Book Read Free

Delphi Complete Works of Pausanias

Page 299

by Pausanias


  [23.2] But he said that while he lived, he would make war on the Lacedaemonians, as he knew well that trouble would always be brewing for Sparta through him, but he gave them Gorgus and Manticlus as leaders. Euergetidas too had retired to Mount Lycaeus with the rest of the Messenians. From there, when he saw that Aristomenes’ plan to seize Sparta had failed, he persuaded some fifty of the Messenians to go back with him to Eira and attack the Lacedaemonians,

  [3] πένθος σφίσιν ἐποίησε. καὶ τὸν μὲν ἐνταῦθα

  ἐπιλαμβάνει τὸ χρεών, Ἀριστομένης δὲ ὡς τοὺς ἡγεμόνας τοῖς Μεσσηνίοις ἐπέταξεν ἰέναι ἐς Κυλλήνην, ὅστις ἐθέλοι μετέχειν τῆς ἀποικίας. καὶ μετέσχον ἅπαντες, πλὴν εἰ γῆράς τινα ἀπεῖργεν ἢ μηδὲ εὐπορῶν ἔτυχεν ἐς τὴν ἀποδημίαν: οὗτοι δὲ αὐτοῦ κατέμειναν παρὰ τοῖς Ἀρκάσιν.

  [23.3] and coming upon them while they were still plundering, he turned their celebrations of victory to grief. He then met his doom there, but Aristomenes ordered all the Messenians who wished to take part in the colony to join the leaders at Cyllene. And all took part except those debarred by age or lack of funds for journeying abroad. These remained here with the Arcadians.

  [4] ἑάλω δὲ ἡ Εἶρα καὶ ὁ πόλεμος ὁ δεύτερος Λακεδαιμονίων καὶ Μεσσηνίων τέλος ἔσχεν Ἀθηναίοις ἄρχοντος Αὐτοσθένους, ἔτει πρώτῳ τῆς ὀγδόης τε καὶ εἰκοστῆς Ὀλυμπιάδος, ἣν ἐνίκα Χίονις Λάκων.

  [23.4] Eira was taken, and the second war between the Lacedaemonians and Messenians completed in the archonship of Autosthenes at Athens, and in the first year of the twenty-eighth Olympiad, when Chionis the Laconian was victorious.

  [5] ὡς δὲ ἐς τὴν Κυλλήνην οἱ Μεσσήνιοι συνελέχθησαν, τὸν μὲν παρόντα χειμῶνα ἔδοξεν αὐτοῦ χειμάζειν, καὶ τὴν ἀγοράν σφισι καὶ χρήματα οἱ Ἠλεῖοι παρεῖχον: ἅμα δὲ τῷ ἦρι ἐβουλεύοντο ποῖ χρὴ σταλῆναι. γνῶμαι δὲ ἦσαν Γόργου μὲν Ζάκυνθον τὴν ὑπὲρ Κεφαλληνίας καταλαβόντας καὶ νησιώτας ἀντὶ ἠπειρωτῶν γενομένους ναυσὶν ἐς τὰ παραθαλάσσια τῆς Λακωνικῆς ἐπιπλέοντας κακοῦν τὴν γῆν: Μάντικλος δὲ ἐκέλευε Μεσσήνης μὲν καὶ τοῦ Λακεδαιμονίων ἔχθους λαβεῖν λήθην, πλεύσαντας δὲ ἐς Σαρδὼ κτήσασθαι μεγίστην τε νῆσον καὶ εὐδαιμονίᾳ πρώτην.

  [23.5] When the Messenians assembled at Cyllene, they resolved to winter there for that season, the Eleians providing a market and funds. With the spring they began to debate where they should go. It was the view of Gorgus that they should occupy Zacynthos off Cephallenia, becoming islanders instead of mainlanders, and raid the coasts of Laconia with their ships and ravage the land. But Manticlus bade them forget Messene and their hatred of the Lacedaemonians, and sail to Sardinia and win an island which was of the largest extent and greatest fertility.

