Delphi Complete Works of Pausanias
Page 305
is pure and free her sandals. Eumelus, unknown location.
I think that he wrote the lines because he knew that they held a musical contest.
RIVER BALYRA
[3] ἰόντι δὲ τὴν ἐπ᾽ Ἀρκαδίας ἐς Μεγάλην πόλιν ἐστὶν ἐν ταῖς πύλαις Ἑρμῆς τέχνης τῆς Ἀττικῆς: Ἀθηναίων γὰρ τὸ σχῆμα τὸ τετράγωνόν ἐστιν ἐπὶ τοῖς Ἑρμαῖς, καὶ παρὰ τούτων μεμαθήκασιν οἱ ἄλλοι. σταδίους δὲ καταβάντι ἀπὸ τῶν πυλῶν τριάκοντα τὸ ῥεῦμά ἐστι τῆς Βαλύρας. γενέσθαι δὲ τὸ ὄνομα τῷ ποταμῷ λέγουσι Θαμύριδος τὴν λύραν ἐνταῦθα ἀποβαλόντος ἐπὶ τῇ πηρώσει: παῖδα δὲ αὐτὸν Φιλάμμωνος καὶ Ἀργιόπης τῆς νύμφης εἶναι. τὴν δὲ Ἀργιόπην τέως μὲν περὶ τὸν Παρνασσὸν οἰκεῖν, ἐπεὶ δὲ εἶχεν ἐν γαστρί, ἐς Ὀδρύσας λέγουσι μετοικῆσαι: Φιλάμμωνα γὰρ οὐκ ἐθέλειν ἐς τὸν οἶκον αὐτὴν ἄγεσθαι. καὶ Θάμυριν μὲν Ὀδρύσην τε καὶ Θρᾷκα ἐπὶ τούτῳ καλοῦσιν: ἡ δὲ Λευκασία καὶ Ἄμφιτος συμβάλλουσιν ἐς τὸ αὐτὸ τὰ ῥεύματα.
[33.3] At the Arcadian gate leading to Megalopolis is a Herm of Attic style; for the square form of Herm is Athenian, and the rest adopted it thence. After a descent of thirty stades from the gate is the watercourse of Balyra. The river is said to have got its name from Thamyris throwing (ballein) his lyre away here after his blinding. He was the son of Philammon and the nymph Argiope, who once dwelt on Parnassus, but settled among the Odrysae when pregnant, for Philammon refused to take her into his house. Thamyris is called an Odrysian and Thracian on these grounds. The watercourses Leucasia and Amphitos unite to form one stream.
THE CARNASIAN GROVE
[4] διαβάντι δὲ τούτους πεδίον ἐστὶν ὀνομαζόμενον Στενυκληρικόν: εἶναι δὲ ἥρωα Στενύκληρον λέγουσι. τοῦ πεδίου δέ ἐστιν ἀπαντικρὺ καλουμένη τὸ ἀρχαῖον Οἰχαλία, τὸ δὲ ἐφ᾽ ἡμῶν Καρνάσιον ἄλσος, κυπαρίσσων μάλιστα πλῆρες. θεῶν δὲ ἀγάλματα Ἀπόλλωνός ἐστι Καρνείου καὶ Ἁγνῆς καὶ Ἑρμῆς φέρων κριόν. ἡ δὲ Ἁγνὴ Κόρης τῆς Δήμητρός ἐστιν ἐπίκλησις: ὕδωρ δὲ ἄνεισιν ἐκ πηγῆς παρ᾽ αὐτὸ τὸ ἄγαλμα.
