Delphi Complete Works of Pausanias
Page 261
29. αὐτὴ δὲ τῶν Ἐπιδαυρίων ἡ πόλις παρείχετο ἐς μνήμην τάδε ἀξιολογώτατα: τέμενος δή ἐστιν Ἀσκληπιοῦ καὶ ἀγάλματα ὁ θεὸς αὐτὸς καὶ Ἠπιόνη, γυναῖκα δὲ εἶναι τὴν Ἠπιόνην Ἀσκληπιοῦ φασι: ταῦτά ἐστιν ἐν ὑπαίθρῳ λίθου Παρίου. ναοὶ δὲ ἐν τῇ πόλει καὶ Διονύσου καὶ Ἀρτέμιδός ἐστιν ἄλσος: εἰκάσαις ἂν θηρευούσῃ τὴν Ἄρτεμιν. Ἀφροδίτης τε ἱερὸν πεποίηται: τὸ δὲ πρὸς τῷ λιμένι ἐπὶ ἄκρας ἀνεχούσης ἐς θάλασσαν λέγουσιν Ἥρας εἶναι. τὴν δὲ Ἀθηνᾶν ἐν τῇ ἀκροπόλει, ξόανον θέας ἄξιον, Κισσαίαν ἐπονομάζουσιν.
[29.1] XXIX. The most noteworthy things which I found the city of Epidaurus itself had to show are these. There is, of course, a precinct of Asclepius, with images of the god himself and of Epione. Epione, they say, was the wife of Asclepius. These are of Parian marble, and are set up in the open. There is also in the city a temple of Dionysus and one of Artemis. The figure of Artemis one might take to be the goddess hunting. There is also a sanctuary of Aphrodite, while the one at the harbor, on a height that juts out into the sea, they say is Hera’s. The Athena on the citadel, a wooden image worth seeing, they surname Cissaea (Ivy Goddess).
AEGINA, MYTHICAL HISTORY
[2] Αἰγινῆται δὲ οἰκοῦσιν ἔχοντες τὴν νῆσον ἀπαντικρὺ τῆς Ἐπιδαυρίας. ἀνθρώπους δ᾽ οὐκ εὐθὺς ἐξ ἀρχῆς λέγουσιν ἐν αὐτῇ γενέσθαι: Διὸς δὲ ἐς ἔρημον κομίσαντος Αἴγιναν τὴν Ἀσωποῦ τῇ μὲν τὸ ὄνομα ἐτέθη τοῦτο ἀντὶ Οἰνώνης, Αἰακοῦ δὲ αἰτήσαντος ὡς ηὐξήθη παρὰ Διὸς οἰκήτορας, οὕτω οἱ τὸν Δία ἀνεῖναι τοὺς ἀνθρώπους φασὶν ἐκ τῆς γῆς. βασιλεύσαντα δὲ ἐν τῇ γῇ πλὴν Αἰακὸν οὐδένα εἰπεῖν ἔχουσιν, ἐπεὶ μηδὲ τῶν Αἰακοῦ παίδων τινὰ ἴσμεν καταμείναντα, Πηλεῖ μὲν συμβὰν καὶ Τελαμῶνι ἐπὶ φόνῳ φεύγειν τῷ Φώκου, τῶν δὲ αὖ Φώκου παίδων περὶ τὸν Παρνασσὸν οἰκησάντων ἐν τῇ νῦν καλουμένῃ Φωκίδι.
[29.2] The Aeginetans dwell in the island over against Epidauria. It is said that in the beginning there were no men in it; but after Zeus brought to it, when uninhabited, Aegina, daughter of Asopus, its name was changed from Oenone to Aegina; and when Aeacus, on growing up, asked Zeus for settlers, the god, they say, raised up the inhabitants out of the earth. They can mention no king of the island except Aeacus, since we know of none even of the sons of Aeacus who stayed there; for to Peleus and Telamon befell exile for the murder of Phocus, while the sons of Phocus made their home about Parnassus, in the land that is now called Phocis.
[3] τὸ δὲ ὄνομα προϋπῆρχεν ἤδη τῇ χώρᾳ, Φώκου τοῦ Ὀρνυτίωνος γενεᾷ πρότερον ἐς αὐτὴν ἐλθόντος. ἐπὶ μὲν δὴ Φώκου τούτου ἡ περὶ Τιθορέαν τε καὶ Παρνασσὸν ἐκαλεῖτο ἡ Φωκίς: ἐπὶ δὲ τοῦ Αἰακοῦ καὶ πᾶσιν ἐξενίκησεν, ὅσοι Μινύαις τέ εἰσιν Ὀρχομενίοις ὅμοροι καὶ ἐπὶ Σκάρφειαν τὴν Λοκρῶν καθήκουσι.
