Book Read Free

Delphi Complete Works of Pausanias

Page 286

by Pausanias


  [1.7] That this Lycus was the son of Pandion is made clear by the lines on the statue of Methapus, who made certain improvements in the mysteries. Methapus was an Athenian by birth, an expert in the mysteries and founder of all kinds of rites. It was he who established the mysteries of the Cabiri at Thebes, and dedicated in the hut of the Lycomidae a statue with an inscription that amongst other things helps to confirm my account:–

  [8] “ἥγνισα δ᾽ Ἑρμείαο δόμους σεμνῆς τε κέλευθα

  Δάματρος καὶ πρωτογόνου Κούρας, ὅθι φασὶ

  Μεσσήνην θεῖναι Μεγάλαισι θεαῖσιν ἀγῶνα

  Φλυάδεω κλεινοῖο γόνου Καυκωνιάδαο.

  θαύμασα δ᾽ ὡς σύμπαντα Λύκος Πανδιόνιος φὼς

  Ἀτθίδος ἱερὰ ἔργα παρ᾽ Ἀνδανίῃ θέτο κεδνῇ.

  “

  [1.8] I sanctified houses of Hermes and paths of holy Demeter and Kore her firstborn, where they say that Messene established the feast of the Great Goddesses, taught by Caucon, sprung from Phlyus’ noble son. And I wondered that Lycus, son of Pandion, brought all the Attic rite to wise Andania.

  [9] τοῦτο τὸ ἐπίγραμμα δηλοῖ μὲν ὡς παρὰ τὴν Μεσσήνην ἀφίκοιτο ὁ Καύκων ἀπόγονος ὢν Φλύου, δηλοῖ δὲ καὶ τὰ ἐς τὸν Λύκον τά τε ἄλλα καὶ ὡς ἡ τελετὴ τὸ ἀρχαῖον ἦν ἐν Ἀνδανίᾳ. καί μοι καὶ τοῦτο εἰκὸς ἐφαίνετο, τὴν Μεσσήνην μὴ ἑτέρωθι, ἀλλὰ ἔνθα αὐτή τε καὶ Πολυκάων ᾤκουν, καταστήσασθαι τὴν τελετήν.

  [1.9] This inscription shows that Caucon who came to Messene was a descendant of Phlyus, and proves my other statements with regard to Lycus, and that the mysteries were originally at Andania. And it seems natural to me that Messene should have established the mysteries where she and Polycaon lived, not anywhere else.

  2. πυθέσθαι δὲ σπουδῇ πάνυ ἐθελήσας, οἵ τινες παῖδες Πολυκάονι ἐγένοντο ἐκ Μεσσήνης, ἐπελεξάμην τάς τε Ἠοίας καλουμένας καὶ τὰ ἔπη τὰ Ναυπάκτια, πρὸς δὲ αὐτοῖς ὁπόσα Κιναίθων καὶ Ἄσιος ἐγενεαλόγησαν. οὐ μὴν ἔς γε ταῦτα ἦν σφισιν οὐδὲν πεποιημένον, ἀλλὰ Ὕλλου μὲν τοῦ Ἡρακλέους θυγατρὶ Εὐαίχμῃ συνοικῆσαι Πολυκάονα υἱὸν Βούτου λεγούσας τὰς

  μεγάλας οἶδα Ἠοίας, τὰ δὲ ἐς τὸν Μεσσήνης ἄνδρα καὶ τὰ ἐς αὐτὴν Μεσσήνην παρεῖταί σφισι.

  [2.1] II. As I was extremely anxious to learn what children were born to Polycaon by Messene, I read the poem called Eoeae and the epic Naupactia, and in addition to these all the genealogies of Cinaethon and Asius. However, they made no reference to this matter, although I know that the Great Eoeae says that Polycaon, the son of Butes, married Euaichme, the daughter of Hyllus, son of Heracles, but it omits all reference to the husband of Messene and to Messene herself.