[33.4] When these are crossed, there is a plain called the plain of Stenyclerus. Stenyclerus was a hero, it is said. Facing the plain is a site anciently called Oechalia, in our time the Carnasian grove, thickly grown with cypresses. There are statues of the gods Apollo Carneius
[5] τὰ δὲ ἐς τὰς θεὰς τὰς Μεγάλας — δρῶσι γὰρ καὶ ταύταις ἐν Καρνασίῳ τὴν τελετήν — ἀπόρρητα ἔστω μοι: δεύτερα γάρ σφισι νέμω σεμνότητος μετά γε Ἐλευσίνια. ὅτι δ᾽ ὑδρία τε ἡ χαλκῆ, τὸ εὕρημα τοῦ Ἀργείου στρατηγοῦ, καὶ Εὐρύτου τοῦ Μελανέως τὰ ὀστᾶ ἐφυλάσσετο
ἐνταῦθα, δηλῶσαί με καὶ ἐς ἅπαντας οὐκ ἀπεῖργε τὸ ὄνειρον. ῥεῖ δὲ ποταμὸς παρὰ τὸ Καρνάσιον Χάραδρος, καὶ προελθόντι ἐν ἀριστερᾷ σταδίους ὀκτὼ
[33.5] I may not reveal the rites of the Great Goddesses, for it is their mysteries which they celebrate in the Carnasian grove, and I regard them as second only to the Eleusinian in sanctity. But my dream did not prevent me from making known to all that the brazen urn, discovered by the Argive general, and the bones of Eurytus the son of Melaneus were kept here. A river Charadrus flows past the grove;
ANDANIA & DORIUM
[6] μάλιστα ἐρείπιά ἐστιν Ἀνδανίας. καὶ ὅτι μὲν τῇ πόλει τὸ ὄνομα ἀπὸ γυναικὸς γέγονεν Ἀνδανίας, ὁμολογεῖται ὑπὸ τῶν ἐξηγητῶν: οὐ μὴν τά γε ἐς τοὺς γονέας αὐτῆς οὐδὲ τῷ συνῴκησεν ἔχω λέγειν. ἰόντων δὲ ὡς ἐπὶ Κυπαρισσιὰς ἀπὸ Ἀνδανίας Πολίχνη τέ ἐστι καλουμένη καὶ ποταμὸς Ἠλέκτρα καὶ Κοῖος ῥέουσι: τάχα δ᾽ ἄν τινα καὶ λόγον ἐς Ἠλέκτραν τὴν Ἄτλαντος λέγοιεν καὶ ἐς Κοῖον τὸν Λητοῦς πατέρα, ἢ καὶ τῶν ἐπιχωρίων ἡρώων εἶεν Ἠλέκτρα τε καὶ Κοῖος.
[33.6] about eight stades along the road to the left are the ruins of Andania. The guides agree that the city got its name from a woman Andania, but I can say nothing as to her parents or her husband. On the road from Andania towards Cyparissiae is Polichne, as it is called, and the streams of Electra and Coeus. The names perhaps are to be connected with Electra the daughter of Atlas and Coeus the father of Leto, or Electra and Coeus may be two local heroes.
[7] διαβάντων δὲ Ἠλέκτραν Ἀχαΐα τε ὀνομαζομένη πηγὴ καὶ πόλεώς ἐστιν ἐρείπια Δωρίου. πεποίηκε δὲ Ὅμηρος μὲν Θαμύριδι ἐνταῦθα ἐν τῷ Δωρίῳ γενέσθαι τὴν συμφοράν, ὅτι καὶ αὐτὰς Μούσας νικήσειν ἔφασκεν ᾀδούσας: Πρόδικος δὲ Φωκαεὺς — εἰ δὴ τούτου τὰ ἐς τὴν Μινυάδα ἔπη — προσκεῖσθαί φησι Θαμύριδι ἐν Ἅιδου δίκην τοῦ ἐς τὰς Μούσας αὐχήματος. διεφθάρη δὲ ὁ Θάμυρις ἐμοὶ δοκεῖν ὑπὸ νόσου τοὺς ὀφθαλμούς, τὸ δὲ αὐτὸ καὶ Ὁμήρῳ συνέπεσεν ὕστερον: ἀλλ᾽ ὁ μὲν καὶ ἐς ἅπαν διετέλει ποιῶν, οὐ γάρ τι εἶκε τῇ συμφορᾷ, Θάμυρις δὲ καὶ τὴν ᾠδὴν ὑπὸ κακοῦ τοῦ παρόντος ἐξέλιπεν.
[33.7] When the Electra is crossed, there is a spring called Achaia, and the ruins of a city Dorium. Homer states that the misfortune of Thamyris took place here in Dorium, because he said that he would overcome the Muses themselves in song. But Prodicus of Phocaea, if the epic called the Minyad is indeed his, says that Thamyris paid the penalty in Hades for his boast against the Muses. My view is that Thamyris lost his eyesight through disease, as happened later to Homer. Homer, however, continued making poetry all his life without giving way to his misfortune, while Thamyris forsook his art through stress of the trouble that afflicted him.