[29.3] This name had already been given to the land, at the time when Phocus, son of Ornytion, came to it a generation previously. In the time, then, of this Phocus only the district about Tithorea and Parnassus was called Phocis, but in the time of Aeacus the name spread to all from the borders of the Minyae at Orchomenos to Scarphea among the Locri.
[4] γεγόνασι δὲ ἀπὸ μὲν Πηλέως οἱ ἐν Ἠπείρῳ βασιλεῖς, Τελαμῶνος δὲ τῶν παίδων Αἴαντος μέν ἐστιν ἀφανέστερον γένος οἷα ἰδιωτεύσαντος ἀνθρώπου, πλὴν ὅσον Μιλτιάδης, ὃς Ἀθηναίοις ἐς Μαραθῶνα ἡγήσατο, καὶ Κίμων ὁ Μιλτιάδου προῆλθον ἐς δόξαν: οἱ δὲ Τευκρίδαι βασιλεῖς διέμειναν Κυπρίων ἄρχοντες ἐς Εὐαγόραν. Φώκῳ δὲ Ἄσιος ὁ τὰ ἔπη ποιήσας γενέσθαι φησὶ Πανοπέα καὶ Κρῖσον: καὶ Πανοπέως μὲν ἐγένετο Ἐπειὸς ὁ τὸν ἵππον τὸν δούρειον, ὡς Ὅμηρος ἐποίησεν, ἐργασάμενος, Κρίσου δὲ ἦν ἀπόγονος τρίτος Πυλάδης, Στροφίου τε ὢν τοῦ Κρίσου καὶ Ἀναξιβίας ἀδελφῆς Ἀγαμέμνονος. γένη μὲν τοσαῦτα τῶν καλουμένων Αἰακιδῶν, ἐξεχώρησε δὲ ἑτέρωσε ἀπ᾽ ἀρχῆς.
[29.4] From Peleus sprang the kings in Epeirus; but as for the sons of Telamon, the family of Ajax is undistinguished, because he was a man who lived a private life; though Miltiades, who led the Athenians to Marathon, and Cimon, the son of Miltiades, achieved renown; but the family of Teucer continued to be the royal house in Cyprus down to the time of Evagoras. Asius the epic poet says that to Phocus were born Panopeus and Crisus. To Panopeus was born Epeus, who made, according to Homer, the wooden horse; and the grandson of Crisus was Pylades, whose father was Strophius, son of Crisus, while his mother was Anaxibi ,sister of Agamemnon. Such was the pedigree of the Aeacidae (family of. Aeacus), as they are called, but they departed from the beginning to other lands.
[5] χρόνῳ δὲ ὕστερον μοῖρα Ἀργείων τῶν Ἐπίδαυρον ὁμοῦ Δηιφόντῃ κατασχόντων, διαβᾶσα ἐς Αἴγιναν καὶ Αἰγινήταις τοῖς ἀρχαίοις γενόμενοι σύνοικοι, τὰ Δωριέων ἔθη καὶ φωνὴν κατεστήσαντο ἐν τῇ νήσῳ. προελθοῦσι δὲ Αἰγινήταις ἐς μέγα δυνάμεως, ὡς Ἀθηναίων γενέσθαι ναυσὶν ἐπικρατεστέρους καὶ ἐν τῷ Μηδικῷ πολέμῳ παρασχέσθαι πλοῖα μετά γε Ἀθηναίους πλεῖστα, οὐ παρέμεινεν ἐς ἅπαν ἡ εὐδαιμονία, γενόμενοι δὲ ὑπὸ Ἀθηναίων ἀνάστατοι Θυρέαν τὴν ἐν τῇ Ἀργολίδι Λακεδαιμονίων δόντων ᾤκησαν. καὶ ἀπέλαβον μὲν τὴν νῆσον, ὅτε περὶ Ἑλλήσποντον αἱ Ἀθηναίων τριήρεις ἐλήφθησαν, πλούτου δὲ ἢ δυνάμεως οὐκέτι ἐξεγένετο ἐς ἴσον προελθεῖν σφισιν.