  [2] χρόνῳ δὲ ὕστερον, ὡς ἦν τῶν Πολυκάονος οὐδεὶς ἔτι ἀπογόνων, ἐς γενεὰς πέντε ἐμοὶ δοκεῖν προελθόντων καὶ οὐ πλέονας, Περιήρην τὸν Αἰόλου βασιλέα ἐπάγονται. παρὰ τοῦτον ἀφίκετο, ὡς οἱ Μεσσήνιοί φασι, Μελανεύς, τοξεύειν ἀνὴρ ἀγαθὸς καὶ διὰ τοῦτο Ἀπόλλωνος εἶναι νομιζόμενος: καί οἱ τῆς χώρας τὸ Καρνάσιον, τότε δὲ Οἰχαλίαν κληθεῖσαν, ἀπένειμεν ὁ Περιήρης ἐνοικῆσαι: γενέσθαι δὲ ὄνομα Οἰχαλίαν τῇ πόλει φασὶν ἀπὸ τοῦ Μελανέως τῆς γυναικός.

  [2.2] Some time later, as no descendant of Polycaon survived (in my opinion his house lasted for five generations, but no more), they summoned Perieres, the son of Aeolus, as king. To him, the Messenians say, came Melaneus, a good archer and considered for this reason to be a son of Apollo; Perieres assigned to him as a dwelling a part of the country now called the Carnasium, but which then received the name Oechalia, derived, as they say, from the wife of Melaneus.

  [3] Θεσσαλοὶ δὲ καὶ Εὐβοεῖς, ἥκει γὰρ δὴ ἐς ἀμφισβήτησιν τῶν ἐν τῇ Ἑλλάδι τὰ πλείω, λέγουσιν οἱ μὲν ὡς τὸ Εὐρύτιον — χωρίον δὲ ἔρημον ἐφ᾽ ἡμῶν ἐστι τὸ Εὐρύτιον — πόλις τὸ ἀρχαῖον ἦν καὶ ἐκαλεῖτο Οἰχαλία, τῷ δὲ Εὐβοέων λόγῳ Κρεώφυλος ἐν Ἡρακλείᾳ πεποίηκεν ὁμολογοῦντα: Ἑκαταῖος δὲ ὁ Μιλήσιος ἐν Σκίῳ μοίρᾳ τῆς Ἐρετρικῆς ἔγραψεν εἶναι Οἰχαλίαν. ἀλλὰ γὰρ οἱ Μεσσήνιοι τά τε ἄλλα δοκοῦσί μοι μᾶλλον εἰκότα ἐκείνων λέγειν καὶ οὐχ ἥκιστα τῶν ὀστῶν ἕνεκα τῶν Εὐρύτου, ἃ δὴ καὶ ἐν τοῖς ἔπειτά που ὁ λόγος ἐπέξεισί μοι.

  [2.3] Most matters of Greek history have come to be disputed. The Thessalians say that Eurytium, which to-day is not inhabited, was formerly a city and was called Oechalia. The account given by the Euboeans agrees with the statements of Creophylus in his Heraeleia; and Hecataeus of Miletus stated that Oechalia is in Scius, a part of the territory of Eretria. Nevertheless, I think that the whole version of the Messenians is more probable than these, particularly on account of the bones of Eurytus, which my story will deal with later.

  [4] Περιήρει δὲ ἐγεγόνεσαν ἐκ Γοργοφόνης τῆς Περσέως Ἀφαρεὺς καὶ Λεύκιππος, καὶ ὡς ἀπέθανε Περιήρης, ἔσχον οὗτοι τὴν Μεσσηνίων ἀρχήν: κυριώτερος δὲ ἔτι Ἀφαρεὺς ἦν. οὗτος βασιλεύσας πόλιν ᾤκισεν Ἀρήνην ἀπὸ τῆς Οἰβάλου θυγατρός, αὑτοῦ δὲ γυναικὸς τῆς αὐτῆς καὶ ἀδελφῆς ὁμομητρίας: καὶ γὰρ

  Οἰβάλῳ συνῴκησε Γοργοφόνη, καί μοι δὶς ἤδη τὰ ἐς αὐτὴν ὁ λόγος ἔν τε τῇ Ἀργολίδι ἐδήλωσε καὶ ἐν τῇ Λακωνικῇ συγγραφῇ.

  [2.4] Perieres had issue by Gorgophone the daughter of Perseus, Aphareus and Leucippus, and after his death they inherited the Messenian kingdom. But Aphareus had the greater authority. On his accession he founded a city Arene, named after the daughter of Oebalus, who was both his wife and sister by the same mother. For Gorgophone was married to Oebalus. The facts regarding her have already been given twice, in my account of the Argolid and of Laconia.

