Delphi Complete Works of Pausanias
Page 255
[19.5] Here is dedicated the throne of Danaus, and here Is placed a statue of Biton, in the form of a man carrying a bull on his shoulders. According to the poet Lyceas, when the Argives were holding a sacrifice to Zeus at Nemea, Biton by sheer physical strength took up a bull and carried it there. Next to this statue is a fire which they keep burning, calling it the fire of Phoroneus. For they do not admit that fire was given to mankind by Prometheus, but insist in assigning the discovery of fire to Phoroneus.
[6] τὰ δὲ ξόανα Ἀφροδίτης καὶ Ἑρμοῦ, τὸ μὲν Ἐπειοῦ λέγουσιν ἔργον εἶναι, τὸ δὲ Ὑπερμήστρας ἀνάθημα. ταύτην γὰρ τῶν θυγατέρων μόνην τὸ πρόσταγμα ὑπεριδοῦσαν ὑπήγαγεν ὁ Δαναὸς ἐς δικαστήριον, τοῦ τε Λυγκέως οὐκ ἀκίνδυνον αὑτῷ τὴν σωτηρίαν ἡγούμενος καὶ ὅτι τοῦ τολμήματος οὐ μετασχοῦσα ταῖς ἀδελφαῖς καὶ τῷ βουλεύσαντι τὸ ὄνειδος ηὔξησε. κριθεῖσα δὲ ἐν τοῖς Ἀργείοις ἀποφεύγει τε καὶ Ἀφροδίτην ἐπὶ τῷδε ἀνέθηκε Νικηφόρον.
[19.6] As to the wooden images of Aphrodite and Hermes, the one they say was made by Epeus, while the other is a votive offering of Hypermnestra. She was the only one of the daughters of Danaus who neglected his command, and was accordingly brought to justice by him, because be considered that his life was in danger so long as Lynceus was at large, and that the refusal to share in the crime of her sisters increased the disgrace of the contriver of the deed. On her trial she was acquitted by the Argives, and to commemorate her escape she dedicated an image of Aphrodite, the Bringer of Victory.
[7] τοῦ ναοῦ δέ ἐστιν ἐντὸς Λάδας ποδῶν ὠκύτητι ὑπερβαλλόμενος τοὺς ἐφ᾽ αὑτοῦ καὶ Ἑρμῆς ἐς λύρας ποίησιν χελώνην ᾑρηκώς. ἔστι δὲ ἔμπροσθεν τοῦ ναοῦ βόθρος πεποιημένα ἐν τύπῳ ταύρου μάχην ἔχων καὶ λύκου, σὺν δὲ αὐτοῖς παρθένον ἀφιεῖσαν πέτραν ἐπὶ τὸν ταῦρον: Ἄρτεμιν δὲ εἶναι νομίζουσι τὴν παρθένον. Δαναὸς δὲ ταῦτά τε ἀνέθηκε καὶ πλησίον κίονας καὶ Διὸς καὶ Ἀρτέμιδος ξόανον.
[19.7] Within the temple is a statue of Ladas, the swiftest runner of his time, and one of Hermes with a tortoise which he has caught to make a lyre. Before the temple is a pit with a relief representing a fight between a bull and a wolf, and with them a maiden throwing a rock at the bull. The maiden is thought to be Artemis. Danaus dedicated these, and some pillars hard by and wooden images of Zeus and Artemis.
[8] τάφοι δέ εἰσιν ὁ μὲν Λίνου τοῦ Ἀπόλλωνος καὶ Ψαμάθης τῆς Κροτώπου, τὸν δὲ λέγουσιν εἶναι Λίνου τοῦ ποιήσαντος τὰ ἔπη. τὰ μὲν οὖν ἐς τοῦτον οἰκειότερα ὄντα ἑτέρῳ λόγῳ παρίημι τῷδε, τὰ δὲ ἐς τὸν Ψαμάθης ἡ Μεγαρική μοι συγγραφὴ προεδήλωσεν. ἐπὶ τούτοις ἐστὶν Ἀπόλλων Ἀγυιεὺς καὶ βωμὸς Ὑετίου Διός, ἔνθα οἱ συσπεύδοντες Πολυνείκει τὴν ἐς Θήβας κάθοδον ἀποθανεῖσθαι συνώμοσαν, ἢν μὴ τὰς Θήβας γένηταί σφισιν ἑλεῖν. ἐς δὲ τοῦ Προμηθέως τὸ μνῆμα ἧσσόν μοι δοκοῦσιν Ὀπουντίων εἰκότα λέγειν, λέγουσι δὲ ὅμως.
