Book Read Free

Delphi Complete Works of Pausanias

Page 324

by Pausanias


  [8] ἔστι δὲ καὶ ἀναθήματα ἐν κοινῷ τοῦ Ἀχαιῶν ἔθνους, ὅσοι προκαλεσαμένου τοῦ Ἕκτορος ἐς μονομαχίαν ἄνδρα Ἕλληνα τὸν κλῆρον ἐπὶ τῷ ἀγῶνι ὑπέμειναν. οὗτοι μὲν δὴ ἑστήκασι τοῦ ναοῦ τοῦ μεγάλου πλησίον, δόρασι καὶ ἀσπίσιν ὡπλισμένοι: ἀπαντικρὺ δὲ ἐπὶ ἑτέρου βάθρου πεποίηται Νέστωρ, τὸν ἑκάστου κλῆρον ἐσβεβληκὼς ἐς τὴν κυνῆν. τῶν δὲ ἐπὶ τῷ Ἕκτορι κληρουμένων ἀριθμὸν ὄντων ὀκτώ — τὸν γὰρ ἔνατον αὐτῶν, τὴν τοῦ Ὀδυσσέως εἰκόνα, Νέρωνα κομίσαι λέγουσιν ἐς Ῥώμην — , τῶν δὲ ὀκτὼ τούτων ἐπὶ μόνῳ τῷ ἀγάλματι

  [25.8] There are also offerings dedicated by the whole Achaean race in common; they represent those who, when Hector challenged any Greek to meet him in single combat, dared to cast lots to choose the champion. They stand, armed with spears and shields, near the great temple. Right opposite, on a second pedestal, is a figure of Nestor, who has thrown the lot of each into the helmet. The number of those casting lots to meet Hector is now only eight, for the ninth, the statue of Odysseus, they say that Nero carried to Rome,

  [9] Ἀγαμέμνονι τὸ ὄνομά ἐστι γεγραμμένον: γέγραπται δὲ καὶ τοῦτο ἐπὶ τὰ λαιὰ ἐκ δεξιῶν. ὅτου δὲ ὁ ἀλεκτρυών ἐστιν ἐπίθημα τῇ ἀσπίδι, Ἰδομενεύς ἐστιν ὁ ἀπόγονος Μίνω: τῷ δὲ Ἰδομενεῖ γένος ἀπὸ Ἡλίου τοῦ πατρὸς Πασιφάης, Ἡλίου δὲ ἱερόν φασιν εἶναι τὸν ὄρνιθα καὶ ἀγγέλλειν ἀνιέναι μέλλοντος τοῦ ἡλίου.

  [25.9] but Agamemnon’s statue is the only one of the eight to have his name inscribed upon it; the writing is from right to left. The figure with the cock emblazoned on the shield is Idomeneus the descendant of Minos. The story goes that Idomeneus was descended from the Sun, the father of Pasiphae, and that the cock is sacred to the Sun and proclaims when he is about to rise.

  [10] γέγραπται δὲ καὶ ἐπίγραμμα ἐπὶ τῷ βάθρῳ:”τῷ Διὶ τἈχαιοὶ τἀγάλματα ταῦτ᾽ ἀνέθηκαν,

  ἔγγονοι ἀντιθέου Τανταλίδα Πέλοπος.

  “τοῦτο μὲν δὴ ἐνταῦθά ἐστι γεγραμμένον: ὁ δὲ ἀγαλματοποιὸς ὅστις ἦν, ἐπὶ τοῦ Ἰδομενέως γέγραπται τῇ ἀσπίδι:”πολλὰ μὲν ἄλλα σοφοῦ ποιήματα καὶ τόδ᾽ Ὀνάτα

  ἔργον Αἰγινήτεω, τὸν γείνατο παῖδα Μίκων.

  “

  [25.10] An inscription too is written on the pedestal:–

  To Zeus these images were dedicated by the Achaeans,

  Descendants of Pelops the godlike scion of Tantalus.

  Such is the inscription on the pedestal, but the name of the artist is written on the shield of Idomeneus:–

  This is one of the many works of clever Onatas,

  The Aeginetan, whose sire was Micon.