  [5] ὁ δ᾽ οὖν Ἀφαρεὺς πόλιν τε ἔκτισεν ἐν τῇ Μεσσηνίᾳ τὴν Ἀρήνην καὶ Νηλέα τὸν Κρηθέως τοῦ Αἰόλου, Ποσειδῶνος δὲ ἐπίκλησιν, ἀνεψιὸν ὄντα αὐτῷ, φεύγοντα ἐξ Ἰωλκοῦ Πελίαν ἐδέξατο οἴκῳ καὶ τῆς γῆς οἱ ἔδωκε τὰ ἐπὶ θαλάσσῃ, ἐν οἷς ἄλλαι τε ἦσαν πόλεις καὶ ἡ Πύλος, ἔνθα καὶ ᾤκησε καὶ τὸ βασίλειον κατεστήσατο ὁ Νηλεύς.

  [2.5] Aphareus then founded the city of Arena in Messenia, and received into his house his cousin Neleus the son of Cretheus, son of Aeolus (he was also called a son of Poseidon), when he was driven from Iolcos by Pelias. He gave him the maritime part of the land, where with other towns was Pylos, in which Neleus settled and established his palace.

  [6] ἀφίκετο δὲ ἐς τὴν
Ἀρήνην καὶ Λύκος ὁ Πανδίονος, ὅτε καὶ αὐτὸς τὸν ἀδελφὸν Αἰγέα ἐξ Ἀθηνῶν ἔφευγε: καὶ τὰ ὄργια ἐπέδειξε τῶν Μεγάλων θεῶν Ἀφαρεῖ καὶ τοῖς παισὶ καὶ τῇ γυναικὶ Ἀρήνῃ: ταῦτα δέ σφισιν ἐπεδείκνυτο ἀγαγὼν ἐς τὴν Ἀνδανίαν, ὅτι καὶ τὴν Μεσσήνην ὁ Καύκων ἐμύησεν ἐνταῦθα.

  [2.6] Lycus the son of Pandion also came to Arene, when he too was driven from Athens by his brother Aegeus, and revealed the rites of the Great Goddesses to Aphareus and his children and to his wife Arene; but it was to Andania that he brought the rites and revealed them there, as it was there that Caucon initiated Messene.

  [7] Ἀφαρεῖ δὲ τῶν παίδων πρεσβύτερος μὲν καὶ ἀνδρειότερος Ἴδας, νεώτερος δὲ ἦν Λυγκεύς, ὃν ἔφη Πίνδαρος — ὅτῳ πιστὰ — οὕτως ὀξὺ ὁρᾶν ὡς καὶ διὰ στελέχους θεᾶσθαι δρυός. Λυγκέως μὲν δὴ παῖδα οὐκ ἴσμεν γενόμενον, Ἴδα δὲ Κλεοπάτραν θυγατέρα ἐκ Μαρπήσσης, ἣ Μελεάγρῳ συνῴκησεν. ὁ δὲ τὰ ἔπη ποιήσας τὰ Κύπρια Πρωτεσιλάου φησίν, ὃς ὅτε κατὰ τὴν Τρῳάδα ἔσχον Ἕλληνες ἀποβῆναι πρῶτος ἐτόλμησε, Πρωτεσιλάου τούτου τὴν γυναῖκα Πολυδώραν μὲν τὸ ὄνομα, θυγατέρα δὲ Μελεάγρου φησὶν εἶναι τοῦ Οἰνέως. εἰ τοίνυν ἐστὶν ἀληθές, αἱ γυναῖκες αὗται τρεῖς οὖσαι τὸν ἀριθμὸν ἀπὸ Μαρπήσσης ἀρξάμεναι προαποθανοῦσι πᾶσαι τοῖς ἀνδράσιν ἑαυτὰς ἐπικατέσφαξαν.

  [2.7] Of the children born to Aphareus Idas was the elder and more brave, Lynceus the younger; he, if Pindar’s words are credible, possessed eyesight so keen that he saw through the trunk of an oak. We know of no child of Lynceus, but Idas had by Marpessa a daughter Cleopatra, who married Meleager. The writer of the epic Cypria says that the wife of Protesilaus, the first who dared to land when the Greeks reached Troy, was named Polydora, whom he calls a daughter of Meleager the son of Oeneus. If this is correct, these three women, the first of whom was Marpessa, all slew themselves on the death of their husbands.