[19.8] Here are graves; one is that of Linus, the son of Apollo by Psamathe, the daughter of Crotopus; the other, they say, is that of Linus the poet. The story of the latter Linus is more appropriate to another part of my narrative, and so I omit it here, while I have already given the history of the son of Psamathe in my account of Megara. After these is an image of Apollo, God of Streets, and an altar of Zeus, God of Rain, where those who were helping Polyneices in his efforts to be restored to Thebes swore an oath together that they would either capture Thebes or die. As to the tomb of Prometheus, their account seems to me to be less probable than that of the Opuntians, but they hold to it nevertheless.
20. παρέντι δὲ Κρεύγα τε εἰκόνα ἀνδρὸς πύκτου καὶ τρόπαιον ἐπὶ Κορινθίοις ἀνασταθέν, ἄγαλμά ἐστι καθήμενον Διὸς Μειλιχίου, λίθου λευκοῦ, Πολυκλείτου δὲ ἔργον. ποιηθῆναι δὲ ἐπυνθανόμην αὐτὸ ἐπ᾽ αἰτίᾳ τοιαύτῃ. Λακεδαιμονίοις πολεμεῖν πρὸς Ἀργείους ἀρξαμένοις οὐδεμία ἦν ἔτι ἀπαλλαγή, πρὶν ἢ Φίλιππος σφᾶς ἠνάγκασεν ὁ Ἀμύντου μένειν ἐπὶ τοῖς καθεστηκόσιν ἐξ ἀρχῆς ὅροις τῆς χώρας. τὸν δὲ ἔμπροσθεν χρόνον οἱ Λακεδαιμόνιοι μηδὲν ἔξω Πελοποννήσου περιεργαζόμενοι τῆς Ἀργείας ἀεί τι ἀπετέμνοντο, ἢ οἱ Ἀργεῖοι τετραμμένων πρὸς πόλεμον ἐκείνων ὑπερόριον ἐν τῷ τοιούτῳ καὶ αὐτοί σφισιν ἐνέκειντο.
[20.1] XX. Passing over a statue of Creugas, a boxer, and a trophy that was set up to celebrate a victory over the Corinthians, you come to a seated image of Zeus Meilichius (Gracious), made of white marble by Polycleitus. I discovered that it was made for the following reason. Ever since the Lacedaemonians began to make war upon the Argives there was no cessation of hostilities until Philip, the son of Amyntas, forced them to stay within the original boundaries of their territories. Before this, if the Lacedaemonians were not engaged on some business outside the Peloponnesus, they were always trying to annex a piece of Argive territory; or if they were busied with a war beyond their borders it was the turn of the Argives to retaliate.
[2] προηγμένου δὲ ἀμφοτέροις ἐς ἄκρον τοῦ μίσους ἔδοξεν Ἀργείοις λογάδας τρέφειν χιλίους: ἡγεμὼν δὲ ἐτέτακτο ἐπ᾽ αὐτοῖς Βρύας Ἀργεῖος, ὃς ἄλλα τε ἐς ἄνδρας ὕβρισε τοῦ δήμου καὶ παρθένον κομιζομένην παρὰ τὸν νυμφίον ᾔσχυνεν ἀφελόμενος τοὺς ἄγοντας. ἐπιλαβούσης δὲ τῆς νυκτὸς τυφλοῖ τὸν Βρύαντα ἡ παῖς φυλάξασα ὑπνωμένον: φωραθεῖσα δὲ ὡς ἐπέσχεν ἡμέρα, κατέφυγεν ἱκέτις ἐς τὸν δῆμον. οὐ προεμένων δὲ αὐτὴν τιμωρήσασθαι τοῖς χιλίοις καὶ ἀπὸ τούτου προαχθέντων ἐς μάχην ἀμφοτέρων, κρατοῦσιν οἱ τοῦ δήμου, κρατήσαντες δὲ οὐδένα ὑπὸ τοῦ θυμοῦ τῶν ἐναντίων ἔλιπον. ὕστερον δὲ ἄλλα τε ἐπηγάγοντο καθάρσια ὡς ἐπὶ αἵματι ἐμφυλίῳ καὶ ἄγαλμα ἀνέθηκαν Μειλιχίου Διός.