  [11] οὐ πόρρω δὲ τοῦ Ἀχαιῶν ἀναθήματος καὶ Ἡρακλῆς ἐστιν ὑπὲρ τοῦ ζωστῆρος μαχόμενος πρὸς τὴν Ἀμαζόνα ἔφιππον γυναῖκα: τοῦτον Εὐαγόρας μὲν γένος Ζαγκλαῖος ἀνέθηκεν, ἐποίησε δὲ Κυδωνιάτης Ἀριστοκλῆς. ἐν δὲ τοῖς μάλιστα ἀρχαίοις καταριθμήσασθαι καὶ τὸν Ἀριστοκλέα ἔστι: καὶ σαφῶς μὲν ἡλικίαν οὐκ ἔχοι τις ἂν εἰπεῖν αὐτοῦ, δῆλα δὲ ὡς πρότερον ἔτι ἐγένετο πρὶν ἢ τῇ Ζάγκλῃ τὸ ὄνομα γενέσθαι τὸ ἐφ᾽ ἡμῶν Μεσσήνην.

  [25.11] Not far from the offering of the Achaeans there is also a Heracles fighting with the Amazon, a woman on horseback, for her girdle. It was dedicated by Evagoras, a Zanclaean by descent, and made by Aristocles of Cydonia. Aristocles should be included amongst the most ancient sculptors, and though his date is uncertain, he was clearly born before Zancle took its present name of Messene.

  [12] Θάσιοι δέ, Φοίνικες τὸ ἀνέκαθεν ὄντες καὶ ἐκ Τύρου καὶ Φοινίκης τῆς ἄλλης ὁμοῦ Θάσῳ τῷ Ἀγήνορος κατὰ ζήτησιν ἐκπλεύσαντες τὴν Εὐρώπης, ἀνέθεσαν Ἡρακλέα ἐς Ὀλυμπίαν, τὸ βάθρον χαλκοῦν ὁμοίως τῷ ἀγάλματι: μέγεθος μὲν δὴ τοῦ ἀγάλματός εἰσι πήχεις δέκα, ῥόπαλον δὲ ἐν τῇ δεξιᾷ, τῇ δὲ ἀριστερᾷ χειρὶ ἔχει τόξον. ἤκουσα δὲ ἐν Θάσῳ τὸν αὐτὸν σφᾶς Ἡρακλέα ὃν καὶ Τύριοι σέβεσθαι, ὕστερον δὲ ἤδη τελοῦντας ἐς Ἕλληνας νομίσαι καὶ Ἡρακλεῖ τῷ Ἀμφιτρύωνος νέμειν τιμάς.

  [25.12] The Thasians, who are Phoenicians by descent, and sailed from Tyre, and from Phoenicia generally, together with Thasus, the son of Agenor, in search of Europa, dedicated at Olympia a Heracles, the pedestal as well as the image being of bronze. The height of the image is ten cubits, and he holds a club in his right hand and a bow in his left. They told me in Thasos that they used to worship the same Heracles as the Tyrians, but that afterwards, when they were included among the Greeks, they adopted the worship of Heracles the son of Amphitryon.

  [13] τῷ δὲ ἀναθήματι τῷ ἐς Ὀλυμπίαν Θασίων ἔπεστιν ἐλεγεῖον:”υἱὸς μέν με Μίκωνος Ὀνάτας ἐξετέλεσσεν

  αὐτὸς ἐν Αἰγίνῃ δώματα ναιετάων.

  “τὸν δὲ Ὀνάταν τοῦτον ὅμως, καὶ τέχνης ἐς τὰ ἀγάλματα ὄντα Αἰγιναίας, οὐδενὸς ὕστερον θήσομεν τῶν ἀπὸ Δαιδάλου τε καὶ ἐργαστηρίου τοῦ Ἀττικοῦ.

  [25.13] On the offering of the Thasians at Olympia there is an elegiac couplet:–

  Onatas, son of Micon, fashioned me,

  He who has his dwelling in Aegina.

  This Onatas, though belonging to the Aeginetan school of sculpture, I shall place after none of the successors of Daedalus or of the Attic school.

  26. Μεσσηνίων δὲ τῶν Δωριέων οἱ Ναύπακτόν ποτε παρὰ Ἀθηναίων λαβόντες ἄγαλμα ἐν Ὀλυμπίᾳ Νίκης ἐπὶ τῷ κίονι ἀνέθεσαν: τοῦτό ἐστιν ἔργον μὲν Μενδαίου Παιωνίου, πεποίηται δὲ ἀπὸ ἀνδρῶν πολεμίων, ὅτε Ἀκαρνᾶσι καὶ Οἰνιάδαις ἐμοὶ δοκεῖν ἐπολέμησαν. Μεσσήνιοι δὲ αὐτοὶ λέγουσι τὸ ἀνάθημά σφισιν ἀπὸ τοῦ ἔργου τοῦ ἐν τῇ Σφακτηρίᾳ νήσῳ μετὰ Ἀθηναίων πραχθέντος εἶναι, καὶ οὐκ ἐπιγράψαι τὸ ὄνομα τῶν πολεμίων σφᾶς τῷ ἀπὸ Λακεδαιμονίων δείματι, ἐπεὶ Οἰνιαδῶν γε καὶ Ἀκαρνάνων οὐδένα ἔχειν φόβον.

