Delphi Complete Works of Pausanias
Page 344
[3.1] III. The people of Colophon suppose that the sanctuary at Clarus, and the oracle, were founded in the remotest antiquity. They assert that while the Carians still held the land, the first Greeks to arrive were Cretans under Rhacius, who was followed by a great crowd also; these occupied the shore and were strong in ships, but the greater part of the country continued in the possession of the Carians. When Thebes was taken by Thersander, the son of Polyneices, and the Argives, among the prisoners brought to Apollo at Delphi was Manto. Her father Teiresias had died on the way, in Haliartia,
[2] ἐκπέμψαντος δὲ σφᾶς ἐς ἀποικίαν τοῦ θεοῦ, περαιοῦνται ναυσὶν ἐς τὴν Ἀσίαν, καὶ ὡς κατὰ τὴν Κλάρον ἐγένοντο, ἐπεξίασιν αὐτοῖς οἱ Κρῆτες μετὰ ὅπλων καὶ ἀνάγουσιν ὡς τὸν Ῥάκιον: ὁ δὲ — μανθάνει γὰρ παρὰ τῆς Μαντοῦς οἵτινές τε ἀνθρώπων ὄντες καὶ κατὰ αἰτίαν ἥντινα ἥκουσι — λαμβάνει μὲν γυναῖκα τὴν Μαντώ, ποιεῖται δὲ καὶ τοὺς σὺν αὐτῇ συνοίκους. Μόψος δὲ ὁ Ῥακίου καὶ Μαντοῦς καὶ τὸ παράπαν τοὺς Κᾶρας ἐξέβαλεν ἐκ τῆς γῆς.
[3.2] and when the god had sent them out to found a colony, they crossed in ships to Asia, but as they came to Clarus, the Cretans came against them armed and carried them away to Rhacius. But he, learning from Manto who they were and why they were come, took Manto to wife, and allowed the people with her to inhabit the land. Mopsus, the son of Rhacius and of Manto, drove the Carians from the country altogether.
COLONIZATION OF COLOPHON, HISTORY
[3] Ἴωνες δὲ ὅρκους ποιησάμενοι πρὸς τοὺς ἐν Κολοφῶνι Ἕλληνας συνεπολιτεύοντο, οὐδὲν ἔχοντες πλέον: βασιλείαν δὲ Ἰώνων ἡγεμόνες Δαμασίχθων λαμβάνει καὶ Πρόμηθος Κόδρου παῖδες. Πρόμηθος δὲ ὕστερον τὸν ἀδελφὸν Δαμασίχθονα ἀποκτείνας ἔφυγεν ἐς Νάξον, καὶ ἀπέθανε μὲν αὐτόθι ἐν τῇ Νάξῳ, τὸν νεκρὸν δὲ οἴκαδε ἀπαχθέντα κατεδέξαντο οἱ Δαμασίχθονοε παῖδες: καὶ ἔνθα ὁ τοῦ Προμήθου τάφος, Πολυτειχίδες ὄνομά ἐστι τῷ χωρίῳ.
[3.3] The Ionians swore an oath to the Greeks in Colophon, and lived with them in one city on equal terms, but the kingship was taken by the Ionian leaders, Damasichthon and Promethus, sons of Codrus. Afterwards Promethus killed his brother Damasichthon and fled to Naxos, where he died, but his body was carried home and received by the sons of Damasichthon. The name of the place where Damasichthon is buried is called Polyteichides.
[4] Κολοφωνίοις δὲ ὅπως μὲν τὴν πόλιν συνέπεσεν ἐρημωθῆναι, προεδήλωσέ μοι τοῦ λόγου τὰ ἐς Λυσίμαχον: ἐμαχέσαντο δὲ Λυσιμάχῳ καὶ Μακεδόσι Κολοφώνιοι τῶν ἀνοικισθέντων ἐς Ἔφεσον μόνοι, τοῖς δὲ ἀποθανοῦσιν ἐν τῇ μάχῃ Κολοφωνίων τε αὐτῶν καὶ Σμυρναίων ἐστὶν ὁ τάφος ἰόντι ἐς Κλάρον ἐν ἀριστερᾷ τῆς ὁδοῦ.
[3.4] How it befell that Colophon was laid waste I have already related in my account of Lysimachus. Of those who were transported to Ephesus only the people of Colophon fought against Lysimachus and the Macedonians. The grave of those Colophonians and Smyrnaeans who fell in the battle is on the left of the road as you go to Clarus.
