυμπίᾳ καὶ Νεμέᾳ τε καὶ Πυθοῖ καὶ ἐν Ἰσθμῷ μαρτυρεῖ τὸ ἐλεγεῖον, Ἀρκάδας δὲ τοὺς Τριταιεῖς εἶναι τοῦ ἐλεγείου λέγοντος οὐκ ἀληθεύοντα εὕρισκον. πόλεων γὰρ τῶν ἐν Ἀρκαδίᾳ ταῖς μὲν ἐπειλημμέναις δόξης οὐδὲ τὰ ἐς τοὺς οἰκιστάς ἐστιν ἄγνωστα, τὰς δὲ ἐξ ἀρχῆς τε ὑπὸ ἀσθενείας ἀφανεστέρας καὶ δι᾽ αὐτὸ ἀνοικισθείσας ἐς Μεγάλην πόλιν, οὐ περιέχει σφᾶς γενόμενον τότε ὑπὸ τε τοῦ Ἀρκάδων κοινοῦ δόγμα; [9] οὐδέ τινα ἔστιν ἐν Ἕλλησι Τρίτειαν πόλιν ἄλλην γε ἢ τὴν Ἀχαιῶν εὑρεῖν. τηνικαῦτα γοῦν ἐς Ἀρκάδας ἡγοῖτο ἄν τις συντελέσαι τοὺς Τριταιεῖς, καθὰ καὶ νῦν ἔτι Ἀρκάδων αὐτῶν εἰσιν οἱ ἐς τὸ Ἀργολικὸν τελοῦντες. τοῦ Ἀγησάρχου δέ ἐστιν ἡ εἰκὼν τέχνη τῶν Πολυκλέους παίδων. τούτων μὲν δὴ ποιησόμεθα μνήμην καὶ ἐν τοῖς ὑστέροις τοῦ λόγου:
13. Ἀστύλος δὲ Κροτωνιάτης Πυθαγόρου μέν ἐστιν ἔργον, τρεῖς δὲ ἐφεξῆς Ὀλυμπίασι σταδίου τε καὶ διαύλου νίκ�
�ς ἔσχεν. ὅτι δὲ ἐν δύο ταῖς ὑστέραις ἐς χάριν τὴν Ἱέρωνος τοῦ Δεινομένους ἀνηγόρευσεν αὑτὸν Συρακούσιον, τούτων ἕνεκα οἱ Κροτωνιᾶται τὴν οἰκίαν αὐτοῦ δεσμωτήριον εἷναι κατέγνωσαν καὶ τὴν εἰκόνα καθεῖλον παρὰ τῇ Ἥρᾳ τῇ Λακινίᾳ κειμένην. [2] ἀνάκειται δὲ τῇ ἐν Ὀλυμπίᾳ καὶ στήλη λέγουσα τοῦ Λακεδαιμονίου Χιόνιδος τὰς νίκας. εὐηθείας μὲν δὴ μετέχουσι καὶ ὅσοι Χίονιν αὐτὸν ἀναθεῖναι τὴν στήλην, ἀλλ᾽ οὐ Λακεδαιμονίων ἥγηνται τὸ δημόσιον: ἔστω γὰρ δήπου, ὡς ἐν τῇ στήλῃ, οὐκ εἶναί πω τοῦ ὅπλου τὸν δρόμον: πῶς ἂν οὖν ἐπίσταιτο ὁ Χίονις εἰ αὖθίς ποτε προσνομοθετήσουσιν Ἠλεῖοι; τούτων δὲ ἔτι ἐς πλέον ἥκουσιν εὐηθείας οἳ τὸν ἑστηκότα ἀνδριάντα παρὰ τῇ στήλῃ φασὶν εἰκόνα εἶναι Χιόνιδος, ἔργον ὄντα τοῦ Ἀθηναίου Μύρωνος.
[3] ἐοικότα δὲ Χιόνιδι τὰ ἐς δόξαν καὶ ἀνὴρ Λύκιος παρέσχετο Ἑρμογένης Ξάνθιος, ὃς τὸν κότινον ἐν τρισὶν Ὀλυμπιάσιν ἀνείλετο ὀκτάκις ἐπίκλησίν τε ἔσχεν Ἵππος ὑπὸ Ἑλλήνων: ποιήσαιο δ᾽ ἂν καὶ Πολίτην ἐν μεγάλῳ θαύματι. ὁ Πολίτης δ᾽ ἦν οὗτος ἐκ Κεράμου τῆς ἐν τῇ Θρακίᾳ Καρίᾳ, ἀνέφηνε δὲ ἀρετὴν ποδῶν ἐν Ὀλυμπίᾳ πᾶσαν: ἀπὸ γὰρ τοῦ μηκίστου καὶ διαρκεστάτου δι᾽ ὀλιγίστου δὴ καιροῦ μεθηρμόσατο ἐπὶ τὸ βραχύτατον ὁμοῦ καὶ ὤκιστον, καὶ δολίχου τε ἐν ἡμέρᾳ τῇ αὐτῇ καὶ παραυτίκα σταδίου λαβὼν νίκην προσέθηκε δὲ διαύλου σφίσι τὴν τρίτην.