  [26.1] XXVI. The Dorian Messenian who received Naupactus from the Athenians dedicated at Olympia the image of Victory upon the pillar. It is the work of Paeonius of Mende, and was made from the proceeds of enemy spoils, I think from the war with the Arcarnanians and Oeniadae. The Messenians themselves declare that their offering came from their exploit with the Athenians in the island of Sphacteria, and that the name of their enemy was omitted through dread of the Lacedaemonians; for, they say, they are not in the least afraid of Oeniadae an
d the Acarnanians.

  [2] τὰ δὲ ἀναθήματα Μικύθου πολλά τε ἀριθμὸν καὶ οὐκ ἐφεξῆς ὄντα εὕρισκον, ἀλλὰ Ἰφίτου μὲν τοῦ Ἠλείου καὶ Ἐκεχειρίας στεφανούσης τὸν Ἴφιτον, τούτων μὲν τῶν εἰκόνων ἔχεται τοσάδε ἀναθήματα τῶν Μικύθου, Ἀμφιτρίτη καὶ Ποσειδῶν τε καὶ Ἑστία: Γλαῦκος δὲ ὁ ποιήσας ἐστὶν Ἀργεῖος. παρὰ δὲ τοῦ ναοῦ τοῦ μεγάλου τὴν ἐν ἀριστερᾷ πλευρὰν ἀνέθηκεν ἄλλα, Κόρην τὴν Δήμητρος καὶ Ἀφροδίτην Γανυμήδην τε καὶ Ἄρτεμιν, ποιητῶν δὲ Ὅμηρον καὶ Ἡσίοδον, καὶ θεοὺς αὖθις Ἀσκληπιὸν καὶ Ὑγείαν.

  [26.2] The offerings of Micythus I found were numerous and not together. Next after Iphitus of Elis, and Echecheiria crowning Iphitus, come the following offerings of Micythus: Amphitrite, Poseidon and Hestia; the artist was Glaucus the Argive. Along the left side of the great temple Micythus dedicated other offerings: the Maid, daughter of Demeter, Aphrodite, Ganymedes and Artemis, the poets Homer and Hesiod, then again deities, Asclepius and Health.

  [3] Ἀγών τε ἐν τοῖς ἀναθήμασίν ἐστι τοῖς Μικύθου φέρων ἁλτῆρας, οἱ δὲ ἁλτῆρες οὗτοι παρέχονται σχῆμα τοιόνδε: κύκλου παραμηκεστέρου καὶ οὐκ ἐς τὸ ἀκριβέστατον περιφεροῦς εἰσιν ἥμισυ, πεποίηται δὲ ὡς καὶ τοὺς δακτύλους τῶν χειρῶν διιέναι καθάπερ δι᾽ ὀχάνων ἀσπίδος. τούτων μὲν δὴ σχῆμά ἐστι τὸ εἰρημένον: παρὰ δὲ τοῦ Ἀγῶνος τὴν εἰκόνα Διόνυσος καὶ ὁ Θρᾷξ ἐστιν Ὀρφεὺς καὶ ἄγαλμα Διός, οὗ δὴ καὶ ὀλίγῳ πρότερον ἐπεμνήσθην. ταῦτα ἔργα ἐστὶν Ἀργείου Διονυσίου: τεθῆναι δὲ ὑπὸ τοῦ Μικύθου καὶ ἄλλα ὁμοῦ τούτοις λέγουσι, Νέρωνα δὲ ἀφελέσθαι φασὶ καὶ ταῦτα.

  [26.3] Among the offerings of Micythus is Struggle carrying jumping-weights, the shape of which is as follows. They are half of a circle, not an exact circle but elliptical, and made so that the fingers pass through as they do through the handle of a shield. Such are the fashion of them. By the statue of Struggle are Dionysus, Orpheus the Thracian, and an image of Zeus which I mentioned just now. They are the works of Dionysius of Argos. They say that Micythus set up other offerings also in addition to these, and that they formed part of the treasures taken away by Nero.