[20.2] When the hatred of both sides was at its height, the Argives resolved to maintain a thousand picked men. The commander appointed over them was the Argive Bryas. His general behavior to the men of the people was violent, and a maiden who was being taken to the bridegroom he seized from those who were escorting her and ravished. When night came on, the girl waited until he was asleep and put out his eyes. Detected in the morning, she took refuge as a suppliant with the people. When they did not give her up to the Thousand for punishment both sides took up arms; the people won the day, and in their anger left none of their opponents alive. Subsequently they had recourse to purifications for shedding kindred blood; among other things they dedicated an image of Zeus Meilichius.
[3] πλησίον δέ εἰ
σιν ἐπειργασμένοι λίθῳ Κλέοβις καὶ Βίτων αὐτοί τε ἕλκοντες τὴν ἅμαξαν καὶ ἐπ᾽ αὐτῇ ἄγοντες τὴν μητέρα ἐς τὸ Ἡραῖον. τούτων δὲ ἀπαντικρὺ Νεμείου Διός ἐστιν ἱερόν, ἄγαλμα ὀρθὸν χαλκοῦν, τέχνη Λυσίππου. μετὰ δὲ αὐτὸ προελθοῦσιν ἐν δεξιᾷ Φορωνέως τάφος ἐστίν: ἐναγίζουσι δὲ καὶ ἐς ἡμᾶς ἔτι τῷ Φορωνεῖ. πέραν δὲ τοῦ Νεμείου Διὸς Τύχης ἐστὶν ἐκ παλαιοτάτου ναός, εἰ δὴ Παλαμήδης κύβους εὑρὼν ἀνέθηκεν ἐς τοῦτον τὸν ναόν.
[20.3] Hard by are Cleobis and Biton carved in relief on stone, themselves drawing the carriage and taking in it their mother to the sanctuary of Hera. Opposite them is a sanctuary of Nemean Zeus, and an upright bronze statue of the god made by Lysippus. Going forward from this you see on the right the grave of Phoroneus, to whom even in our time they bring offerings as to a hero. Over against the Nemean Zeus is a temple of Fortune, which must be very old if it be the one in which Palamedes dedicated the dice that he had invented.
[4] τὸ δὲ μνῆμα τὸ πλησίον Χορείας μαινάδος ὀνομάζουσι, Διονύσῳ λέγοντες καὶ ἄλλας γυναῖκας καὶ ταύτην ἐς Ἄργος συστρατεύσασθαι, Περσέα δέ, ὡς ἐκράτει τῆς μάχης, φονεῦσαι τῶν γυναικῶν τὰς πολλάς: τὰς μὲν οὖν λοιπὰς θάπτουσιν ἐν κοινῷ, ταύτῃ δὲ — ἀξιώματι γὰρ δὴ προεῖχεν — ἰδίᾳ τὸ μνῆμα ἐποίησαν.
[20.4] The tomb near this they call that of the maenad Chorea, saying that she was one of the women who joined Dionysus in his expedition against Argos, and that Perseus, being victorious in the battle, put most of the women to the sword. To the rest they gave a common grave, but to Chorea they gave burial apart because of her high rank.
[5] ἀπωτέρω δὲ ὀλίγον Ὡρῶν ἱερόν ἐστιν. ἐπανιόντι δὲ ἐκεῖθεν ἀνδριάντες ἑστήκασι Πολυνείκους τοῦ Οἰδίποδος καὶ ὅσοι σὺν ἐκείνῳ τῶν ἐν τέλει πρὸς τὸ τεῖχος μαχόμενοι τὸ Θηβαίων ἐτελεύτησαν. τούτους τοὺς ἄνδρας ἐς μόνων ἑπτὰ ἀριθμὸν κατήγαγεν Αἰσχύλος, πλειόνων ἔκ τε Ἄργους ἡγεμόνων καὶ Μεσσήνης καί τινων καὶ Ἀρκάδων στρατευσαμένων. τούτων δὲ τῶν ἑπτὰ — ἐπηκολουθήκασι γὰρ καὶ Ἀργεῖοι τῇ Αἰσχύλου ποιήσει — πλησίον κεῖνται καὶ οἱ τὰς Θήβας ἑλόντες Αἰγιαλεὺς Ἀδράστου καὶ Πρόμαχος ὁ Παρθενοπαίου τοῦ Ταλαοῦ καὶ Πολύδωρος Ἱππομέδοντος καὶ Θέρσανδρος καὶ οἱ Ἀμφιαράου παῖδες, Ἀλκμαίων τε καὶ Ἀμφίλοχος, Διομήδης τε καὶ Σθένελος: παρῆν δὲ ἔτι καὶ ἐπὶ τούτων Εὐρύαλος Μηκιστέως καὶ Πολυνείκους Ἄδραστος καὶ Τιμέας.