  3. ἐπεὶ δὲ τοῖς Ἀφαρέως παισὶ πρὸς τοὺς Διοσκούρους ἐγένετο ἀνεψιοὺς ὄντας μάχη περὶ τῶν βοῶν καὶ τὸν μὲν Πολυδεύκης ἀπέκτεινεν, Ἴδαν δὲ ἐπέλαβε τὸ χρεὼν κεραυνωθέντα, ὁ μὲν Ἀφαρέως οἶκος γένους παντὸς ἠρήμωτο τοῦ ἄρρενος, ἐς δὲ Νέστορα τὸν τοῦ Νηλέως περιῆλθε Μεσσηνίων ἡ ἀρχὴ τῶν τε ἄλλων καὶ ὅσων πρότερον ἐβασίλευεν Ἴδας, πλὴν ὅσοι τοῖς Ἀσκληπιοῦ παισὶν αὐτῶν ὑπήκουον.

  [3.1] III. After the fight about the cattle between the sons of Aphareus and their cousins the Dioscuri, when Lynceus was killed by Polydeuces and Idas met his doom from the lightning, the house of Aphareus was bereft of all male descendants, and the kingdom of Messenia passed to Nestor the son of Neleus, including all the part ruled formerly by Idas, but not that subject to the sons of Asclepius.

  [2] καὶ γὰρ τοὺς Ἀσκληπιοῦ παῖδας στρατεῦσαί φασιν ἐπ᾽ Ἴλιον Μεσσηνίους ὄντας, Ἀρσινόης γὰρ Ἀσκληπιὸν τῆς Λευκίππου καὶ οὐ Κορωνίδος παῖδα εἶναι: καὶ Τρίκκαν τε καλοῦσιν ἔρημον ἐν τῇ Μεσσηνίᾳ χωρίον καὶ ἔπη τῶν Ὁμήρου καταλέγουσιν, ἐν οἷς τὸν Μαχάονα ὁ Νέστωρ τῷ ὀιστῷ βεβλημένον περιέπων ἐστὶν εὐνοϊκῶς: οὐκ ἂν οὖν αὐτὸν εἰ μὴ ἐς γείτονα καὶ ἀνθρώπων βασιλέα ὁμοφύλων προθυμίαν τοσήνδε γε ἐπιδείξασθαι. οἳ δὲ καὶ μάλιστα ἤδη βεβαιοῦνται τὸν ἐς τοὺς Ἀσκληπιάδας λόγον, ἀποφαίνοντες ἐν Γερηνίᾳ Μαχάονος μνῆμα καὶ τὸ ἐν Φαραῖς τῶν Μαχάονος παίδων ἱερόν.

  [3.2] For they say that the sons of Asclepius who went to Troy were Messenians, Asclepius being the son of Arsinoe, daughter of Leucippus, not the son of Coronis, and they call a desolate spot in Messenia by the name Tricca and quote the lines of Homer, in which Nestor tends Machaon kindly, when he has been wounded by the arrow. He would not have shown such readiness except to a neighbor and king of a kindred people. But the surest warrant for their account of the Asclepiadae is that they point to a tomb of Machaon in Gerenia and to the sanctuary of his sons at Pharae.

  [3] διαπολεμηθέντος δὲ τοῦ πρὸς Ἴλιον πολέμου καὶ Νέστορος ὡς ἐπανῆλθεν οἴκαδε τελευτήσαντος, Δωριέων στόλος καὶ ἡ κάθοδος Ἡρακλειδῶν γενομένη δύο γενεαῖς ὕστερον ἐξέβαλε τοὺς Νηλέως ἀπογόνους ἐκ τῆς Μεσσηνίας. καί μοι ταῦτα ἐγένετο ἤδη τῷ λόγῳ προσθήκη τῷ ἐς Τισαμενόν: πλὴν τοσόνδε ἔτι δηλώσω. Τημένῳ τῶν Δωριέων Ἄργος ἐφέντων ἔχειν, Κρεσφόντης γῆν σφᾶς ᾔτει τὴν Μεσσηνίαν ἅτε καὶ αὐτὸς

  Ἀριστοδήμου πρεσβύτερος.

  [3.3] After the conclusion of the Trojan war and the death of Nestor after his return home, the Dorian expedition and return of the Heracleidae, which took place two generations later, drove the descendants of Nestor from Messenia. This has already formed a part of my account of Tisamenus.

  MESSENIA, HISTORY

  I will only add the following: When the Dorians assigned Argos to Temenus, Cresphontes asked them for the land of Messenia, in that he was older than Aristodemus.