  [6] ἐν τοσούτῳ δὲ Ἀναξίλας παρὰ τοὺς Μεσσηνίους ἀπέστελλεν ἐς Ἰταλίαν καλῶν. ὁ δὲ Ἀναξίλας ἐτυράννει μὲν Ῥηγίου, τέταρτος δὲ ἀπόγονος ἦν Ἀλκιδαμίδου: μετῴκησε δὲ Ἀλκιδαμίδας ἐκ Μεσσήνης ἐς Ῥήγιον μετὰ τὴν Ἀριστοδήμου τοῦ βασιλέως τελευτὴν καὶ Ἰθώμης τὴν ἅλωσιν. οὗτος οὖν ὁ Ἀναξίλας τοὺς Μεσσηνίους μετεπέμπετο: ἐλθοῦσί τε ἔλεγεν ὡς Ζαγκλαῖοι διάφοροι μέν εἰσιν αὐτῷ, χώραν δὲ εὐδαίμονα καὶ πόλιν ἐν καλῷ τῆς Σικελίας ἔχουσιν, ἃ δὴ σφίσιν ἐθέλειν ἔφη συγκατεργασάμενος δοῦναι. προσεμένων δὲ τὸν λόγον, οὕτως Ἀναξίλας διεβίβασεν ἐς Σικελίαν αὐτούς.

  [23.6] Meantime Anaxilas sent to the Messenians and summoned them to Italy. He was tyrant of Rhegium, third in descent from Alcidamidas, who had left Messene for Rhegium after the death of king Aristodemus and the capture of Ithome. So now this Anaxilas summoned the Messenians. When they came, he said that the people of Zancle were at war with him, and that they possessed a prosperous land and city well placed in Sicily; and these he said he was ready to give them and help them to conquer. When they accepted the proposal, Anaxilas then transported them to Sicily.

  [7] Ζάγκλην δὲ τὸ μὲν ἐξ ἀρχῆς κατέλαβον λῃσταί, καὶ ἐν ἐρήμῳ τῇ γῇ τειχίσαντες ὅσον περὶ τὸν λιμένα ὁρμητηρίῳ πρὸς τὰς καταδρομὰς καὶ ἐς τοὺς ἐπίπλους ἐχρῶντο: ἡγεμόνες δὲ ἦσαν αὐτῶν Κραταιμένης Σάμιος καὶ Περιήρης ἐκ Χαλκίδος. Περιήρει δὲ ὕστερον καὶ Κραταιμένει καὶ ἄλλους ἐπαγαγέσθαι τῶν Ἑλλήνων ἔδοξεν οἰκήτορας.

  [23.7] Zancle was originally occupied by pirates, who, as the land was uninhabited, walled off the harbor and used it as a base for their raids and cruises. Their leaders were Crataemenes a Samian and Perieres of Chalcis. Later Perieres and Crataemenes resolved to introduce other Greek settlers.

  [8] τότε δὲ τοὺς Ζαγκλαίους ὅ τε Ἀναξίλας ναυσὶν ἀνταναγομένους ἐνίκησε καὶ οἱ Μεσσήνιοι μάχῃ πεζῇ: Ζαγκλαῖοι δὲ κατὰ γῆν τε ὑπὸ Μεσσηνίων καὶ ναυσὶν ἅμα ἐκ θαλάσσης ὑπὸ Ῥηγίνων πολιορκούμενοι, καὶ ἁλισκομένου σφίσιν ἤδη τοῦ τείχους, ἐπί τε βωμοὺς θεῶν καὶ πρὸς τὰ ἱερὰ καταφεύγουσιν. Ἀναξίλας μὲν οὖν τοῖς Μεσσηνίοις παρεκελεύετο τούς τε ἱκετεύοντας Ζαγκλαίων ἀποκτείνειν καὶ τοὺς λοιποὺς γυναιξὶν ὁμοῦ καὶ παισὶν ἀνδραποδίσασθαι:

  [23.8] Anaxilas defeated the Zanclaeans, when they put to sea to oppose him, and the Messenians did the like by land, and the Zanclaeans, blockaded on land by the Messenians and from the sea by the fleet of the Rhegines, when their wall was carried, fled for refuge to the altars of the gods and to the temples. Anaxilas, however, advised the Messenians to put to death the suppliant Zanclaeans and to enslave the rest together with the women and children.

  [9] Γόργος δὲ καὶ Μάντικλος παρῃτοῦντο Ἀναξίλαν μὴ σφᾶς, ὑπὸ συγγενῶν ἀνδρῶν πεπονθότας ἀνόσια, ὅμοια αὐτοὺς ἐς ἀνθρώπους Ἕλληνας ἀναγκάσαι δρᾶσαι. μετὰ δὲ τοῦτο ἤδη τοὺς Ζαγκλαίους ἀνίστασαν ἀπὸ τῶν βωμῶν καὶ ὅρκους δόντες καὶ αὐτοὶ παρ᾽ ἐκείνων λαβόντες ᾤκησαν ἀμφότεροι κοινῇ: ὄνομα δὲ τῇ πόλει μετέθεσαν Μεσσήνην ἀντὶ Ζάγκλης καλεῖσθαι.