COLONIZATION OF LEBEDUS, HISTORY
[5] Λεβεδίοις δὲ ἐποίησε μὲν Λυσίμαχος ἀνάστατον τὴν πόλιν, ἵνα δὴ συντέλεια ἐς μέγεθος τῇ Ἐφέσῳ γένοιτο: χώρα δέ σφισιν ἔς τε τὰ λοιπά ἐστιν εὐδαίμων καὶ λουτρὰ παρέχεται θερμὰ πλεῖστα τῶν ἐπὶ θαλάσσῃ καὶ ἥδιστα. τὸ δὲ ἐξ ἀρχῆς καὶ τὴν Λέβεδον ἐνέμοντο οἱ Κᾶρες, ἐς ὃ Ἀνδραίμων σφᾶς ὁ Κόδρου καὶ Ἴωνες ἐλαύνουσι. τῷ δὲ Ἀνδραίμονι ὁ τάφος ἐκ Κολοφῶνος ἰόντι ἐστὶν ἐν ἀριστερᾷ τῆς ὁδοῦ, διαβάντι τὸν Καλάοντα ποταμόν.
[3.5] The city of Lebedus was razed to the ground by Lysimachus, simply in order that the population of Ephesus might be increased. The land around Lebedus is a happy one; in particular its hot baths are more numerous and more pleasant than any others on the coast. Originally Lebedus also was inhabited by the Carians, until they were driven out by Andraemon the son of Codrus and the Ionians. The grave of Andraemon is on the left of the road as you go from Colophon, when you have crossed the river Calaon.
COLONIZATION OF TEOS, HISTORY
[6] Τέων δὲ ᾤκουν μὲν Ὀρχομένιοι Μινύαι σὺν Ἀθάμαντι ἐς αὐτὴν ἐλθόντες: λέγεται δὲ ὁ Ἀθάμας οὗτος ἀπόγονος Ἀθάμαντος εἶναι τοῦ Αἰόλου. ἀναμεμιγμένοι μὲν τῷ Ἑλληνικῷ καὶ ἐνταῦθα ἦσαν οἱ Κᾶρες: ἐσήγαγε δὲ Ἴωνας ἐς τὴν Τέων Ἄποικος ἀπόγονος Μελάνθου τέταρτος, ὃς τοῖς Ὀρχομενίοις οὐδὲ τοῖς Τηίοις νεώτερον ἐβούλευσεν οὐδέν. ἔτεσι δὲ οὐ πολλοῖς ὕστερον ἔκ τε Ἀθηναίων καὶ ἐκ Βοιωτίας ἀφίκοντο ἄνδρες: ἡγοῦντο δὲ τοῦ μὲν Ἀττικοῦ Δάμασος καὶ Νάοκλος Κόδρου παῖδες, τῶν δὲ Βοιωτῶν Γέρης Βοιωτός: καὶ σφᾶς συναμφοτέρους ὅ τε Ἄποικος καὶ οἱ Τήιοι συνοίκους ἐδέξαντο.
[3.6] Teos used to be inhabited by Minyans of Orchomenus, who came to it with Athamas. This Athamas is said to have been a descendant of Athamas the son of Aeolus. Here too there was a Carian element combined with the Greek, while Ionians were introduced into Teos by Apoecus, a great-grandchild of Melanthus, who showed no hostility either to the Orchomenians or to the Teians. A few years later there came men from Athens and from Boeotia; the Attic contingent was under Damasus and Naoclus, the sons of Codrus, while the Boeotians were led by Geres, a Boeotian. Both parties were received by Apoecus and the Teians as fellow-settlers.
