by Pausanias
[7] Ἐπαμινώνδᾳ μὲν ταῦτα ἔλεγεν, Ἐπιτέλει δὲ τῷ Αἰσχίνου τάδε ἐμήνυε — στρατηγεῖν δὲ αὐτὸν οἱ Ἀργεῖοι τὸν Ἐπιτέλην καὶ Μεσσήνην ἀνοικίζειν ᾕρηντο — τοῦτον οὖν τὸν ἄνδρα ἐκέλευεν ὁ ὄνειρος, ἔνθα ἂν τῆς Ἰθώμης εὕρῃ πεφυκυῖαν σμίλακα καὶ μυρσίνην, τὸ μέσον ὀρύξαντα αὐτῶν ἀνασῶσαι τὴν γραῦν: κάμνειν γὰρ ἐν τῷ χαλκῷ καθειργμένην θαλάμῳ καὶ ἤδη λιποψυχεῖν αὐτήν. ὁ δὲ Ἐπιτέλης, ὡς ἐπελάμβανεν ἡμέρα, παραγενόμενος ἐς τὸ εἰρημένον χωρίον ἐπέτυχεν ὀρύσσων ὑδρίᾳ χαλκῇ, καὶ αὐτίκα παρὰ τὸν Ἐπαμινώνδαν
[26.7] This he said to Epaminondas, and revealed this to Epiteles the son of Aeschines, who had been chosen by the Argives to be their general and to refound Messene. He was bidden by the dream, wherever he found yew and myrtle growing on Ithome, to dig between them and recover the old woman, for, shut in her brazen chamber, she was overcome and well-nigh fainting. When day dawned, Epiteles went to the appointed place, and as he dug, came upon a brazen urn.
[8] κομίσας τό τε ἐνύπνιον ἐξηγεῖτο καὶ αὐτὸν ἐκεῖνον τὸ πῶμα ἀφελόντα ἐκέλευεν ὅ τι ἐνείη σκοπεῖσθαι. ὁ δὲ θύσας καὶ εὐξάμενος τῷ πεφηνότι ὀνείρατι ἤνοιγε τὴν ὑδρίαν, ἀνοίξας δὲ εὗρε κασσίτερον ἐληλασμένον ἐς τὸ λεπτότατον: ἐπείλικτο δὲ ὥσπερ τὰ βιβλία. ἐνταῦθα τῶν Μεγάλων θεῶν ἐγέγραπτο ἡ τελετή, καὶ τοῦτο ἦν παρακαταθήκη τοῦ Ἀριστομένους. τοῦτον τὸν ἐπελθόντα τῷ Ἐπιτέλει καὶ Ἐπαμινώνδᾳ καθεύδουσι
Καύκωνα εἶναι λέγουσιν, ὃς ἀφίκετο ἐξ Ἀθηνῶν ἐς Ἀνδανίαν παρὰ Μεσσήνην τὴν Τριόπα.
[26.8] He took it at once to Epaminondas, told him the dream and bade him remove the lid and see what was within. Epaminondas, after sacrifice and prayer to the vision that had appeared, opened the urn and having opened it found some tin foil, very thin, rolled like a book. On it were inscribed the mysteries of the Great Goddesses, and this was the pledge deposited by Aristomenes. They say that the man who appeared to Epiteles and Epaminondas in their sleep was Caucon, who came from Athens to Messene the daughter of Triopas at Andania.
27. τὸ δὲ τῶν Τυνδάρεω παίδων μήνιμα ἐς τοὺς Μεσσηνίους ἤρξατο μὲν πρὸ τῆς ἐν Στενυκλήρῳ μάχης, γενέσθαι δὲ αὐτὸ δι᾽ αἰτίαν τοιάνδε εἰκάζω. μειράκια ὡραῖα ἐξ Ἀνδανίας, Πάνορμος καὶ Γώνιππος, τά τε ἄλλα οἰκείως εἶχον ἀλλήλοις καὶ κοινὰς ἐπὶ τὰς μάχας ἐξόδους καὶ καταδρομὰς ἐποιοῦντο ἐς τὴν Λακωνικήν.
[27.1] XXVII. The wrath of the sons of Tyndareus against the Messenians began before the battle in Stenyclerus, and arose, I think, for the following reason. Panormus and Gonippus of Andania, young men in the bloom of youth, were close friends in all things, and marched together into battle and on raids into Laconia.