RIVER PAMISUS
34. ἐκ δὲ Μεσσήνης ὑπὸ τοῦ Παμίσου τὸ στόμα ὁδὸς μὲν σταδίων ἐστὶν ὀγδοήκοντα, ῥεῖ δὲ ὁ Πάμισος διά τε ἀρουμένης καὶ καθαρὸς καὶ ἀναπλεῖται ναυσὶν ἐκ θαλάσσης ἐπὶ δέκα που σταδίους: ἀναθέουσι δὲ ἐς αὐτὸν καὶ οἱ θαλάσσιοι τῶν ἰχθύων περὶ ὥραν μάλιστα τοῦ ἦρος. τὸ δὲ αὐτὸ ἐς Ῥῆνόν τε καὶ ἐς τὸν Μαίανδρον ποιοῦσιν οἱ ἰχθῦς: μάλιστα δὲ ἀνὰ τὸ ῥεῦμα τὸ Ἀχελῴου νήχονται τοῦ ἐκδιδόντος κατὰ νήσους τὰς Ἐχινάδας.
[34.1] XXXIV. From Messene to the mouth of the Pamisus is a journey of eighty stades. The Pamisus is a pure stream flowing through cultivated lands, and is navigable some ten stades from the sea. Sea-fish run up
it, especially in spring, as they do up the Rhine and Maeander. The chief run of fish is up the stream of the Achelous, which discharges opposite the Echinades islands.
[2] διάφοροι δὲ τὸ εἶδος μάλιστα ἰχθῦς ἀναθέουσιν ἐς τὸν Πάμισον ἅτε ἐς ὕδωρ καθαρὸν καὶ οὐ κατὰ τὰ αὐτὰ τοῖς κατειλεγμένοις ποταμοῖς ἰλυῶδες: οἱ κέφαλοι δέ, ἅτε ἰχθύων ὄντες τῶν πηλαίων, ποταμῶν φίλοι τῶν θολερωτέρων εἰσί. θηρία δὲ ἐς ὄλεθρον ἀνθρώπων οὐ πεφύκασιν οἱ Ἑλλήνων ποταμοὶ φέρειν, καθάπερ γε Ἰνδὸς καὶ Νεῖλος ὁ Αἰγύπτιος, ἔτι δὲ Ῥῆνος καὶ Ἴστρος Εὐφράτης τε καὶ Φᾶσις: οὗτοι γὰρ δὴ θηρία ὅμοια τοῖς μάλιστα ἀνδροφάγα αὔξουσι, ταῖς ἐν Ἕρμῳ καὶ Μαιάνδρῳ γλάνισιν ἐοικότα ἰδέας πλὴν χρόας τε μελαντέρας καὶ ἀλκῆς: ταῦτα δὲ αἱ γλάνεις ἀποδέουσιν.
[34.2] But the fish that enter the Pamisus are of quite a different kind, as the water is pure and not muddy like the rivers which I have mentioned. The grey mullet, a fish that loves mud, frequents the more turbid streams. The rivers of Greece contain no creatures dangerous to men as do the Indus and the Egyptian Nile, or again the Rhine and Danube, the Euphrates and Phasis. These indeed produce man-eating creatures of the worst, in shape resembling the cat-fish of the Hermus and Maeander, but of darker color and stronger. In these respects the cat-fish is inferior.
[3] ὁ δὲ Ἰνδὸς καὶ ὁ Νεῖλος κροκοδείλους μὲν ἀμφότεροι, Νεῖλος δὲ παρέχεται καὶ ἵππους, οὐκ ἔλασσον ἢ ὁ κροκόδειλος κακὸν ἀνθρώποις. οἱ δὲ Ἑλλήνων ποταμοὶ δείματα ὡς ἀπὸ θηρίων εἰσὶν οὐδέν, ἐπεὶ καὶ Ἀώῳ τῷ διὰ τῆς Θεσπρωτίδος ῥέοντι ἠπείρου θηρία οὐ ποτάμια οἱ κύνες, ἀλλὰ ἐπήλυδές εἰσιν ἐκ θαλάσσης.
[34.3] The Indus and Nile both contain crocodiles, and the Nile river-horses as well, as dangerous to man as the crocodile. But the rivers of Greece contain no terrors from wild beasts, for the sharks of the Aous, which flows through Thesprotia, are not river beasts but migrants from the sea.