  [23.9] But Gorgus and Manticlus besought Anaxilas not to compel them, the victims of unholy treatment at the hands of kinsmen, to do the like to men of Greek race. After this they made the Zanclaeans rise from the altars, and exchanging pledges with them, dwelt together in common. They changed the name of the city from Zancle to Messene.

  [10] ταῦτα δὲ ἐπὶ τῆς Ὀλυμπιάδος ἐπράχθη τῆς ἐνάτης καὶ εἰκοστῆς, ἣν Χίονις Λάκων τὸ δεύτ
ερον ἐνίκα, Μιλτιάδου παρ᾽ Ἀθηναίοις ἄρχοντος. Μάντικλος δὲ καὶ τὸ ἱερὸν Μεσσηνίοις τοῦ Ἡρακλέους ἐποίησε, καὶ ἔστιν ἐκτὸς τείχους ὁ θεὸς ἱδρυμένος, Ἡρακλῆς καλούμενος Μάντικλος, καθάπερ γε καὶ Ἄμμων ἐν Λιβύῃ καὶ ὁ ἐν Βαβυλῶνι Βῆλος ὁ μὲν ἀπὸ ἀνδρὸς Αἰγυπτίου Βήλου τοῦ Λιβύης ὄνομα ἔσχεν, Ἄμμων δὲ ἀπὸ τοῦ ἱδρυσαμένου ποιμένος.

  Μεσσηνίοις μὲν οὖν τοῖς φεύγουσιν ἐγεγόνει πέρας τῆς ἄλης:

  [23.10] This event took place in the twenty-ninth Olympiad, when Chionis the Laconian was victorious for the second time. Miltiades was archon at Athens. Manticlus founded the temple of Heracles for the Messenians; the temple of the god is outside the walls and he is called Heracles Manticlus, just as Ammon in Libya and Belus in Babylon are named, the latter from an Egyptian, Belus the son of Libya, Ammon from the shepherd-founder. Thus the exiled Messenians reached the end of their wanderings.

  24. Ἀριστομένης δὲ ὡς τὴν ἡγεμονίαν ἀπείπατο τῶν ἐς τὴν ἀποικίαν στελλομένων, τὰς θυγατέρας τὴν πρεσβυτάτην καὶ τὴν ἐπὶ ταύτῃ καὶ Ἁγναγόραν τὴν ἀδελφὴν τὴν μὲν Θάρυκι ἐς Φιγαλίαν, Δαμοθοΐδᾳ δὲ Λεπρεάτῃ καὶ Ἡραιεῖ Θεοπόμπῳ τὰς θυγατέρας συνῴκισεν: αὐτὸς δὲ ἀφικόμενος ἐς Δελφοὺς ἐχρῆτο τῷ θεῷ. καὶ τὸ μὲν τῷ Ἀριστομένει γενόμενον μάντευμα οὐ λέγεται:

  [24.1] XXIV. After declining the leadership of the men setting forth to found a colony, Aristomenes gave his sister Hagnagora in marriage to Tharyx at Phigalia, and his daughters, both the eldest and the next in age, to Damothoidas of Lepreum and Theopompus of Heraea. He himself went to Delphi to enquire of the god. The reply that was given to Aristomenes is not recorded,

  [2] Δαμαγήτῳ δὲ Ῥοδίῳ βασιλεύοντι ἐν Ἰαλυσῷ, τότε δὲ ἥκοντι παρὰ τὸν Ἀπόλλωνα καὶ ἐρωτῶντι ὁπόθεν ἀγαγέσθαι χρὴ γυναῖκα, ἔχρησεν ἡ Πυθία θυγατέρα ἀνδρὸς τῶν Ἑλλήνων τοῦ ἀρίστου λαβεῖν. ὁ δὲ — ἦν γὰρ καὶ τρίτη τῷ Ἀριστομένει θυγάτηρ — γαμεῖ ταύτην, Ἑλλήνων τῶν τότε ἐκεῖνον μακρῷ δή τινι ἄριστον νομίζων. Ἀριστομένης δὲ ἐς μὲν τὴν Ῥόδον ἀφίκετο σὺν τῇ θυγατρί, ἐκεῖθεν δὲ ἔς τε Σάρδεις ἐνενόει παρὰ Ἄρδυν τὸν Γύγου καὶ ἐς Ἐκβάτανα τὰ Μηδικὰ ἀναβῆναι παρὰ τὸν βασιλέα Φραόρτην:

  [24.2] but when Damagetus the Rhodian, who reigned at Ialysos, came to Apollo and asked whence he should take a wife, the Pythia bade him take a daughter of the bravest of the Greeks. As Aristomenes had a third daughter, he married her, considering that Aristomenes was by far the bravest of the Greeks of that age. Aristomenes, coming to Rhodes with his daughter, purposed to go up from there to Sardis to Ardys the son of Gyges, and to Ecbatana of the Medes to king Phraortes.