[2] Λακεδαιμονίων δὲ ἐπὶ στρατοπέδου Διοσκούροις ἑορτὴν ἀγόντων καὶ ἤδη πρὸς πότον καὶ παιδιὰς τετραμμένων μετὰ τὸ ἄριστον, ὁ Γώνιππος καὶ ὁ Πάνορμος χιτῶνας λευκοὺς καὶ χλαμύδας πορφυρᾶς ἐνδύντες ἐπί τε ἵππων τῶν καλλίστων ὀχούμενοι καὶ ἐπὶ ταῖς κεφαλαῖς πίλους, ἐν δὲ ταῖς χερσὶ δόρατα ἔχοντες ἐπιφαίνονται Λακεδαιμονίοις. οἱ δὲ ὡς εἶδον, προσεκύνουν τε καὶ εὔχοντο, ἀφῖχθαι δοκοῦντές σφισιν αὐτοὺς ἐς τὴν θυσίαν τοὺς Διοσκούρους.
[27.2] The Lacedaemonians were keeping a feast of the Dioscuri in camp and had turned to drinking and sports after the midday meal, when Gonippus and Panormus appeared to them, riding on the finest horses and dressed in white tunics and scarlet cloaks, with caps on their heads and spears in their hands. When the Lacedaemonians saw them they bowed down and prayed, thinking that the Dioscuri themselves had come to their sacrifice.
[3] οἱ νεανίσκοι δὲ ὡς ἅπαξ ἀνεμίχθησαν, διεξήλαυνον διὰ πάντων παίοντες τοῖς δόρασι, καὶ ἤδη κειμένων πολλῶν ἀποχωροῦσιν ἐς Ἀνδανίαν, καθυβρίσαντες τῶν Διοσκούρων τῇ θυσίᾳ. τοῦτο ἐμοὶ δοκεῖν προήγαγε τοὺς Διοσκούρους ἐς τὸ ἔχθος τὸ Μεσσηνίων: τότε δέ, ὡς ἐδήλου τῷ Ἐπαμινώνδᾳ τὸ ὄνειρον, οὐκ ἦν ἔτι τοῖς Διοσκούροις ἀκούσιος τῶν Μεσσηνίων ἡ κάθοδος.
[27.3] When once they had come among them, the youths rode right through them, striking with their spears, and when many had been killed, returned to Andania, having outraged the sacrifice to the Dioscuri. It was this, in my view, that roused the Dioscuri to their hatred of the Messenians. But now, as the dream declared to Epaminondas, the Dioscuri no longer opposed the return of the Messenians.
[4] μάλιστα δὲ τὸν Ἐπαμινώνδαν ἐς τὸν οἰκισμὸν οἱ Βάκιδος ἐνῆγον χρησμοί. Βάκιδι γὰρ μανέντι ἐκ Νυμφῶν ἐς ἄλλους τέ ἐστιν Ἑλλήνων καὶ ἐς τὴν Μεσσηνίων κάθοδον προειρημένα “καὶ τότε δὴ Σπάρτης μὲν ἀπ᾽ ἀγλαὸν ἄνθος ὀλεῖται,
Μεσσήνη δ᾽ αὖτις οἰκήσεται ἤματα πάντα.
“ἐγὼ δὲ καὶ περὶ τῆς Εἴρας, ὅντινα ἁλώσοιτο τρόπον, Βάκιν ἐφώρασα εἰρηκότα: καί οἱ καὶ τόδε ἐστὶ τῶν χρησμῶν,”οἵ τ᾽ ἀπὸ Μεσσήνης πατάγῳ κρουνοῖς τε δαμείσης.
“
[27.4] Epaminondas was most strongly drawn to the foundation by the oracles of Bacis, who was inspired by the Nymphs and left prophecies regarding others of the Greeks as well as the return of the Messenians:
Then indeed shall the bright bloom of Sparta perish and Messene again shall be inhabited for all time.
I have discovered that Bacis also told in what manner Eira would be captured, and this too is one of his oracles:
The men of Messene o’ercome by the thunder’s roll and spouting rain.