NEAR CORONE
[4] Κορώνη δέ ἐστι πόλις ἐν δεξιᾷ τοῦ Παμίσου πρὸς θαλάσσῃ τε καὶ ὑπὸ τῷ ὄρει τῇ Μαθίᾳ. κατὰ δὲ τὴν ὁδὸν ταύτην ἐστὶν ἐπὶ θαλάσσῃ χωρίον, ὃ Ἰνοῦς ἱερὸν εἶναι νομίζουσιν: ἐπαναβῆναι γὰρ ἐνταῦθα ἐκ θαλάσσης φασὶν αὐτὴν θεόν τε ἤδη νομιζομένην καὶ Λευκοθέαν καλουμένην ἀντὶ Ἰνοῦς. προελθόντων δὲ οὐ πολὺ Βίας ἐκδίδωσιν ἐς θάλασσαν ποταμός: γενέσθαι δὲ αὐτῷ λέγουσι τὸ ὄνομα ἀπὸ Βίαντος τοῦ Ἀμυθάονος. καὶ Πλατανιστῶνος δὲ ἡ πηγὴ στάδια μὲν εἴκοσίν ἐστιν ἀπωτέρω τῆς ὁδοῦ, ῥεῖ δὲ ἐκ πλατάνου τὸ ὕδωρ πλατείας καὶ τὰ ἐντὸς κοίλης: κατὰ σπήλαιον μάλιστά που μικρὸν τὸ εὖρός ἐστι τοῦ δένδρου, καὶ τὸ ὕδωρ αὐτόθεν ἐς Κορώνην τὸ πότιμον κάτεισι.
[34.4] Corone is a city to the right of the Pamisus, on the sea-coast under Mount Mathia. On this road is a place on the coast regarded as sacred to Ino. For they say that she came up from the sea at this point, after her divinity had been accepted and her name changed from Ino to Leucothea. A short distance further the river Bias reaches the sea. The name is said to be derived from Bias the son of Amythaon. Twenty stades off the road is the fountain of Plataniston, the water of which flows out of a broad plane tree, which is hollow inside. The breadth of the tree gives the impression of a small cave; from it the drinking water flows to Corone.
CORONE
[5] τὸ μὲν δὴ ὄνομα τὸ ἀρχαῖον εἶχεν Αἴπεια: ἐπεὶ δὲ ὑπὸ Θηβαίων κατήχθησαν ἐς Πελοπόννησον, Ἐπιμηλίδην φασὶν ἀποσταλέντα οἰκιστὴν καλέσαι Κορώνειαν, εἶναι γὰρ αὐτὸν ἐκ Κορωνείας τῆς Βοιωτῶν, τοὺς δὲ Μεσσηνίους ἐξ ἀρχῆς τε οὐ κατορθοῦν περὶ τὸ ὄνομα καὶ μᾶλλον ἔτι ἀνὰ χρόνον ἐκνικῆσαι τὸ ἐκείνων ἁμάρτημα. λέγεται δὲ καὶ ἕτερος λόγος, ὡς τοῦ τείχους τὰ θεμέλια ὀρύσσοντες ἐπιτύχοιεν κορώνῃ χαλκῇ.
[34.5] The old name of Corone was Aepeia, but when the Messenians were restored to Peloponnese by the Thebans, it is said that Epimelides, who was sent as founder, named it Coroneia after his native town in Boeotia. The Messenians got the name wrong from the start, and the mistake which they made gradually prevailed in course of time. Another story is told to the effect that, when digging the foundations of the city wall, they came upon a bronze crow, in Greek corone.
[6] θεῶν δέ ἐστιν ἐνταῦθα Ἀρτέμιδός τε καλουμένης Παιδοτρόφου καὶ Διονύσου καὶ Ἀσκληπιοῦ ναός: τῷ μὲν δὴ Ἀσκληπιῷ καὶ Διονύσῳ λίθου, Διὸς δὲ Σωτῆρος χαλκοῦν ἄγαλμα ἐπὶ τῆς ἀγορᾶς πεποίηται. χαλκοῦν δὲ καὶ ἐν ἀκροπόλει τῆς Ἀθηνᾶς τὸ ἄγαλμά ἐστιν ἐν ὑπαίθρῳ, κορώνην ἐν τῇ χειρὶ ἔχουσα. εἶδον δὲ καὶ τοῦ Ἐπιμηλίδου μνῆμα: ἐφ᾽ ὅτῳ δὲ τὸν λιμένα Ἀχαιῶν καλοῦσιν, οὐκ οἶδα.
[34.6] The gods who have temples here are Artemis, called the “Nurse of Children,” Dionysus and Asclepius. The statues of Asclepius and Dionysus are of stone, but there is a statue of Zeus the Saviour in the market-place made of bronze. The statue of Athena also on the acropolis is of bronze, and stands in the open air, holding a crow in her hand. I also saw the tomb of Epimelides. I do not know why they call the harbor “the harbor of the Achaeans.”