[29.5] Subsequently a division of the Argives who, under Deiphontes, had seized Epidaurus, crossed to Aegina, and, settling among the old Aeginetans, established in the island Dorian manners and the Dorian dialect. Although the Aeginetans rose to great power, so that their navy was superior to that of Athens, and in the Persian war supplied more ships than any state except Athens, yet their prosperity was not permanent but when the island was depopulated by the Athenians, they took up their abode at Thyrea, in Argolis, which the Lacedaemonians gave them to dwell in. They recovered their island when the Athenian warships were captured in the Hellespont, yet it was never given them to rise again to their old wealth or power.
AEGINA
[6] προσπλεῦσαι δὲ Αἴγινά ἐστι νήσων τῶν Ἑλληνίδων ἀπορωτάτη: πέτραι τε γὰρ ὕφαλοι περὶ πᾶσαν καὶ χοιράδες ἀνεστήκασι. μηχανήσασθαι δὲ ἐξεπίτηδες ταῦτα Αἰακόν φασι λῃστειῶν τῶν ἐκ θαλάσσης φόβῳ, καὶ πολεμίοις ἀνδράσι μὴ ἄνε�
� κινδύνου εἶναι. πλησίον δὲ τοῦ λιμένος ἐν ᾧ μάλιστα ὁρμίζονται ναός ἐστιν Ἀφροδίτης, ἐν ἐπιφανεστάτῳ δὲ τῆς πόλεως τὸ Αἰάκειον καλούμενον, περίβολος τετράγωνος λευκοῦ λίθου.
[29.6] Of the Greek islands, Aegina is the most difficult of access, for it is surrounded by sunken rocks and reefs which rise up. The story is that Aeacus devised this feature of set purpose, because he feared piratical raids by sea, and wished the approach to be perilous to enemies. Near the harbor in which vessels mostly anchor is a temple of Aphrodite, and in the most conspicuous part of the city what is called the shrine of Aeacus, a quadrangular enclosure of white marble.
[7] ἐπειργασμένοι δέ εἰσι κατὰ τὴν ἔσοδον οἱ παρὰ Αἰακόν ποτε ὑπὸ τῶν Ἑλλήνων σταλέντες: αἰτίαν δὲ τὴν αὐτὴν Αἰγινήταις καὶ οἱ λοιποὶ λέγουσιν. αὐχμὸς τὴν Ἑλλάδα ἐπὶ χρόνον ἐπίεζε καὶ οὔτε τὴν ἐκτὸς ἰσθμοῦ χώραν οὔτε Πελοποννησίοις ὗεν ὁ θεός, ἐς ὃ ἐς Δελφοὺς ἀπέστειλαν ἐρησομένους τὸ αἴτιον ὅ τι εἴη καὶ αἰτήσοντας ἅμα λύσιν τοῦ κακοῦ. τούτοις ἡ Πυθία εἶπε Δία ἱλάσκεσθαι, χρῆναι δέ, εἴπερ ὑπακούσει σφίσιν, Αἰακὸν τὸν ἱκετεύσαντα εἶναι.
[29.7] Wrought in relief at the entrance are the envoys whom the Greeks once dispatched to Aeacus. The reason for the embassy given by the Aeginetans is the same as that which the other Greeks assign. A drought had for some time afflicted Greece, and no rain fell either beyond the Isthmus or in the Peloponnesus, until at last they sent envoys to Delphi to ask what was the cause and to beg for deliverance from the evil. The Pythian priestess bade them propitiate Zeus, saying that he would not listen to them unless the one to supplicate him were Aeacus.
[8] οὕτως Αἰακοῦ δεησομένους ἀποστέλλουσιν ἀφ᾽ ἑκάστης πόλεως: καὶ ὁ μὲν τῷ Πανελληνίῳ Διὶ θύσας καὶ εὐξάμενος τὴν Ἑλλάδα γῆν ἐποίησεν ὕεσθαι, τῶν δὲ
ἐλθόντων ὡς αὐτὸν εἰκόνας ταύτας ἐποιήσαντο οἱ Αἰγινῆται. τοῦ περιβόλου δὲ ἐντὸς ἐλαῖαι πεφύκασιν ἐκ παλαιοῦ καὶ βωμός ἐστιν οὐ πολὺ ἀνέχων ἐκ τῆς γῆς: ὡς δὲ καὶ μνῆμα οὗτος ὁ βωμὸς εἴη Αἰακοῦ, λεγόμενόν ἐστιν ἐν ἀπορρήτῳ.
[29.8] And so envoys came with a request to Aeacus from each city. By sacrifice and prayer to Zeus, God of all the Greeks (Panellenios), he caused rain to fall upon the earth, and the Aeginetans made these likenesses of those who came to him. Within the enclosure are olive trees that have grown there from of old, and there is an altar which is raised but a little from the ground. That this altar is also the tomb of Aeacus is told as a holy secret.