[5] ὡς δὲ ἡ τελετή σφισιν ἀνεύρητο, ταύτην μέν, ὅσοι τοῦ γένους τῶν ἱερέων ἦσαν, κατετίθεντο ἐς βίβλους: Ἐπαμινώνδας δέ, ὥς οἱ τὸ χωρίον, ἔνθα νῦν ἔχουσιν οἱ Μεσσήνιοι τὴν πόλιν, μάλιστα ἐς οἰκισμὸν ἐφαίνετο ἐπιτήδειον, ἐκέλευεν ἀνασκοπεῖσθαι τοῖς μάντεσιν, εἴ οἱ βουλήσεται ταύτῃ καὶ τὰ τῶν θεῶν ἐπιχωρῆσαι. φαμένων δὲ καὶ τούτων εἶναι τὰ ἱερὰ αἴσια, οὕτω παρεσκευάζετο ἐς τὸν οἰκισμόν, λίθους τε ἄγεσθαι κελεύων καὶ ἄνδρας μεταπεμπόμενος, οἷς τέχνη στενωποὺς κατατέμνεσθαι καὶ οἰκίας καὶ ἱερὰ οἰκοδομεῖσθαι καὶ τείχη περιβάλλεσθαι.
[27.5] When the mysteries were recovered, all who were of the p
riestly family set them down in books. As Epaminondas considered the spot where the city of the Messenians now stands most convenient for the foundation, he ordered enquiry to be made by the seers if the favour of the gods would follow him here. When they announced that the offerings were auspicious, he began preparations for the foundation, ordering stone to be brought, and summoning men skilled in laying out streets and in building houses, temples, and ring-walls.
[6] ὡς δὲ ἐγεγόνει τὰ πάντα ἐν ἑτοίμῳ, τὸ ἐντεῦθεν — ἱερεῖα γὰρ παρεῖχον οἱ Ἀρκάδες — αὐτὸς μὲν Ἐπαμινώνδας καὶ οἱ Θηβαῖοι Διονύσῳ καὶ Ἀπόλλωνι ἔθυον Ἰσμηνίῳ τὸν νομιζόμενον τρόπον, Ἀργεῖοι δὲ τῇ τε Ἥρᾳ τῇ Ἀργείᾳ καὶ Νεμείῳ Διί, Μεσσήνιοι δὲ Διί τε Ἰθωμάτᾳ καὶ Διοσκούροις, οἱ δέ σφισιν ἱερεῖς θεαῖς ταῖς Μεγάλαις καὶ Καύκωνι. ἐπεκαλοῦντο δὲ ἐν κοινῷ καὶ ἥρωάς σφισιν ἐπανήκειν συνοίκους, Μεσσήνην μὲν τὴν Τριόπα μάλιστα, ἐπὶ ταύτῃ δὲ Εὔρυτον καὶ Ἀφαρέα τε καὶ τοὺς παῖδας, παρὰ δὲ Ἡρακλειδῶν Κρεσφόντην τε καὶ Αἴπυτον: πλείστη δὲ καὶ παρὰ πάντων ἀνάκλησις ἐγίνετο Ἀριστομένους.
[27.6] When all was in readiness, victims being provided by the Arcadians, Epaminondas himself and the Thebans then sacrificed to Dionysus and Apollo Ismenius in the accustomed manner, the Argives to Argive Hera and Nemean Zeus, the Messenians to Zeus of Ithome and the Dioscuri, and their priests to the Great Goddesses and Caucon. And together they summoned heroes to return and dwell with them, first Messene the daughter of Triopas, after her Eurytus, Aphareus and his children, and of the sons of Heracles Cresphontes and Aepytus. But the loudest summons from all alike was to Aristomenes.
[7] καὶ τὴν μὲν τότε ἡμέραν πρὸς θυσίαις τε καὶ εὐχαῖς ἦσαν, ταῖς δὲ ἐφεξῆς τοῦ τείχους τὸν περίβολον ἤγειρον καὶ ἐντὸς οἰκίας καὶ τὰ ἱερὰ ἐποιοῦντο. εἰργάζοντο δὲ καὶ ὑπὸ μουσικῆς ἄλλης μὲν οὐδεμιᾶς, αὐλῶν δὲ Βοιωτίων καὶ Ἀργείων: τά τε Σακάδα καὶ Προνόμου μέλη τότε δὴ προήχθη μάλιστα ἐς ἅμιλλαν. αὐτῇ μὲν δὴ τῇ πόλει Μεσσήνην ἔθεντο ὄνομα, ἀνῴκιζον δὲ καὶ ἄλλα πολίσματα.