ERYTHRAE, MYTHICAL HISTORY
[7] Ἐρυθραῖοι δὲ τὸ μὲν ἐξ ἀρχῆς ἀφικέσθαι σὺν Ἐρύθρῳ τῷ Ῥαδαμάνθυός φασιν ἐκ Κρήτης καὶ οἰκιστὴν τῇ πόλει γενέσθαι τὸν Ἔρυθρον: ἐχόντων δὲ αὐτὴν ὁμοῦ τοῖς Κρησὶ Λυκίων καὶ Καρῶν τε καὶ Παμφύλων, Λυκίων μὲν κατὰ συγγένειαν τὴν Κρητῶν — καὶ γὰρ οἱ Λύκιοι τὸ ἀρχαῖόν εἰσιν ἐκ Κρήτης, οἳ Σαρπηδόνι ὁμοῦ ἔφυγον — , Καρῶν δὲ κατὰ φιλίαν ἐκ παλαιοῦ πρὸς Μίνω, Παμφύλων δὲ ὅτι γένους μέτεστιν Ἑλληνικοῦ καὶ τούτοις — εἰσὶ γὰρ δὴ καὶ οἱ Πάμφυλοι τῶν μετὰ ἅλωσιν Ἰλίου πλανηθέντων σὺν Κάλχαντι — , τούτων τῶν κατειλεγμένων ἐχόντων Ἐρυθράς, Κλέοπος ὁ Κόδρου συλλέξας ἐξ ἁπασῶν τῶν ἐν Ἰωνίᾳ πόλεων ὅσους δὴ παρὰ ἑκάστων ἐπεισήγαγεν Ἐρυθραίοις συνοίκους.
[3.7] The Erythraeans say that they came originally from Crete with Erythrus the son of Rhadamanthus, and that this Erythrus was the founder of their city. Along with the Cretans there dwelt in the city Lycians, Carians and Pamphylians; L
ycians because of their kinship with the Cretans, as they came of old from Crete, having fled along with Sarpedon; Carians because of their ancient friendship with Minos; Pamphylians because they too belong to the Greek race, being among those who after the taking of Troy wandered with Calchas.
COLONIZATION OF ERYTHRAE, HISTORY
The peoples I have enumerated occupied Erythrae when Cleopus the son of Codrus gathered men from all the cities of Ionia, so many from each, and introduced them as settlers among the Erythraeans.
COLONIZATION OF CLAZOMENAE & PHOCAEA, HISTORY
[8] Κλαζομενίοις δὲ καὶ Φωκαεῦσι, πρὶν μὲν ἢ Ἴωνας ἐς τὴν Ἀσίαν ἐλθεῖν, οὐκ ᾠκοῦντο αἱ πόλεις: Ἰώνων δὲ ἀφικομένων μοῖρα ἐξ αὐτῶν πλανωμένη μετεπέμψατο ἡγεμόνα παρὰ Κολοφωνίων Πάρφορον, καὶ πόλιν κτίσαντες ὑπὸ τῇ Ἴδῃ τὴν μὲν οὐ μετὰ πολὺ ἐκλείπουσιν, ἐπανιόντες δὲ ἐς Ἰωνίαν Σκύππιον τῆς Κολοφωνίας ἔκτισαν.
[3.8] The cities of Clazomenae and Phocaea were not inhabited before the Ionians came to Asia. When the Ionians arrived, a wandering division of them sent for a leader, Parphorus, from the Colophonians, and founded under Mount Ida a city which shortly afterwards they abandoned, and returning to Ionia they founded Scyppium in the Colophonian territory.
[9] ἀπελθόντες δὲ ἑκουσίως καὶ ἐκ τῆς Κολοφωνίας, οὕτω γῆν τε ἔσχον, ἣν καὶ νῦν ἔτι ἔχουσι, καὶ κατεσκευάσαντο ἐν τῇ ἠπείρῳ Κλαζομενὰς πόλιν: ἐς δὲ τὴν νῆσον διέβησαν δὴ κατὰ τὸ Περσῶν δέος. Ἀλέξανδρος δὲ ἀνὰ χρόνον ἔμελλεν ὁ Φιλίππου χερρόνησον Κλαζομενὰς ἐργάσεσθαι χώματι ἐς τὴν νῆσον ἐκ τῆς ἠπείρου. τούτων τῶν Κλαζομενίων τὸ πολὺ οὐκ Ἴωνες, Κλεωναῖοι δὲ ἦσαν καὶ ἐκ Φλιοῦντος, ὅσοι Δωριέων ἐς Πελοπόννησον κατελθόντων ἐξέλιπον τὰς πόλεις:
[3.9] They left of their own free-will Colophonian territory also, and so occupied the land which they still hold, and built on the mainland the city of Clazomenae. Later they crossed over to the island through their fear of the Persians. But in course of time Alexander the son of Philip was destined to make Clazomenae a peninsula by a mole from the mainland to the island. Of these Clazomenians the greater part were not Ionians, but Cleonaeans and Phliasians, who abandoned their cities when the Dorians had returned to Peloponnesus.