[9] παρὰ δὲ τὸ Αἰάκειον Φώκου τάφος χῶμά ἐστι περιεχόμενον κύκλῳ κρηπῖδι, ἐπίκειται δέ οἱ λίθος τραχύς: καὶ ἡνίκα Φῶκον Τελαμὼν καὶ Πηλεὺς προηγάγοντο ἐς ἀγῶνα πεντάθλου καὶ περιῆλθεν ἐς Πηλέα ἀφεῖναι τὸν λίθον — οὗτος γὰρ ἀντὶ δίσκου σφίσιν ἦν — , ἑκὼν τυγχάνει τοῦ Φώκου. ταῦτα δὲ ἐχαρίζοντο τῇ μητρί: αὐτοὶ μὲν γὰρ ἐγεγόνεσαν ἐκ τῆς Σκίρωνος θυγατρός, Φῶκος δὲ οὐκ ἐκ τῆς αὐτῆς, ἀλλ᾽ ἐξ ἀδελφῆς Θέτιδος ἦν, εἰ δὴ τὰ ὄντα λέγουσιν Ἕλληνες. Πυλάδης τέ μοι καὶ διὰ ταῦτα φαίνεται καὶ οὐκ Ὀρέστου φιλίᾳ μόνον βουλεῦσαι Νεοπτολέμῳ τὸν φόνον.
[29.9] Beside the shrine of Aeacus is the grave of Phocus, a barrow surrounded by a basement, and on it lies a rough stone. When Telamon and Peleus had induced Phocus to compete at the pentathlon, and it was now the turn of Peleus to hurl the stone, which they were using for a quoit, he intentionally hit Phocus. The act was done to please their mother; for, while they were both born of the daughter of Sciron, Phocus was not, being, if indeed the report of the Greeks be true, the son of a sister of Thetis. I believe it was for this reason, and not only out of friendship for Orestes, that Pylades plotted the murder of Neoptolemus.
[10] τότε δὲ ὡς τῷ δίσκῳ πληγεὶς ἀπέθανεν ὁ Φῶκος, φεύγουσιν ἐπιβάντες νεὼς οἱ Ἐνδηίδος παῖδες: Τελαμὼν δὲ ὕστερα κήρυκα ἀποστέλλων ἠρνεῖτο μὴ βουλεῦσαι Φώκῳ θάνατον. Αἰακὸς δὲ ἐς μὲν τὴν νῆσον ἀποβαίνειν αὐτὸν οὐκ εἴα, ἑστηκότα δὲ ἐπὶ νεώς, εἰ δὲ ἐθέλοι, χῶμα ἐν τῇ θαλάσσῃ χώσαντα ἐκέλευεν ἐντεῦθεν ἀπολογήσασθαι. οὕτως ἐς τὸν Κρυπτὸν καλούμενον λιμένα ἐσπλεύσας νύκτωρ ἐποίει χῶμα. καὶ τοῦτο μὲν ἐξεργασθὲν καὶ ἐς ἡμᾶς ἔτι μένει: καταγνωσθεὶς δὲ οὐκ ἀναίτιος εἶναι Φώκῳ τῆς τελευτῆς, τὸ δεύτερον ἐς Σαλαμῖνα ἀπέπλευσε.
[29.10] When this blow of the quoit killed Phocus, the sons of Endeis boarded a ship and fled. Afterwards Telamon sent a herald denying that he had plotted the death of Phocus. Aeacus, however, refused to allow him to land on the island, and bade him make his defence standing on board ship, or if he wished, from a mole raised in the sea. So he sailed into the harbor called Secret, and proceeded to make a mole by night. This was finished, and still remains at the present day. But Telamon, being condemned as implicated in the murder of Phocus, sailed away a second time and came to Salamis.
[11] τοῦ λιμένος δὲ οὐ πόρρω τοῦ Κρυπτοῦ θέατρόν ἐστι θέας ἄξιον, κατὰ τὸ Ἐπιδαυρίων μάλιστα μέγεθος καὶ ἐργασίαν τὴν λοιπήν. τούτου δὲ ὄπισθεν ᾠκοδόμηται σταδίου πλευρὰ μία, ἀνέχουσά τε αὐτὴ τὸ θέατρον καὶ ἀντὶ ἐρείσματος ἀνάλογον ἐκείνῳ χρωμένη.