[27.7] For that day they were engaged in sacrifice and prayer, but on the following days they raised the circuit of the walls, and within built houses and the temples. They worked to the sound of music, but only from Boeotian and Argive flutes, and the tunes of Sacadas and Pronomus were brought into keen competition. The city itself was given the name Messene, but they founded other towns. The men of Nauplia were not disturbed at Mothone,
[8] Ναυπλιεῖς δὲ ἐκ Μοθώνης οὐκ ἀνέστησαν: κατὰ χώραν δὲ καὶ Ἀσιναίους μένειν εἴων, τούτοις μὲν καὶ εὐεργεσίαν ἀπομνημονεύοντες πολεμῆσαι μετὰ Λακεδαιμονίων πρὸς σφᾶς οὐ θελήσασι, Ναυπλιεῖς δὲ κατιοῦσιν ἐς Πελοπόννησον Μεσσηνίοις τε δῶρα ἤγαγον ὁποῖα εἶχον καὶ ἅμα μὲν ὑπὲρ καθόδου τῆς ἐκείνων συνεχέσιν ἐς τὸ θεῖον ταῖς εὐχαῖς, ἅμα δὲ ὑπὲρ σωτηρίας τῆς σφετέρας δεήσεσιν ἐς ἐκείνους ἐχρῶντο.
[27.8] and they allowed the people of Asine to remain in their home, remembering their kindness when they refused to join the Lacedaemonians in the war against them. The men of Nauplia on the return of the Messenians to Peloponnese brought them such gifts as they had, and while praying continually to the gods for their return begged the Messenians to grant protection to themselves.
[9] κατῆλθον δὲ ἐς Πελοπόννησον οἱ Μεσσήνιοι καὶ ἀνεσώσαντο τὴν αὑτῶν ἑπτὰ καὶ ὀγδοήκοντα καὶ διακοσίοις ἔτεσιν ὕστερον μετὰ Εἴρας ἅλωσιν, Δυσκινήτου μὲν Ἀθήνῃσιν ἄρχοντος, τρίτῳ δὲ ἔτει τῆς δευτέρας καὶ ἑκατοστῆς Ὀλυμπιάδος, ἣν Δάμων Θούριος τὸ δεύτερον ἐνίκα. οὐκ ὀλίγος μὲν οὖν ὁ χρόνος καὶ Πλαταιεῦσιν ἐγένετο, ἐφ᾽ ὅσον καὶ ἐκεῖνοι τὴν αὑτῶν ἔφευγον, καὶ Δηλίοις, ἡνίκα ᾤκησαν Ἀδραμύττιον ἐκβληθέντες ἐκ τῆς σφετέρας ὑπὸ Ἀθηναίων καὶ Ὀρχομενίων:
[27.9] The Messenians returned to Peloponnese and recovered their own land two hundred and eighty-seven years after the capture of Eira, in the archonship of Dyscinetus at Athens and in the third year of the hundred and second Olympiad, when Damon of Thurii was victorious for the second time. It was no short time for the Plataeans that they were in exile from their country, and for the Delians when they settled in Adramyttium after being expelled from their island by the Athenians.
[10] οἱ δὲ Μινύαι, μετὰ τὴν μάχην τὴν ἐν Λεύκτροις ἐκπεσόντες ὑπὸ Θηβαίων ἐξ Ὀρχομενοῦ, κατήχθησαν ἐς Βοιωτίαν ὑπὸ Φιλίππου τοῦ Ἀμύντου, καὶ οὗτοι καὶ οἱ Πλαταιεῖς. Θηβαίων δὲ αὐτῶν ἐρημώσαντος Ἀλεξάνδρου τὴν πόλιν, αὖθις ἔτεσιν οὐ πολλοῖς ὕστερον Κάσσανδρος Ἀντιπάτρου τὰς Θήβας ἔκτισεν. φαίνεται μὲν δὴ τῶν κατειλεγμένων ἐπὶ μακρότατον ἡ Πλαταϊκὴ φυγὴ συμβᾶσα, οὐ μέντοι περαιτέρω γε ἢ ἐπὶ δύο ἐγένετο οὐδ᾽ αὐτὴ γενεάς.