  [3] ἀλλὰ γὰρ πρότερον τούτων συνέπεσεν ἀποθανεῖν αὐτῷ νοσήσαντι, οὐ γὰρ ἔδει συμφορὰν οὐδεμίαν Λακεδαιμονίοις ἔτι ἐξ Ἀριστομένους γενέσθαι. τελευτήσαντι δὲ αὐτῷ Δαμάγητος καὶ οἱ Ῥόδιοι μνῆμά τε ἐπιφανὲς ἐποίησαν καὶ ἔνεμον ἀπὸ ἐκείνου τιμάς. τὰ μὲν δὴ λεγόμενα ἐς τοὺς Διαγορίδας καλουμένους ἐν Ῥόδῳ, γεγονότας δὲ ἀπὸ Διαγόρου τοῦ Δαμαγήτου τοῦ Δωριέως τοῦ Δαμαγήτου τε καὶ τῆς Ἀριστομένους θυγατρός, παρῆκα, μὴ οὐ κατὰ καιρὸν δοκοίην γράφειν:

  [24.3] But ere that he was overtaken by illness and death, for no further misfortune was to befall the Lacedaemonians at the hands of Aristomenes. On his death Damagetus and the Rhodians built him a splendid tomb and paid honor to him thenceforward. I omit what is recorded of the Diagoridae in Rhodes, as they are called, a line sprung from Diagoras the son of Damagetus, son of Dorieus, who was the son of Damagetus and of the daughter of Aristomenes, lest it should seem to be irrelevant.

  [4] Λακεδαιμόνιοι δὲ τότε, ὡς ἐπεκράτησαν τῆς Μεσσηνίας, τὴν μὲν ἄλλην πλὴν τῆς Ἀσιναίων αὐτοὶ διελάγχανον, Μοθώνην δὲ Ναυπλιεῦσιν ἐδίδοσαν ἐκπεπτωκόσιν ἐκ Ναυπλίας ἔναγχος ὑπὸ Ἀργείων.

  [24.4] Now the Lacedaemonians, gaining possession of Messenia, divided it all among themselves, except the land belonging to the people of Asine; but they gave Mothone to the men of Nauplia, who had recently been driven from their town by the Argives.

  [5] Μεσσηνίων δὲ τοὺς ἐγκαταληφθέντας ἐν τῇ γῇ, συντελοῦντας κατὰ ἀνάγκην ἐς τοὺς εἵλωτας, ἐπέλαβεν ἀπὸ Λακεδαιμονίων ὕστερον ἀποστῆναι κατὰ τὴν ἐνάτην Ὀλυμπιάδα καὶ ἑβδομηκοστήν, ἣν Κορίνθιος ἐνίκα Ξενοφῶν, Ἀρχιμήδους Ἀθήνῃσιν ἄρχοντος: ἀπέστησαν δὲ καιρὸν τοιόνδε εὑρόντες. Λακεδαιμονίων ἄνδρες ἀποθανεῖν ἐπὶ ἐγκλήματι ὅτῳ δὴ καταγνωσθέντες ἱκέται καταφεύγουσιν ἐς Ταίναρον: ἐντεῦθεν δὲ ἡ ἀρχὴ τῶν ἐφόρων ἀπὸ τοῦ βωμοῦ σφᾶς ἀποσπάσασα ἀπέκτεινε.

  [24.5] The Messenians who were captured in the country, reduced by force to the position of serfs, were later moved to revolt from the Lacedaemonians in the seventy-ninth Olympiad, when Xenophon the Corinthian was victorious. Archimedes was archon at Athens. The occasion which they found for the revolt was this. Certain Lacedaemonians who had been condemned to death on some charge fled as suppliants to Taenarum but the board of ephors dragged them from the altar there and put them to death.