[29.11] Not far from the Secret Harbor is a theater worth seeing; it is very similar to the one at Epidaurus, both in size and in style. Behind it is built one side of a race-course, which not only itself holds up the theater, but also in turn uses it as a support.
30. ναοὶ δὲ οὐ πολὺ ἀλλήλων ἀφεστηκότες ὁ μὲν Ἀπόλλωνός ἐστιν, ὁ δὲ Ἀρτέμιδος, Διονύσῳ δὲ αὐτῶν ὁ τρίτος. Ἀπόλλωνι μὲν δὴ ξόανον γυμνόν ἐστι τέχνης τῆς ἐπιχωρίου, τῇ δὲ Ἀρτέμιδί ἐστιν ἐσθής, κατὰ ταὐτὰ δὲ καὶ τῷ Διονύσῳ: καὶ γένεια Διόνυσος ἔχων πεποίηται. τοῦ δὲ Ἀσκληπιοῦ τὸ ἱερὸν ἔστι μὲν ἑτέρωθι καὶ οὐ ταύτῃ, λίθου δὲ ἄγαλμα καθήμενον.
[30.1] XXX. There are three temples close together, one of Apollo, one of Artemis, and a third of Dionysus. Apollo has a naked wooden image of native workmanship, but Artemis is dressed, and so, too, is Dionysus, who is, moreover, represented with a beard. The sanctuary of Asclepius is not here, but in another place, and his image is of stone, and seated.
[2] θεῶν δὲ Αἰγινῆται τιμῶσιν Ἑκάτην μάλιστα καὶ τελετὴν ἄγουσιν ἀνὰ πᾶν ἔτος Ἑκάτης, Ὀρφέα σφίσι τὸν Θρᾷκα κατα�
�τήσασθαι τὴν τελετὴν λέγοντες. τοῦ περιβόλου δὲ ἐντὸς ναός ἐστι, ξόανον δὲ ἔργον Μύρωνος, ὁμοίως ἓν πρόσωπόν τε καὶ τὸ λοιπὸν σῶμα. Ἀλκαμένης δὲ ἐμοὶ δοκεῖν πρῶτος ἀγάλματα Ἑκάτης τρία ἐποίησε προσεχόμενα ἀλλήλοις, ἣν Ἀθηναῖοι καλοῦσιν Ἐπιπυργιδίαν: ἕστηκε δὲ παρὰ τῆς Ἀπτέρου Νίκης τὸν ναόν.
[30.2] Of the gods, the Aeginetans worship most Hecate, in whose honor every year they celebrate mystic rites which, they say, Orpheus the Thracian established among them. Within the enclosure is a temple; its wooden image is the work of Myron, and it has one face and one body. It was Alcamenes, in my opinion, who first made three images of Hecate attached to one another, a figure called by the Athenians Epipurgidia (on the Tower); it stands beside the temple of the Wingless Victory.
[3] ἐν Αἰγίνῃ δὲ πρὸς τὸ ὄρος τοῦ Πανελληνίου Διὸς ἰοῦσιν, ἔστιν Ἀφαίας ἱερόν, ἐς ἣν καὶ Πίνδαρος ᾆσμα Αἰγινήταις ἐποίησε. φασὶ δὲ οἱ Κρῆτες — τούτοις γάρ ἐστι τὰ ἐς αὐτὴν ἐπιχώρια — Καρμάνορος τοῦ καθήραντος Ἀπόλλωνα ἐπὶ φόνῳ τῶ Πύθωνος παῖδα Εὔβουλον εἶναι, Διὸς δὲ καὶ Κάρμης τῆς Εὐβούλου Βριτόμαρτιν γενέσθαι: χαίρειν δὲ αὐτὴν δρόμοις τε καὶ θήραις καὶ Ἀρτέμιδι μάλιστα φίλην εἶναι: Μίνω δὲ ἐρασθέντα φεύγουσα ἔρριψεν ἑαυτὴν ἐς δίκτυα ἀφειμένα ἐπ᾽ ἰχθύων θήρᾳ. ταύτην μὲν θεὸν ἐποίησεν Ἄρτεμις, σέβουσι δὲ οὐ Κρῆτες μόνον ἀλλὰ καὶ Αἰγινῆται, λέγοντες φαίνεσθαί σφισιν ἐν τῇ νήσῳ τὴν Βριτόμαρτιν. ἐπίκλησις δέ οἱ παρά τε Αἰγινήταις ἐστὶν Ἀφαία καὶ Δίκτυννα ἐν Κρήτῃ.