[10] οἱ δὲ Φωκαεῖς γένος μὲν τὸ ἀνέκαθέν εἰσιν ἐκ τῆς ὑπὸ τῷ Παρνασσῷ καλουμένης καὶ ἐς ἡμᾶς ἔτι Φωκίδος, οἳ Φιλογένει καὶ Δάμωνι ὁμοῦ τοῖς Ἀθηναίοις διέβησαν ἐς τὴν Ἀσίαν. τὴν χώραν δὲ οὐ πολέμῳ, κατὰ δὲ ὁμολογίαν λαμβάνουσι παρὰ Κυμαίων: Ἰώνων δὲ οὐ δεχομένων σφᾶς ἐς Πανιώνιον πρὶν ἢ τοῦ γένους βασιλέας τοῦ Κοδριδῶν λάβωσιν, οὕτω παρὰ Ἐρυθραίων καὶ ἐκ Τέω Δεοίτην καὶ Πέρικλον λαμβάνουσι καὶ Ἄβαρτον.
[3.10] The Phocaeans are by birth from the land under Parnassus still called Phocis, who crossed to Asia with the Athenians Philogenes and Damon. Their land they took from the Cymaeans, not by war but by agreement. When the Ionians would not admit them to the Ionian confederacy until they accepted kings of the race of the Codridae, they accepted Deoetes, Periclus and Abartus from Erythrae and from Teos.
SAMOS, MYTHICAL HISTORY
4. αἱ δὲ ἐν ταῖς νήσοις εἰσὶν Ἰώνων πόλεις Σάμος ἡ ὑπὲρ Μυκάλης καὶ Χίος ἡ ἀπαντικρὺ τοῦ Μίμαντος. Ἄσιος δὲ ὁ Ἀμφιπτολέμου Σάμιος ἐποίησεν ἐν τοῖς ἔπεσιν ὡς Φοίνικι ἐκ Περιμήδης τῆς Οἰνέως γένοιτο Ἀστυπάλαια καὶ Εὐρώπη, Ποσειδῶνος δὲ καὶ Ἀστυπαλαίας εἶναι παῖδα Ἀγκαῖον, βασιλεύειν δὲ αὐτὸν τῶν καλουμένων Λελέγων: Ἀγκαίῳ δὲ τὴν θυγατέρα τοῦ ποταμοῦ λαβόντι τοῦ Μαιάνδρου Σαμίαν γενέσθαι Περίλαον καὶ Ἔνουδον καὶ Σάμον καὶ Ἀλιθέρσην καὶ θυγατέρα ἐπ᾽ αὐτῷ Παρθενόπην, Παρθενόπης δὲ τῆς Ἀγκαίου καὶ Ἀπόλλωνος Λυκομήδην γενέσθαι.
[4.1] IV. The cities of the Ionians on the islands are Samos over against Mycale and Chios opposite Mimas. Asius, the son of Amphiptolemus, a Samian, says in his epic that there were born to Phoenix Astypalaea and Europa, whose mother was Perimede, the daughter of Oeneus; that Astypalaea had by Poseidon a son Ancaeus, who reigned over those called Leleges; that Ancaeus took to wife Samia, the daughter of the river Maeander, and begat Perilaus, Enudus, Samus, Alitherses and a daughter Parthenope; and that Parthenope had a son Lycomedes by Apollo.
COLONIZATION OF SAMOS, HISTORY
[2] Ἄσιος μὲν ἐς τοσοῦτο ἐν τοῖς ἔπεσιν ἐδήλωσε: τότε δὲ οἱ τὴν νῆσον οἰκοῦντες ἀνάγκῃ πλέον ἐδέξαντο ἢ εὐνοίᾳ συνοίκους Ἴωνας. ἡγεμὼν δὲ ἦν τοῖς Ἴωσι Προκλῆς ὁ Πιτυρέως, αὐτός τε Ἐπιδαύριος καὶ Ἐπιδαυρίους ἦν τὸ πολὺ ἄγων, οἳ ὑπὸ Δηιφόντου καὶ Ἀργείων ἐκ τῆς Ἐπιδαυρίας ἐξεπεπτώκεσαν: τούτῳ τῷ Προκλεῖ γένος ἦν ἀπὸ Ἴωνος τοῦ Ξούθου. Ἄνδροκλος δὲ καὶ Ἐφέσιοι στρατεύουσιν ἐπὶ Λεώγορον τὸν Προκλέους, βασιλεύοντα μετὰ τὸν πατέρα ἐν Σάμῳ, καὶ μάχῃ νικήσαντες ἐξελαύνουσιν ἐκ τῆς νήσου Σαμίους: αἰτίαν δὲ ἐπέφερον μετὰ Καρῶν σφᾶς ἐπιβουλεύειν Ἴωσι.