[20.5] A little farther on is a sanctuary of the Seasons. On coming back from here you see statues of Polyneices, the son of Oedipus, and of all the chieftains who with him were killed in battle at the wall of Thebes. These men Aeschylus has reduced to the number of seven only, although there were more chiefs than this in the expedition, from Argos, from Messene, with some even from Arcadia. But the Argives have adopted the number seven from the drama of Aeschylus, and near to their statues are the statues of those who took Thebes: Aegialeus, son of Adrastus; Promachus, son of Parthenopaeus, son of Talaus; Polydorus, son of Hippomedon; Thersander; Alcmaeon and Amphilochus, the sons of Amphiaraus; Diomedes, and Sthenelus. Among their company were also Euryalus, son of Mecisteus, and Adrastus and Timeas, sons of Polyneices.
[6] τῶν δὲ ἀνδριάντων οὐ πόρρω δείκνυται Δαναοῦ μνῆμα καὶ Ἀργείων τάφος κενὸς ὁπόσους ἔν τε Ἰλίῳ καὶ ὀπίσω κομιζομένους ἐπέλαβεν ἡ τελευτή. καὶ Διός ἐστιν ἐνταῦθα ἱερὸν Σωτῆρος καὶ παριοῦσίν ἐστιν οἴκημα: ἐνταῦθα τὸν Ἄδωνιν αἱ γυναῖκες Ἀργείων ὀδύρονται. ἐν δεξιᾷ δὲ τῆς ἐσόδου τῷ Κηφισῷ πεποίηται τὸ ἱερόν: τῷ δὲ ποταμῷ τούτῳ τὸ ὕδωρ φασὶν οὐ καθάπαξ ὑπὸ τοῦ Ποσειδῶνος ἀφανισθῆναι, ἀλλὰ ἐνταῦθα δὴ μάλιστα, ἔνθα καὶ τὸ ἱερόν ἐστι, συνιᾶσιν ὑπὸ γῆν ῥέοντος.
[20.6] Not far from the statues are shown the tomb of Danaus and a cenotaph of the Argives who met their death at Troy or on the journey home. Here there is also a sanctuary of Zeus the Saviour. Beyond it is a building where the Argive women bewail Adonis. On the right of the entrance is the sanctuary of Cephisus. It is said that the water of this river was not utterly destroyed by Poseidon, but that just in this place, where the sanctuary is, it can be heard flowing under the earth.
[7] παρὰ δὲ τὸ ἱερὸν τοῦ Κηφισοῦ Μεδούσης λίθου πεποιημένη κεφαλή: Κυκλώπων φασὶν εἶναι καὶ τοῦτο ἔργον. τὸ δὲ χωρίον τὸ ὄπισθεν καὶ ἐς τόδε Κριτήριον ὀνομάζουσιν, Ὑπερμήστραν ἐνταῦθα ὑπὸ Δαναοῦ κριθῆναι λέγοντες. τούτου δέ ἐστιν οὐ πόρρω θέατρον: ἐν δὲ αὐτῷ καὶ ἄλλα θέας ἄξια καὶ ἀνὴρ φονεύων ἐστὶν ἄνδρα, Ὀθρυάδαν τὸν Σπαρτιάτην Περίλαος Ἀργεῖος ὁ Ἀλκήνορος: Περιλάῳ δὲ τούτῳ καὶ πρότερον ἔτι ὑπῆρχε Νεμείων ἀνῃρῆσθαι νίκην παλαίοντι.