[27.10] The Minyae, driven by the Thebans from Orchomenos after the battle of Leuctra, were restored to Boeotia by Philip the son of Amyntas, as were also the Plataeans. When Alexander had destroyed the city of the Thebans themselves, Cassander the son of Antipater rebuilt it after a few years. The exile of the Plataeans seems to have lasted the longest of those mentioned, but even this was not for more than two generations.
[11] Μεσσήνιοι δὲ ἐκτὸς Πελοποννήσου τριακόσια ἔτη μάλιστα ἠλῶντο, ἐν οἷς οὔτε ἐθῶν εἰσι δῆλοι παραλύσαντές τι τῶν οἴκοθεν οὔτε τὴν διάλεκτον τὴν Δωρίδα μετεδιδάχθησαν, ἀλλὰ καὶ ἐς ἡμᾶς ἔτι τὸ ἀκριβὲς αὐτῆς Πελοποννησίων μάλιστα ἐφύλασσον.
[27.11] But the wanderings of the Messenians outside the Peloponnese lasted almost three hundred years, during which it is clear that they did not depart in any way from their local customs, and did not lose their Doric dialect, but even to our day they have retained the purest Doric in Peloponnese.
MESSENIA, HISTORY
28. κατελθοῦσι δὲ αὐτοῖς κατ᾽ ἀρχὰς μὲν ἀπὸ Λακεδαιμονίων δεινὸν ἦν οὐδέν: κατεχόμενοι γὰρ οἱ Λακεδαιμόνιοι φόβῳ τῷ Θηβαίων Μεσσήνης τε ἠνείχοντο ἐποικιζομένης καὶ Ἀρκάδων ἐς μίαν ἠθροισμένων πόλιν. ὡς δὲ ὁ πόλεμος ὁ Φωκικός, καλούμενος δὲ ὁ αὐτὸς οὗτος καὶ ἱερός, ἀπήγαγεν ἐκ Πελοποννήσου Θηβαίους, ἀνεθάρρησάν τε οἱ Λακεδαιμόνιοι καὶ τῶν Μεσσηνίων οὐκέτι ἐδύναντο ἀπέχεσθαι.
[28.1] XXVIII. After their return they had noth
ing to fear at first from the Lacedaemonians. For the Lacedaemonians, restrained by fear of the Thebans, submitted to the foundation of Messene and to the gathering of the Arcadians into one city. But when the Phocian or, as it is called, the Sacred War caused the Thebans to withdraw from Peloponnese, the Lacedaemonians regained courage and could no longer refrain from attacking the Messenians.
[2] Μεσσήνιοι δὲ αὐτοί τε μετὰ Ἀργείων καὶ Ἀρκάδων ἀντεῖχον τῷ πολέμῳ καὶ Ἀθηναίων ἀμῦναί σφισιν ἐδεήθησαν: οἱ δὲ ἐς μὲν τὴν Λακωνικὴν οὔποτε μετὰ ἐκείνων ἐσβαλεῖν ἔφασαν, ἀρχόντων δὲ Λακεδαιμονίων πολέμου καὶ ἐπιστρατευόντων τῇ Μεσσηνίᾳ παρέσεσθαι καὶ αὐτοί σφισιν ἐπηγγέλλοντο. τέλος δὲ οἱ Μεσσήνιοι Φιλίππῳ σύμμαχοι τῷ Ἀμύντου καὶ Μακεδόσιν ἐγένοντο, καὶ τοῦτο σφᾶς λέγουσιν ἀποκωλῦσαι τοῦ συμβάντος τοῖς Ἕλλησιν ἀγῶνος ἐν Χαιρωνείᾳ μὴ μετασχεῖν: οὐ μὴν οὐδὲ τοῖς Ἕλλησιν ἐναντία θέσθαι τὰ ὅπλα ἠθέλησαν.
[28.2] The Messenians maintained the war with the help of the Argives and Arcadians, and asked the Athenians for help. They refused to join in an attack on Laconia, but promised to render assistance in person if the Lacedaemonians began war and invaded Messenia. Finally the Messenians formed an alliance with Philip the son of Amyntas and the Macedonians; it was this, they say, that prevented them from taking part in the battle which the Greeks fought at Chaeroneia. They refused, however, to bear arms against the Greeks.