  [4] τοῖς δὲ ἐργασαμένοις αὐτά, γένος οὖσιν Ἀργείοις, Διονυσίῳ τε καὶ Γλαύκῳ, διδάσκαλόν σφισιν οὐδένα ἐπιλέγουσιν: ἡλικίαν δὲ αὐτῶν ὁ τὰ ἔργα ἐς Ὀλυμπίαν ἀναθεὶς ἐπιδείκνυσιν ὁ Μίκυθος. τὸν γὰρ δὴ Μίκυθον τοῦτον Ἡρόδοτος ἔφη ἐν τοῖς λόγοις, ὡς Ἀναξίλα τοῦ ἐν Ῥηγίῳ τυραννήσαντος γενόμενος δοῦλος καὶ ταμίας τῶν Ἀναξίλα χρημάτων ὕστερον τούτων ἀπιὼν οἴχοιτο ἐς Τεγέαν τελευτήσαντος Ἀναξίλα.

  [26.4] The artists are said to have been Dionysius and Glaucus, who were Argives by birth, but the name of their teacher is not recorded. Their date is fixed by that of Micythus, who dedicated the works of art at Olympia. For Herodotus in his history says that this Micythus, when Anaxilas was despot of Rhegium, became his slave and steward of his property afterwards, on the death of Anaxilas, he went away to Tegea.

  [5] τὰ δὲ ἐπὶ τοῖς ἀναθήμασιν ἐπιγράμματα καὶ πατέρα Μικύθῳ Χοῖρον καὶ Ἑλληνίδας αὐτῷ πόλεις Ῥήγιόν τε πατρίδα καὶ τὴν ἐπὶ τῷ πορθμῷ Μεσσήνην δίδωσιν: οἰκεῖν δὲ τὰ μὲν ἐπιγράμματα ἐν Τεγέᾳ φησιν αὐτόν, τὰ δὲ ἀναθήματα ἀνέθηκεν ἐς Ὀλυμπίαν εὐχήν τινα ἐκτελῶν ἐπὶ σωτηρίᾳ παιδὸς νοσήσαντος νόσον φθινάδα.

  [26.5] The inscriptions on the offerings give Choerus as the father of Micythus, and as his fatherland the Greek cities of Rhegium and Messene on the Strait. The inscriptions say that he lived at Tegea, and he dedicated the offerings at Olympia in fulfillment of a vow made for the recovery of a son, who fell ill of a wasting disease.

  [6] πλησίον δὲ τῶν μειζόνων ἀναθημάτων Μικύθου, τέχνης δὲ τοῦ Ἀργείου Γλαύκου, Ἀθηνᾶς ἄγαλμα ἕστηκε κράνος ἐπικειμένη καὶ αἰγίδα ἐνδεδυκυῖα: Νικόδαμος μὲν εἰργάσατο ὁ Μαινάλιος, Ἠλείων δέ ἐστιν ἀνάθημα. παρὰ δὲ τὴν Ἀθηνᾶν πεποίηται Νίκη: ταύτην Μαντινεῖς ἀνέθεσαν, τὸν πόλεμον δὲ οὐ δηλοῦσιν ἐν τῷ ἐπιγράμματι: Κάλαμις δὲ οὐκ ἔχουσαν πτερὰ ποιῆσαι λέγεται ἀπομιμούμενος τὸ Ἀθήνῃσι τῆς Ἀπτέρου καλουμένης ξόανον.

  [26.6] Near to the greater offerings of Micythus, which were made by the Argive Glaucus, stands an image of Athena with a helmet on her head and clad in an aegis. Nicodamus of Maenalus was the artist, but it was dedicated by the Eleans. Beside the Athena has been set up a Victory. The Mantineans dedicated it, but they do not mention the war in the inscription. Calamis is said to have made it without wings in imitation of the wooden image at Athens called Wingless Victory.

  [7] πρὸς δὲ τοῖς ἐλάσσοσιν ἀναθήμασι τοῦ Μικύθου, ποιηθεῖσι δὲ ὑπὸ Διονυσίου, πρὸς τούτοις Ἡρακλέους ἐστὶ τῶν ἔργων τὸ ἐς τὸν λέοντα τὸν ἐν Νεμέᾳ καὶ ὕδραν τε καὶ ἐς τὸν κύνα τοῦ Ἅιδου καὶ τὸν ἐπὶ Ἐρυμάνθῳ ποταμῷ κάπρον: ἐκόμισαν δὲ αὐτὰ ἐς Ὀλυμπίαν Ἡρακλεῶται Μαριανδυνῶν ὁμόρων βαρβάρων καταδραμόντες τὴν χώραν. ἡ δὲ Ἡράκλεια πεπόλισται μὲν ἐπὶ Εὐξείνῳ πόντῳ, ἀπῳκίσθη δὲ ἐκ Μεγάρων: μετέσχον δὲ καὶ Βοιωτῶν Ταναγραῖοι τοῦ οἰκισμοῦ.