THE CORYNTHIUM
[7] ἐκ Κορώνης δὲ ὡς ὀγδοήκοντα σταδίους προελθόντι Ἀπόλλωνός ἐστιν ἱερὸν πρὸς θαλάσσῃ τιμὰς ἔχον: ἀρχαιότατόν τε γὰρ λόγῳ τῷ Μεσσηνίων ἐστὶ καὶ νοσήματα ὁ θεὸς ἰᾶται, Κόρυνθον δὲ Ἀπόλλωνα
ὀνομάζουσι. τοῦτο μὲν δὴ ξόανον, τοῦ Ἀργεώτα δὲ χαλκοῦν ἐστι τὸ ἄγαλμα: ἀναθεῖναι δέ φασι τοὺς ἐν τῇ Ἀργοῖ πλεύσαντας.
[34.7] Some eighty stades beyond Corone is a sanctuary of Apollo on the coast, venerated because it is very ancient according to Messenian tradition, and the god cures illnesses. They call him Apollo Corynthus. His image is of wood, but the statue of Apollo Argeotas, said to have been dedicated by the Argonauts, is of bronze.
COLONIDES
[8] τῇ Κορωναίων δὲ πόλει ἐστὶν ὅμορος Κολωνίδες: οἱ δὲ ἐνταῦθα οὐ Μεσσήνιοί φασιν εἶναι, ἀλλὰ ἐκ τῆς Ἀττικῆς ἀγαγεῖν σφᾶς Κόλαινον λέγουσι, Κολαίνῳ δὲ κόρυδον τὴν ὄρνιθα ἐκ μαντεύματος ἐς τὴν ἀποικίαν ἡγήσασθαι. ἔμελλον δὲ ἄρα διάλεκτόν τε ἀνὰ χρόνον καὶ ἔθη μεταμαθήσεσθαι τὰ Δωριέων. κεῖται δὲ τὸ πόλισμα αἱ Κολωνίδες ἐπὶ ὑψηλ�
�ῦ, μικρὸν ἀπὸ θαλάσσης.
[34.8] The city of Corone is adjoined by Colonides. The inhabitants say that they are not Messenians but settlers from Attica brought by Colaenus, who followed a bird known as the crested lark to found the settlement in accordance with an oracle. They were, however, in the course of time to adopt the dialect and customs of the Dorians. The town of Colonides lies on high ground, a short distance from the sea.
ASINE
[9] Ἀσιναῖοι δὲ τὸ μὲν ἐξ ἀρχῆς Λυκωρίταις ὅμοροι περὶ τὸν Παρνασσὸν ᾤκουν: ὄνομα δὲ ἦν αὐτοῖς, ὃ δὴ καὶ ἐς Πελοπόννησον διεσώσαντο, ἀπὸ τοῦ οἰκιστοῦ Δρύοπες. γενεᾷ δὲ ὕστερον τρίτῃ βασιλεύοντος Φύλαντος μάχῃ τε οἱ Δρύοπες ὑπὸ Ἡρακλέους ἐκρατήθησαν καὶ τῷ Ἀπόλλωνι ἀνάθημα ἤχθησαν ἐς Δελφούς: ἀναχθέντες δὲ ἐς Πελοπόννησον χρήσαντος Ἡρακλεῖ τοῦ θεοῦ πρῶτα μὲν τὴν πρὸς Ἑρμιόνι Ἀσίνην ἔσχον, ἐκεῖθεν δὲ ἐκπεσόντες ὑπὸ Ἀργείων οἰκοῦσιν ἐν τῇ Μεσσηνίᾳ, Λακεδαιμονίων δόντων καὶ ὡς ἀνὰ χρόνον οἱ Μεσσήνιοι κατήχθησαν οὐ γενομένης σφίσιν ὑπ᾽ αὐτῶν ἀναστάτου τῆς πόλεως.
[34.9] The people of Asine originally adjoined the Lycoritae on Parnassus. Their name, which they maintained after their arrival in Peloponnese, was Dryopes, from their founder. Two generations after Dryops, in the reign of Phylas, the Dryopes were conquered in battle by Heracles and brought as an offering to Apollo at Delphi. When brought to Peloponnese according to the god’s instructions to Heracles, they first occupied Asine by Hermion. They were driven thence by the Argives and lived in Messenia. This was the gift of the Lacedaemonians, and when in the course of time the Messenians were restored, they were not driven from their city by the Messenians.