  [4] Ἀριστόδημος μὲν οὖν ἐτύγχανεν ἤδη τεθνεώς, Θήρας δὲ ὁ Αὐτεσίωνος τῷ Κρεσφόντῃ μάλιστα ἠναντιοῦτο, τὸ μὲν ἀνέκαθεν Θηβαῖός τε καὶ ἀπόγονος πέμπτος Πολυνείκους τοῦ Οἰδίποδος, τότε δὲ ἐπετρόπευεν Ἀριστοδήμου τοὺς παῖδας θεῖος ὢν πρὸς μητρός: Αὐτεσίωνος γὰρ θυγατέρα Ἀριστόδημος ἔγημεν ὄνομα Ἀργείαν. Κρεσφόντης δὲ — γενέσθαι γάρ οἱ ἤθελε τὴν Μεσσηνίαν πάντως μοῖραν — Τημένου δεῖται, παρεσκευασμένος δὲ τοῦτον τῷ κλήρῳ δῆθεν ἐφίησι.

  [3.4] Aristodemus was now dead, but Cresphontes was vigorously opposed by Theras the son of Autesion, who was of Theban origin and fourth in descent from Polyneices the son of Oedipus. He was at that time guardian of the sons of Aristodemus, being their uncle on the mother’s side, Aristodemus having married a daughter of Autesion, called Argeia. Cresphontes, wishing to obtain Messenia as his portion at all costs, approached Temenus, and having suborned him pretended to leave the decision to the lot.

  [5] Τήμενος δὲ ἐς ὑδρίαν, ἐνόντος ἐν αὐτῇ καὶ ὕδατος, καθίησι τῶν Ἀριστοδήμου παίδων καὶ Κρεσφόντου τοὺς πάλους ἐπὶ διῃρημένοις, μοῖραν ἀναιρεῖσθαι τῆς χώρας προτέρους ὁποτέρων ἂν πάλος ἀνέλθῃ πρότερον. τοὺς μὲν δὴ πάλους γῆς ὁ Τήμενος ἐπεποίητο ἀμφοτέρους, ἀλλὰ τοῖς μὲν Ἀριστοδήμου παισὶ ξηρᾶς ὑπὸ ἡλίου,
Κρεσφόντῃ δὲ ὀπτῆς πυρί: ὅ τε δὴ τῶν Ἀριστοδήμου παίδων πάλος κατετέτηκτο καὶ ὁ Κρεσφόντης οὕτω λαχὼν γῆν αἱρεῖται τὴν Μεσσηνίαν.

  [3.5] Temenus put the lots of the children of Aristodemus and of Cresphontes into a jar containing water, the terms being that the party whose lot came up first should be the first to choose a portion of the country. Temenus had caused both lots to be made of clay, but for the sons of Aristodemus sun-dried, for Cresphontes baked with fire. So the lot of the sons of Aristodemus was dissolved, and Cresphontes, winning in this way, chose Messenia.

  [6] Μεσσηνίων δὲ τῶν ἀρχαίων οὐκ ἐγένετο ὑπὸ τῶν Δωριέων ὁ δῆμος ἀνάστατος, ἀλλὰ βασιλεύεσθαί τε συγχωροῦσιν ὑπὸ Κρεσφόντου καὶ ἀναδάσασθαι πρὸς τοὺς Δωριέας τὴν γῆν: ταῦτα δέ σφισιν εἴκειν παρίστατο ὑποψίᾳ πρὸς τοὺς βασιλεύοντας, ὅτι ἦσαν ἐξ Ἰωλκοῦ τὸ ἀνέκαθεν οἱ Νηλεῖδαι. γυναῖκα δὲ ἔσχε Κρεσφόντης Μερόπην τὴν Κυψέλου, βασιλεύοντος τότε Ἀρκάδων, ἀφ᾽ ἧς ἄλλοι τε δὴ παῖδες ἐγένοντο αὐτῷ καὶ νεώτατος Αἴπυτος:

  [3.6] The common people of the old Messenians were not dispossessed by the Dorians, but agreed to be ruled by Cresphontes and to divide the land with the Dorians. They were induced to give way to them in this by the suspicion which they felt for their rulers, as the Neleidae were originally of Iolcos. Cresphontes took to wife Merope the daughter of Cypselus, then king of the Arcadians, by whom with other children was born to him Aepytus his youngest.

 

‹ Prev