[4.2] Thus far Asius in his poem. But on the occasion to which I refer the inhabitants of the island received the Ionians as settlers more of necessity than through good.will. The leader of the Ionians was Procles, the son of Pityreus, Epidaurian himself like the greater part of his followers, who had been expelled from Epidauria by Deiphontes and the Argives. This Procles was descended from Ion, son of Xuthus. But the Ephesians under Androclus made war on Leogorus, the son of Procles, who reigned in Samos after his father, and after conquering them in a battle drove the Samians out of their island, accusing them of conspiring with the Carians against the Ionians.
[3] Σαμίων δὲ τῶν φευγόντων οἱ μὲν ἐπὶ τῇ Θρᾴκῃ νῆσον ᾤκησαν, καὶ ἀπὸ τούτων τῆς ἐνοικήσεως Σαμοθρᾴκην τὴν νῆσον καλοῦσιν ἀντὶ Δαρδανίας: οἱ δὲ ὁμοῦ Λεωγόρῳ περὶ Ἀναίαν τὴν ἐν τῇ ἠπείρῳ τῇ πέραν βαλόμενοι τεῖχος, δέκα ἔτεσιν ὕστερον διαβάντες ἐν τῇ Σάμῳ τούς τε Ἐφεσίους ἐκβάλλουσι καὶ ἀνεσώσαντο τὴν νῆσον.
[4.3] The Samians fled and some of them made their home in an island near Thrace, and as a result of their settling there the name of the island was changed from Dardania to Samothrace. Others with Leogorus threw a wall round Anaea on the mainland opposite Samos, and ten years after crossed over, expelled the Ephesians and reoccupied the island.
SAMOS, MYTHICAL HISTORY
[4] τὸ δὲ ἱερὸν τὸ ἐν Σάμῳ τῆς Ἥρας εἰσὶν οἳ ἱδρύσασθαί φασι τοὺς ἐν τῇ Ἀργοῖ πλέοντα�
�, ἐπάγεσθαι δὲ αὐτοὺς τὸ ἄγαλμα ἐξ Ἄργους: Σάμιοι δὲ αὐτοὶ τεχθῆναι νομίζουσιν ἐν τῇ νήσῳ τὴν θεὸν παρὰ τῷ Ἰμβράσῳ ποταμῷ καὶ ὑπὸ τῇ λύγῳ τῇ ἐν τῷ Ἡραίῳ κατ᾽ ἐμὲ ἔτι πεφυκυίᾳ. εἶναι δ᾽ οὖν τὸ ἱερὸν τοῦτο ἐν τοῖς μάλιστα ἀρχαῖον ὃ οὐχ ἥκιστα ἄν τις καὶ ἐπὶ τῷ ἀγάλματι τεκμαίροιτο: ἔστι γὰρ δὴ ἀνδρὸς ἔργον Αἰγινήτου Σμίλιδος τοῦ Εὐκλείδου. οὗτος ὁ Σμῖλίς ἐστιν ἡλικίαν κατὰ Δαίδαλον, δόξης δὲ οὐκ ἐς τὸ ἴσον ἀφίκετο:
[4.4] Some say that the sanctuary of Hera in Samos was established by those who sailed in the Argo, and that these brought the image from Argos. But the Samians themselves hold that the goddess was born in the island by the side of the river Imbrasus under the withy that even in my time grew in the Heraeum. That this sanctuary is very old might be inferred especially by considering the image; for it is the work of an Aeginetan, Smilis, the son of Eucleides. This Smilis was a contemporary of Daedalus, though of less repute.
[5] Δαιδάλῳ μὲν γὰρ γένους τε Ἀθήνῃσιν ὑπῆρχεν εἶναι τοῦ βασιλικοῦ τῶν καλουμένων Μητιονιδῶν καὶ ὁμοῦ τῇ τέχνῃ τῆς πλάνης τε ἕνεκα καὶ ἐπὶ ταῖς συμφοραῖς ἐπιφανέστερος ἐγένετο ἐς ἅπαντας ἀνθρώπους. ἀποκτείνας μὲν ἀδελφῆς παῖδα καὶ ἐπιστάμενος τὰ οἴκοι νόμιμα ἑκουσίως παρὰ Μίνω ἔφυγεν ἐς