  [6] Σπαρτιάταις δὲ ἐν οὐδενὶ λόγῳ θεμένοις τοὺς ἱκέτας ἀπήντησεν ἐκ Ποσειδῶνος μήνιμα, καί σφισιν ἐς ἔδαφος τὴν πόλιν πᾶσαν κατέβαλεν ὁ θεός. ἐπὶ δὲ τῇ συμφορᾷ ταύτῃ καὶ τῶν εἱλώτων ὅσοι Μεσσήνιοι τὸ ἀρχαῖον ἦσαν, ἐς τὸ ὄρος τὴν Ἰθώμην ἀπέστησαν. Λακεδαιμόνιοι δὲ ἄλλα τε μετεπέμποντο συμμαχικὰ ἐπ᾽ αὐτοὺς καὶ Κίμωνα τὸν Μιλτιάδου πρόξενόν σφισιν ὄντα καὶ Ἀθηναίων δύναμιν: ἀφικομένους δὲ τοὺς Ἀθηναίους ὑποπτεῦσαι δοκοῦσιν ὡς τάχα νεωτερίσοντας καὶ ὑπὸ τῆς ὑποψίας ἀποπέμψασθαι μετ᾽ οὐ πολὺ ἐξ Ἰθώμης.

  [24.6] As the Spartans paid no heed to their being suppliants, the wrath of Poseidon came upon them, and the god razed all their city to the ground. At this disaster all the serfs who were of Messenian origin seceded to Mount Ithome. Against them the Lacedaemonians, amongst other allies, called to their assistance Cimon the son of Miltiades, their patron in Athens, and an Athenian force. But when the Athenians arrived, they seem to have regarded them with suspicion that they were likely to promote revolution, and as a result of this suspicion to have soon dismissed them from Ithome.

  MESSENIANS AT NAUPACTUS, HISTORY

  [7] Ἀθ�
�ναῖοι δὲ τὴν ἐς αὐτοὺς τῶν Λακεδαιμονίων ὑπόνοιαν συνέντες Ἀργείοις τε φίλοι δι᾽ αὐτὸ ἐγένοντο καὶ Μεσσηνίων τοῖς ἐν Ἰθώμῃ πολιορκουμένοις ἐκπεσοῦσιν ὑποσπόνδοις ἔδοσαν Ναύπακτον, ἀφελόμενοι Λοκροὺς τοὺς πρὸς Αἰτωλίᾳ καλουμένους Ὀζόλας. τοῖς δὲ Μεσσηνίοις παρέσχεν ἀπελθεῖν ἐξ Ἰθώμης τοῦ τε χωρίου τὸ ἐχυρὸν καὶ ἅμα Λακεδαιμονίοις προεῖπεν ἡ Πυθία ἦ μὴν εἶναί σφισι δίκην ἁμαρτοῦσιν ἐς τοῦ Διὸς τοῦ Ἰθωμάτα τὸν ἱκέτην.

  ὑπόσπονδοι μὲν ἐκ Πελοποννήσου τούτων ἕνεκα ἀφείθησαν:

  [24.7] The Athenians, realizing the feelings of the Lacedaemonians towards them, made friends therefore with the Argives, and gave Naupactus to the Messenians besieged in Ithome, when they were allowed to depart under a truce. They had taken Naupactus from the Locrians adjoining Aetolia, called the Ozolian. The retirement of the Messenians from Ithome was secured by the strength of the place; also the Pythia announced to the Lacedaemonians that assuredly they would be punished if they committed a crime against the suppliant of Zeus of Ithome. For this reason then they were allowed to go from Peloponnese under a truce.

  25. ἐπεὶ δὲ ἔσχον τὴν Ναύπακτον, οὐκ ἀπέχρη πόλιν τε αὐτοῖς καὶ χώραν εἰληφέναι παρὰ Ἀθηναίων, ἀλλὰ σφᾶς πόθος εἶχεν ἰσχυρὸς χερσὶ ταῖς αὑτῶν φανῆναι λόγου τι κεκτημένους ἄξιον. καὶ ἠπίσταντο γὰρ Οἰνιάδας Ἀκαρνάνων γῆν τε ἔχοντας ἀγαθὴν καὶ Ἀθηναίοις διαφόρους τὸν πάντα ὄντας χρόνον, στρατεύουσιν ἐπ᾽ αὐτούς. ὄντες δὲ ἀριθμῷ μὲν οὐ πλείους, ἀρετῇ δὲ καὶ πολὺ ἀμείνονες ὄντες τῇ σφετέρᾳ νικῶσι, καὶ ἐπολιόρκουν κατακεκλειμένους ἐς τὸ τεῖχος.

 

‹ Prev