[20.7] Beside the sanctuary of Cephisus is a head of Medusa made of stone, which is said to be another of the works of the Cyclopes. The ground behind it is called even at the present time the Place of Judgment, because it was here that they say Hypermnestra was brought to judgment by Danaus. Not far from this is a theater. In it are some noteworthy sights, including a representation of a man killing another, namely the Argive Perilaus, the son of Alcenor, killing the Spartan Othryadas. Before this, Perilaus had succeeded in winning the prize for wrestling at the Nemean games.
[8] ὑπὲρ δὲ τὸ θέατρον Ἀφροδίτης ἐστὶν ἱερόν, ἔμπροσθεν δὲ τοῦ ἕδους Τελέσιλλα ἡ ποιήσασα τὰ ᾁσματα ἐπείργασται στήλῃ: καὶ βιβλία μὲν ἐκεῖνα ἔρριπταί οἱ πρὸς τοῖς ποσίν, αὐτὴ δὲ ἐς κράνος ὁρᾷ κατέχουσα τῇ χειρὶ καὶ ἐπιτίθεσθαι τῇ κεφαλῇ μέλλουσα. ἦν δὲ ἡ Τελέσιλλα καὶ ἄλλως ἐν ταῖς γυναιξὶν εὐδόκιμος καὶ μᾶλλον ἐτιμᾶτο ἔτι ἐπὶ τῇ ποιήσει. συμβάντος δὲ Ἀργείοις ἀτυχῆσαι λόγου μειζόνως πρὸς Κλεομένην τὸν Ἀναξανδρίδου καὶ Λακεδαιμονίους, καὶ τῶν μὲν ἐν αὐτῇ πεπτωκότων τῇ μάχῃ, ὅσοι δὲ ἐς τὸ ἄλσος τοῦ Ἄργου κατέφευγον διαφθαρέντων καὶ τούτων, τὰ μὲν πρῶτα ἐξιόντων κατὰ ὁμολογίαν, ὡς δὲ ἔγνωσαν ἀπατώμενοι συγκατακαυθέντων τῷ ἄλσει τῶν λοιπῶν, οὕτω τοὺς Λακεδαιμονίους Κλεομένης ἦγεν ἐπὶ ἔρημον ἀνδρῶν τὸ Ἄργος.
[20.8] Above the theater is a sanctuary of Aphrodite, and before the image
is a slab with a representation wrought on it in relief of Telesilla, the lyric poetess. Her books lie scattered at her feet, and she herself holds in her hand an helmet, which she is looking at and is about to place on her head. Telesilla was a distinguished woman who was especially renowned for her poetry. It happened that the Argives had suffered an awful defeat at the hands of Cleomenes, the son of Anaxandrides, and the Lacedaemonians. Some fell in the actual fighting; others, who had fled to the grove of Argus, also perished. At first they left sanctuary under an agreement, which was treacherously broken, and the survivors, when they realized this, were burnt to death in the grove. So when Cleomenes led his troops to Argos there were no men to defend it.
[9] Τελέσιλλα δὲ οἰκέτας μὲν καὶ ὅσοι διὰ νεότητα ἢ γῆρας ὅπλα ἀδύνατοι φέρειν ἦσαν, τούτους μὲν πάντας ἀνεβίβασεν ἐπὶ τὸ τεῖχος, αὐτὴ δὲ ὁπόσα ἐν ταῖς οἰκίαις ὑπελείπετο καὶ τὰ ἐκ τῶν ἱερῶν ὅπλα ἀθροίσασα τὰς ἀκμαζούσας ἡλικίᾳ τῶν γυναικῶν ὥπλιζεν, ὁπλίσασα δὲ ἔτασσε κατὰ τοῦτο ᾗ τοὺς πολεμίους προσιόντας ἠπίστατο. ὡς δὲ ἐγγὺς ἐγίνοντο οἱ Λακεδαιμόνιοι καὶ αἱ γυναῖκες οὔτε τῷ ἀλαλαγμῷ κατεπλάγησαν δεξάμεναί τε ἐμάχοντο ἐρρωμένως, ἐνταῦθα οἱ Λακεδαιμόνιοι, φρονήσαντες ὡς καὶ διαφθείρασί σφισι τὰς γυναῖκας ἐπιφθόνως τὸ κατόρθωμα ἕξει καὶ σφαλεῖσι μετὰ ὀνειδῶν γενήσοιτο ἡ συμφορά, ὑπείκουσι ταῖς γυναιξί.