  [26.7] By the smaller offerings of Micythus, that were made by Dionysius, are some of the exploits of Heracles, including what he did to the Nemean lion, the Hydra, the Hound of Hell, and the boar by the river Erymanthus. These were brought to Olympia by the people of Heracleia when they had overrun the land of the Mariandynians, their foreign neighbors. Heracleia is a city built on the Euxine sea, a colony of Megara, though the people of Tanagra in Boeotia joined in the settlement.

  27. τούτων δὲ ἀντικρὺ τῶν κατειλεγμένων ἔστιν ἄλλα ἀναθήματα ἐπὶ στοίχου, τετραμμένα μὲν πρὸς μεσημβρίαν, τοῦ τεμένους δὲ ἐγγύτατα ὃ τῷ Πέλοπι ἀνεῖται. ἐν δὲ αὐτοῖς καὶ τὰ ἀνατεθέντα ἐστὶν ὑπὸ τοῦ Μαιναλίου Φόρμιδος, ὃς ἐκ Μαινάλου διαβὰς ἐς Σικελίαν παρὰ Γέλωνα τὸν Δεινομένους καὶ ἐκείνῳ τε αὐτῷ καὶ Ἱέρωνι ὕστερον ἀδελφῷ τοῦ Γέλωνος ἐς τὰς στρατείας ἀποδεικνύμενος λαμπρὰ ἔργα ἐς τοσοῦτο προῆλθεν εὐδαιμονίας, ὡς ἀναθεῖναι μὲν ταῦτα ἐς Ὀλυμπίαν, ἀναθεῖναι δὲ καὶ τῷ Ἀπόλλωνι δὲ ἄλλα ἐς Δελφούς
.

  [27.1] XXVII. Opposite the offerings I have enumerated are others in a row; they face towards the south, and are very near to that part of the precinct which is sacred to Pelops. Among them are those dedicated by the Maenalian Phormis. He crossed to Sicily from Maenalus to serve Gelon the son of Deinomenes. Distinguishing himself in the campaigns of Gelon and afterwards of his brother Hieron, he reached such a pitch of prosperity that he dedicated not only these offerings at Olympia, but also others dedicated to Apollo at Delphi.

  [2] τὰ δὲ ἐς Ὀλυμπίαν δύο τέ εἰσιν ἵπποι καὶ ἡνίοχοι δύο, ἑκατέρῳ τῶν ἵππων παρεστὼς ἀνὴρ ἡνίοχος: ὁ μὲν δὴ πρότερος τῶν ἵππων καὶ ὁ ἀνὴρ Διονυσίου τοῦ Ἀργείου, τὰ δεύτερα δὲ ἔργα ἐστὶν Αἰγινήτου Σίμωνος. τῷ προτέρῳ δὲ τῶν ἵππων ἐπίγραμμα ἔπεστιν ἐπὶ τῇ πλευρᾷ, τὰ πρῶτα οὐ σὺν μέτρῳ: λέγει γὰρ δὴ οὕτω:”Φόρμις ἀνέθηκεν

  Ἀρκὰς Μαινάλιος, νῦν δὲ Συρακόσιος.

  “

  [27.2] The offerings at Olympia are two horses and two charioteers, a charioteer standing by the side of each of the horses. The first horse and man are by Dionysius of Argos, the second are the work of Simon of Aegina. On the side of the first of the horses is an inscription, the first part of which is not metrical. It runs thus:–

  Phormis dedicated me, an Arcadian of Maenalus, now of Syracuse.

  [3] οὗτός ἐστιν ὁ ἵππος ὅτῳ καὶ τὸ ἱππομανὲς λόγῳ τῷ Ἠλείων ἔγκειται: δῆλα δὲ καὶ ἄλλως ἐστὶν ἀνδρὸς μάγου σοφίᾳ γενέσθαι τὰ συμβαίνοντα τῷ ἵππῳ. μέγεθος μὲν ἢ εἶδος ἵππων ἀποδεῖ πολλῷ, ὅσοι τῆς Ἄλτεως ἐντὸς ἑστήκασι, πρὸς δὲ ἀποκέκοπταί τε τὴν οὐρὰν καὶ ἔστιν ἐπὶ τῷ τοιῷδε ἔτι αἰσχίων: οἱ δὲ ἵπποι οἱ ἄρσενες οὔτι που τοῦ ἦρος μόνον ἀλλὰ καὶ ἀνὰ πᾶσαν ἐπ᾽ αὐτὸν ὀργῶσιν ἡμέραν.

 

‹ Prev